ΑΓ. ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ
Ἀπόσπασμα ΛΟΓΟΥ ΙΕ´
Εἰς τὸν πατέρα σιωπῶντα διὰ τὴν πληγὴν τῆς χαλάζης.
Οίδα στιλβουμένην ῥομφαίαν͵ καὶ μεθύουσαν μάχαιραν ἐν τῷ οὐρανῷ͵ σφάζειν͵ ἐξουθενεῖν͵ ἀτεκνοῦν κελευομένην͵ ἕως σαρκῶν͵ καὶ μυελῶν͵ καὶ ὀστέων μὴ φείδεσθαι.
Οἶδα͵ ὡς ἄρκτον ἀπορουμένην͵ τὸν ἀπαθῆ͵ καὶ ὡς πάρδαλιν ἀπαντῶντα κατὰ τὴν ὁδὸν Ἀσσυρίων͵ οὐ τῶν τότε μόνον͵ ἀλλὰ καὶ εἴ τις νῦν τὴν κακίαν Ἀσσύριος· καὶ οὐκ ἐνὸν φυγεῖν τὸ κράτος τῆς ὀργῆς αὐτοῦ καὶ τὸ τάχος͵ ὅταν γρηγορήσῃ ἐπὶ τὰ ἀσεβήματα ἡμῶν͵ καὶ τοὺς ἐχθροὺς αὐτοῦ καταδιώκῃ ζῆλος͵ ἐσθίειν εἰδὼς τοὺς ὑπεναντίους.
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>



















