Κυριακή 13 Ιανουαρίου 2013

Βαρνάβα Επιστολή



1.1 Χαίρετε, υἱοὶ καὶ θυγατέρες, ἐν ὀνόματι κυρίου τοῦ ἀγαπήσαντος ἡμᾶς, ἐν εἰρήνῃ. 1.2 Μεγάλων μὲν ὄντων καὶ πλουσίων τῶν τοῦ θεοῦ δικαιω μάτων εἰς ὑμᾶς, ὑπέρ τι καὶ καθ' ὑπερβολὴν ὑπερευφραίνομαι ἐπὶ τοῖς μακαρίοις καὶ ἐνδόξοις ὑμῶν πνεύμασιν· οὕτως ἔμφυ τον τῆς δωρεᾶς πνευματικῆς  χάριν εἰλήφατε. 1.3a ∆ιὸ καὶ μᾶλ   λον   συγχαίρω   ἐμαυτῷ   ἐλπίζων   σωθῆναι,   ὅτι   ἀληθῶς   βλέπω   ἐν   ὑμῖν ἐκκεχυμένον  ἀπὸ  τοῦ  πλουσίου  τῆς  πηγῆς  κυρίου  πνεῦμα  ἐφ'  ὑμᾶς.  Οὕτως με ἐξέπληξεν ἐπὶ ὑμῶν ἡ ἐμοὶ ἐπιποθήτη ὄψις ὑμῶν. 1.4 Πεπεισμένος οὖν τοῦτο καὶ συνειδὼς ἐμαυτῷ, ὅτι ἐν ὑμῖν λαλήσας πολλὰ ἐπίσταμαι, ὅτι ἐμοὶ συνώδευσεν ἐν ὁδῷ δικαιοσύνης κύριος, καὶ πάντως  εἰς τοῦτο κἀγὼ  ἀναγκάζομαι,  ἀγαπᾶν  ὑμᾶς ὑπὲρ τὴν ψυχήν μου, ὅτι μεγάλη πίστις καὶ ἀγάπη ἐγκατοικεῖ ἐν ὑμῖν ἐπ' ἐλπίδι ζωῆς αὐτοῦ. 1.5 Λογισάμενος οὖν  τοῦτο, ὅτι ἐὰν  μελήσῃ μοι περὶ ὑμῶν  τοῦ μέρος τι μεταδοῦναι  ἀφ' οὗ ἔλαβον,  ὅτι  ἔσται μοι τοιούτοις  πνεύμασιν  ὑπηρετήσαντι  εἰς μισθόν, ἐσπούδασα κατὰ μικρὸν ὑμῖν πέμπειν, ἵνα μετὰ τῆς πίστεως ὑμῶν τελείαν ἔχητε καὶ τὴν γνῶσιν.  1.6 Τρία οὖν δόγματά ἐστιν κυρίου· ζωῆς ἐλπίς, ἀρχὴ καὶ τέλος πίστεως ἡμῶν, καὶ δικαιοσύνη, κρίσεως ἀρχὴ καὶ τέλος, ἀγάπη, εὐφροσύνης καὶ  ἀγαλλιάσεως  ἔργων  ἐν  δικαιοσύνῃ  μαρτυρία.  1.7a Ἐγνώρισεν  γὰρ  ἡμῖν  ὁ δεσπότης διὰ τῶν προφητῶν τὰ παρεληλυθότα καὶ τὰ ἐνεστῶτα, καὶ τῶν μελλόντων δοὺς ἀπαρχὰς ἡμῖν  γεύσεως. Ὧν τὰ καθ' ἕκαστα βλέποντες  ἐνεργούμενα,  καθὼς ἐλάλησεν, ὀφείλομεν πλουσιώτερον καὶ ὑψηλότερον προσάγειν τῷ φόβῳ αὐτοῦ. 1.8

Ἐγὼ δέ, οὐχ ὡς διδάσκαλος ἀλλ' ὡς εἷς ἐξ ὑμῶν, ὑποδείξω ὀλίγα, δι' ὧν ἐν τοῖς παροῦσιν εὐφρανθήσεσθε.

