Ἡ Ἐκκλησία τελεῖ ἐτήσια μνημόσυνα ὑπὲρ τῶν τέκνων αὐτῆς τῶν μὴ τυχόντων τῶν νενομισμένων, καὶ στερηθέντων τῆς ἐκ τούτων ὠφελείας διὰ τὸ ἀποθανεῖν αὐτὰ εἴτε ἐν ξένῃ γῇ, ἐν θαλάσσῃ, εἴτ᾿ ἐν ἐρήμῳ. Ὧδε ἐκτίθενται οἱ λόγοι οἱ ἐν τῷ Τριωδίῳ, δι᾿ οὓς ἡ Ἐκκλησία τελεῖ τὸ ὑπὲρ τῶν κεκοιμημένων μνημόσυνον τῷ Σαββάτῳ τῷ πρὸ τῆς ἀπόκρεως, ὅπερ καὶ πρῶτον λέγεται, (κοινῶς ψυχοσάββατον).
α´. Περὶ τοῦ πρώτου ψυχοσαββάτου. Ὑπόμνημα περὶ τοῦ πρώτου ἐτησίου μνημοσύνου
«Τῇ αὐτῇ ἡμέρᾳ μνείαν ποιεῖσθαι τῶν ἀπ᾿ αἰῶνος κοιμηθέντων εὐσεβῶς ἐπ᾿ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου οἱ θειότατοι Πατέρες ἐθέσπισαν». «Ἀμνημόνησον πταισμάτων νεκροῖς, Λόγε, τὰ Χρηστὰ νεκρὰ σπλάγχνα σου μὴ δεικνύων». «Ἐπειδὴ τίνες ἄωρον πολλάκις ἐπὶ ξένης ὑπέστησαν θάνατον ἐν θαλάσσῃ τε καὶ ἀβάτοις ὄρεσι, κρημνοῖς τε καὶ χάσμασι, καὶ λοιμοῖς, καὶ λιμοῖς, καὶ πολέμοις καὶ ἐμπρησμοῖς, καὶ κρυμοῖς, καὶ ἄλλους παντοίους θανάτους ὑπομεμενηκότες, ἴσως καὶ πένητες ὄντες καὶ ἄποροι καὶ τῶν νενομισμένων ψαλμωδιῶν καὶ μνημοσύνων οὐκ ἔτυχον, φιλανθρώπως οἱ θεῖοι Πατέρες κινούμενοι κοινῶς τούτων μνείαν ἁπάντων τὴν καθολικὴν Ἐκκλησίαν ποιεῖσθαι ἐθέσπισαν, ἀπὸ τῶν Ἱερῶν Ἀποστόλων διαδεξάμενοι, ἵνα καὶ οἱ τῶν νενομισμένων ἀνὰ μέρος διά τινος συμβάντος μὴ τετυχηκότες, τῇ νῦν κοινῇ μνείᾳ κἀκεῖνοι περιλαμβάνοιντο δεικνύντες ὡς καὶ τὰ ὑπὲρ αὐτῶν γινόμενα μεγάλην αὐτοῖς προξενεῖ τὴν ὠφέλειαν. Καθ᾿ ἕνα μὲν οὖν τρόπον οὕτως ἡ του Θεοῦ Ἐκκλησία μνείαν ἐπιτελεῖ τῶν ψυχῶν, δεύτερον δέ, ἐπειδὴ τὴν δευτέραν τοῦ Χριστοῦ παρουσίαν θεῖναι τῇ ἐπαύριον ἔμελλον, ἀρμοζόντως καὶ τῶν ψυχῶν μνημονεύουσιν. Ὠσανεὶ τὸν φοβερὸν Κριτὴν καὶ ἀπαραλόγιστον ἱλεούμενοι τῇ συνήθει πρὸς αὐτὰς χρήσασθαι συμπαθείᾳ, καὶ τῇ ἐπηγγελμένῃ ταύτας κατατάξαι τρυφῇ. Ἄλλως τε καὶ τὴν τοῦ Ἀδὰμ ἐξορίαν οἱ ἅγιοι μέλλοντες τῇ ἐσομένῃ ἐκθεῖναι Κυριακή, ὥσπερ τινὰ κατάπαυσιν προσεπινοοῦσι, καὶ τέλος πάντων τῶν καθ᾿ ἡμᾶς διὰ τῆς παρούσης νῦν καταπαύσεως, ἵνα ἐκεῖθεν ὡς ἀπ᾿ ἀρχῆς ἄρξωνται, τὸ γὰρ ὕστατον τῶν παρ᾿ ἡμῖν πάντων, ἡ τῶν βεβιωμένων παρὰ τοῦ ἀδεκάστου Κριτοῦ ἔσται ἐξέτασις, καὶ ἵνα τοὺς ἀνθρώπους διὰ τούτων φοβήσαντες, πρὸς τοὺς τῆς νηστείας ἀγῶνας ποιήσωσιν εὐχερεῖς.
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>


















