Σάββατο 7 Μαρτίου 2015
Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΥ
Σάββατο, Μαρτίου 07, 2015
Αναρτήθηκε από
Nik Vythoulkas
Ετικέτες Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΥ
Ετικέτες Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΥ
Η
ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ
ΠΑΤΡΟΣ
ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΥ.
Ὁ
ἐπισκεψάμενος ἡμᾶς ἐν ἐλέει καὶ οἰκτιρμοῖς,
Δέσποτα
Κύριε Ἰησοῦ Χριστὲ, καὶ χαρισάμενος
ἡμῖν
παῤῥησίαν, τοῖς ταπεινοῖς καὶ ἁμαρτωλοῖς,
καὶ
ἀναξίοις δούλοις σου, παραστῆναι τῷ ἁγίῳ σου
θυσιαστηρίῳ,
καὶ προσφέρειν σοι τὴν φοβερὰν καὶ
ἀναίμακτον
θυσίαν, ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημά-
των,
καὶ τῶν τοῦ λαοῦ σου ἀγνοημάτων, εἰς ἄνεσιν
καὶ
ἀνάπαυσιν τῶν προκοιμηθέντων πατέρων ἡμῶν
καὶ
ἀδελφῶν, καὶ στηριγμὸν παντὸς τοῦ λαοῦ σου.
Ἐπίβλεψον
εἰς ἐμὲ τὸν ἀχρεῖον δοῦλόν σου, καὶ
ἐξάλειψόν
μου τὰ παραπτώματα, διὰ τὴν σὴν εὐ-
σπλαγχνίαν·
καὶ καθάρισόν μου τὰ χείλη καὶ τὴν
καρδίαν
ἀπὸ παντὸς μολυσμοῦ σαρκός τε καὶ πνεύ-
ματος·
καὶ ἀπόστησον ἀπ᾽ ἐμοῦ πάντα λογισμὸν
αἰσχρόν
τε καὶ ἀσύνετον· καὶ ἁγίασόν με τῇ δυνά-
μει
τοῦ ἁγίου σου Πνεύματος εἰς τὴν λειτουργίαν
ταύτην,
καὶ πρόσδεξαί με διὰ τὴν σὴν ἀγαθότητα,
προσεγγίζοντα
τῷ ἁγίῳ σου θυσιαστηρίῳ· καὶ εὐ-
δόκησον,
Κύριε, δεκτὰ γενέσθαι τὰ μέλλοντα προσ-
αγόμενά
σοι δῶρα, διὰ τῶν ἡμετέρων χειρῶν, συγκα-
ταβαίνων
ταῖς ἐμαῖς ἀσθενείαις· καὶ μὴ ἀποῤῥίψῃς
με
ἀπὸ τοῦ προσώπου σου· μὴ βδελύξῃς με, τὴν
ἐμὴν
ἀναξιότητα, ἀλλ᾽ ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ
μέγα
ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν
σου
ἐξάλειψον τὸ ἀνόμημά μου, ἵνα ἀκατακρίτως
προσελθὼν
κατενώπιον τῆς δόξης σου, καταξιωθῶ
τῆς
σκέπης σου, καὶ τῆς ἐλλάμψεως τοῦ παναγίου
σου
Πνεύματος· καὶ μὴ ὡς δοῦλος ἁμαρτίας ἀπο-
δόκιμος
γένωμαι, ἀλλ᾽ ὡς δοῦλος, ὃς εὕρω* χάριν
καὶ
ἔλεος καὶ ἄφεσιν ἁμαρτιῶν, ἐν τῷ νῦν καὶ ἐν
τῷ
μέλλοντι αἰῶνι. Ναὶ, Δέσποτα παντοκράτορ, παν-
τοδύναμε
Κύριε, ἐπάκουσον τῆς δεήσεώς μου. Σὺ
γὰρ
εἶ ὁ τὰ πάντα ἐνεργῶν ἐν πᾶσι· καὶ τὴν παρὰ
σοῦ
πάντες ἐπιζητοῦμεν ἐπὶ πᾶσι βοήθειάν τε
καὶ
ἀντίληψιν· ὅτι φιλάνθρωπος εἶ, καὶ δεδοξασμέ-
νος
ὑπάρχεις, Ἰησοῦ ὁ Θεὸς ἡμῶν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ, καὶ τῷ ἁγίῳ σου Πνεύματι,
νῦν καὶ
ἀεί.
{Εὐχὴ
μετὰ τὴν ἑτοιμασίαν τοῦ ἁγίου θυσιαστη-
ρίου.}
Δέσποτα
Κύριε Ἰησοῦ Χριστὲ, ὁ Θεὸς ἡμῶν, ὁ διὰ
τῆς
σωτηριώδους παρουσίας σου καὶ τῆς ἐλλάμψεως
τοῦ
παναγίου σου Πνεύματος καταξιώσας ἡμᾶς τοὺς
ταπεινοὺς
καὶ ἁμαρτωλοὺς καὶ ἀναξίους δούλους σου
παραστῆναι
τῷ ἁγίῳ σου θυσιαστηρίῳ, καὶ προσ-
φέρειν
καὶ λειτουργεῖν, τοῖς ἀχράντοις μυστηρίοις
τῆς
καινῆς σου διαθήκης. Αὐτὸς ζωοποιὲ, καὶ ἀγα-
θῶν
χορηγὲ, ποίησον μεθ᾽ ἡμῶν σημεῖον εἰς ἀγαθὸν,
καὶ
ἀξίωσον ἡμᾶς ἐν καθαρῷ συνειδότι λατρεῦσαί
σοι
πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν, καὶ ἐν
ἁγιασμῷ
ταύτην σοι τὴν θείαν προσενέγκειν λει-
τουργίαν,
εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς ἀπόλαυσιν
τῆς
μελλούσης μακαριότητος. Μνήσθητι, ἀγαθὲ, εὐ-
εργέτα,
βασιλεῦ τῶν αἰώνων, καὶ τῆς κτίσεως
ἁπάσης
δημιουργὲ, τῶν προσενεγκάντων, καὶ δι᾽ ὧν
προσήγαγον·
καὶ ἡμᾶς ἀκατακρίτους διαφύλαξον ἐν
τῇ
ἱερουργίᾳ τῶν θείων σου μυστηρίων· ὅτι ηὐλόγη-
ται,
καὶ ἡγίασται, καὶ δεδόξασται, τὸ πάντιμον καὶ
μεγαλοπρεπὲς
ἅγιον ὄνομά σου, μετὰ τοῦ Πατρὸς
καὶ
τοῦ ἁγίου Πνεύματος νῦν, καί.
{Εὐχὴ
τοῦ ἁγίου Εὐαγγελίου.
Εἰρήνη
πᾶσιν.}
Δέσποτα
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ
τοῖς
ἁγίοις σου μαθηταῖς καὶ ἱεροῖς σου ἀποστόλοις
εἰπὼν,
ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύ-
μησαν
ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον· καὶ
ἀκοῦσαι
ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν· ὑμῶν γὰρ
μακάριοι
οἱ ὀφθαλμοὶ ὅτι βλέπουσι, καὶ τὰ ὦτα
ὑμῶν,
ὅτι ἀκούει. Καὶ καταξιωθείημεν ἄρτι τοῦ
ἀκοῦσαι
καὶ ποιῆσαι τὰ ἅγιά σου Εὐαγγέλια, ταῖς
λιταῖς
τῶν ἱερῶν σου.
Μνημόνευσον
οὖν, Δέσποτα, καὶ νῦν, πάντων τῶν
ἐντειλαμένων
ἡμῖν ἀναξίοις, τοῦ μνημονεύειν αὐ-
τῶν
εἰς τὰς δεήσεις ἡμετέρας, καὶ τὰς αἰτήσεις, ἃς
ἀναβιβάζομέν
σοι, Κύριε ὁ Θεὸς ἡμῶν. Τοὺς προτε-
τελευτηκότας,
ἀνάπαυσον αὐτούς· κάμνοντας, ἔῤῥω-
σον
αὐτούς· σὺ γὰρ εἶ ζωὴ ἡμῶν πάντων, καὶ σω-
τηρία
ἡμῶν πάντων· καὶ ἐλπὶς ἡμῶν πάντων, καὶ
ἴασις
ἡμῶν πάντων, καὶ ἀνάστασις οἰκεία πάντων
ἡμῶν·
καὶ σοὶ τὴν δόξαν, τιμὴν, καὶ προσκύνησιν
ἀναπέμπομεν,
σὺν τῷ παντοκράτορί σου, καὶ παν-
τεπόπτῃ
τεκόντι καὶ τῷ παναγίῳ καὶ ζωαρχικῷ καὶ
ὁμοουσίῳ
σου Πνεύματι, νῦν καὶ ἀεί.
{Εὐχὴ
τοῦ καταπετάσματος.}
Οὐδεὶς
ἄξιος τῶν συνδεδεμένων ταῖς σαρκικαῖς
ἐπιθυμίαις
καὶ ἡδοναῖς προσέρχεσθαι, ἢ προσεγγί-
ζειν,
ἢ λειτουργεῖν σοι, Βασιλεῦ τῆς δόξης. Τὸ γὰρ
διακονεῖν
σοι, μέγα καὶ φοβερὸν, καὶ αὐταῖς ταῖς
ἐπουρανίαις
δυνάμεσιν ἀπρόσιτον. Ἀλλ᾽ ὅμως διὰ
τὴν
ἄφατον καὶ ἄμετρόν σου φιλανθρωπίαν, ἀτρέ-
πτως,
καὶ ἀναλλοίως γέγονας ἄνθρωπος, καὶ ἀρχιε-
ρεὺς
ἡμῖν ἐχρημάτισας, καὶ τῆς λειτουργικῆς ταύ-
της
καὶ ἀναιμάκτου θυσίας τὴν ἱερουργίαν παρ-
έδωκας
ἡμῖν, ὡς Δεσπότης τῶν ἁπάντων. Σὺ γὰρ
(εἶ*)
δεσπόζεις τῶν ἐπουρανίων, καὶ ἐπιγείων καὶ
τῶν
καταχθονίων· ὁ ἐπὶ θρόνου χερουβικοῦ ἐποχού-
μενος·
ὁ τῶν σεραφὶμ Κύριος, καὶ Βασιλεὺς τοῦ
Ἰσραήλ·
ὁ μόνος ἅγιος, καὶ ἐν ἁγίοις ἀναπαυόμε-
νος.