2.1 Ἡμερῶν οὖν οὐσῶν πονηρῶν  καὶ αὐτοῦ τοῦ ἐνερ γοῦντος ἔχοντος τὴν ἐξουσίαν, ὀφείλομεν  ἑαυτοῖς προσέχοντες ἐκζητεῖν τὰ δικαιώματα κυρίου. 2.2 Τῆς οὖν πίστεως ἡμῶν εἰσὶν βοηθοὶ φόβος καὶ ὑπομονή, τὰ δὲ συμμαχοῦντα ἡμῖν μακροθυμία  καὶ  ἐγκράτεια.  2.3 Τούτων  οὖν  μενόντων   τὰ  πρὸς  κύριον  ἁγνῶς, συνευφραίνονται  αὐτοῖς  σοφία, σύνεσις, ἐπιστήμη, γνῶσις. 2.4 Πεφανέρωκεν γὰρ ἡμῖν διὰ πάντων τῶν προφητῶν, ὅτι οὔτε θυσιῶν οὔτε ὁλοκαυτωμάτων οὔτε προσφορῶν χρῄζει, λέγων  ὁτὲ μέν· 2.5 «Τί μοι πλῆθος  τῶν  θυσιῶν  ὑμῶν; λέγει κύριος. Πλήρης εἰμὶ ὁλοκαυτωμάτων  κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι, οὐδ' ἂν ἔρχησθε ὀφθῆναί μοι. Τίς γὰρ ἐξεζήτησεν ταῦτα ἐκ τῶν χειρῶν  ὑμῶν;  Πατεῖν  μου  τὴν  αὐλὴν  οὐ  προσθήσεσθε. Ἐὰν  φέρητε  σεμίδαλιν, μάταιον· θυμίαμα βδέλυγμά  μοί ἐστιν· τὰς νεομηνίας  ὑμῶν  καὶ τὰ σάββατα οὐκ ἀνέχομαι. » 2.6 Ταῦτα οὖν κατήργησεν, ἵνα ὁ καινὸς νόμος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἄνευ ζυγοῦ ἀνάγκης  ὤν, μὴ ἀνθρωπο  ποίητον  ἔχῃ τὴν  προσφοράν. 2.7

Λέγει δὲ πάλιν πρὸς αὐτούς· «Μὴ ἐγὼ ἐνετειλάμην  τοῖς πατράσιν ὑμῶν ἐκπορευομένοις ἐκ γῆς Αἰγύπτου, προσενέγκαι μοι ὁλοκαυτώματα  καὶ θυσίας, 2.8 ἀλλ' ἢ τοῦτο ἐνετειλάμην  αὐτοῖς· ἕκαστος ὑμῶν  κατὰ τοῦ πλησίον ἐν τῇ καρδίᾳ αὐτοῦ κακίαν μὴ μνησικακείτω, καὶ ὅρκον ψευδῆ μὴ ἀγαπάτω. » 2.9 Αἰσθάνεσθαι οὖν ὀφείλομεν, μὴ ὄντες ἀσύνετοι, τὴν γνώμην τῆς ἀγαθωσύνης τοῦ πατρὸς ἡμῶν, ὅτι ἡμῖν λέγει, θέλων ἡμᾶς μὴ ὁμοίως πλανωμένους  ἐκείνοις ζητεῖν πῶς προσάγω μεν αὐτῷ. 2.10a Ἡμῖν οὖν οὕτως λέγει· «Θυσία τῷ θεῷ καρδία συντετριμμένη, ὀσμὴ εὐωδίας  τῷ κυρίῳ καρδία δοξάζουσα τὸν  πεπλακότα  αὐτήν. » Ἀκριβεύεσθαι οὖν
ὀφείλομεν,  ἀδελφοί,  περὶ  τῆς  σωτηρίας  ἡμῶν,  ἵνα  μὴ  ὁ  πονηρὸς  παρείσδυ σιν πλάνης ποιήσας ἐν ἡμῖν ἐκσφενδονήσῃ ἡμᾶς ἀπὸ τῆς ζωῆς ἡμῶν.

