Τρίτη 3 Μαρτίου 2015
Περί του θαύματος του γεγονότος εις παίδα υπό τού Αγιου ιερομάρτυρος Κλήμεντος
Τρίτη, Μαρτίου 03, 2015
Αναρτήθηκε από
Nik Vythoulkas
Ετικέτες Περί του θαύματος του γεγονότος εις παίδα υπό τού Αγιου ιερομάρτυρος Κλήμεντος
Ετικέτες Περί του θαύματος του γεγονότος εις παίδα υπό τού Αγιου ιερομάρτυρος Κλήμεντος
ΤΟΥ
ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΕΦΡΑΙΜ
ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
ΧΕΡΣΩΝΟΣ
ΠΕΡΙ
ΤΟΥ ΘΑΥΜΑΤΟΣ ΤΟΥ ΓΕΓΟΝΟΤΟΣ ΕΙΣ ΠΑΙΔΑ ΥΠΟ ΤΟΥ
ΑΓΙΟΥ
ΙΕΡΟΜΑΡΤΥΡΟΣ
ΚΛΗΜΕΝΤΟΣ.
i.
Θαυμαστὸς ὁ Θεὺς ἐν τοῖς ἁγίοις αὐτοῦ, εὔκαι-
ρον
μετὰ τοῦ Προφήτου εἰπεῖν σήμερον· καὶ Ὡς
θαυμαστὰ
τὰ ἔργα σου, Κύριε! καὶ Τίς Θεὸς μέγας
ὡς
ὁ Θεὺς ἡμῶν; καὶ, Σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυ-
μάσια
μόνος. Καὶ τί γὰρ ἂν ἄλλο τι προοίμιον τῷ
παρόντι
λόγῳ προθήσομαι; Ἀπὸ γὰρ τεχνικῶν με
θόδων
τὸ παρὸν ὑπέρκειται θαῦμα, θαύματος πολλῶν
ὑπερανεστηκότος
θαυμάτων, καὶ προφητικῶν αὐτῶν
θαυμάτων
ὑπερεξέχοντος, ὡς ὁ λόγος δηλώσειεν.
ii.
Καὶ οἶδα ὅτι ποθεῖτε οἷον καὶ τίνος τὸ θαῦμα
μαθεῖν,
καὶ εἰπεῖν ἡμᾶς κατεπείγεσθε· τὸ δέ ἐστι
πρῶτα
μὲν Θεοῦ, παρ᾽ οὗ πᾶσα δόσις ἀγαθὴ καὶ
πᾶν
δώρημα τέλειον· ἕπειτα δὲ Κλήμεντος τοῦ Ῥω-
μαίου,
τοῦ μετὰ Πέτρον τῆς ἀληθείας κήρυκος, καὶ
τοῦ
τῆς Ῥώμης θρόνου τούτου διαδόχου πιστοῦ·
Κλήμεντος
ἐκείνου, οὗ μέχρι καὶ νῦν ἡ σύμπασα τὰς
σωτηριώδεις
διδαχὰς καὶ σιγῶσα βοᾷ γεγονότα
Κλήμεντος
τοῦ ἀληθοῦς κλήματος τῆς ἀμπέλου
Χριστοῦ,
δι᾽ οὗ ἡμῖν ὁ τῆς διδασκαλίας βότρυς περ-
κάσας,
γλεῦκος εὐσεβείας καὶ σωτηρίας ἐστάλαξεν·
Κλήμεντος,
τῆς ἀληθοῦς κλίμακος, τῆς οὐ πρὸς γεώ-
λοφόν
τι ὕψος ἐπαναγαγούσης ἡμᾶς, ἀλλὰ ταῖς τῶν
ἀρετῶν
ἀναβάσεσιν, ὤσπερ τισὶ βαθμίσι, πρὸς οὐρα-
νόν
τε καὶ τὰ οὐράνια ἡμᾶς διαβιβαζούσης· κλίμακος,
καὶ
τῆς Ἰακὼβ ὁραθείσης οὐδὲν ἀποδεούσης, οὐκ
ἀγγέλους
δι᾽ αὐτῆς ἀνιόντας καὶ κατιόντας ἡμῖν δει-
κνυούσης,
ἀλλὰ ἀνθρώπων ψυχὰς ταῖς θειοτάταις
παραινέσεσιν,
ὡς ἐκ βαθμῶν εἰς βαθμοὺς δι᾽ ἀρετῶν
τῷ
Θεῷ συνεισφερούσης.
iii.