Σὲ τοίνυν δυσωπῶ τὸν μόνον ἀγαθὸν, καὶ εὐ-
ήκοον
Θεὸν, ἐπίβλεψον ἐπ᾽ ἐμὲ τὸν ἁμαρτωλὸν, καὶ
ἀχρεῖον
δοῦλόν σου· καὶ ἱκάνωσόν με τῇ δυνάμει
τοῦ
ἁγίου Πνεύματος, ἐνδεδυμένον τὴν τῆς ἱερατείας
χάριν,
παραστῆναι τῇ ἁγίᾳ σου ταύτῃ τραπέζῃ, καὶ
ἱερουργῆσαι
τὸ ἄχραντόν σου σῶμα, καὶ τὸ τιμιόν
σου
αἷμα. Σοὶ γὰρ προσέρχομαι κλίνας τὸν ἐμαυτοῦ
αὐχένα·
καὶ δέομαί σου, μὴ ἀποστρέψῃς τὸ πρόσ-
ωπόν
σου ἀπ᾽ ἐμοῦ· μηδὲ ἀποδοκιμάσῃς με ἐκ παί-
δων
σου· ἀλλ᾽ ἀξίωσόν με προσενεχθῆναί σοι τὰ
δῶρα
ταῦτα, ὑπ᾽ ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἀναξίου
δούλου
σου· Σὺ γὰρ εἶ ἁγιάζων καὶ ἁγιαζόμενος·
προσφέρων
τε καὶ προσφερόμενος· ὁ δεχόμενος καὶ
δεκτός·
ὁ διδοὺς καὶ διαδιδόμενος· καὶ σοὶ δόξαν
ἀναπέμπομεν,
μετὰ τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύ-
ματος.
{Εὐχὴ
ἄλλη καταπετάσματος παρ᾽ Αἰγυπτίοις.}
Κύριε
ὁ Θεὸς ἡμῶν ὁ παντοκράτωρ, ὁ ἐπιστά-
μενος
τὸν νοῦν τῶν ἀνθρώπων, ὁ ἐτάζων καρδίας,
καὶ
νεφρούς· ὁ ἐμὲ τὸν ἀνάξιον καλέσας πρὸς τὴν
σὴν
λειτουργίαν ταύτην· μὴ βδελύξῃς με, μηδὲ τὸ
πρόσωπόν
σου ἀποστρέψῃς ἀπ᾽ ἐμοῦ· ἀλλ᾽ ἐξάλειψόν
μου
πάντα τὰ παραπτώματα, καὶ ἀπόπλυνόν μου
τὸν
ῥύπον τοῦ σώματος, καὶ τὸν σπῖλον τῆς ψυχῆς,
καὶ
ὅλον με ἁγίασον, ἵνα μὴ ἱκετεύων σε δοῦναι
ἄφεσιν
ἄλλοις ἁμαρτιῶν, αὐτὸς ἀδόκιμος γένωμαι.
Ναὶ,
Κύριε, μὴ ἀποστραφείης με τεταπεινωμένον
καὶ
κατησχυμμένον, ἀλλ᾽ ἐξαπόστειλόν μοι τὴν χά-
ριν
τοῦ ἁγίου σου Πνεύματος, καὶ ἀξίωσόν με πα-
ραστῆναι
ἐπὶ τὸ ἅγιόν σου θυσιαστήριον ἀκατακρί-
τως,
καὶ προσφέρειν σοι λογικὴν καὶ ἀναίμακτον
προσφορὰν
ταύτην, μετὰ συνειδήσεως καθαρᾶς, εἰς
συγχώρησιν
τῶν ἡμῶν ἁμαρτημάτων, καὶ τῶν πα-
ραπτωμάτων·
καὶ εἰς ἄφεσιν τῶν τοῦ λαοῦ σου
ἀγνοημάτων·
εἰς ἀνάπαυσιν καὶ ἀναψυχὴν τῶν προ-
κεκοιμημένων
πατέρων ἡμῶν καὶ ἀδελφῶν, καὶ εἰς
στηριγμὸν
παντὸς τοῦ λαοῦ σου, εἰς δόξαν σὴν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου
Πνεύματος
νῦν.
{Εὐχὴ
τοῦ ἀσπασμοῦ
Εἰρήνη
πᾶσιν.}
Ὁ
ὢν, καὶ προὼν, καὶ διαμένων εἰς τοὺς αἰῶνας·
ὁ
τῷ Πατρὶ συναΐδιος καὶ ὁμοούσιος, καὶ σύνθρονος
καὶ
συνδημιουργός. Ὁ διὰ μόνην ἀγαθότητα ἐκ τοῦ
μὴ
ὄντος εἰς τὸ εἶναι παράγων τὸν ἄνθρωπον, καὶ
θέμενος
αὐτὸν ἐν παραδείσῳ τρυφῆς. Ἀπάτῃ δὲ τοῦ
ἐχθροῦ
καὶ παρακοῇ τῆς σῆς ἐντολῆς παραπεσόντα,
ἀνακαινίσαι
βουλόμενος καὶ πρὸς τὸ ἀρχαῖον ἀναγα-
γεῖν
ἀξίωμα, οὐκ ἄγγελος, οὐκ ἀρχάγγελος, οὐ πα-
τριάρχης,
οὐ προφήτης τὴν ἡμῶν ἐνεχείρησας σωτη-
ρίαν·
ἀλλ᾽ αὐτὸς ἀτρέπτως σὰρξ γενόμενος, καὶ
ἐνηνθρώπησας,
κατὰ πάντα ὁμοιώθης ἡμῖν, ἐκτὸς
μόνης
τῆς ἁμαρτίας· μεσίτης ἡμῶν γενόμενος, καὶ
τοῦ
Πατρὸς, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ, καὶ
τὴν
χρονίαν ἔχθραν καθελὼν, τὰ ἐπίγεια τοῖς ἐπου-
ρανίοις
συνῆψας, καὶ τὰ ἀμφότερα εἰς ἓν συνήγαγες
καὶ
τὴν ἔνσαρκον ἐπλήρωσας οἰκονομίαν. Καὶ
μέλλων
σωματικῶς ἐλαύνειν εἰς τοὺς οὐρανοὺς, θεϊ-
κῶς
τὰ πάντα πληρῶν, τοῖς ἁγίοις σου μαθηταῖς,
καὶ
ἀποστόλοις ἔλεγες· Εἰρήνην ἀφίημι ὑμῖν· εἰ-
ρήνην
τὴν ἐμὴν δίδωμι ὑμῖν. Ταύτην καὶ νῦν
εἰρήνην
ἡμῖν δώρησαι, Δέσποτα· χάρισαι παντὸς
ἀποκάθαρον
μολύσματος, παντὸς δόλου καὶ πάσης
κακίας,
καὶ πανουργίας, καὶ τῆς θανατηφόρου
μνησικακίας,
καὶ καταξίωσον ἡμᾶς ἀσπάσασθαι
ἀλλήλους
ἐν φιλήματι ἁγίῳ, εἰς τὸ μετασχεῖν ἀκα-
τακρίτως
τῆς ἀθανάτου καὶ ἐπουρανίου σου δω-
ρεᾶς·
χάριτι τῆς εὐδοκίας τοῦ Πατρὸς, καὶ ἐνερ-
γείᾳ
τοῦ ἁγίου Πνεύματος. Σὺ γὰρ εἶ ὁ χορηγὸς
καὶ
δοτὴρ πάντων τῶν ἀγαθῶν, καὶ σοὶ τὴν δό-
ξαν,
τὴν ἀΐδιον δοξολογίαν ἀναπέμπομεν, σὺν τῷ
ἀνάρχῳ
σου Πατρὶ, καὶ τῷ ἁγίῳ σου Πνεύματι, νῦν
καὶ
ἀεί.
{Εὐχὴ
ἄλλη τοῦ ἀσπασμοῦ.}
Χριστὲ
ὁ Θεὸς ἡμῶν, ἡ φοβερὰ καὶ ἀπερινόητος
δύναμις
τοῦ Θεοῦ καὶ Πατρός· ὁ τοῦ φλογίνου θρό-
νου
τῶν χερουβὶμ ὑπερκαθήμενος καὶ ὑπὸ πυρίνων
δυνάμεων
δορυφορούμενος, καὶ πῦρ καταναλίσκον
ὑπάρχων
ὡς Θεός· καὶ διὰ τὴν σὴν ἄφατον συγκα-
τάβασιν
καὶ φιλανθρωπίαν μὴ φλέξας τῷ προσεγ-
γισμῷ
τὸν δολερὸν προδότην, ἀλλὰ φιλικὸν αὐτὸν
ἀσπασάμενος,
ἕλκων αὐτὸν εἰς μετάνοιαν καὶ ἐπί-
γνωσιν
τοῦ ἰδίου τολμήματος. Καταξίωσον ἡμᾶς,
Δέσποτα,
ἐπὶ τῆς φρικτῆς ταύτης ὥρας, ἐν ὁμονοίᾳ
καὶ
δίχα παντὸς ἐν δύο θυμοῦ, καὶ λειψάνου κακίας
ἀπολαβεῖν
ἀλλήλους ἐν ἁγίῳ φιλήματι. Καὶ μὴ κα-
τακρίνῃς
ἡμᾶς ὑπὲρ μὴ ὁλοτελῶς, καὶ καθὼς ἀρέσαι
τῇ
σῇ ἀγαθότητι, καθαρεύωμεν ἀπὸ πάσης τρυγὸς
ἁμαρτίας
καὶ πονηρίας καὶ τῆς θανατηφόρου μνη-
σικακίας·
ἀλλ᾽ αὐτὸς τῇ σῇ ἀφάτῳ, καὶ ἀνεκδιηγήτῳ
εὐσπλαγχνίᾳ
εἰδὼς τὸ πλάσμα ἡμῶν τὸ ἀσθενὲς, καὶ
κάτω
βρίθον, ἐξάλειψον πᾶσαν κηλίδα παραπτωμάτων
ἡμῶν,
ἵνα μὴ εἰς κρῖμα, ἢ εἰς κατάκριμα ἡμῖν γένηται
τὸ
θεῖον τοῦτο μυστήριον. Σὺ γὰρ εἶ ὁ δυνάμενος πᾶ-
σαν
ἀφίειν ἁμαρτίαν, καὶ ὑπερβαίνειν ἀδικίας καὶ
ἀνομίας
τῶν ταλαιπώρων ἀνθρώπων, καθαρισμὸς τοῦ
κόσμου
παντὸς ὑπάρχων, καὶ σοὶ πρέπει ἡ παρὰ
παντὸς
συμφώνως δοξολογία, τιμὴ καὶ προσκύνησις,
ἅμα
τῷ ἀχράντῳ σου Πατρὶ, καὶ τῷ ζωοποιῷ σου
Πνεύματι
νῦν, κ. λ.
Καὶ
γίνεται ἀσπασμός.
Ὁ
διάκονος λέγει· Στῶμεν καλῶς.
Ὁ
λαὸς λέγει· Ἔλεος εἰρήνης.
Ὁ
ἱερεὺς ἐκφωνήσει·
Ἡ
ἀγάπη τοῦ Θεοῦ Πατρὸς, καὶ ἡ χάρις τοῦ μο-
νογενοῦς
Υἱοῦ, Κυρίου δὲ καὶ Θεοῦ, καὶ Σωτῆρος
ἡμῶν
Ἰησοῦ Χριστοῦ· καὶ ἡ κοινωνία, καὶ ἡ
δωρεὰ
τοῦ ἁγίου Πνεύματος, εἴη μετὰ πάντων
ὑμῶν.
Ὁ
λαὸς λέγει. Καὶ μετὰ τοῦ πνεύματός σου.
Ὁ
ἱερεὺς λέγει. Ἄνω σχῶμεν τὰς καρδίας.
Ὁ
λαὸς λέγει. Ἔχομεν πρὸς τὸν Κύριον.
Ὁ
ἱερεὺς λέγει. Εὐχαριστήσωμεν τῷ Κυρίῳ.
Ὁ
λαὸς λέγει. Ἄξιον καὶ δίκαιον.
Ὁ
ἱερεὺς λέγει. Ἄξιον καὶ δίκαιον, ἄξιον καὶ
δίκαιον.
{Ἀρχὴ
τῆς προσκομιδῆς}
Ἀληθῶς
γὰρ ἄξιόν ἐστιν, καὶ δίκαιόν σε αἰνεῖν,
σὲ
εὐλογεῖν, σὲ προσκυνεῖν, σὲ δοξάζειν τὸν μόνον
ἀληθινὸν
Θεὸν, τὸν φιλάνθρωπον, τὸν ἄφραστον, τὸν
ἀόρατον,
τὸν ἀχώρητον, τὸν ἄναρχον, τὸν αἰώνιον,
τὸν
ἄχρονον, τὸν ἀμέτρητον, τὸν ἄτρεπτον, τὸν ἀπε-
ρινόητον·
τὸν ποιητὴν τῶν ὅλων, τὸν λυτρωτὴν τῶν
ἁπάντων·
τὸν εὐιλατεύοντα πάσαις ταῖς ἀνομίαις
ἡμῶν·
τὸν ἰώμενον πάσας νόσους ἡμῶν· τὸν λυ-
τρούμενον
ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν· τὸν στεφα-
νοῦντα
ἡμᾶς, ἐν ἐλέει καὶ οἰκτιρμοῖς. Σὲ αἰνοῦσιν
ἄγγελοι·
σὲ προσκυνοῦσιν ἀρχάγγελοι· σὲ ἀρχαὶ
ὑμνοῦσι·
σὲ κυριότητες ἀνακράζουσι· τὴν σὴν δό-
ξαν
ἐξουσίαι ἀναγορεύουσι· σοὶ θρόνοι τὴν εὐφη-
μίαν
ἀναπέμπουσι· χίλιαι χιλιάδες σοι παραστή-
κουσι,
καὶ μύριαι μυριάδες σοι τὴν λειτουργίαν
προσάγουσι.
Σὲ ὑμνεῖ τὰ ἀόρατα· σὲ προσκυνεῖ τὰ
φαινόμενα,
πάντα ποιοῦντα τὸν λόγον σου, Δέ-
σποτα.
Ὁ
διάκονος λέγει. Οἱ καθήμενοι ἀνάστητε.
Ὁ
ἱερεὺς λέγει. Ὁ ὢν θεὲ Κύριε ἀληθινὲ ἐκ
Θεοῦ
ἀληθινοῦ· ὁ τοῦ Πατρὸς ἡμῖν ὑποδείξας τὸ
φέγγος·
ὁ τοῦ ἁγίου Πνεύματος τὴν ἀληθῆ γνῶσιν
ἡμῖν
χαρισάμενος· ὁ τὸ μέγα τοῦτο τῆς ζωῆς ἀνα-
δείξας
τὸ μυστήριον· ὁ τὴν τῶν ἀσωμάτων τοῖς ἀν-
θρώποις
χοροστασίαν πηξάμενος. Ὁ τὴν τῶν σε-
ραφὶμ
τοῖς ἐπὶ γῆς παραδοὺς ὑμνῳδίαν, δέξαι μετὰ
τῶν
ἀοράτων καὶ τὴν ἡμετέραν φωνήν. Σύναψον
ἡμᾶς
ταῖς ἐπουρανίαις δυνάμεσιν. Εἴπωμεν καὶ
ἡμεῖς
μετ᾽ αὐτῶν πᾶσαν ἄτοπον ἔννοιαν περιστεί-
λαντες
βοήσωμεν ὥσπερ ἐκεῖναι, ταῖς ἀσιγήτοις
ἀνακράζει
φωναῖς, ἀκαταπαύστοις στόμασι τὸ σὸν
μεγαλεῖον
ὑμνήσωμεν.
Ὁ
διάκονος λέγει. Εἰς ἀνατολὰς βλέπετε.
Ὁ
ἱερεὺς λέγει. Σοὶ γὰρ παραστήκει κύκλῳ τὰ
σεραφὶμ
ἓξ πτέρυγες τῷ ἑνί· καὶ ταῖς μὲν δυσὶ
πτέρυξι
κατακαλύπτουσι τὰ πρόσωπα ἑαυτῶν· ταῖς
δὲ
δυσὶ τοὺς πόδας ἑαυτῶν· καὶ ταῖς μὲν δυσὶ πε-
τόμενα,
καὶ ἐκέκραγον ἕτερον πρὸς ἕτερον.
Ἐκφωνήσει.
Τὸν ἐπινίκιον ὕμνον τῶν σωτηριῶν
ἡμῶν,
μετὰ φωνῆς ἐνδόξου, λαμπρᾷ τῇ φωνῇ, ὑμνο-
λογοῦντα,
ᾄδοντα, βοῶντα, δοξολογοῦντα, κεκραγότα
καὶ
λέγοντα.
Ὁ
διάκονος λέγει. Πρόσχωμεν.
Ὁ
λαὸς λέγει. Ἅγιος, ἅγιος, ἅγιος Κύριος σα-
βαὼθ,
πλήρης ὁ οὐρανὸς, κ. λ.
Ὁ
ἱερεὺς λέγει. Ἅγιος, ἅγιος εἶ, Κύριε, καὶ
πανάγιος.
Ἐξαίρετόν σου τῆς οὐσίας τὸ φέγγος·
ἄφραστός
σου τῆς σοφίας ἡ δύναμις. Οὐδεὶς λόγος ἐκ-
μετρήσει
τῆς σῆς φιλανθρωπίας τὸ πέλαγος. Ἐποίη-
σάς
με ἄνθρωπον, ὡς φιλάνθρωπος, οὐκ αὐτὸς τῆς
ἐμῆς
ἐπιδεὴς δουλείας, ἐγὼ δὲ μᾶλλον τῆς σῆς χρῄ-
ζων
δεσποτείας. Οὐκ ὄντα με δι᾽ εὐσπλαγχνίαν παρ-
ήγαγες·
οὐρανόν μοι πρὸς ὄροφον ἔστησας· γῆν
μοι
πρὸς βάσιν κατέπηξας· δι᾽ ἐμὲ θάλασσαν ἐχα-
λίνωσας·
δι᾽ ἐμὲ τὴν φύσιν τῶν ζώων ἀνέδειξας·
πάντα
ὑπέταξας ὑπὸ τῶν ποδῶν μου· οὐδ᾽ ἓν τῶν
τῆς
σῆς φιλανθρωπίας ἐν ἐμοὶ πραγμάτων παρ-
έλειπας.
Ὁ
λαὸς λέγει. Κύριε, ἐλέησον.
Ὁ
ἱερεὺς λέγει. Σὺ ἔπλασάς με, καὶ ἔθηκας ἐπ᾽
ἐμὲ
τὴν χεῖρά σου· τῆς σῆς ἐξουσίας ἐν ἐμοὶ τὴν
εἰκόνα
ὑπέγραψας· τοῦ λόγου τὸ δῶρον ἐνέθηκας·
εἰς
τρυφήν μοι τὸν παράδεισον ἤνοιξας· τῆς σῆς
γνώσεως
τὴν διδασκαλίαν παρέδωκας· ἔδειξάς με
τὸ
δένδρον τῆς ζωῆς * μοι ξύλον ὑπέδειξας· τοῦ
θανάτου
τὸ κέντρον ἐγνώρισας· ἑνός μοι φυτοῦ τὴν
ἀπόλαυσιν
ἀπηγόρευσας· ἐξ αὐτοῦ μόνου οὖν εἶπάς
μοι
μὴ φαγεῖν· ἔφαγον, νόμον ἠθέτησα· γνώμῃ τῆς
ἐντολῆς
παρημέλησα· ἐγὼ δὲ τοῦ θανάτου τὴν ἀπό-
φασιν
ἥρπασα.
Ὁ
λαὸς λέγει. Κύριε, ἐλέησον.
Ὁ
ἱερεὺς λέγει. Σύ μοι, ὦ Δέσποτα, τὴν τιμω-
ρίαν
μετέβαλες· ὡς ποιμὴν ἀγαθὸς εἰς πλανώμενον
ἔδραμες·
ὡς πατὴρ ἀληθινὸς ἐμοὶ τῷ πεπτωκότι
συνήλγησας·
πᾶσι τοῖς πρὸς ζωὴν φαρμάκοις κατ-
έδησας.
Αὐτός μοι προφήτας ἀπέστειλας· δι᾽ ἐμὲ
τὸν
νοσοῦντα, νόμον εἰς βοήθειαν ἔδωκας. Αὐτός
μοι
* τὰς πρὸς ὑγιείαν ὦ παρανομηθείσας, διηκό-
νησας·
φῶς τοῖς πλανωμένοις ἀνέτειλας· τοῖς ἀγνο-
οῦσι,
ὁ ἀεὶ παρὼν ἐπεδήμησας· ἐπὶ τὴν παρθενικὴν
ἦλθες
νηδύν. Ὁ ἀχώρητος Θεὸς ὢν, οὐχ ἁρπαγμὸν
ἡγήσω
τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσας
μορφὴν
δούλου λαβών· τὴν ἐμὴν ἐν σοὶ φύσιν ηὐ-
λόγησας·
ὑπὲρ ἐμοῦ τὸν νόμον ἐπλήρωσας, τοῦ
πτώματός
μου τὴν ἀνάστασιν ὑπηγόρευσας. Ἔδω-
κας
τοῖς ὑπὸ τοῦ ᾅδου κρατουμένοις τὴν ἄφεσιν·
τοῦ
νόμου τὴν ἀρὰν ἀπεσόβησας· ἐν σαρκὶ τὴν
ἁμαρτίαν
κατήργησας· τῆς σῆς ἐξουσίας μοι τὴν
δυναστείαν
ἐγνώρισας· τυφλοῖς τὸ βλέπειν ἀπέδω-
κας·
νεκροὺς ἐκ τάφων ἀνέστησας· ῥήματι τὴν
φύσιν
ἀνώρθωσας· τῆς σῆς εὐσπλαγχνίας μοι τὴν
οἰκονομίαν
ὑπέδειξας· τῶν πονηρῶν τὴν βίαν ὑπ-
ένεγκας·
τὸν νῶτόν σου δέδωκας εἰς μάστιγας· τὰς
δὲ
σιαγόνας σου ὑπέθηκας εἰς ῥαπίσματα· οὐκ
ἀπέστρεψας
δι᾽ ἐμὲ τὸ πρόσωπόν σου ἀπὸ αἰσχύνης
ἐμπτυσμάτων.
Ὁ
λαὸς λέγει. Κύριε, ἐλέησον.
Ὁ
ἱερεὺς λέγει. Ὡς πρόβατον ἐπὶ σφαγὴν ἦλθες,
μέχρι
σταυροῦ τὴν ἐμὴν κηδεμονίαν ὑπέδειξας· τῷ
σῷ
τάφῳ τὴν ἐμὴν ἁμαρτίαν ἐνέκρωσας· εἰς οὐρα-
νὸν
τὴν ἐμὴν ἀπαρχὴν ἀνεβίβασας· τῆς σῆς ἀφ-
ίξεώς
μοι τὴν παρουσίαν ἐμήνυσας, ἐν ᾗ μέλλεις ἔρχε-
σθαι
κρῖναι ζῶντας καὶ νεκροὺς, καὶ ἀποδοῦναι
ἑκάστῳ
κατὰ τὰ ἔργα αὐτοῦ.
Ὁ
λαὸς λέγει. Κατὰ τὸ ἔλεός σου Κύριε.
Ὁ
ἱερεὺς λέγει. Ταύτης μου τῆς ἐλευθερίας
προσφέρω
σοι τὰ σύμβολα, τοῖς ῥήμασί σου ἐπι-
γράφω
τὰ πράγματα. Σύ μοι τὴν μυστικὴν ταύτην
παρέδωκας
τῆς σῆς σαρκὸς, ἐν ἄρτῳ καὶ οἴνῳ τὴν
μέθεξιν.
Ὁ
λαὸς λέγει. Πιστεύομεν.
Ὁ
ἱερεὺς λέγει. Τῇ γὰρ νυκτὶ ᾗ παρεδίδης * αὐ-
τὸς
σεαυτὸν, τῆς σεαυτοῦ ἐξουσίας.
Ὁ
λαὸς λέγει. Πιστεύομεν.
Ὁ
ἱερεὺς λέγει. Λαβὼν ἄρτον ἐν ταῖς ἁγίαις καὶ
ἀχράντοις
καὶ ἀμωμήτοις σου χερσὶν, ἔνευσας ἄνω
πρὸς
ἴδιόν σου Πατέρα Θεὸν ἡμῶν καὶ Θεὸν τῶν
ὅλων·
ηὐχαρίστησας † ηὐλόγησας † ἡγίασας †
ἔκλασας,
μετέδωκας τοῖς ἁγίοις σου μαθηταῖς καὶ
ἀποστόλοις
εἶπας· Λάβετε, φάγετε· τοῦτό μου ἐστὶν
τὸ
σῶμα, τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν κλώμενον, καὶ
διαδιδόμενον
εἰς ἄφεσιν ἁμαρτιῶν· τοῦτο ποιεῖτε εἰς
τὴν
ἐμὴν ἀνάμνησιν. Ὡσαύτως μετὰ τὸ δειπνῆσαι,
λαβὼν
ποτήριον, καὶ ἐκέρασας αὐτὸ ἐκ γεννήματος
ἀμπέλου
καὶ ἐξ ὕδατος, ηὐχαρίστησας † ηὐλόγησας †
ἡγίασας
† μετέδωκας τοῖς ἁγίοις σου μαθηταῖς καὶ
ἀποστόλοις,
εἶπας· Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό
μου
ἐστὶν τὸ αἷμα, τὸ τῆς καινῆς διαθήκης, τὸ ὑπὲρ
ὑμῶν
καὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν·
τοῦτο
ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὁσάκις γὰρ
ἐσθίετε
τὸν ἄρτον τοῦτον, πίνετε δὲ καὶ τὸ ποτήριον
τοῦτο,
τὸν ἐμὸν θάνατον καταγγέλλετε, καὶ τὴν ἐμὴν
ἀνάστασιν
ὁμολογεῖτε ἄχρις οὗ ἂν ἔλθω.
Ὁ
λαὸς λέγει. Ἀμήν. Γʹ. Τὸν θάνατόν σου, κ. τ. λ.
Ὁ
ἱερεὺς λέγει. Ὥστε οὖν, Δέσποτα, μεμνημέ-
νοι
τῆς ἐπὶ γῆς συγκαταβάσεως, καὶ τοῦ ζωοποιοῦ
θανάτου,
καὶ τῆς τριημέρου σου ταφῆς, καὶ τῆς ἐκ
νεκρῶν
ἀναστάσεως, καὶ τῆς εἰς οὐρανοὺς ἀνόδου,
καὶ
τῆς ἐκ δεξιῶν τοῦ Πατρὸς καθέδρας, καὶ τῆς
μελλούσης
ἀπ᾽ οὐρανῶν δευτέρας καὶ φοβερᾶς, καὶ
ἐνδόξου
σου παρουσίας. Ἐκφωνήσει. Τὰ σὰ ἐκ τῶν
σῶν
δώρων σοι προσφέροντες, κατὰ πάντα, καὶ διὰ
πάντα
καὶ ἐν πᾶσιν.
Ὁ
λαὸς λέγει. Σὲ αἰνοῦμεν, σὲ εὐλογοῦμεν.
Ὁ
διάκονος λέγει. Κλίνατε Θεῷ μετὰ φόβου.
Ὁ
ἱερεὺς λέγει ἐν ἑαυτῷ κλίνας·
Αὐτὸς
οὖν, Δέσποτα, τῇ σῇ φωνῇ τὰ προκείμενα
μεταποίησον·
αὐτὸς παρὼν, τὴν μυστικὴν ταύτην
λειτουργίαν
κατάρτισον· αὐτὸς ἡμῖν τῆς σῆς λα-
τρείας
τὴν μνήμην διάσωσον. Αὐτὸς τὸ Πνεῦμά σου
τὸ
πανάγιον κατάπεμψον, ἵνα ἐπιφοιτῆσαν τῇ ἁγίᾳ
καὶ
ἀγαθῇ καὶ ἐνδόξῳ αὐτοῦ παρουσίᾳ ἁγιάσῃ καὶ
μεταποιήσῃ
τὰ προκείμενα, τίμια καὶ ἅγια δῶρα
ταῦτα,
εἰς αὐτὸ τὸ σῶμα καὶ τὸ αἷμα τῆς ἡμετέρας
ἀπολυτρώσεως.
Ὁ
λαὸς λέγει. Πρόσχωμεν.
Ὁ
διάκονος λέγει. Ἀμήν.
Ὁ
ἱερεὺς ἐκφωνήσει. Καὶ ποιήσει τὸν μὲν ἄρ-
τον
τοῦτον* γένηται εἰς τὸ ἅγιον σῶμά σου, τοῦ
Κυρίου
δὲ καὶ Θεοῦ καὶ Σωτῆρος, καὶ Παμβασιλέως
ἡμῶν
Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ
εἰς
ζωὴν τὴν αἰώνιον τοῖς ἐξ αὐτοῦ μεταλαμβά-
νουσιν.
Ὁ
λαὸς λέγει. Ἀμήν.
Ὁ
ἱερεὺς λέγει. Τὸ δὲ ποτήριον τοῦτο, τὸ τίμιόν
σου
αἷμα, τὸ τῆς καινῆς διαθήκης σου, τοῦ Κυρίου
δὲ,
καὶ Θεοῦ καὶ Σωτῆρος, καὶ Παμβασιλέως ἡμῶν
Ἰησοῦ
Χριστοῦ, εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς ζωὴν
τὴν
αἰώνιον τοῖς ἐξ αὐτοῦ μεταλαμβάνουσιν.
Ὁ
λαὸς λέγει. Ἀμήν.
Ὁ
ἱερεὺς λέγει καὶ ὁ λαὸς ἀποκρίνεται τὸ,
Κύριε
ἐλέησον.
Σὲ
δυσωποῦμεν, Χριστὲ ὁ Θεὸς ἡμῶν.
Τῆς
Ἐκκλησίας σου, Κύριε, τὴν κρηπῖδα κατά-
πηξον.
Τῆς
ἀγάπης ἡμῖν τὴν ὁμόνοιαν ῥίζωσον.
Τῆς
πίστεως τὴν ἀλήθειαν αὔξησον.
Τῆς
σῆς εὐσεβείας ἡμῖν τὴν ὁδὸν εὐθυτόμη-
σον.
Τοὺς
ποιμένας ὀχύρωσον.
Τοὺς
ποιμαινομένους ἀσφάλισαι.
Δὸς
τῷ κλήρῳ τὴν εὐκοσμίαν.
Τοῖς
μοναχοῖς τὴν ἐγκράτειαν.
Τοῖς
ἐν παρθενίᾳ τὸ σωφρονεῖν.
Τοῖς
ἐν σεμνῷ γάμῳ τὴν εὐζωΐαν.
Τοῖς
ἐν μετανοίᾳ τὸ ἔλεος.
Τοῖς
πλουτοῦσι τὴν ἀγαθότητα.
Τοῖς
πενομένοις τὴν ἐπικουρίαν.
Τοῖς
πτωχοῖς τὴν βοήθειαν.
Τοὺς
πρεσβύτας περίζωσον.
Τοὺς
νέους σωφρόνισον.
Τοὺς
ἀπίστους ἐπίστρεψον.
Παῦσον
τῆς Ἐκκλησίας τὰ σχίσματα.
Τῶν
αἱρέσεων κατάλυσον τὰ φρυάγματα.
Πάντας
ἡμᾶς πρὸς τὴν τῆς σῆς εὐσεβείας ὁμό-
νοιαν
σύναψον.
Ὁ
λαὸς λέγει. Κύριε ἐλέησον.
Ὁ
ἱερεὺς λέγει. Μνήσθητι, Κύριε, τῆς εἰρήνης
τῆς
ἁγίας, μόνης, καθολικῆς, καὶ ἀποστολικῆς σου
Ἐκκλησίας,
τῆς ἀπὸ περάτων ἕως περάτων τῆς
οἰκουμένης,
καὶ τῶν ἐν αὐτῇ ὀρθοδόξων ἐπισκόπων,
τῶν
ὀρθοτομησάντων τὸν λόγον τῆς ἀληθείας.
{Ἐκφωνήσει.}
Ἐξαιρέτως
τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου
ἀρχιερέως
ἡμῶν ἄββα Δʹ. πάπα καὶ πατριάρχου τῆς
μεγαλοπόλεως
Ἀλεξανδρείας, καὶ ὑπὲρ τῶν περιόν-
των
ἐπισκόπων, πρεσβυτέρων, διακόνων, ἀναγνω-
στῶν,
ψαλτῶν, ἐξορκιστῶν, μοναζόντων, ἀειπαρθέ-
νων,
ἐγκρατῶν, χηρῶν, ὀρφανῶν, λαϊκῶν, καὶ ὑπὲρ
παντὸς
τοῦ πληρώματος, τῆς ἁγίας τοῦ Θεοῦ Ἐκ-
κλησίας
τῶν πιστῶν.