3.1 Λέγει οὖν πάλιν περὶ τούτων πρὸς αὐτούς· «Ἱνατί μοι νηστεύετε, λέγει κύριος,  ὡς  σήμερον  ἀκουσθῆναι  ἐν  κραυγῇ  τὴν  φωνὴν  ὑμῶν;  Οὐ ταύτην  τὴν νηστείαν ἐξελεξάμην, λέγει κύριος, οὐκ ἄνθρωπον ταπεινοῦντα  τὴν ψυχὴν αὐτοῦ.
3.2 Οὐδ'  ἂν  κάμψητε  ὡς  κρίκον  τὸν  τράχηλον  ὑμῶν  καὶ  σάκκον  καὶ  σποδὸν ἐνδύσησθε, οὐδ' οὕτως καλέσετε νηστείαν δεκτήν. » 3.3 Πρὸς ἡμᾶς δὲ λέγει· «Ἰδοὺ αὕτη ἡ νηστεία ἣν ἐγὼ ἐξελεξάμην, λέγει  κύριος· λύε πάντα  σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων,  ἀπόστελλε τεθραυσ μένους ἐν ἀφέσει, καὶ  πᾶσαν  ἄδικον  συγγραφὴν  διάσπα. ∆ιάθρυπτε  πεινῶσιν  τὸν  ἄρτον  σου, καὶ γυμνὸν ἐὰν ἴδῃς περί βαλε· ἀστέγους εἴσαγε εἰς τὸν οἶκόν σου, καὶ ἐὰν ἴδῃς ταπεινόν, οὐχ ὑπερόψῃ αὐτόν, οὐδὲ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου. 3.4 Τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχέως ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπρο σθέν σου ἡ δικαιοσύνη, καὶ ἡ δόξα τοῦ θεοῦ περιστελεῖ σε. 3.5 Τότε βοήσεις, καὶ ὁ θεὸς ἐπακούσεταί σου–ἔτι λαλοῦντός σου ἐρεῖ·» Ἰδοὺ πάρειμι –«ἐὰν ἀφέλῃς ἀπὸ σοῦ σύνδεσμον καὶ χειροτονίαν καὶ ῥῆμα γογγυσμοῦ, καὶ δῷς πεινῶντι τὸν ἄρτον σου ἐκ ψυχῆς  σου, καὶ ψυχὴν  τεταπεινωμένην ἐλεήσῃς.» 3.6 Εἰς τοῦτο οὖν, ἀδελφοί,  ὁ μακρόθυμος προβλέψας,  ὡς  ἐν  ἀκεραιοσύνῃ πιστεύσει ὁ λαὸς  ὃν  ἡτοίμασεν  τῷ ἠγαπημένῳ αὐτοῦ, προεφανέρωσεν ἡμῖν περὶ πάντων, ἵνα μὴ προσρησσώ μεθα ὡς προσήλυτοι τῷ ἐκείνων νόμῳ.

4.1a ∆εῖ οὖν ἡμᾶς περὶ τῶν  ἐνεστώτων  ἐπιπολὺ  ἐρευνῶν  τας ἐκζητεῖν  τὰ δυνάμενα ἡμᾶς σώζειν. Φύγωμεν οὖν τελείως ἀπὸ πάντων τῶν ἔργων τῆς ἀνομίας, μήποτε κατα λάβῃ ἡμᾶς τὰ ἔργα τῆς ἀνομίας· καὶ μισήσωμεν τὴν πλάνην  τοῦ νῦν καιροῦ, ἵνα εἰς τὸν μέλλοντα ἀγαπηθῶμεν. 4.2 Μὴ δῶμεν τῇ ἑαυτῶν ψυχῇ ἄνεσιν, ὥστε  ἔχειν  αὐτὴν  ἐξουσίαν  μετὰ  πονηρῶν  καὶ  ἁμαρτωλῶν  συντρέχειν,  μήποτε ὁμοιω θῶμεν  αὐτοῖς. 4.3a Τὸ τέλειον  σκάνδαλον  ἤγγικεν,  περὶ οὗ γέγραπται, ὡς Ἐνὼχ λέγει. Εἰς τοῦτο γὰρ ὁ δεσπότης συντέτμηκεν τοὺς καιροὺς καὶ τὰς ἡμέρας, ἵνα ταχύνῃ  ὁ ἠγαπημένος αὐτοῦ, καὶ ἐπὶ τὴν κληρονομίαν  ἥξει. 4.4 Λέγει δὲ οὕτως ὁ
προφή της· «Βασιλεῖαι δέκα ἐπὶ τῆς γῆς βασιλεύσουσιν, καὶ ἐξαναστήσεται ὄπισθεν μικρὸς βασιλεύς, ὃς ταπεινώσει τρεῖς ὑφ' ἓν τῶν βασιλειῶν.» 4.5a Ὁμοίως περὶ τοῦ αὐτοῦ λέγει  ∆ανιήλ· «Καὶ εἶδον τὸ τέταρτον  θηρίον τὸ πονηρὸν  καὶ ἰσχυρὸν καὶ χαλεπώτερον  παρὰ πάντα τὰ θηρία τῆς θαλάσσης, καὶ ὡς ἐξ αὐτοῦ ἀνέτειλεν  δέκα κέρατα, καὶ ἐξ αὐτῶν μικρὸν κέρας παραφυάδιον, καὶ ὡς ἐταπείνωσεν ὑφ' ἓν τρία τῶν μεγάλων κεράτων.» Συνιέναι οὖν ὀφείλετε. 4.6 Ἔτι δὲ καὶ τοῦτο ἐρωτῶ ὑμᾶς ὡς εἷς ἐξ ὑμῶν ὤν, ἰδίως δὲ καὶ πάντας ἀγαπῶν ὑπὲρ τὴν ψυχήν μου, προσέχειν ἑαυτοῖς καὶ μὴ ὁμοιοῦσθαί τισιν ἐπισωρεύοντας ταῖς ἁμαρτίαις ὑμῶν λέγοντας ὅτι ἡ διαθήκη
ἡμῶν  ἡμῖν μένει. 4.7a Ἡμῶν μέν· ἀλλ' ἐκεῖνοι οὕτως εἰς τέλος ἀπώλεσαν αὐτὴν λαβόντος  ἤδη  τοῦ  Μωϋσέως. Λέγει γὰρ ἡ γραφή·  «Καὶ ἦν  Μωϋσῆς ἐν  τῷ  ὄρει νηστεύων ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα καὶ ἔλαβεν τὴν διαθήκην ἀπὸ τοῦ κυρίου, πλάκας λιθίνας γεγραμμένας τῷ δακτύλῳ τῆς χειρὸς τοῦ κυρίου.»

