Εμφάνιση αναρτήσεων με ετικέτα πατρολογία - κλήμης ρώμης - διαταγαί. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα πατρολογία - κλήμης ρώμης - διαταγαί. Εμφάνιση όλων των αναρτήσεων

Πέμπτη 25 Οκτωβρίου 2012

Διαταγαί των Αγίων Αποστόλων - Βιβλίον Α'

0 σχόλια


ΔΙΑΤΑΓΑΙ ΤΩΝ ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΔΙΑ ΚΛΗΜΕΝΤΟΣ
ΒΙΒΛΙΟΝ Α΄

Καθολικὴ διδασκαλία περὶ λαικῶν

[Πρ.] Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι πᾶσι τοῖς ἐξ ἐθνῶν πιστεύσασιν ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστόν· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ τοῦ παντοκράτορος Θεοῦ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πληθυνθείη ἐν ἐπιγνώσει αὐτοῦ. Θεοῦ φυτεία ἡ καθολικὴ Ἐκκλησία καὶ ἀμπελὼν αὐτοῦ ἐκλεκτός, οἱ πεπιστευκότες εἰς τὴν ἀπλανῆ θεοσέβειαν αὐτοῦ, οἱ τὴν αἰώνιον καρπούμενοι διὰ πίστεως βασιλείαν αὐτοῦ, δύναμιν αὐτοῦ εἰληφότες καὶ μετουσίαν ἁγίου Πνεύματος, ὡπλισμένοι διὰ Ἰησοῦ καὶ ἐνστερνισμένοι τὸν φόβον αὐτοῦ, ῥαντίσματος μέτοχοι τοῦ τιμίου καὶ ἀθώου αἵματος τοῦ Χριστοῦ, οἱ παρρησίαν εἰληφότες τὸν παντοκράτορα Θεὸν πατέρα καλεῖν, συγκληρονόμοι καὶ συμμέτοχοι τοῦ ἠγαπημένου Παιδὸς αὐτοῦ· ἀκούσατε διδασκαλίαν ἱεράν, οἱ ἀντεχόμενοι τῆς ἐπαγγελίας αὐτοῦ ἐκ προστάγματος τοῦ Σωτῆρος, ὁμοστοίχως ταῖς ἐνδόξοις φθογγαῖς αὐτοῦ.


α. Περὶ πλεονεξίας.

β. Περὶ τοῦ μὴ ἀνθυβρίζειν ἢ ἀμύνασθαι τὸν ἀδικοῦντα.

γ. Περὶ καλλωπισμοῦ καὶ τῆς ἐκεῖθεν ἁμαρτίας.

δ. Ὅτι οὐ δεῖ περιεργάζεσθαι τοὺς κακῶς ζῶντας, ἀλλὰ τῷ οἰκείῳ ἔργῳ σχολάζειν.

ε. Ποῖα τῆς Γραφῆς βιβλία δεῖ ἀναγινώσκειν.

στ. Περὶ τοῦ ἀπέχεσθαι πάντων τῶν ἔξωθεν βιβλίων.

ζ. Περὶ γυναικὸς φαύλης.

η. Περὶ ὑποταγῆς γυναικὸς πρὸς ἄνδρα καὶ φιλάνδρου καὶ σώφρονος. Περὶ τοῦ μὴ καλλωπίζεσθαι γυναῖκα πιστὴν καὶ ὅπως αὐτὴ ἐν ἀγορᾷ καὶ πανταχοῦ διαγίνεσθαι χρή.

θ. Περὶ τοῦ μὴ συλλούεσθαι ἀνδράσι γυναῖκα.

ι. Περὶ μαχίμου καὶ γλωσσώδους γυναικός.

Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

Τετάρτη 24 Οκτωβρίου 2012

Διαταγαί των Αγίων Αποστόλων - Βιβλίον Β'

0 σχόλια


ΔΙΑΤΑΓΑΙ ΤΩΝ ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΔΙΑ ΚΛΗΜΕΝΤΟΣ
ΒΙΒΛΙΟΝ Β΄
Περὶ ἐπισκόπων, πρεσβυτέρων καὶ διακόνων


α. Ὅτι τὸ ἀγράμματον εἶναι, ἔμπειρον δὲ τοῦ λόγου, οὐ κωλύει πρὸς ἐπισκοπήν.

β. Οἷον εἶναι χρὴ τὸν ἐπίσκοπον καὶ τοὺς λοιποὺς κληρικούς.

γ. Τίνα χρὴ δοκιμάζεσθαι τὸν ἐπίσκοπον προχειριζόμενον.

δ. Ὅτι οὐχ ἑκάστῃ χήρᾳ δεῖ μεταδιδόναι, ἀλλ᾿ ἔσθ᾿ ὅτε καὶ τὴν ὕπανδρον δεομένην προκρίνειν, καὶ ὅτι καταφαγῇ, μεθύσῳ, ἀργῷ, οὐ μεταδιδόναι χρή.

ε. Ὅτι χρὴ ἀπροσωπόληπτον εἶναι τὸν ἐπίσκοπον ἐν τῷ κρίνειν, καὶ τὸ ἦθος μέτριον καὶ τὴν δίαιταν συνεσταλμένον.

στ. Περὶ τοῦ μὴ εἶναι τὸν ἐπίσκοπον αἰσχροκερδῆ, μήτε δὲ ἐγγυᾶσθαι ἢ συνηγορεῖν.

ζ. Οἷον χρὴ εἶναι τὸν μεμυημένον.

η. Περὶ συκοφαντουμένου, ἤτοι ἐλεγχομένου.

θ. Ὅτι ἀδωροδόκητον εἶναι χρὴ τὸν ἐπίσκοπον.

Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

Διαταγαί των Αγίων Αποστόλων - Βιβλίον Γ'

0 σχόλια

ΔΙΑΤΑΓΑΙ ΤΩΝ ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΔΙΑ ΚΛΗΜΕΝΤΟΣ
ΒΙΒΛΙΟΝ Γ΄

 α. Περὶ χηρῶν.
β. Ὅτι παραιτητέον καθιστᾶν νεωτέραν χήραν διὰ τὸ ὕποπτον.
γ. Ὁποίας εἶναι χρὴ τὰς ὄντως χήρας ἢ πῶς ἐπικουρεῖσθαι παρὰ τοῦ ἐπισκόπου
δ. Ὅτι πάνθ᾿ ὁντιναοῦν ἐνδεῆ εὐποιεῖν χρή.
ε. Ὅτι καὶ τοῦ ἤθους ἐπιμελητέον τῶν χηρῶν.
στ. Ὅτι οὐ χρὴ γυναῖκας διδάσκειν, ἀπρεπὲς γάρ, καὶ ποῖαι γυναῖκες εἵποντο τῷ κυρίῳ. Ὅτι αἱ χῆραι μεμετρημένας ὀφείλουσιν ἔχειν τὰς προόδους.
ζ. Οἷαί εἰσιν αἱ ψευδοχῆραι.
η. Ὅτι οὐ χρὴ παρὰ ἀναξίων λαμβάνειν τὴν χήραν ἢ τὸν ἐπίσκοπον ἢ ἄλλον πιστόν.
θ. Ὅτι οὐ χρὴ γυναῖκας βαπτίζειν· ἀσεβὲς γὰρ καὶ τῆς Χριστοῦ διδασκαλίας ἀλλότριον.
ι. Ὅτι οὐ χρὴ λαικὸν ποιεῖν ἱερατικὸν ἔργον, βάπτισμα ἢ θυσίαν ἢ χειροθεσίαν ἢ εὐλογίαν.
ια. Ὅτι πλὴν ἐπισκόπων ἢ πρεσβυτέρων οὐδενὶ τῶν λοιπῶν κληρικῶν ἐπιτέτραπται τὰ τῶν ἱερέων ἐνεργεῖν, τὸ δὲ χειροτονεῖν μόνῳ ἐπισκόπῳ προσήκει, ἑτέρῳ δὲ οὐδενί.
ιβ. Ἀποτροπὴ βασκανίας.
ιγ. Ὅπως δεῖ προσεύχεσθαι τὰς χήρας ὑπὲρ τῶν διδόντων τὰ πρὸς τὴν χρείαν.
ιδ. Ὅτι οὐ χρὴ κομπάζειν καὶ περιαγγέλλειν τὸ ἑαυτῆς ὄνομα τὴν καρποφοροῦσαν κατὰ τὴν τοῦ κυρίου διάταξιν.
ιε. Ὅτι ἀπρεπὲς τὸ λοιδορεῖν τὸν πλησίον· ἀλλότριον χριστιανῶν τὸ καταρᾶσθαι.
ιστ. Περὶ μυήσεως θείας τοῦ ἁγίου βαπτίσματος.
ιζ. Οἷαν αἰτίαν ἔχει τὸ εἰς Χριστὸν βάπτισμα καὶ διατί τῶν ἐπ᾿ αὐτῷ ἕκαστον λέγεται καὶ πράττεται.


Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

Διαταγαί των Αγίων Αποστόλων - Βιβλίον Δ'

0 σχόλια


ΔΙΑΤΑΓΑΙ ΤΩΝ ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΔΙΑ ΚΛΗΜΕΝΤΟΣ
ΒΙΒΛΙΟΝ Δ

 α. Περὶ ὀρφανῶν.
 β. Ὅπως χρὴ τὸν ἐπίσκοπον προνοεῖν τῶν ὀρφανῶν.
 γ. Τίνες ὀφείλουσιν ἐπικουρεῖσθαι κατὰ τὴν κυριακὴν διαταγήν.
 δ. Περὶ φιλαργυρίας.
 ε. Μετὰ ποίου φόβου χρὴ τῶν κυριακῶν μετέχειν συνεισφορῶν τὰς χήρας καὶ τοὺς ὀρφανούς.
 στ. Τίνων αἱ καρποφορίαι δεκταὶ καὶ τίνων ἄδεκτοι.
 ζ. Ὅτι αἱ τῶν ἀναξίων καρποφορίαι, ἕως ἂν ὦσι τοιοῦτοι, οὐ μόνον οὐκ ἐξιλεοῦνται Θεόν, ἀλλ᾿ ἐκ τῶν ἐναντίων κινοῦσιν αὐτὸν πρὸς ἀγανάκτησιν.
 η. Ὅτι βέλτιον ἐκ κόπου ἰδίου παρέχειν χήραις, κἂν ᾖ τὰ διδόμενα εὐτελῆ καὶ ὀλίγα, ἢ τὰ πολλὰ τῶν ἀσεβῶν, κἂν πολλὰ καὶ μεγάλα τυγχάνῃ· βέλτιον γὰρ λιμῷ διαφθαρῆναι ἢ παρὰ ἀσεβῶν συνεισφορὰν δέξασθαι.
 θ. Ὅτι χρὴ προτρέπεσθαι τὸν λαὸν ὑπὸ τοῦ ἱερέως εὐποιεῖν τοὺς πένητας, ὡς καὶ Σολομὼν ὁ σοφός.
ι. Διάταξις, ἵν᾿ ἐάν τις τῶν ἀσεβῶν βίᾳ προσρίψῃ χρήματα τοῖς ἱερεῦσιν, εἰς ξύλα καὶ ἀνθρακιὰν ἀναλώσωσι ταῦτα, ἀλλὰ μὴ εἰς διατροφάς.
 ια. Περὶ γονέων καὶ τέκνων.
 ιβ. Περὶ οἰκετῶν καὶ δεσποτῶν.
 ιγ. Ἐν τίσιν ὑποτάσσεσθαι χρὴ τοῖς κοσμικοῖς ἄρχουσιν.
 ιδ. Περὶ παρθένων.

Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

Διαταγαί των Αγίων Αποστόλων - Βιβλίον Ε'

0 σχόλια

ΔΙΑΤΑΓΑΙ ΤΩΝ ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΔΙΑ ΚΛΗΜΕΝΤΟΣ

ΒΙΒΛΙΟΝ Ε΄

Περὶ μαρτύρων

α. Ὅτι τοῖς διὰ Χριστὸν θλιβομένοις παρὰ τῶν ἀπίστων δίκαιον τοῖς πιστοῖς τὰ δέοντα παρέχειν κατὰ τὴν τοῦ Κυρίου διάταξιν.
Εἴ τις χριστιανὸς διὰ τὸ ὄνομα τοῦ Χριστοῦ καὶ τὴν εἰς τὸν Θεὸν πίστιν καὶ ἀγάπην κατακριθῇ ὑπὸ ἀσεβῶν εἰς λοῦδον ἢ θηρία ἢ μέταλλον, μὴ παρίδητε αὐτόν, ἀλλ᾿ ἐκ τοῦ κόπου καὶ ἐκ τοῦ ἱδρῶτος ὑμῶν πέμψατε αὐτῷ εἰς διατροφὴν αὐτοῦ καὶ εἰς μισθαποδοσίαν τῶν στρατιωτῶν, ἵνα ἐλαφρυνθῇ καὶ ἐπιμελείας τύχῃ, ἵν᾿ ὅσον τὸ ἐφ᾿ ὑμῖν μὴ θλίβηται ὁ μακάριος ἀδελφὸς ὑμῶν. Ὁ γὰρ διὰ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ καταδικαζόμενος, οὗτος μάρτυς ἅγιος, ἀδελφὸς τοῦ Κυρίου, υἱὸς τοῦ Ὑψίστου, δοχεῖον τοῦ ἁγίου Πνεύματος, δι᾿ οὗ καὶ τὸν φωτισμὸν τῆς δόξης τοῦ εὐαγγελίου ἔλαβεν ἕκαστος τῶν πιστῶν ἐν τῷ καταξιωθῆναι τοῦ ἀφθάρτου στεφάνου καὶ τῆς μαρτυρίας τῶν παθημάτων αὐτοῦ καὶ τῆς κοινωνίας τοῦ αἵματος αὐτοῦ, συμμορφωθῆναι τῷ θανάτῳ τοῦ Χριστοῦ εἰς υἱοθεσίαν. Τούτου οὖν ἕνεκεν ἅπαντες οἱ πιστοὶ διὰ τοῦ ἐπισκόπου ὑμῶν ἐκ τῶν ὑπαρχόντων ὑμῶν καὶ ἐκ τοῦ κόπου διακονή σατε τοῖς ἁγίοις· εἰ δὲ οὐκ ἔχει τις, νηστεύσας τὸ τῆς ἡμέρας καὶ μερίσας τοῦτο ἐκταξάτω τοῖς ὁσίοις· εἰ δέ τις ἐν περιουσίᾳ ὑπάρχει, καὶ πλεῖόν τι κατὰ ἀναλογίαν τῆς δυνάμεως αὐτοῦ διακονείτω αὐτοῖς
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