Ὁ
λαὸς λέγει. Κύριε ἐλέησον.
Ὁ
ἱερεὺς λέγει. Μνήσθητι, Κύριε, τῶν εὐσεβῶς
βασιλευσάντων.
Μνήσθητι,
Κύριε, τῶν ἐν τῷ παλατίῳ, ἡμῶν ἀδελ-
φῶν
πιστῶν, καὶ ὀρθοδόξων, καὶ παντὸς τοῦ στρα-
τοπέδου.
Μνήσθητι,
Κύριε, τῶν προσφερόντων τὰ ἅγια δῶρα
ταῦτα,
καὶ ὑπὲρ ὧν, καὶ δι᾽ ὧν προσεκόμισαν, καὶ
μισθὸν
οὐράνιον παράσχου πᾶσιν αὐτοῖς.
Μνήσθητι,
Κύριε, καὶ τῶν ἐν ὄρεσι, καὶ σπηλαίοις,
καὶ
ταῖς ὀπαῖς τῆς γῆς.
Καὶ
τῶν ἐν αἰχμαλωσίαις ὄντων ἀδελφῶν ἡμῶν,
καὶ
εἰρηνικὰς ἀποκαταστάσεις εἰς τὰ ἴδια χάρι-
σαι.
Ὁ
διάκονος λέγει. Προσεύξασθε ὑπὲρ τῶν αἰ-
χμαλώτων.
Ὁ
λαὸς λέγει. Κύριε ἐλέησον.
Τότε
κλίνει ἱερεὺς τὴν ἑαυτοῦ κεφαλὴν λέγων
καθ᾽
ἑαυτὸν ἐν ἑαυτῷ.
Μνήσθητι,
Κύριε, καὶ τῆς ἐμῆς ἀθλίας καὶ τα-
λαιπώρου
ψυχῆς, ταπεινώσεώς μου, καὶ συγχώρησόν
μοι
πάντα τὰ ἐμὰ πλημμελήματα καὶ ὅπου ἐπλεό-
νασεν
ἡ ἁμαρτία, περίσσευσόν σου τὴν χάριν, καὶ
μὴ
διὰ τὰς ἐμὰς ἁμαρτίας, καὶ τὴν βεβήλωσιν τῆς
καρδίας
μου, ὑστερήσῃς τὸν λαόν σου τῆς χάριτος
τοῦ
ἁγίου σου Πνεύματος.
{Ὑψώσει
τὴν κεφαλὴν καὶ ἐκφωνήσει.}
Ὁ
γὰρ λαός σου καὶ ἡ Ἐκκλησία σου ἱκετεύει
σε,
καὶ διὰ σοῦ καὶ σὺν σοὶ τὸν Πατέρα λέ-
γουσα.
Ὁ
λαὸς λέγει. Ἐλέησον ἡμᾶς, ὁ Θεὸς, ὁ Σω-
τὴρ
ἡμῶν. Γʹ.
Ὁ
ἱερεὺς λέγει. Ἐλέησον ἡμᾶς, ὁ Θεὸς, ὁ Σωτὴρ
ἡμῶν.
Γʹ.
Ὁ
λαὸς λέγει. Κύριε ἐλέησον. Γʹ.
Ὁ
ἱερεὺς λέγει. Μνήσθητι, Κύριε, τοῦ ἀέρος καὶ
τῶν
καρπῶν τῆς γῆς.
Μνήσθητι,
Κύριε, τῆς συμμέτρου ἀναβάσεως τῶν
ποταμείων
ὑδάτων.
Μνήσθητι,
Κύριε, τῶν ὑετῶν καὶ τῶν σπορίμων
τῆς
γῆς.
Εὔφρανον
πάλιν καὶ ἀνακαίνισον τὸ πρόσωπον
τῆς
γῆς.
Τοὺς
αὔλακας αὐτῆς μέθυσον, πλήθυνον τὰ γεν-
νήματα
αὐτῆς· παράστησον ἡμῖν αὐτὰ εἰς σπέρμα,
καὶ
εἰς θερισμὸν, καὶ νῦν εὐλογῶν εὐλόγησον. Τὴν
ζωὴν
ἡμῶν οἰκονόμησον. Εὐλόγησον τὸν στέφανον
τοῦ
ἐνιαυτοῦ τῆς χρηστότητός σου, διὰ τοὺς πτω-
χοὺς
τοῦ λαοῦ σου, διὰ τὴν χήραν, καὶ τὸν ὀρφανὸν,
διὰ
τὸν ξένον, καὶ τὸν προσήλυτον, καὶ δι᾽ ἡμᾶς
πάντας
τοὺς ἐλπίζοντας ἐπὶ σοὶ, καὶ ἐπικαλουμένους
τὸ
ὄνομά σου τὸ ἅγιον. Οἱ γὰρ ὀφθαλμοὶ πάντων
εἰς
σὲ ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν
ἐν
εὐκαιρίᾳ. Ποίησον μεθ᾽ ἡμῶν κατὰ τὴν ἀγαθό-
τητά
σου, ὁ διδοὺς τροφὴν πάσῃ σαρκί. Πλήρωσον
χαρᾶς
καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν, ἵνα ἐν
πᾶσι,
πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες, περισ-
σεύσωμεν
εἰς πᾶν ἔργον ἀγαθὸν, τοῦ ποιεῖν τὸ θέ-
λημά
σου τὸ ἅγιον.
Ὁ
λαὸς λέγει. Κύριε ἐλέησον.
Ὁ
ἱερεὺς λέγει, καὶ ὁ λαὸς ἀποκρίνεται.
Κύριε
ἐλέησον.
Χάρισαι
τῷ λαῷ σου τὴν ὁμόνοιαν.
Τῷ
κόσμῳ τὴν εὐστάθειαν.
Τῷ
ἀέρι τὴν εὐκρασίαν.
Τοῖς
νοσοῦσι τὴν σωτηρίαν.
Τοῖς
δεομένοις τὴν ἀνάψυξιν.
Τοῖς
ἐν ἐξορίαις τὴν ἄνεσιν.
Τοῖς
ὀρφανοῖς τὴν βοήθειαν.
Ταῖς
χήραις τὴν ἀντίληψιν.
Τοῖς
θλιβομένοις ἐπάρκησον εἰς ἀγαθόν.
Τοὺς
ἑστῶτας ὀχύρωσον.
Τοὺς
πεπτωκότας ἔγειρον.
Τοὺς
ἑστηκότας ἀσφάλισαι.
Τῶν
κεκοιμημένων μνήσθητι.
Τῶν
ἐν ὁμολογίᾳ τὰς πρεσβείας πρόσδεξαι.
Τοὺς
ἡμαρτηκότας καὶ μετανοήσαντας, συναρί-
θμησον
μετὰ τῶν πιστῶν σου.
Τοὺς
πιστοὺς συναρίθμησον μετὰ μαρτύρων σου.
Μιμητὰς
τοὺς παρόντας ἐν τῷ τόπῳ τούτῳ τῶν
ἀγγέλων
κατάστησον.
Καὶ
ἡμᾶς τῇ σῇ χάριτι πρὸς τὴν σὴν κεκλημέ-
νους
διακονίαν ἀναξίους ὄντας ὑπόδεξαι.
Ὁ
λαὸς λέγει. Κύριε ἐλέησον.
Ὁ
ἱερεὺς λέγει. Μνήσθητι, Κύριε, καὶ τῆς πό-
λεως
ἡμῶν ταύτης, καὶ τῶν ἐν ὀρθοδόξῳ πίστει οἰ-
κούντων
ἐν αὐτῇ, καὶ πάσης πόλεως καὶ χώρας σὺν
παντὶ
τῷ κόσμῳ αὐτῶν. Καὶ ῥῦσαι ἡμᾶς ἀπὸ λιμοῦ
καὶ
λοιμοῦ, σεισμοῦ καὶ καταποντισμοῦ πυρὸς, καὶ
ἀπὸ
αἰχμαλωσίας βαρβάρων, καὶ ἀπὸ τῶν ἀλλοτρίων
μαχαιρῶν,
καὶ ἐπαναστάσεως ἐχθρῶν τε καὶ αἱρετικῶν.
Ὁ
λαὸς λέγει. Κύριε ἐλέησον.
Ὁ
ἱερεὺς λέγει. Μνήσθητι, Κύριε, τῶν προλαβόν-
των
ὁσίων Πατέρων ἡμῶν ὀρθοδόξων ἐπισκόπων,
καὶ
πάντων τῶν ἀπ᾽ αἰῶνός σοι εὐαρεστησάντων,
ἁγίων
Πατέρων, πατριαρχῶν, ἀποστόλων, προφητῶν,
κηρύκων,
εὐαγγελιστῶν, μαρτύρων, ὁμολογητῶν,
καὶ
παντὸς πνεύματος δικαίου, ἐν πίστει Χριστοῦ
τετελειωμένου.
{Ἐκφωνήσει.}
Ἐξαιρέτως
τῆς παναγίας ὑπερενδόξου, ἀχράν-
του,
ὑπερευλογημένης δεσποίνης ἡμῶν θεοτόκου καὶ
ἀειπαρθένου
Μαρίας.
Τοῦ
ἁγίου ἐνδόξου προφήτου, προδρόμου, βαπτι-
στοῦ,
καὶ μάρτυρος Ἰωάννου.
Τοῦ
ἁγίου Στεφάνου τοῦ πρωτοδιακόνου καὶ πρω-
τομάρτυρος.
Καὶ
τοῦ ἁγίου καὶ μακαρίου Πατρὸς ἡμῶν Μάρκου,
τοῦ
ἀποστόλου καὶ εὐαγγελιστοῦ.
Καὶ
τοῦ ἐν ἁγίοις Πατρὸς Γρηγορίου.
Καὶ
ὧν ἐν τῇ σήμερον ἡμέρᾳ τὴν ὑπόμνησιν ποιού-
μεθα,
καὶ παντὸς χοροῦ τῶν ἁγίων σου, ὧν ταῖς
εὐχαῖς
καὶ πρεσβείαις, καὶ ἡμᾶς ἐλέησον, καὶ σῶ-
σον
διὰ τὸ ὄνομά σου τὸ ἅγιον, τὸ ἐπικληθὲν ἐφ᾽
ἡμᾶς.
Ὁ
διάκονος λέγει τὰ Δίπτυχα.
Ὁ
ἱερεὺς λέγει ἐν ἑαυτῷ.
Μνήσθητι,
Κύριε, τῶν προκεκοιμημένων ἐν τῇ
ὀρθοδόξῳ
πίστει πατέρων ἡμῶν καὶ ἀδελφῶν, καὶ
ἀνάπαυσον
τὰς ψυχὰς αὐτῶν μετὰ ὁσίων, μετὰ
δικαίων.
Ἔκθρεψον, σύναψον εἰς τόπον χλόης, ἐπὶ
ὕδατος
ἀναπαύσεως, ἐν παραδείσῳ τρυφῆς, καὶ
μετὰ
τούτων ὧν εἴπομεν τὰ ὀνόματα αὐτῶν.
Τότε
μνημονεύει ζώντων καὶ νεκρῶν, καὶ μετὰ
δίπτυχα
ὁ ἱερεὺς λέγει.
Μνήσθητι,
Κύριε, ὧν ἐμνήσθημεν, καὶ ὧν οὐκ
ἐμνήσθημεν,
πιστῶν καὶ ὀρθοδόξων, μεθ᾽ ὧν καὶ
ἡμῖν
σὺν αὐτοῖς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος
Θεός.
Ὁ
λαὸς λέγει. Ἄνες, ἄφες, συγχώρησον.
Ὁ
ἱερεὺς λέγει. Σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν, ἐλεή-
μων,
ὁ μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ,
ὡς
τοῦ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Ὁ Θεὸς, ἐπίσκε-
ψον
ἡμᾶς ἐν τῷ σωτηρίῳ σου· ποίησον μεθ᾽ ἡμῶν
κατὰ
τὴν ἐπιείκειάν σου, ὁ ποιῶν ὑπὲρ ἐκ περισ-
σοῦ
ὧν αἰτούμεθα, ἢ νοοῦμεν· ἵνα σου καὶ ἐν τού-
τῳ
καθὼς καὶ ἐν παντὶ δοξασθῇ καὶ ὑψωθῇ καὶ
ὑμνηθῇ,
καὶ εὐλογηθῇ καὶ ἁγιασθῇ τὸ πανάγιον
καὶ
ἔντιμον, καὶ εὐλογημένον σου ὄνομα, ἅμα τῷ
ἀχράντῳ
σου Πατρὶ καὶ ἁγίῳ Πνεύματι.
Ὁ
λαὸς λέγει. Ὡς ἦν, καὶ ἔστι, καὶ ἔσται.
Ὁ
διάκονος λέγει. Κατέλθετε, οἱ διάκονοι.
Ὁ
ἱερεὺς λέγει. Εἰρήνη πᾶσιν.
Ὁ
λαὸς λέγει. Καὶ τῷ πνεύματί σου.
{Προοίμιον
τῆς κλάσεως.}
Ὁ
ἱερεὺς λέγει. Ἰησοῦ Χριστὲ, τὸ σωτήριον
ὄνομα,
ὁ τὰ θεῖα καὶ ἄχραντα καὶ ἐπουράνια ταῦτα
μυστήρια
διατυπώσας· ὁ τοὺς μὲν ἱερεῖς ἐν τάξει
ὑπηρετῶν
στήσας· διὰ δὲ τῆς ἀοράτου σου δυνάμεως
αὐτὰ
μεταστοιχειώσας. Ὁ τοῖς καθαροῖς τῇ καρδίᾳ
ἐπιφαινόμενος,
καὶ τοῖς γνησίως προσιοῦσι διὰ σεαυ-
τοῦ
* παρέχοντος.
Ὁ
τότε εὐλογήσας, καὶ νῦν εὐλόγησον.
Ὁ
τότε ἁγιάσας, καὶ νῦν ἁγίασον.
Ὁ
τότε κλάσας, καὶ νῦν διάθρεψον.
Ὁ
τότε διαδοὺς τοῖς ἑαυτοῦ μαθηταῖς καὶ ἀποστό-
λοις,
καὶ νῦν, Δέσποτα, διάδος ἡμῖν καὶ παντὶ τῷ λαῷ
σου,
φιλάνθρωπε, παντόκρατορ, Κύριε ὁ Θεὸς ἡμῶν.
Ὁ
διάκονος λέγει. Προσεύξασθε.
Ὁ
λαὸς λέγει. Κύριε ἐλέησον.
Ὁ
ἱερεὺς λέγει. Εἰρήνη πᾶσιν.
Ὁ
λαὸς λέγει. Καὶ τῷ πνεύματί σου.
{Εὐχὴ
τῆς κλάσεως.}
Ὁ
ὢν, ὁ ἦν, ὁ ἐλθὼν, καὶ πάλιν ἐρχόμενος· ὁ
ἐν
δεξιᾷ τοῦ Πατρὸς καθήμενος· ὁ ἄρτος, ὁ κατα-
βὰς
ἐκ τοῦ οὐρανοῦ, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ·
ὁ
μέγας ἀρχιερεὺς, ὁ ἀρχηγὸς τῆς σωτηρίας ἡμῶν·
τὸ
φῶς ἀληθινὸν τὸ πρὸ πάντων αἰώνων. Ὃς ὢν
ἀπαύγασμα
τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστά-
σεως
αὐτοῦ τοῦ ἰδίου σου Πατρός· ὁ εὐδοκήσας καὶ
καταξιώσας
κατελθεῖν ἐκ τῶν ὑψωμάτων τοῦ οὐρα-
νοῦ,
ἐκ κόλπων τοῦ ἀπροσίτου φωτὸς, καὶ ἀληθινοῦ
καὶ
ἀοράτου μόνου Πατρός. Σαρκωθεὶς δὲ ἐκ Πνεύ-
ματος
ἁγίου, καὶ ἐκ τῆς πανενδόξου, ἀχράντου, ἁγίας
δεσποίνης
ὑμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μα-
ρίας,
καὶ τελέως ἐνανθρωπήσας· καὶ κατὰ μετά-
στασιν,
τὴν ἀνθρωπότητα ἀναλλοιώσας· ἑνώσας ἑαυ-
τῷ
καθ᾽ ὑπόστασιν, ἀφράστως καὶ ἀπερινοήτως,
ἀτρέπτως
δὲ καὶ ἀσυγχύτως, ψυχὴν ἔχουσαν λογι-
κήν
τε καὶ νοερὰν, οὕτως προῆλθες ἐξ αὐτῆς θεαν-
θρωπωθείς·
ὁμοούσιος Πατρὶ κατὰ τὴν θεότητα, καὶ
ὁμοούσιος
ἡμῖν κατὰ τὴν ἀνθρωπότητα. Οὐ δύο
πρόσωπα
οὖν, οὐδὲ δύο μορφὰς ἤγουν, οὐδὲ ἐν δυσὶ
φύσεσι
γνωριζόμενος, ἀλλ᾽ εἷς Θεὸς, εἷς Κύριος,
μία
οὐσία, μία βασιλεία, μία δεσποτεία, μία ἐνέρ-
γεια,
μία ὑπόστασις, μία θέλησις, μία φύσις τοῦ
Θεοῦ
Λόγου σεσαρκωμένη, καὶ προσκυνουμένη. Σταυ-
ρωθεὶς
δὲ ὑπὸ Ποντίου Πιλάτου, καὶ ὁμολογήσας
τὴν
καλὴν ὁμολογίαν· παθὼν καὶ ταφεὶς καὶ ἀνα-
στὰς
τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνελθὼν εἰς οὐρανοὺς,
καὶ
καθίσας ἐν τῇ δεξιᾷ τῆς μεγαλωσύνης τοῦ Πα-
τρὸς,
πατήσας τὸν θάνατον, καὶ τὸν ᾅδην σκυλεύ-
σας,
συντρίψας πύλας χαλκᾶς, καὶ μοχλοὺς σιδη-
ροῦς
συνθλάσας, καὶ τὸν αἰχμάλωτον Ἀδὰμ ἀνα-
καλεσάμενος
ἐκ φθορᾶς, καὶ ἡμᾶς ἐλευθερώσας ἐκ
τῆς
τοῦ διαβόλου δουλείας.
Δι᾽
ὃ δεόμεθα καὶ παρακαλοῦμέν σε, φιλάνθρωπε,
ἀγαθὲ,
καταξίωσον ἡμᾶς ἐν καθαρᾷ καρδίᾳ τολμᾷν
ἀφόβως
ἐπιβοᾶσθαι τὸν πάντων δεσπότην ἐπουράνιον
Θεὸν,
Πατέρα ἅγιον, καὶ λέγειν, κ. τ. λ.
{Εὐχὴ
ἄλλη τῆς κλάσεως.}
Σὺ
γὰρ εἶ ὁ Λόγος τοῦ Πατρὸς, ὁ προαιώνιος
Θεὸς,
ὁ μέγας Ἀρχιερεὺς, ὁ ἐπὶ σωτηρίας τοῦ
γένους
τῶν ἀνθρώπων σαρκωθεὶς καὶ ἐνανθρωπή-
σας,
καὶ προσκαλεσάμενος ἑαυτῷ ἐκ πάντων τῶν
ἐθνῶν
γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος
ἅγιον,
λαὸν εἰς περιποίησιν. Δι᾽ ὃ δεόμεθα, καὶ
παρακαλοῦμέν
σε, φιλάνθρωπε, ἀγαθὲ Κύριε, μὴ
εἰς
ἔλεγχον καὶ ὄνειδος, μὴ εἰς κρῖμα, μηδὲ εἰς
κατάκριμα
τῶν ἡμετέρων ἁμαρτιῶν γενηθήτω ἡ
θυσία
αὐτή· ὑπὲρ γὰρ * τῶν ἀσθενειῶν ἡμῶν προσ-
ηνέγκαμεν·
ἀλλ᾽ ὥσπερ τὰ πανάγιά σου τίμια δῶρα
ταῦτα
πάσης ἁγιωσύνης ἐμπλῆσαι κατηξίωσας, διὰ
τῆς
ἐπιφοιτήσεως τοῦ παναγίου σου Πνεύματος ἐπ᾽
αὐτῶν,
οὕτως καὶ ἡμῶν τῶν ἁμαρτωλῶν, δούλων
σου,
ἁγιάσαι καταξίωσον τὰς ψυχὰς, τὰ σώματα,
τὰ
πνεύματα, τὰς συνειδήσεις, ὅπως πεφωτισμένῃ
ψυχῇ,
ἀνεπαισχύντῳ προσώπῳ, καρδίᾳ καθαρᾷ, συν-
ειδήσει
ἀνυποκρίτῳ, ἡγιασμένοις χείλεσιν, ἀγάπῃ
τελείᾳ,
ἐλπίδι ἀσφαλεῖ, τολμῶμεν μετὰ παῤῥη-
σίας,
ἄνευ φόβου, λέγειν τὴν ἁγίαν προσευχὴν, ἣν
μετέδωκας
τοῖς ἰδίοις τοῖς ἁγίοις σου μαθηταῖς καὶ
ἱεροῖς
ἀποστόλοις. Ὅταν προσεύχησθε, οὕτως προσ-
εύχεσθε
ὑμεῖς. Πάτερ ἡμῶν, κ. τ. λ.
Ὁ
λαὸς λέγει. Ἁγιασθήτω.
{Εὐχὴ
ἄλλη τῆς κλάσεως.}
Εὐλογητὸς
εἶ, Χριστὲ ὁ Θεὸς, ὁ παντοκράτωρ,
ὁ
λυτρωτὴς τῆς ἑαυτοῦ Ἐκκλησίας· ὦ Λόγε, ὃν
προνοοῦσιν
αὐτὸν, καὶ ἄνθρωπε, ὃν προθεωροῦσιν
αὐτόν.
Ὁ διὰ τῆς ἀκαταλήπτου αὐτοῦ σαρκώσεως,
ἑτοιμάσας
ἡμῖν ἄρτον ἐπουράνιον, τοῦτο τὸ σῶμά
σου,
ὃν ἔθου ἐν μυστήριον* καὶ πανάγιον ἐν τοῖς
ἅπασιν.
Ἐκέρασας ἡμῖν ποτήριον ἐξ ἀμπέλου ἀλη-
θείας,
ἐκ θείας καὶ ἀχράντου σου πλευρᾶς. Ὁ καὶ
μετὰ
δεδωκέναι τὸ πνεῦμα ἐκχέων ἐξ αὐτῆς αἷμα
καὶ
ὕδωρ, οἷς ἁγιασμὸς τῷ κόσμῳ παντί. Κτῆσαι
ἡμᾶς,
ἀγαθὲ Κύριε, τοὺς ἀναξίους δούλους σου·
ποίησον
ἡμᾶς λαὸν περιούσιον, βασίλειον ἱεράτευμα,
ἔθνος
ἅγιον. Ἁγίασον καὶ ἡμᾶς, ὁ Θεὸς, ὥσπερ
ἡγίασας
τὰ προκείμενα καὶ ἅγια δῶρα ταῦτα, καὶ
ἐποίησας
αὐτὰ ἀόρατα ἐκ τῶν ὁρατῶν, μυστήρια
ὧν*
προνοοῦσιν, αὐτά σοι, Κύριε ὁ Θεὸς, ὁ Σωτὴρ
ἡμῶν
Ἰησοῦς Χριστός. Σὺ οὖν, Κύριε, διὰ τῆς
πολλῆς
σου εὐσπλαγχνίας κατηξίωσας ἡμᾶς διὰ τοῦ
βαπτίσματος
γενέσθαι εἰς υἱοὺς καὶ κληρονόμους.
Ἐδίδαξας
ἡμᾶς τὸν τύπον τῆς προσευχῆς ὅς ἐστιν
ἐμμυστήριος,
τοῦ προσεύχεσθαι ἐν αὐτῇ τὸν ἄχραν-
τόν
σου Πατέρα. Σὺ οὖν καὶ νῦν, δέσποτα Κύριε,
καταξίωσον
ἡμᾶς ἐν ἁγιασμένῃ συνειδήσει, καὶ λο-
γισμῷ
ἀγαθῷ ὃν πρέπει ..... πόθῳ καὶ παῤῥησίᾳ
ἀγαθῇ
τολμᾷν ἐπικαλεῖσθαι τὸν ἐν τοῖς οὐρανοῖς
ἅγιον
Θεὸν, Πατέρα σου, καὶ λέγειν.
Ὁ
λαὸς λέγει. Πάτερ ἡμῶν. Καὶ μετὰ τὸ Πάτερ
ἡμῶν
ὁ ἱερεὺς λέγει.
Ναὶ,
Κύριε, Κύριε, ὁ δεδωκὼς ἡμῖν τὴν ἐξουσίαν
τοῦ
πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶ-
σαν
δύναμιν τοῦ ἐχθροῦ, σύντριψον καὶ καθυπόταξον
τὰς
κεφαλὰς τῶν ἐχθρῶν ἡμῶν ὑπὸ τοὺς πόδας ἐν
τάχει,
καὶ πᾶσαν τὴν κακότεχνον αὐτῶν ἐπίνοιαν
τὴν
καθ᾽ ἡμῶν διασκέδασον, ὅτι σὺ εἶ βασιλεὺς ἡμε-
τέρων*
πάντων, Χριστὲ ὁ Θεός· καὶ σοὶ τὴν δόξαν
καὶ
τὴν εὐχαριστείαν καὶ τὴν προσκύνησιν ἀναπέμ-
πομεν,
καθ᾽ ἑκάστην ἡμέραν, σὺν τῷ ἀνάρχῳ σου
Πατρὶ,
καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, κ. τ. λ.
Ὁ
διάκονος λέγει. Τὰς κεφαλὰς ὑμῶν.
{Εὐχὴ
τῆς κεφαλοκλισίας.}
Ὁ
κλίνας οὐρανοὺς καὶ κατελθὼν ἐπὶ τῆς γῆς, εἰς
σωτηρίαν
τοῦ γένους τῶν ἀνθρώπων, ὁ τῆς σῆς χά-
ριτος
πᾶσαν ἐξαπλώσας τὴν εὐθηνίαν· ὁ ποιῶν
πάντα
ὑπὲρ ἐκ περισσοῦ, ὧν αἰτούμεθα, ἢ νοοῦμεν·
φιλάνθρωπε,
ἀγαθὲ, ἔκτεινόν σου τὴν χεῖρα τὴν
ἀόρατον,
τὴν εὐλογημένην, τὴν μεστὴν ἐλέους καὶ
οἰκτιρμῶν,
καὶ εὐλογῶν εὐλόγησον τοὺς δούλους σου,
καὶ
καθάρισον αὐτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς
καὶ
πνεύματος· καὶ ποίησον ἡμᾶς μετόχους καὶ συσ-
σώμους
γενέσθαι τῇ σῇ χάριτι, ὅπως ἐν ἁγιότητι
καὶ
δικαιοσύνῃ σοι τὴν ἱκεσίαν προσάγοντες*, καὶ
σοὶ
πρέπει πᾶσα δόξα, μεγαλοσύνη, κράτος τε καὶ
ἐξουσία,
ἅμα τῷ ἀχράντῳ σου Πατρὶ, καὶ τῷ ἁγίῳ
Πνεύματι,
νῦν, κ. τ. λ.
{Εὐχὴ
ἄλλη ὁμοίως.}
Πρόσχες,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐξ
ἁγίου
τοῦ κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου τῆς
βασιλείας
σου, καὶ ἐλθὲ εἰς τὸ ἁγιάσαι ἡμᾶς τοὺς
ἐπικλίναντάς
σου. Ὁ ἄνω τῷ πατρὶ συγκαθήμενος,
καὶ
ὧδε ἡμῖν ἀοράτως συνών· καὶ καταξίωσον τῇ
κραταιᾷ
σου χειρὶ, μεταδοῦναι ἡμῖν τοῦ ἀχράντου σώ-
ματός
σου, καὶ δι᾽ ἡμῶν παντὶ τῷ λαῷ. Σὺ γὰρ
εἶ
ὁ κλῶν καὶ κλώμενος, καὶ ἄκλαστος· καὶ σοὶ τὴν
δόξαν
ἀναπέμπομεν, σὺν τῷ Πατρὶ, καὶ τῷ ἁγίῳ
Πνεύματι,
νῦν, κ. τ. λ.
Ὁ
διάκονος λέγει. Πρόσχωμεν Θεῷ μετὰ φό-
βου.
{Εὐχὴ
τῆς ἐλευθερίας
Εἰρήνη
πᾶσιν.}
Ὁ
ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ
κόσμου·
τὸ πανάσπιλον αὐτοῦ αἷμα διαχύσας ἐπὶ τὴν
τοῦ
κόσμου ζωὴν, καὶ εἰς λύτρον καὶ ἀντάλλαγμα
πάντων,
ἑαυτὸν παρέδωκας, ἐκ θανάτου λυτρωσά-
μενος,
ἐν ᾧ κατειχόμεθα, πεπραμένοι ὑπὸ τὴν
ἁμαρτίαν.
Ὁ τῶν φοβουμένων αὐτὸν ποιῶν τὸ
θέλημα,
καὶ τῆς δεήσεως αὐτῶν εἰσακούων, καὶ σώ-
ζων
αὐτούς. Ὁ τοῦ δικαίου Ἰὼβ εἰσακούσας ἀν-
ιστάμενος
τὸ πρωῒ καὶ ὑπὲρ * παιδίων φίλτρων θυσίας
προσαγαγὼν
εἰπὼν, μήπως ἐνενόησαν υἱοί μου πονη-
ρὰ
ἐν τῇ καρδίᾳ αὐτῶν ἔναντι Θεοῦ. Καὶ ἐμοῦ τοῦ
ἐλεεινοῦ
καὶ ἁμαρτωλοῦ, καὶ ἀχρείου σου δούλου,
ἱκετεύω
ὑπὲρ τῶν σῶν οἰκετῶν, πατέρων μου καὶ
ἀδελφῶν,
καὶ ὑπὲρ τῆς ἐμῆς ἀθλιότητος. Εὐμενεῖ
προσώπῳ
καὶ γαληνῷ ὄμματι, ἔπιδε ἐφ᾽ ἡμᾶς ἐν
ταύτῃ
τῇ ὥρᾳ· καὶ πάρες οὖν ἡμῖν πᾶσαν ἀθετη-
ρίαν,
καὶ πᾶσαν παράβασιν, καὶ παρακοὴν νόμου
καὶ
τῶν σῶν ἐντολῶν· ἔτι δὲ καὶ πᾶσαν συνείδησιν,
καὶ
πᾶσαν ἐνθύμησιν, καὶ πάσαις * πράξεσι, καὶ πά-
σαις
κινήσεσι γεγωνυίαις ἐν ἑαυτοῖς, ἡμερικῶς τε
καὶ
νυκτερικῶς ἐπιδῆσαι καὶ κατακρατῆσαι κατὰ τῆς
ψυχῆς.
Καὶ ἀθώοσον αὐτοὺς ἀπὸ πάσης συνειδήσεως
πονηρῶν,
καὶ πάσης ἀκάρπου πράξεως, καὶ παντὸς
λογισμοῦ
πεπυρωμένου .....* ἐστὶν βέβηλα παρὰ τὴν
τῆς
ψυχῆς καθαρότητα. Χάρισαι αὐτῶν τὴν τῶν
ἁμαρτιῶν
ἐπίγνωσιν, καὶ τελείως ἀπέχεσθαι ἀπ᾽
αὐτῶν.
Δώρησαι αὐτοῖς μετανοίας ἁγνότητος*, καὶ
τὴν
εἰς σὲ ἐπιστροφήν· σὺ γὰρ, Δέσποτα Κύριε,
ἐπτώχευσας
ἑκουσίως ἐν τῷ σε σαρκωθῆναι, διὰ τὴν
τοῦ
γένους ἡμῶν σωτηρίαν· καὶ διέῤῥηξας τὸ καθ᾽
ἡμῶν
χειρόγραφον, διὰ τὴν ἐπὶ τοῦ σταυροῦ τῶν
θείων
σου παλάμων ἐφάπλωσιν. Φεῖσαι πάντων, Δέ-
σποτα
φιλόψυχε, ὅτι τὰ σύμπαντα δοῦλα σὰ, καὶ
παρὰ
σοῦ ἡμέτερα ἀφετήρια, καὶ οὐδὲν τῶν ἐπιτη-
δευμάτων
τῶν χειρῶν ἡμῶν· δι᾽ ὃ τὴν σὴν βασιλείαν
δοξάζομεν
καὶ ἀνυμνοῦμέν σε, Χριστὲ ὁ Θεὸς ἡμῶν,
ἅτινα ν... λου... ων... θορων.
Πάσαις
ἡμέραις ἕως αἱρετικῶν καὶ ἐθνικῶν.
Ἔμπλησον
ἡμᾶς τοῦ σοῦ φόβου, καὶ κατεύθυνον
εἰς
τὸ ἀγαθόν σου θέλημα· σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν,
καὶ
πρέπει σοι δόξα, τιμὴ καὶ προσκύνησις.
Ὁ
ἱερεὺς λέγει. Σῶμα καὶ αἷμα.
Ὁ
διάκονος λέγει. Μετὰ φόβου Θεοῦ πρόσχω-
μεν.
Ὁ
ἱερεὺς ὑψοῖ Δεσποτικὸν καὶ ἐκφωνήσει· Τὰ
ἅγια
τοῖς ἁγίοις.
Ὁ
λαὸς λέγει. Κύριε ἐλέησον.
Εἷς
Πατὴρ ἅγιος, εἷς Υἱὸς ἅγιος, ἓν Πνεῦμα ἅγιον.
Ἀμήν.
Ὁ
ἱερεὺς λέγει. Ὁ Κύριος μετὰ πάντων ὑμῶν.
Ὁ
λαὸς λέγει. Καὶ μετὰ τοῦ πνεύματός σου.
Ὁ
ἱερεὺς λέγει. Εὐλογητὸς Κύριος εἰς τοὺς αἰῶ-
νας.
Ἀμήν.
Ὁ
λαὸς λέγει. Ἀμήν.
Ὁ
ἱερεὺς λέγει. Εἰρήνη πᾶσιν.
Ὁ
λαὸς λέγει. Καὶ τῷ πνεύματί σου.
Ὁ
ἱερεὺς λέγει. Σῶμα ἅγιον καὶ αἷμα τίμιον,
ἀληθινὸν,
Ἰησοῦ Χριστοῦ Υἱοῦ τοῦ Θεοῦ. Ἀμήν.
Ὁ
λαὸς λέγει. Ἀμήν.
Ὁ
ἱερεὺς λέγει. Σῶμα ἅγιον καὶ αἷμα τίμιον,
ἀληθινὸν,
Ἰησοῦ Χριστοῦ Υἱοῦ τοῦ Θεοῦ. Ἀμήν.
Ὁ
λαὸς λέγει. Ἀμήν.
Ὁ
ἱερεὺς λέγει. Σῶμα καὶ αἷμα Ἐμμανουὴλ τοῦ
Θεοῦ
ἡμῶν, τοῦτό ἐστιν ἀληθῶς. Ἀμήν.
Ὁ
λαὸς λέγει. Ἀμήν.
Πιστεύω,
πιστεύω, πιστεύω καὶ ὁμολογῶ ἕως
ἐσχάτης
ἀναπνοῆς, ὅτι αὕτη ἐστὶν ἡ σὰρξ ἡ ζωο-
ποιὸς,
ἣν ἔλαβες, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐκ τῆς ἁγίας
δεσποίνης
ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας·
καὶ
ἐποίησας αὐτὴν μίαν σὺν τῇ θεότητι σου, μὴ ἐν
μίξει,
μηδὲ ἐν φυρμῷ, μηδὲ ἐν ἀλλοιώσει· καὶ ἐμαρτύ-
ρησας
ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν, καὶ
παρέδωκεν*
αὐτὴν ὑπὲρ ἡμῶν πάντων ... έρων ἐπὶ τοῦ
ξύλου
τοῦ σταυροῦ τοῦ ἁγίου, ἐν τῷ θελήματί σου.
Ἀληθῶς
πιστεύω, ὅτι θεότης σου οὐδ᾽ οὐ μηδέ-
ποτε
χωρισθεῖσα ἐξ ἀνθρωπότητός σου, ἐν ἀτόμῳ,
οὐδὲ
ἐν ῥιπῇ ὀφθαλμοῦ. Μετέδωκας αὐτὴν εἰς λύ-
τρωσιν,
καὶ εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς ζωὴν τὴν
αἰώνιον,
τοῖς ἐξ αὐτῆς μεταλαμβάνουσι.
Πιστεύω
ὅτι αὕτη ἔστιν ἀληθῶς. Ἀμήν.
Ὁ
λαὸς λέγει. Ἀμήν.
Ὁ
διάκονος λέγει. Ἐν εἰρήνῃ καὶ ἀγάπῃ.
Ὁ
ἱερεὺς ἐκφωνήσει. Ἀκατάληπτε θεὲ, Λόγε
ἀχώρητε,
ἀΐδιε, δέχου παρ᾽ ἡμῶν τῶν ἁμαρτωλῶν,
ἐξ
ἀναξίων χειλέων, ὕμνον, μετὰ τῶν ἄνω δυνάμεων·
σοὶ
γὰρ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν
τῷ
ἀνάρχῳ σου Πατρὶ, καὶ τῷ ζωοποιῷ σου Πνεύμα-
τι
εἰς πάντας τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ
λαὸς λέγει ψαλμὸν ρνʹ.
Ὁ
διάκονος λέγει. Συνάχθητε καὶ εἰσέλθετε, οἱ
διάκονοι,
μετ᾽ εὐλαβείας.
{Εὐχὴ
εὐχαριστίας μετὰ τὴν μετάληψιν τῶν ἁγίων
μυστηρίων.}
Ὁ
διάκονος λέγει. Ἐπὶ προσευχῆς στάθητε.
Ὁ
ἱερεὺς λέγει. Εἰρήνη πᾶσιν.
Ὁ
λαὸς λέγει. Καὶ τῷ πνεύματί σου.
Ὁ
διάκονος λέγει. Προσεύξασθε ὑπὲρ τῆς ἀξίας
μεταλήψεως.
Ὁ
λαὸς λέγει. Κύριε ἐλέησον.
Ὁ
ἱερεὺς λέγει τὴν εὐχὴν ταύτην. Εὐχαριστοῦ-
μέν
σοι, Λόγε Θεοῦ ἀληθινὲ, ὁ ἐκ τῆς οὐσίας τοῦ
ἀνάρχου
Πατρὸς, ὅτι οὕτως ἠγάπησας ἡμᾶς καὶ ἔδω-
κας
σεαυτὸν ὑπὲρ ἡμῶν*, ἐσφαγιάσθης. Κεχάρισας
ἡμῖν,
διὰ τοῦ ἀχράντου σου σώματος, καὶ τοῦ τι-
μίου
σου αἵματος, τὴν ἀπολύτρωσιν, ὡς κατηξίωσας
ἡμᾶς
νῦν, φιλάνθρωπε, ἵνα λάβωμεν ἐξ αὐτῶν εὐχα-
ριστία*.
Διὸ ἐξομολογοῦμέν σοι νῦν, φιλάνθρωπε, ἀγα-
θὲ,
καὶ σοὶ τὴν δόξαν, καὶ τὴν τιμὴν, καὶ τὴν προσ-
κύνησιν
διηνεκῶς ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου
Πατρὶ
καὶ τῷ ἁγίῳ σου Πνεύματι, νῦν, κ. τ. λ.
Ὁ
διάκονος λέγει. Τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ
κλίνατε.
{Εὐχὴ
τῆς κεφαλοκλισίας.}
Ὁ
ὢν, ὁ ἦν, ὁ ἐλθὼν εἰς τὸν κόσμον τοῦ φωτίσαι
αὐτόν·
ὁ σαρκωθεὶς, ἐνανθρωπήσας, καὶ σταυρωθεὶς
δι᾽
ἡμᾶς, καὶ παθὼν ἑκουσίως σαρκὶ, καὶ μείνας ἀπα-
θὴς,
ὡς Θεός· καὶ ταφεὶς, καὶ ἀναστὰς τῇ τρίτῃ
ἡμέρᾳ,
καὶ ἀνελθὼν εἰς οὐρανοὺς, καὶ καθίσας ἐν
δεξιᾷ
τῆς μεγαλοσύνης τῆς δόξης τοῦ Πατρὸς, τό τε
θεῖον,
καὶ ἅγιον, καὶ ὁμοούσιον, καὶ ὁμοδύναμον, καὶ
ὁμόδοξον,
καὶ συναΐδιον Πνεῦμα καταπέμψας ἐπὶ
τοὺς
ἁγίους σου μαθητὰς, καὶ ἀποστόλους, καὶ διὰ
τούτου
φωτίσας μὲν αὐτοὺς, δι᾽ αὐτῶν δὲ πᾶσαν τὴν
οἰκουμένην,
Χριστὲ, ὁ ἀληθινὸς Θεὸς ἡμῶν.
....
καὶ Γαβριὴλ καὶ Ῥαφαήλ.
Καὶ
τῶν ἀγγέλων τετραμόρφων ζώων ἀσωμάτων·
καὶ
τῶν ἀγγέλων, εἴκοσι τεσσάρων πρεσβυτέρων.
Τοῦ
ἁγίου ἐνδόξου, προφήτου, προδρόμου, βαπτιστοῦ,
καὶ
μάρτυρος Ἰωάννου.
Τοῦ
ἁγίου Στεφάνου τοῦ πρωτοδιακόνου καὶ πρω-
τομάρτυρος.
Τῶν
θείων, ἱερῶν, ἐνδόξων ἀποστόλων, ἀθλο-
φόρων
προφητῶν, καὶ καλλινίκων μαρτύρων.
Καὶ
τοῦ ἁγίου καὶ μακαρίου Πατρὸς ἡμῶν Μάρκου
τοῦ
ἀποστόλου καὶ εὐαγγελιστοῦ, καὶ πάντων τῶν
ἁγίων
σου.
Καὶ
σῶσον, καὶ ἐλέησον, καὶ εὐλόγησον πάντα
Χριστιανόν.
Καὶ σοὶ τὴν δόξαν καὶ τιμὴν, καὶ προσ-
κύνησιν
σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ ἁγίῳ
Πνεύματι
νῦν καὶ ἀεί.
Ἐν
εἰρήνῃ τοῦ Θεοῦ ἐτελειώθη ἡ θεία Λειτουρ-
γία,
ἡ ὡρισμένη τῷ ἐν ἁγίοις Πατρὶ ἡμῶν Θεο-
λόγῳ
Γρηγορίῳ.
Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.