Ἀλλὰ ἐπιστραφέντες ἐπὶ τὰ εἴδωλα ἀπώλεσαν αὐτήν. 4.8a Λέγει γὰρ οὕτως κύριος· «Μωϋσῆ Μωϋσῆ, κατάβηθι τὸ τάχος, ὅτι ἠνόμησεν ὁ λαός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου.» Καὶ συνῆκεν Μωϋσῆς καὶ ἔριψεν τὰς δύο πλάκας ἐκ τῶν χειρῶν αὐτοῦ, καὶ συνετρίβη αὐτῶν ἡ διαθήκη, ἵνα ἡ τοῦ ἠγαπημένου Ἰησοῦ ἐνκατασφραγισθῇ εἰς τὴν καρδίαν ἡμῶν ἐν ἐλπίδι τῆς πίστεως αὐτοῦ. 4.9a Πολλὰ δὲ θέλων γράφειν, οὐχ ὡς διδάσκαλος ἀλλ' ὡς πρέπει ἀγαπῶντι,  ἀφ' ὧν  ἔχομεν  μὴ ἐλλείπειν,  γράφειν ἐσπούδασα–περίψημα ὑμῶν. ∆ιὸ προσέχωμεν ἐν ταῖς ἐσχάταις ἡμέραις· οὐδὲν γὰρ ὠφελήσει  ἡμᾶς ὁ πᾶς χρόνος τῆς ζωῆς ἡμῶν καὶ τῆς πίστεως, ἐὰν μὴ νῦν  ἐν τῷ
ἀνόμῳ καιρῷ καὶ τοῖς μέλλουσιν σκανδάλοις, ὡς πρέπει υἱοῖς θεοῦ, ἀντιστῶμεν.

4.10a Ἵνα  οὖν  μὴ  σχῇ παρείσδυσιν  ὁ μέλας,  φύγωμεν  ἀπὸ  πάσης ματαιότητος, μισήσωμεν  τελείως  τὰ  ἔργα  τῆς  πονηρᾶς  ὁδοῦ.  Μὴ  καθ'  ἑαυτοὺς  ἐνδύνοντες μονάζετε ὡς ἤδη δεδικαιωμένοι, ἀλλ' ἐπὶ τὸ αὐτὸ συνερχόμενοι συνζητεῖτε περὶ τοῦ κοινῇ συμφέ ροντος. 4.11a Λέγει γὰρ ἡ γραφή· «Οὐαὶ οἱ συνετοὶ παρ' ἑαυτοῖς καὶ ἐνώπιον  αὐτῶν  ἐπιστήμονες.» Γενώμεθα πνευματικοί,  γενώμεθα  ναὸς τέλειος τῷ θεῷ.  Ἐφ'  ὅσον ἐστὶν  ἐφ'  ἡμῖν,  μελετῶμεν  τὸν  φόβον  τοῦ  θεοῦ  καὶ  φυλάσσειν ἀγωνιζώμεθα τὰς ἐντολὰς αὐτοῦ, ἵνα ἐν τοῖς δι καιώμασιν αὐτοῦ εὐφρανθῶμεν. 4.12

ΑΝΤΙΑΙΡΕΤΙΚΑ



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |