Ομιλίαι κατηχητικαὶ πρὸς τοὺς μέλλοντας φωτίζεσθαι
καὶ πρὸς νεοφωτίστους καὶ εἰς τὴν ἐπιγραφὴν τῶν πράξεων τῶν ἀποστόλων.
Catecheses ad illuminandos
Κατήχησις πρώτη πρὸς τοὺς μέλλοντας φωτίζεσθαι.
1.1 Χαρᾶς καὶ εὐφροσύνης πνευματικῆς ὁ παρὼν καιρός· ἰδοὺ γὰρ παραγεγόνασιν ἡμῖν αἱ
ποθειναὶ καὶ ἐπέραστοι τῶν πνευματικῶν
γάμων ἡμέραι. Οὐδὲ γὰρ ἂν ἁμάρτοι
τις γάμον ὀνομάζων τὰ νῦν γινόμενα,
καὶ οὐ γάμον μόνον ἀλλὰ καὶ στρατολογίαν τινὰ θαυμαστὴν καὶ παράδοξον.
Καὶ μὴ νομίσῃ τις ἐναντία εἶναι τὰ εἰρημένα ἀλλ' ἀκουέτω τοῦ μακαρίου Παύλου τοῦ
τῆς οἰκουμένης διδασκάλου ἀμφοτέροις τούτοις
κεχρημένου τοῖς παραδείγμασι καί
ποτε μὲν λέγοντος· «Ἡρμωσάμην ὑμᾶς
ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ
Χριστῷ»· ἀλλαχοῦ δὲ καθάπερ στρατιώταις μέλλουσιν
εἰς πόλεμον ἐξιέναι οὕτω τὰ
ὅπλα περιτιθέντος καὶ λέγοντος πάλιν·
«Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς
στῆναι πρὸς τὰς
μεθοδείας τοῦ διαβόλου»....
1.2 Σήμερον χαρὰ γίνεται
ἐν οὐράνῳ καὶ ἐπὶ
γῆς. Εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ
μετανοοῦντι τοσαύτη γίνεται ἡδονή,
ἐπὶ πλήθει τοσούτῳ ἀθρόον τῶν μὲν τοῦ διαβόλου παγίδων καταγελάσαντι, εἰς δὲ
τὴν τοῦ
Χριστοῦ ποίμνην ἐγγραφῆναι σπουδάσαντι πόσῳ μᾶλλον χαρὰ γίνεται τοῖς ἀγγέλοις
καὶ τοῖς ἀρχαγγέλοις καὶ πᾶσι ταῖς ἄνω δυνάμεσι καὶ πᾶσι τοῖς ἐπὶ τῆς γῆς.
1.3 Φέρε
τοιγαροῦν καθάπερ μελλούσῃ νύμφῃ εἰς τὰς παστάδας εἰσάγεσθαι τὰς ἱερὰς διαλεχθῶμεν καὶ ὑμῖν ὑποδεικνύντες τοῦ νυμφίου τὸν ὑπερβάλλοντα πλοῦτον
καὶ τὴν ἄφατον
φιλανθρωπίαν ἣν περὶ
αὐτὴν ἐπιδείκνυται, καὶ αὐτῇ δείξωμεν οἵων ἀπαλλαττομένη, τίνων ἀπολαύειν
μέλλει. Καὶ εἰ δοκεῖ, πρῶτον τὰ κατ' αὐτὴν γυμνάσωμεν καὶ ἴδωμεν ἐν τίσιν αὐτὴν
οὖσαν καὶ ὅπως αὐτὴν διακειμένην ὁ νυμφίος προσίεται· οὕτω γὰρ μάλιστα καὶ τοῦ κοινοῦ πάντων δεσπότου
δειχθήσεται τὸ ἄπειρον
τῆς φιλανθρωπίας. Οὐδὲ
γὰρ τῆς εὐμορφίας αὐτῆς οὐδὲ τοῦ κάλλους ἐρασθεὶς οὐδὲ τῆς ὥρας τοῦ σώματος οὕτως αὐτὴν
προσήκατο ἀλλὰ δυσειδῆμᾶλλον καὶ ἄμορφον καὶ αἰσχρὰν καὶ πανταχόθεν καὶ ῥυπαρὰν
καὶ σχεδὸν εἰπεῖν ἐν αὐτῷ τῷ βορβόρῳ τῶν ἁμαρτημάτων κυλιομένην, οὕτως εἰς τὴν
νυμφῶνα εἰσήγαγεν.
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>






