Οὕτινος δὴ τὸ θαῦμα μὴ μαθόντες, ὦ κάλλιστον
καὶ
πιστότατον ἄθροισμα, καὶ οἷόν ἐστι καὶ ὅσον
ἀκηκοέναι,
ὡς φιλευσεβεῖς, ἀγωνίζεσθε, καὶ προσκιρ-
τᾶτε
τοῦ λόγου, καὶ τὴν ἀκοὴν ὑποκλίνετε, καὶ τῆς
βραδυτῆτος
ἡμῶν καταμέμφεσθε· χαίρω δ᾽ οὖν τού-
του
ἕνεκα· μόνον, μέχρι τέλους μοι, παρακαλῶ,
οὕτως
συντεταμένην τηρήσατε τὴν διάνοιαν, καὶ μή
τινα
βιωτικὸν λογισμὸν τῷ νῷ ὑμῶν ὑπεισελθεῖν,
καὶ
τὸ πρόθυμον χαυνῶσαι ἐάσητε· ἀλλ᾽ ἐγρηγορότι
λογισμῷ
καὶ φρονήματι τοῦτο πιστῶς ὑποδέξασθε.
Ἔστιν
δὲ οὕτως.
iv.
Τοῦ ἀοιδίμου καὶ μακαριωτάτου Κλήμεντος
τὸν
τῆς διδασκαλίας καὶ ἀποστολῆς δρόμον ἐκτελέσαν-
τος,
καὶ τῶν τῇδε διὰ τῆς τοῦ μαρτυρίου τελειώσεως
μετακεχωρηκότος·
ὡς καὶ ἡ τοῦ ἐνδόξου αὐτοῦ μαρ-
τυρίου
βίβλος δεδήλωκεν, ἣν μὴ ἀγνοεῖν ὑμᾶς πέ-
πεισμαι·
οὐ δίκαιον κέκρικεν ὁ δοξάζων τοὺς δοξάζον-
τας
αὐτὸν Κύριος, μὴ ἀντιδοξάσαι τὸν οὕτως ὑπὲρ
τῆς
εἰς αὐτὸν ἀγάπης ἀγωνισάμενον· ἀλλὰ καὶ ὑπερ-
δοξάσαι
καὶ μεγαλῦναι, καὶ ὡς ἐν οὐρανῷ τοῖς ἀγγέ-
λοις,
οὕτω κἀνταῦθα τοῖς ἀνθρώποις λαμπρότατον
αὐτὸν
καταστῆσαι, διὰ τῆς τῶν θαυματουργιῶν ἐπι-
δείξεως,
καὶ αἰδεσιμώτατον· θαυματουργιῶν, ὧν
νοῦς
μὲν τὸ μέγεθος ἐννοῆσαι ἀτονεῖ, λόγος δὲ τὸ
πλῆθος
εἰπεῖν, καὶ χεὶρ διαχαράξαι τὸ ἄπειρον· ἵνα
οὖν
ἐκ τοῦ κρασπέδου τὸ ὕφασμα μετὰ τὴν παροι-
μίαν
γνοίητε ἐν ὑμῖν, ὃ καὶ ὑπεσχόμην διηγήσομαι.
v.
Τοῦ πανσέπτου λειψάνου τοῦ πανοσίου ἱερομάρ-
τυρος
Κλήμεντος ἐν τῷ τῆς θαλάσσης ἀποῤῥιφέντος
βυθῷ
παρὰ τῶν ἀθέων ἐκείνων εἰδωλολατρῶν, καὶ τοῦ
ἐν
βυθῷ θεοδμήτου ναοῦ τοῦτο ὑποδεξαμένου, θαυ-
ματουργεῖ
τι μέγιστον κἀνταῦθα ὁ τῶν θαυμασίων
Θεός.
Τούτου γὰρ γεγονότος, καὶ τῶν μαθητῶν αὐτοῦ
σὺν
τῶν ἐκεῖσε πιστῶν ὀδυρομένων, δεῖξαί τε τού-
τοις
τὸ πανίερον λείψανον τοῦ πανενδόξου Κλήμεντος,
ὅ
τι καὶ γέγονε, πρὸς Θεὸν ἱκετευόντων, παρευθὺ τὸ
ἄπειρον
ἐκεῖνο πέλαγος ὑπολοφῆσαν καὶ εἰς τοὐπίσω
ἀναποδίσαν,
εἰσιτητὸν καὶ αὐτὸν τὸν βυθὸν τοῖς εὐ-
σεβέσι
πεποίηκεν, ἄχρι μιλίων τριῶν. Καὶ δὴ εἰσελ-
θόντες
εὗρον ἐν σχήματι ναοῦ μαρμαρίνου οἴκημα,
καὶ
αὐτόθι ἐν σορῷ λιθίνῃ τὸ πανάγιον καὶ ἔνδοξον
ἀποτεθειμένον
τοῦ μάρτυρος λείψανον: Οἷς ἆραι βου-
λομένοις
τὸ πανάγιον ἐκ τοῦ βυθοῦ λείψανον, νύκτωρ
ἐπιστὰς
τούτοις ὁ ἅγιος, οὑτωσὶ διηγόρευσε· Τὸ μὲν
λείψανον
ἆραι μὴ δόξητε· χαρίζομαι δὲ ὑμῖν ταύτην
τὴν
χάριν, ἵν᾽ ἑκάστῳ χρόνῳ ἐν τῇ τῆς ἐμῆς ἀθλήσεως
ἡμέρᾳ
ἐπὶ ἑπτὰ ἡμέρας ὑποχωρῶν ὁ βυθὸς, διὰ ξηρᾶς
πεζεύειν,
μέχρις ὧδε παρασκευασθήσεται. Καὶ ὁ
λόγος
ἔργον ἐγένετο. Ἔκτοτε γὰρ μέχρι τῆς σήμερον
ἐκάστῳ
χρόνῳ τὸ θαυμαστὸν τοῦτο τελεῖται θεουρ-
γικῶς
μεγαλούργημα.
vi.
Τί τοῦτο τοῦ Μωσέως θαύματος ἀτιμότερον;
Τί
δὲ τοῦ Ἑλισσαίου ἀδοξότερόν τε καὶ ταπεινότερον;
πολὺ
μὲν οὖν γε ἐνδοξότερόν τε καὶ ὑψηλότερον. Ὁ
μὲν
γὰρ ῥάβδῳ καὶ ζῶν καὶ ἅπαξ τὴν θάλασσαν δια-
σχίσας,
τρίβον τὸν βυθὸν ἀπειργάσατο· ὁ δὲ ὡσαύτως
τῇ
μηλωτῇ τὸν Ἰορδάνην τεμὼν, ἅπαξ καὶ οὗτος
τοῦτο
τεθαυματούργηκεν· εἰς τὴν προτέραν ἀμφο-
τέρων
τῶν ὑδάτων, μετὰ τὴν διάβασιν, φύσιν κατα-
στάντων,
καὶ μηκέτι τοῦτο πεπραχότων· οὗτος δὲ τί;
μετὰ
θάνατον, καὶ οὐχ ἅπαξ, ἀλλ᾽ ἔκτοτε μέχρι σή-
μερον.
Ὢ τοῦ θαύματος καὶ τῆς δόξης τοῦ μάρτυρος!
οἵας
εἴληχεν ἑκάστῳ χρόνῳ ἐν τῇ τῆς ἐνδόξου αὐτοῦ
ἀθλήσεως
ἡμέρᾳ! Ἐπὶ ἑπτὰ γὰρ, ὡς προέφημεν,
ἡμέραις
ὑποχωροῦν τὸ ἄπειρον ἐκεῖνο πέλαγος, πο-
ρείαν
εὐεπίβατον τοῖς εὐσεβέσι παρέχεται.
vii.
Τούτου οὖν οὕτως γινομένου, πάντες τῶν ἐν
ἡμῖν
φιλευσεβῶν ἐγχωρίων καὶ πολιτῶν τῆς Χερσῶ-
νος,
τοῦτο ἀκηκοότες, πρὸς τὴν τοῦ θαύματος θέαν
ἠπείγοντο.
Μεθ᾽ ὧν καί τις ἀνὴρ εὐσεβὴς σὺν εὐσεβεῖ
γυναικὶ
καὶ τέκνῳ ἄῤῥενι τὴν ἐπὶ τὸν ἁγίου ἱερο-
μάρτυρος
ναὸν διήνυον ὁδὸν προθυμότατα. Καὶ δὴ
τὸν
τόπον καταλαβόντες, καὶ τὸ θαῦμα εἰσέτι τελού-
μενον
θεασάμενοι, τῇ χειρὶ τὸν παῖδα λαβόμενοι, εἰς
τὸν
ἐν τῷ βυθῷ θεόδμητον ἐκεῖνον ναὸν εἰσῄεσαν·
καὶ
τῇ σορῷ παραστάντες, ἱκετικῶς τὸν ἅγιον ἐλι-
τάνευον,
ἁμαρτημάτων συγχώρησιν δι᾽ αὐτοῦ λαβεῖν
ἐξαιτούμενοι,
καὶ τῷ παιδὶ δοθῆναι δεόμενοι ζωὴν
μακρὰν
καὶ ἀπήμονα, βίου τε εὐμάρειαν, καὶ οἷα εἰκὸς
γονεῖς
ἐπὶ τέκνῳ αἰτεῖσθαι μονογενεῖ.
viii.
Ὡς οὖν τὴν εὐχὴν τετελέκασι, καὶ τὸ τοῦ
ἁγίου
κατησπάσαντο λείψανον, εἰς τοὐπίσω πάλιν
ἐξῄεσαν.
Ὧν ἐξελθόντων, τὸ ὕδωρ πάλιν εἰς τὴν ἰδίαν
χώραν
ἐπέδραμεν. Οἱ δὲ μεταστραφέντες, καὶ πέλα-
γος
τὴν πρὶν θεασάμενοι τρίβον, τῇδε κἀκεῖσε περι-
σκοποῦντες,
τὴν τοῦ τέκνου ζήτησιν ἐπεχείριζον· τὸ
δὲ
ἧν ἐν τῇ τοῦ ἁγίου λάρνακι καταλειφθέν· καὶ τοῦτο
οὐ
τῇ τῶν γονέων λήθῃ, ἀλλὰ τῇ τοῦ Θεοῦ εὐδοκίᾳ
ἐγεγόνει,
ἵνα καὶ ἐνταῦθα μειζόνως θαυμαστώσῃ τὸν
μάρτυρα.
ix.
Ὡς δ᾽ οὖν οἱ γονεῖς τὸ τέκνον οὐχ ηὕρισκον,
καὶ
ὄτι ἐν τῷ βυθῷ τούτοις ἐπελήσθη ὁ παῖς ἐνενόη-
σαν,
τί δεῖ καὶ λέγειν, τούς τε τοῦ πατρὸς θρήνους,
καὶ
τὰς τῆς μητρὸς οἰμωγάς; Πᾶσαν γὰρ τὴν λαμ-
πρὰν
ἐκείνην ἑορτὴν εἰς θρῆνον μετεποίησαν. Τί γὰρ
οὐκ
ἔλεγον; τί δὲ οὐκ ἔπραττον; τῶν ὅσα εἰκὸς ἦν
καὶ
λίθον αὐτὸν κινῆσαι πρὸς δάκρυον. Ἡ γὰρ τε-
κοῦσα,
τοὺς ὀφθαλμοὺς τῷ πελάγει ἐντείνασα, καὶ
τὰς
χεῖρας πρὸς ὕψος διάρασα, τοιάσδε τῷ ἁγίῳ ἠφίει
φωνάς·
Αὗταί σου, ἅγιε, αἱ ἀμοιβαί; τοιαῦταί σου
τῶν
πόθῳ πρὸς σὲ προστρεχόντων αἱ ἀνταμείψεις;
Οὕτω
τὸν κόπον ἀντιμετρήσας ὃν ἀφ᾽ ἧς παρεγενό-
μην
ὑπέμεινα, τὴν ἀντιμισθίαν μοι δέδωκας; Ποῦ
μου
ὁ παῖς; Ποῖον τοῦ ἐμοῦ τέκνου τὰ σπλάγχνα
θηρίον
θαλάττης ἐσπάραξεν; Ποῖον δὲ ῥόθιον κῦμα
κατεπαναστὰν,
ὡς τάφος, ζῶντα τοῦτο ἐκάλυψεν;
Τίνα
τοῖς ὀφθαλμοῖς ἄρτι θεάσομαι; Ὑπὲρ δὲ τίνος
προσεύξομαι;
Τίς δέ μου τοῦ γήρως καὶ βακτηρία
γενήσεται;
Ἵνα τί με, ὦ ἅγιε, μὴ τῷ τοῦ τέκνου θα-
νάτῳ
κοινωνῆσαι πεποίηκας, ὡς ἃν ὥσπερ πρὸς σὲ
τοῦτο
τῇ χειρὶ κατέχουσα παραγέγονα, οὑτωσὶ κἂν
τῷ
ᾄδῃ ἀγκαληφοροῦσα τούτῳ ἡ δύστηνος καταβέ-
βηκα.
Ὦ θάλασσα καὶ βυθὲ, ποίῳ σου κόλπῳ τὸν ἐμὸν
καθέξεις
υἱόν; Πῶς δὲ καὶ θρέψεις αὐτόν; οἴμοι
τέκνον
ἐλεεινὸν, τέκνον πρὸ ὥρας ἀναρπασθέν· τέκνον,
πῶς
ἔδυς τῶν ἐμῶν ὀφθαλμῶν, ποίοις ποσὶν ὑπο-
στρέφω;
Τίνα δὲ ὡς ἄρνα ἐπισκιρτῶντα θεάσο-
μαι;
x.
Ὁ δέ γε πατὴρ τοιαῦτα πάλιν, τῷ χειρὶ τὴν
ὄψιν
παίων, ὠδύρετο· Ἵνα τί, ὦ ἅγιε, ἐξαίφνης
ἄπαιδά
με κατέστησας; Ἵνα τί οὔτως οἰκτίστῳ θα-
νάτῳ
τὸ ἐμὸν τέκνον θανεῖν παρεχώρησας; Ἵνα τί τὰ
ἐναντία
ὧν ἤλπισα μοὶ συνήντησεν; ἐπὶ τοιαύταις
πρὸς
σὲ παραγεγόναμεν; Τοιαῦται τῶν πόθῳ προσ-
ερχομένων
τοῖς μάρτυσιν αἱ δωρεαί; Ὄντως οὐ σὺ,
ἀλλ᾽
αἱ τῶν ἐμῶν ἁμαρτημάτων θύελλαι τὸν παῖδα
τῇ
θαλάσσῃ παραδεδώκασιν. Ὦ τέκνον ἐμὸν, τίς σου
τοὺς
ὀφθαλμοὺς θανόντα καλύψει; Τίς δὲ ἐντα-
φιάσει;
Ποῖα δὲ σορὸς τὸ περικαλλὲς καὶ τερπνότα-
τον
κατακρύψει σου σκήνωμα; Ἢ πάντως ἐκάλυψε
μέν
σου τοὺς ὀφθαλμοὺς θάλασσα· ἐνεταφίασε δὲ
βυθός·
καὶ γαστὴρ ἰχθύων σορός σοι ἐγένετο.
xi.
Οὔτω δ᾽ οὖν κοπτομένων τῶν τεκόντων τὸν θρῆ-
νον,
τῶν ἐκεῖσε συνελθόντων τινὲς, μόλις ποτὲ τοῦ
θρήνου
ἀνεῖναι τούτους πεπείκασι. Καὶ δὴ τῆς οἰμω-
γῆς
κἂν πρὸς ὀλίγον παυσάμενοι, οἴκαδε ᾤχοντο. Τοῦ
οὖν
χρόνου προοδεύσαντος, καὶ τῶν τῆς τοῦ ἁγίου
μνήμης
ἡμερῶν καταλαβουσῶν, τοιάδε πρὸς ἀλλήλους
ἔλεγον,
εἰς ἀνάμνησιν τοῦ ἰδίου τέκνου γενόμενοι·
Δεῦρο
δὴ καὶ πορευθῶμεν πρὸς τὸν ἅγιον, ὡς ἂν εἴ
πού
τι λείψανον, ὅπερ ἀδύνατον, ὑπελείφθη τοῦ τέκνου
ἡμῶν
λαβώμεθα, καὶ τὸν ἅγιον δικασώμεθα, εἴ πως
καὶ
θανοῦμεν ἐκεῖσε, τῷ θανάτῳ τοῦ παιδὸς κοινω-
νήσαντες.
Ταῦτ᾽ οὖν εἰπόντες, οὔπω τέλος τοῖς λεγο-
μένοις
τεθείκασι, καὶ τὴν πορείαν ἀπήρξαντο. Καὶ
δὴ
παραγεγονότες, καὶ τὸν τόπον καταλαβόντες, καὶ
τῆς
θαλάσσης ὑποχωρησάσης, τιμῶντος τοῦ Θεοῦ
κἀνταῦθα
τὸν μάρτυρα, τῷ τοῦ τέκνου πόθῳ δακνό-
μενοι,
πρῶτοι τῷ βυθῷ εἰσεπήδησαν· ἐφεπόμενόν τε
τούτοις
τὸ πλῆθος ἐπήρχετο.
xii.
Καὶ δὴ τὸν πάνσεπτον ναὸν καταλαβόντες τοῦ
μάρτυρος,
ὦ τοῦ θαύματος! ὁρῶσι τὸ ἴδιον τέκνον
ζῶν
καὶ φαιδρὸν καὶ ἁλλόμενον. Ὡς δὲ ἐν θαύμασι
θαῦμα
περιτυχόντες, ἐκπλαγέντες τε τῷ ἐξαισίῳ με-
γαλουργήματι,
πρῶτα μὲν τὸ θεῖον ἐγέραιρον· ἔπειτα
δὲ
τὸν μάρτυρα εὐχαριστηρίοις φωναῖς ἐπευφήμιζον·
εἶτα
τῷ νέῳ ἐπύθοντο, πῶς σέσωσται, τίνος ζωογο-
νοῦντος,
τίνος φυλάσσοντος, καὶ τίνος τρέφοντος. Ὁ
δέ
γε παῖς, τῇ μὲν μιᾷ χειρὶ κατέχων τὴν λάρνακα,
τῇ
δὲ ἑτέρᾳ δακτυλοδεικτῶν τὸν ἔνδοθεν κείμενον,
τοῖς
ἐρωτῶσιν ἀνταπεκρίνετο· Οὗτός μου μετὰ Θεὸν
καὶ
ζωὴ καὶ τροφὴ, καὶ τῶν ἐν τῇ θαλάσσῃ θηρίων
ἀμυντήριον
ἐγεγόνει· οὗτός με καθ᾽ ἑκάστην ἐτιθη-
νεῖτο
λαμπρότατα.
xiii.
Οἱ δ᾽ οὖν τεκόντες, θάμβει καὶ χαρᾷ συσχε-
θέντες,
τῇ τε πίστει πλέον βεβαιωθέντες τοῦ μάρτυ-
ρος,
δι᾽ οὗ τὸν νεκρὸν νομισθέντα υἱὸν ζῶντα ἀπείλη-
φαν,
τοὺς προτέρους θρήνους εἰς εὐχαριστίαν ἐτρέ-
ψαντο,
τοιάδε τῷ ἁγίῳ ἐπιβοώμενοι· Ὡς ἀληθῶς ἄρα
θαυμαστὸς
ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θέλημα
τῶν
φοβουμένων αὐτὸν ποιῶν, καὶ τῆς δεήσεως
αὐτῶν
εἰσακούων. Ἔσωσας ἡμῶν, Ἅγιε, τὸν υἱὸν,
ἀπέδωκας
ἡμῖν τὸν οὐκ ἐλπιζόμενον. Ὦ οὐρανὲ καὶ
γῆ,
καὶ σὺ βυθὲ, ὁ πρὶν ὑφ᾽ ἡμῶν ἐπαρώμενος, ἔκστηθι
τῷ
ὑπὲρ φύσιν τούτῳ μεγαλουργήματι. Ἵλεως δὲ καὶ
αὐτὸς
γενοῦ, ἅγιε, ὧν πρὸς σὲ τῇ θλίψει τρυχόμε-
νοι
ἐπράξαμέν τε καὶ εἴπομεν· μὴ ἀνταποδώσεις ἡμῖν
τὴν
τῶν βλασφημιῶν ἀνταπόδοσιν. Τὸν υἱὸν ἀπελά-
βομεν,
τὸν νεκρὸν διὰ σοῦ νῦν ἀναστάντα ἐδεξάμεθα,
τὴν
τοῦ γήρως βακτηρίαν σῇ βοηθείᾳ πάλιν ἔχομεν.
Τί
τὰ πολλὰ λέγομεν; τὸν οὐ τριήμερον ἀλλ᾽ ἐνιαύ-
σιον
νεκρὸν, καὶ οὐ λίθῳ ἀλλ᾽ ὕδατι καλυπτόμενον,
καὶ
οὐχ ὑπὸ σκωλήκων, ἃ τῆς τοῦ σώματός ἐστι φύ-
σεως
ἴδια, δαπανηθέντα, ἀλλὰ τὸν ὑπὸ ἰχθύων ὡς
ἐνομίσαμεν
καταβρωθέντα, σῶον διὰ σοῦ ἀπελάβο-
μεν.
Εὖγε τῆς χάριτος, εὖγε τῆς δόξης, εὖγε τῆς δυ-
νάμεως
καὶ τῆς εὐεργεσίας σου, ἅγιε. Οὕτω τοίνυν
τὸν
ἅγιον μετὰ δακρύων ἐπευφημήσαντες, τὸν παῖδα
ἀράμενοι,
οἴκαδε παρεγένοντο, πᾶσι τὸ θαῦμα ἐκδιη-
γούμενοι.
xiv.
Τί οὖν πρὸς ταῦτα καὶ παρισώσαιμεν; τὸν
Ἠλίαν
φασί ποτε τὸν νεκρὸν ζῶντα υἱὸν τῇ ἰδίᾳ ἀπο-
δοῦναι
μητρί· ὃ μέγα τε ὑπάρχει καὶ ὑπερθαύμα-
στον.
Ἀλλὰ καὶ τῷ Ἑλισσαίου ποτὲ, ὡς ἱστοροῦσι,
μνήματι,
ὑπό τινων ἀνδροφόνων φονευθέντα τινὰ, καὶ
ἐν
αὐτῷ ῥιφέντα, εὐθὺς ἀνεγερθῆναί τε καὶ ζῆσαι·
ὃ
μεῖζον τοῦ προτέρου καὶ ἐξαισιώτερον. Καὶ Πέτρος
δὲ
ἐν τοῖς καθ᾽ ἡμᾶς, ἡ τῶν ἀποστόλων κορωνὶς,
τὴν
πτωχοτρόφον ἑκείνην χήραν Ταβιθὰν θανοῦσαν
αὔθωρον
προσευχῇ ἐξανέστησεν. Ταῦτα μὲν οὖν θαυ-
μαστὰ
καὶ ὑπέρλαμπρα· τὸ δὲ παρὸν θαῦμα, ὅσον
τούτων
ὑπερανέστηκεν!
xv.
Καὶ ὅρα μοι προσέχων τὸ ὑπέροχον τοῦ θαύ-
ματος.
Ὁ μὲν Ἠλίας, ὡς προέφημεν, ἄρτι θανόντα
τὸν
παῖδα καὶ οὔπω καταψυχέντα, ἀλλ᾽ εἰσέτι τὸ θερ-
μὸν
τῆς φύσεως διασώζοντα, ἐξανέστησεν. Ἡ δὲ τοῦ
Ἑλισσαίου
δύναμις δυοῖν εἴνεκα αἰτιῶν τὸ θαῦμα
τετέλεκεν·
ἑνὶ μὲν, ἀγνοούμενον προφήτην δεικνύουσα,
ἑτέρῳ
δὲ, μὴ συγχωροῦσα φόνον καὶ μετὰ θάνατον.
Ὁ
δέ γε Πέτρος τῇ ἰδίᾳ δυνάμει, καὶ τὴν τῶν εὐεργε-
τουμένων
παρὰ τῆς χήρας εὐχὴν συνεργὸν λαβόμε-
νος,
ἄρτι καὶ αὐτὸς ταύτην θανοῦσαν ἐξανεστήσατο.
Ὁ
δέ γε ἱερομάρτυς Κλήμης, ὦ τοῦ θαύματος! οὐκ
ἀρτιθανῆ,
ἀλλ᾽ ἐνιαυσιαῖον, ἢ μᾶλλον εἰπεῖν καθ᾽
ἑκάστην
στιγμὴν καὶ ταύτης τῷ λεπτοτάτῳ ἀπο-
θνήσκοντα
παῖδα διέσωζεν. Καὶ ἴστε πάντες οἱ πεπει-
ραμένοι
τοῦ πράγματος, πόσον εἰκὸς ἦν παῖδα ἐν οὕτω
ἀπλέτῳ
βυθῷ διασώζεσθαι χρόνον.
xvi.
Ἀλλά μοι ἀκριβῶς σκοποῦντι, οὐχ ἔνα νεκρὸν,
ἀλλ᾽
ὅσην ὥραν ἵσμεν ἐν ὕδατι παῖδα πνίγεσθαι, τὸν
χρόνον
ἀναποδίζοντες, καὶ ταύτας ἀναμετροῦντες,
τοσούτους
νεκροὺς ἀνεστᾶναι τὸν ἅγιον ἐφευρήσομεν.
Καὶ
τὸ δὴ θαυμαστότερον, ὅτι οὐ τῆς τῶν ὑδάτων
μόνον
πνιγμονῆς, ἀλλὰ καὶ τῆς θηρίων βλάβης τὸν
παῖδα
διέσωζεν. Ὢ χάριτος, ὢ δυνάμεως ἀμφότερα
δεικνυμένης,
καὶ τῷ ὕδατι πέδησις, καὶ τῶν θη-
ρίων
ἀμυντήριον. Πρὸς ταῦτα τί φατε; Οὐχ ὑπέρ-
κειται
τὸ θαῦμα τῶν ἄλλων; Εἰ μή τις ἡμᾶς κακῶς
καταμέμψοιτο,
ὡς προφητικῶν τοῦτο θαυμάτων ὑπ-
εξαίροντας.
Οὐδεὶς ἡμῶν μῶμος τούτου χάριν καθ-
άψεται.
Καὶ οἴδατε γὰρ σαφῶς τὸν ἱερομάρτυρα,
καὶ
ὁσίων, καὶ μαρτύρων, καὶ ἀποστόλων, καὶ προ-
φητῶν,
καὶ ἀγγέλων αὐτῶν, ὁμόδοξον ὑπάρχειν αὐτὸν
καὶ
σύσκηνον.
xvii.
Ἀλλ᾽, ὧ μαρτύρων ἀγλάϊσμα, ὁσίων τι ἐγκαλ-
λώπισμα,
ἱεραρχῶν ἀκροθίνιον, ἴδε τοῦτο καὶ τὰ νῦν τὸ
παρὸν
σύνταγμα, τὸ εὐσεβὲς καὶ φιλόθεον, καὶ καθ᾽ ἑκά-
στην
ὑπὸ τῶν τοῦ βίου κλυδωνισμῶν καταποντιζόμενον·
ταῖς
σαῖς λιταῖς ἀβλαβὲς φρούρει τε καὶ περίσωζε·
καὶ
τοὺς ὡσεὶ θῆρας ἀγρίους ἐπιπηδῶντας δαίμονας
καὶ
καταφαγεῖν τὸ τῆς ψυχῆς εὐγενὲς ἐπαπειλοῦντας,
τῷ
τῶν σῶν πρεσβειῶν ἀκοντίῳ ἀποδιώκοις, πανόσιε.
Ἀλλ᾽
οὖν καὶ ὑμεῖς, ὦ πιστότατον ἅθροισμα, δεῦτέ
μοι
παρακαλῶ· δι᾽ ἀγαθῶν ἔργων καὶ θεοφιλῶν ἀξίους
ἑαυτοὺς
τῶν τοῦ ἁγίου χαρίτων καὶ δωρεῶν ἑργασώ-
μεθα.
Καὶ πρῶτα μὲν τὴν πρὸς Θεὸν καὶ ἀλλήλους
ἀγάπην,
εἰλικρινῆ καὶ ἀθόλωτον φυλαξώμεθα· ἔπειτα
πάσης
λοιδορίας, καὶ παντὸς ψεύδους, καὶ πάσης
ἐπιορκίας,
ἑαυτοὺς ἐκκαθάρωμεν.
xviii.
Πρὸ δὲ τούτων καὶ μετὰ ταῦτα, τὴν ἐλεημοσύ-
νην
κατεργασώμεθα, ἣ καὶ μᾶλλον οἶδε τὸν Θεὸν θερα-
πεύειν,
ἵλεών τε ποιεῖν ταῖς ἁμαρτίαις ἡμῶν. Τίς
γὰρ,
ταύτης ἐπιλαθόμενος, βασιλείαν Θεοῦ κληρονο-
μήσειεν;
Μηδεὶς ἡμῶν προβαλέσθω πενίαν, μηδεὶς
χηρείαν,
μήτε παιδοτροφίαν, τὰς ψυχρὰς ταύτας προ-
φάσεις
καὶ ὀλεθρίους. Οὐδεὶς ὑμῶν τῆς χήρας ἐκείνης
πενέστερος,
τῆς μηδὲν ἕτερον εἰ μὴ δράκα κεκτημένης
ἀλεύρου,
καὶ ταῦτα παιδοτροφούσης, καὶ μὴ προτι-
μησάσης
τὴν ἰδίαν ζωὴν, ἢ τῇ τοῦ τέκνου, ὑπὲρ
τὸν
ἔλεον. Μὴ προφασιζώμεθα προφάσεις ἐν ἁμαρ-
τίαις.
Θεὸς οὐ μυκτηρίζεται. Ἐμβλέψωμεν τῷ νῷ
εἰς
τὰ ταμιεῖα ἡμῶν· ἴδωμεν εἰ μηδὲν ἡμῖν τῆς
ἐφημέρου
τροφῆς περισσεύηται. Μὴ μηνῶν κύκλους
ἀναμετρήσωμεν,
καὶ περιόδους ἐνιαυτῶν· ἄλλος ὁ
τούτων
προνοητὴς καὶ μεριμνητὴς, κἂν ἡμεῖς ἀγνοῶ-
μεν.
Ἡμᾶς αὐτοὺς τῶν ἡμετέρων ἐξεταστὰς καταστή-
σωμεν·
καὶ εἰ μὲν μηδὲν ἡμῖν, ὡς προέφημεν, τῆς ἐφη-
μέρου
τροφῆς περισσεύει, οἶδεν ὁ Θεὸς συμπαθεῖν τῇ
ἐνδείᾳ
δεδουλωμένοις· εἰ δὲ μὴ μόνον βρωτῶν καὶ πο-
τῶν
τὰ ταμιεῖα ἡμῶν βρίθοντα θεασώμεθα, ἀλλὰ καὶ
χρυσοῦ
καὶ ἀργύρου, καὶ τῶν ἄλλων ἃ τοῖς φιλοκτή-
μοσιν
ἕπεται, ἄλλων πεινώντων καὶ ῥιγώντων, γνωσώ-
μεθα
ὡς τὸ αἰώνιον καὶ ἀτελεύτητον πῦρ ἑαυτοῖς
θησαυρίζομεν.
Ἵν᾽ οὖν τοῦτο ἐκφύγωμεν, ταῖς τοῦ
Θεοῦ
ἐντολαῖς ὅση δύναμις πορευσώμεθα· ὡς ἂν τῆς
τε
τοῦ ἱερομάρτυρος πρεσβείας κατευμοιρήσωμεν,
καὶ
τῶν ἀποῤῥήτων καὶ αἰωνίων τοῦ Χριστοῦ ἀγαθῶν
ἐπιτύχωμεν·
χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου
ἡμῶν
Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν
καὶ
ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.