Διαταγαί των Αγίων Αποστόλων - Βιβλίον ΣΤ'

0 σχόλια

ΔΙΑΤΑΓΑΙ ΤΩΝ ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΔΙΑ ΚΛΗΜΕΝΤΟΣ
ΒΙΒΛΙΟΝ ΣΤ΄

α. Περὶ σχισμάτων.
Πρὸ πάντων φυλάσσεσθε, ὦ ἐπίσκοποι, τὰς δεινὰς καὶ χαλεπὰς καὶ ἀθεμίτους αἱρέσεις, φεύγοντες αὐτὰς ὥσπερ πῦρ φλέγον τοὺς αὐτῷ πλησιάζοντας. Φεύγετε δὲ καὶ τὰ σχίσματα. Οὔτε γὰρ πρὸς ἀνοσίους αἱρέσεις θεμιτὸν ἐκκλῖναι τὸν νοῦν, οὔτε τῶν ὁμογνωμόνων χωρίζεσθαι διὰ φιλαρχίαν. Ταῦτα γὰρ καὶ τὸ παλαιόν τινες τολμήσαντες ἐπιχειρῆσαι οὐ διέφυγον τὴν τιμωρίαν. Δαθὰν γὰρ καὶ Ἀβειρὼν ἀντιπρό σωποι γενόμενοι Μωϋσεῖ κατεπόθησαν εἰς γῆν, Κορὲ δὲ καὶ οἱ μετ᾿ αὐτοῦ διακόσιοι πεντήκοντα, τῷ Ἀαρὼν διαστα σιάσαντες, πυρὸς παρανάλωμα γεγόνασιν, Μαριὰμ δὲ ὡς ἑλληνοκοίτην ὀνειδίσασα Μωϋσῆν ἔξω τῆς παρεμβολῆς ἀπε βλήθη ἑπτὰ ἡμέρας· ἔλεγεν γάρ, ὅτι γυναῖκα Μωϋσῆς Αἰθιόπισσαν ἔλαβεν. Οὐ μὴν δὲ ἀλλὰ καὶ Ἀζαρίας ὁ καὶ Ὀζίας, οὗτος δὲ ἦν βασιλεὺς τοῦ Ἰούδα, κατατολμήσας τῆς ἱερωσύνης καὶ θυμιάσαι βουληθεὶς τὸ θυμίαμα, ὃ οὐ προσῆκον ἦν αὐτῷ, κωλυόμενος ὑπὸ Ἀζαρίου τοῦ ἀρχιερέως καὶ τῶν ὀγδοήκοντα ἱερέων καὶ μὴ ὑπακούσας, ἐξανέτειλεν λέπραν ἐν τῷ μετώπῳ καὶ ἔσπευσεν ἐξελθεῖν, ὅτι ἤλεγξεν αὐτὸν ὁ Κύριος.
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

Διαταγαί των Αγίων Αποστόλων - Βιβλίον Ζ'

0 σχόλια



ΔΙΑΤΑΓΑΙ ΤΩΝ ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΔΙΑ ΚΛΗΜΕΝΤΟΣ  ΒΙΒΛΙΟΝ Ζ΄
Περὶ πολιτείας καὶ εὐχαριστίας καὶ τῆς κατὰ Χριστὸν μυήσεως

α. Ὅτι δύο ὁδοί εἰσι· μία τῆς ζωῆς καὶ μία τοῦ θανάτου.
Τοῦ νομοθέτου Μωϋσέως εἰρηκότος τοῖς Ἰσραηλίταις· Ἰδοὺ δέδωκα πρὸ προσώπου ὑμῶν τὴν ὁδὸν τῆς ζωῆς καὶ τὴν ὁδὸν τοῦ θανάτου, καὶ ἐπιφέροντος· Ἔκλεξαι τὴν ζωήν, ἵνα ζήσῃς, καὶ τοῦ προφήτου Ἠλιοῦ λέγοντος τῷ λαῷ· Ἕως πότε χωλανεῖτε ἐπ᾿ ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; Εἰ Θεός ἐστι Κύριος, πορεύεσθε ὀπίσω αὐτοῦ, εἰκότως ἔλεγεν καὶ ὁ Κύριος Ἰησοῦς· Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. Ἀναγκαίως καὶ ἡμεῖς ἑπόμενοι τῷ διδασκάλῳ Χριστῷ, ὅς ἐστι σωτὴρ πάντων ἀνθρώπων μάλιστα πιστῶν, φαμὲν ὡς δύο ὁδοί εἰσιν, μία τῆς ζωῆς καὶ μία τοῦ θανάτου. Οὐδεμίαν δὲ σύγκρισιν ἔχουσιν πρὸς ἑαυτάς, πολὺ γὰρ τὸ διάφορον, μᾶλλον δὲ πάντη κεχωρισμέναι τυγχάνουσιν, καὶ φυσικὴ μὲν ἔστιν ἡ τῆς ζωῆς ὁδός, ἐπείσακτος δὲ ἡ τοῦ θανάτου, οὐ τοῦ κατὰ γνώμην Θεοῦ ὑπάρξαντος, ἀλλὰ τοῦ ἐξ ἐπιβουλῆς τοῦ ἀλλοτρίου.
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

∆ιαταγαὶ τών ἁγίων ἀποστόλων - Βιβλίον Η΄

0 σχόλια


ΔΙΑΤΑΓΑΙ ΤΩΝ ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΔΙΑ ΚΛΗΜΕΝΤΟΣ  ΒΙΒΛΙΟΝ Η'

Περὶ χαρισμάτων καὶ χειροτονιῶν καὶ κανόνων ἐκκλησιαστικῶν

α. Τίνων χάριν ἐπιτελοῦνται αἰ τῶν σημείων δυνάμεις.
Τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τὸ μέγα τῆς εὐσεβείας ἡμῖν παραδιδόντος μυστήριον καὶ προς καλουμένου Ἰουδαίους τε καὶ Ἕλληνας εἰς ἐπίγνωσιν τοῦ ἑνὸς καὶ μόνου ἀληθινοῦ Θεοῦ, καθὼς αὐτός που φησὶν εὐχαριστῶν ἐπὶ τῇ σωτηρίᾳ τῶν πιστευσάντων· Ἐφανέ ρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις, τὸ ἔργον, ὃ ἔδωκάς μοι, ἐτελείωσα, καὶ περὶ ἡμῶν λέγοντος τῷ Πατρί· Πάτερ ἅγιε, εἰ καὶ ὁ κόσμος σε οὐκ ἔγνω, ἀλλ᾿ ἐγώ σε ἔγνων καὶ οὗτοί σε ἔγνωσαν, εἰκότως, ὡς ἂν τετελειωμένων ἡμῶν, φησὶ πᾶσιν ἅμα περὶ τῶν ἐξ αὐτοῦ διὰ τοῦ Πνεύματος διδομένων χαρισμάτων· Σημεῖα δὲ τοῖς πιστεύσασιν ταῦτα παρακολουθήσει· ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσιν, γλώσσαις λαλήσουσιν καιναῖς, ὄφεις ἀροῦσιν· κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψει· ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσιν, καὶ καλῶς ἕξουσιν, τούτων τῶν χαρισμά των πρότερον μὲν ἡμῖν δοθέντων τοῖς ἀποστόλοις μέλλουσιν τὸ εὐαγγέλιον καταγγέλλειν πάσῃ τῇ κτίσει, ἔπειτα τοῖς δι᾿ ἡμῶν πιστεύσασιν ἀναγκαίως χορηγουμένων, οὐκ εἰς τὴν τῶν ἐνεργούντων ὠφέλειαν, ἀλλ᾿ εἰς τὴν τῶν ἀπίστων συγκατάθεσιν, ἵνα οὓς οὐκ ἔπεισεν ὁ λόγος, τούτους ἡ τῶν σημείων δυσωπήσῃ δύναμις.
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>
 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |