Τετάρτη 16 Ιανουαρίου 2013

Επιστολή πρός Μοναχούς



Ὁ τῶν ἁπάντων δεσπότης, ὁ φιλάνθρωπος  θεὸς ἀγαθὰς ἀφορμὰς τῷ τῶν ἀνθρώπων γένει χαρίζεται πάντοτε πρὸς τὴν τῶν μελλόντων  ἐπίγνωσιν, καὶ τὴν ἐπὶ τὰ κρείττω   προκοπὴν   ἕκαστον   λαμβάνειν    βουλόμενος,   οἷς   νεύματι   χρηστότητος ὑποτίθεται, εἰς ἀγαθὸν ἕλκων ἀεὶ τὸν κατ' εἰκόνα αὐτοῦ γεγενημένον  ἄνθρωπον· τῆς γὰρ ψυχῆς κατὰ φύσιν τὴν ἐπὶ τὰ καλὰ ῥοπὴν ἐχούσης καὶ τῶν κρειττόνων  ἐπιθυμεῖν σπευδούσης τὸ τῆς κακίας ἀριστερὸν μέρος πανουργίᾳ δεινῇ ταῖς ἁπλουστέραις ψυχαῖς φαντασίαν καλῶν πάντοτε προβάλλεται εἰς ἐπισκότωσιν τῶν ὄντως καλῶν. διὸ ἡ τῆς χάριτος τοῦ θεοῦ ἀνεκδιήγητος ἀγάπη γνῶσιν ἀληθείας διὰ τῶν θεοπνεύστων γραφῶν διδάσκει ἡμᾶς κατὰ τὸν λέγοντα· Χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με, ἵνα οὕτως ἰσχύσωμεν τὴν πάντων  τῶν κακῶν αἰτίαν ἄγνοιαν ἀπώσασθαι καὶ τὴν ἐν ἡμῖν οὖσαν σαρκικὴν καὶ ἄλογον φρόνησιν δολερῶς ἐπαγγελίᾳ γνώσεως κρατυνομένην  τῷ φωτὶ  τῆς  ἀληθοῦς  γνώσεως  ὁδηγούμενοι  παντελῶς  ἐξελάσαι δυνηθῶμεν, σωτηρίας αἰτίαν   τὴν  γνῶσιν   τῆς  ἀληθείας   μεμαθηκότες  εἶναι.  Ἐπεὶ  τοίνυν καὶ  ὑμεῖς,  ὦ ποθεινότατοι καὶ ἀγαπητοὶ ἀδελφοί, πολλάκις παρ' ἡμῶν ᾐτήσατε λόγον ἐκθέσθαι,  ὁποῖον χρὴ τρόπον ἔχειν τὸν ἀναχωρήσαντα τῶν σαρκικῶν ἡδονῶν καὶ τῆς πολιτείας τοῦ αἰῶνος τούτου ....
ἐπὶ τὸ αὐτὸ δὲ κατὰ τὸν ἐν ταῖς πράξεσιν ἀποστολικὸν χαρακτῆρα συνεληλυθότας ἱερὸν συγκρότημα καὶ στῖφος ἀδελφότητος γεγενημένον συνεῖναι εὐσεβῶς ἀλλήλοις  διὰ παντὸς  ἑλομένους, ὅπως τε ἀλλήλων  συνδιατριβὴν  ποιεῖσθαι δέοι, ποίαν δὲ ἔχειν χρὴ τὴν τῶν ἠθῶν κατάστασιν, τίς δὲ ὁ σκοπὸς τῆς ἄκρας ἀρετῆς ὁδοῦ καὶ τί τὸ θέλημα τοῦ θεοῦ τὸ ἀγαθὸν  καὶ εὐάρεστον καὶ τέλειον,  ὁποῖός τε ὁ δρόμος  καὶ  ἀγὼν  τῶν  εἰς  τὸ  τέλειον  ἐπιθυμούντων   φθάσαι  καὶ  εἰς  μέτρον  τῆς πνευματικῆς ἡλικίας καταντῆσαι σπευδόντων· καὶ ἵνα μὴ εἰς μακρὸν παρατείνωμεν τὸν λόγον, ταῦτα καὶ τὰ τούτοις ἀκόλουθα ᾐτήσατε παρ' ἡμῶν διὰ γράμματος ὑμῖν χαραχθῆναι  εἰς ὑπόμνησιν  συνεχῆ ψυχωφελοῦς  μελέτης, πεπεισμένοι δηλονότι  περὶ τοῦ εὐσεβοῦς τῆς ὀρθοδόξου πίστεως δόγματος, μίαν εἶναι θεότητα τῆς προσκυνητῆς καὶ  μακαρίας  τριάδος,  μίαν  οὐσίαν,  ἓν  θέλημα,  μίαν  δόξαν,  μίαν
  προσκύνησιν προσφέρειν ταῖς τρισὶ τῆς μιᾶς θεότητος ὑποστάσεσι, καθὼς καὶ ἐν τῷ ἁγίῳ μυστηρίῳ τοῦ βαπτίσματος εὐσεβῶς τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων ὡμολογήσαμεν. διὰ τοῦτο καὶ ἡμεῖς τὴν πολλὴν ὑμῶν ἐπὶ τὸ ἀγαθὸν ὁρμὴν θεασάμενοι καὶ τὴν ἐπὶ τὸ ἄκρον τῆς ἀρετῆς ἐπιθυμίαν ἰδόντες δι' ὀλίγων ὑπόμνησιν ποιῆσαι οὐκ ὠκνήσαμεν,   ἐξ  αὐτῶν   τῶν   θεοπνεύστων   γραφῶν   τὰς  ἀφορμὰς  τῶν   νοημάτων λαβόντες·  ἅμα  δὲ  καὶ  αὐτὰς  τὰς  γραφικὰς  μαρτυρίας  εἰς  πληροφορίαν  ἀδιστάκτου πίστεως  παρεθέμεθα, ἵνα  μή τις  δόξῃ ἡμᾶς ἀφ' ἑαυτῶν  τι  λέγειν  καὶ ὡς  ὑπέρογκα ματαιότητος φρονοῦντας  ὑποπτεύσῃ. 235 Ἔστω τοίνυν  προηγουμένως  πᾶσι τοῖς ἀφιερώσασιν ἑαυτοὺς τῷ θεῷ καὶ τὰ σώματα αὐτῶν θυσίαν ζῶσαν ἁγίαν εὐάρεστον τῷ θεῷ  τὴν  λογικὴν  λατρείαν  παριστᾶν  πάντοτε  σπουδάζουσι σκοπὸς ὁ τῆς  εὐσεβείας προκείμενος φωτισμὸς [καὶ] εἰς τὸ πιστεύειν κατὰ τὰς ἱερὰς τῶν εὐαγγελίων  καὶ τῶν λοιπῶν γραφῶν ἐπαγγελίας, ἐπιδιδόντας ἑαυτοὺς εἰς πᾶν ἔργον ἀγαθὸν καὶ εἰς πᾶσαν ἀρετῆς ἐπιτήδευσιν· πεπεῖσθαί τε βεβαίως, ὅτι διὰ τῆς χάριτος τοῦ Χριστοῦ καὶ τῆς θείας δυνάμεως  παντελῶς  τὴν ἴασιν καὶ τὴν κάθαρσιν τῶν  τῆς ἀτιμίας παθῶν  δυνατὸν  ἐν ἡμῖν γενέσθαι τῶν ἐνεργουμένων  ἐν τῇ ψυχῇ καὶ τῷ σώματι, ὅτι τὰ παρ' ἡμῖν ἀδύνατα

παρὰ τῷ  ἐπαγγειλαμένῳ  θεῷ  δυνατὰ  τυγχάνει·  τὰ γὰρ τῆς  ἁμαρτίας πάθη ὕστερον ἐπιγεγόνασι τῇ ψυχῇ καὶ τῷ σώματι διὰ τὴν τοῦ πρωτοπλάστου Ἀδὰμ παράβασιν· καὶ τοῦ πνεύματος τῆς υἱοθεσίας τελείως καὶ ὁλοκλήρως εἰς ἁγιασμὸν ψυχῆς καὶ σώματος ἐν πάσῃ πληροφορίᾳ  καταξιωθῆναι  κατὰ τὸν  εἰπόντα  ὅτι Τὸ εὐαγγέλιον  ἡμῶν  οὐκ ἐγενήθη πρὸς ἡμᾶς ἐν λόγῳ μόνον, ἀλλὰ καὶ ἐν δυνάμει καὶ ἐν πνεύματι ἁγίῳ καὶ ἐν πληροφορίᾳ πολλῇ, καθὼς οἴδατε· καὶ πάλιν Ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως τηρηθείη ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· 236 οὗ τὸν ἀρραβῶνα τῆς ἀρρήτου εὐεργεσίας ἐπὶ τοῦ ἁγίου τῆς μακαρίας τριάδος βαπτίσματος οἱ πιστεύσαντες ἐδεξάμεθα, εἰς αὔξησιν καὶ προκοπὴν τῆς τελείας κληρονομίας καὶ εἰς πολλαπλασιασμὸν τοῦ ταλάντου τοῦτο τὸ μέγα καὶ ἄχραντον μυστήριον πιστευθέντες. Τὸ γὰρ θεῖον καὶ παράκλητον πνεῦμα τὸ δοθὲν τοῖς ἀποστόλοις καὶ δι' αὐτῶν τῇ μόνῃ καὶ ἀληθινῇ ἐκκλησίᾳ τοῦ θεοῦ διακονηθὲν ἀπὸ τῆς τοῦ βαπτίσματος ὥρας κατὰ ἀναλογίαν  τῆς  πίστεως  διαφόρως  καὶ πολυτρόπως  σύνεστιν ἑκάστῳ τῷ  ἐκ πίστεως εἰλικρινοῦς  τῷ βαπτίσματι προσελθόντι· εἰς πολλαπλασιασμὸν μέντοι καὶ ἐπεργασίαν καὶ αὔξησιν λαμβάνει ἕκαστος τὴν μνᾶν, ὡς ἐν τῷ εὐαγγελίῳ  εἴρηται. ὥσπερ γὰρ τὸ γεννώμενον  ἐν τῷ αἰῶνι τούτῳ βρέφος οὐκ εἰς τὴν νηπιώδη ἡλικίαν ἕστηκε πάντοτε, ἀλλ' ὁσημέραι τὴν αὔξησιν λαμβάνει ἀνάγκης τινὸς ἀκολουθίᾳ κατὰ τοὺς ἀρρήτους τῆς φύσεως νόμους, ἕως ἂν εἰς ἄνδρα τέλειον καὶ εἰς συμπλήρωσιν τῶν λογικῶν  ἐννοιῶν φθάσῃ, τὸν αὐτὸν τρόπον καὶ ὁ γεννώμενος  ἄνωθεν ἐξ ὕδατος καὶ πνεύματος οὐκ εἰς τὴν νηπιώδη τῆς πνευματικῆς ἡλικίας ἕξιν ἵστασθαι ὀφείλει, ἀλλ' ὁσημέραι ἀγῶνι καὶ πόνῳ καὶ ὑπομονῇ πολλῇ χρώμενον διὰ τὴν πρὸς τὸν ἀνταγωνιστὴν πάλην προκόπτειν αὐτὸν καὶ αὔξειν δεῖ εἰς τὴν τῆς πνευματικῆς ἡλικίας συμπλήρωσιν κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ ἀποστόλου· Μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς  ἐπιγνώσεως  τοῦ  υἱοῦ  τοῦ  θεοῦ εἰς  ἄνδρα τέλειον,  εἰς  237 μέτρον  ἡλικίας  τοῦ πληρώματος τοῦ Χριστοῦ, ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι  καὶ περιφερόμενοι παντὶ   ἀνέμῳ   τῆς   διδασκαλίας   ἐν   πανουργίᾳ   πρὸς  τὴν   μεθοδείαν   τῆς   πλάνης, ἀληθεύοντες  δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα ὅς ἐστι Χριστός· καὶ πάλιν ἀλλαχοῦ λέγει ὁ αὐτός· Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον, εἰς τὸ τέλειον τοῦ θεοῦ θέλημα φθάνειν  φάσκων τοὺς εἰς μέτρον  ἡλικίας  καὶ  λογικῆς  συμπληρώσεως τοῦ  πνεύματος  ἐλθόντας.  ἀλλ' ἐπὶ  τῆς σωματικῆς γεννήσεως  ἀνάγκης τινὸς ἀκολουθίᾳ καὶ φύσεως νόμῳ ἐπὶ τὴν ἀνδρικὴν ἡλικίαν τὸ γεννώμενον  παιδίον φθάνει, οὕτω τῆς προνοίας ἀνάγκης ὅρῳ καὶ οὐ προαιρέσει θελήματος διαταξαμένης τὴν σωματικὴν ἡλικίαν συμπληροῦσθαι. ἐπὶ δὲ τῆς ἄνωθεν ἐκ τοῦ πνεύματος γεννήσεως οὐ ταύτην ὥρισε τὴν ἀκολουθίαν, ἀλλὰ πόνον καὶ ἀγῶνα  καὶ δρόμον μετὰ ὑπομονῆς πολλῆς  τῇ αὐτεξουσίῳ προαιρέσει τοῦ ἀνθρώπου ἔθετο κατὰ τὸ ὑπὸ τοῦ κυρίου εἰρημένον· Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς θύρας· καὶ πάλιν·  Βιάζεσθε, βιασταὶ γὰρ ἁρπάζουσι τὴν  βασιλείαν  τῶν  οὐρανῶν,  καὶ Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται· καὶ Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν· καὶ ὁ ἀπόστολος ∆ι' ὑπομονῆς τρέχομεν τὸν προκείμενον ἡμῖν ἀγῶνα· καὶ Οὕτως, φησί, τρέχετε, ἵνα καταλάβητε· καὶ πάλιν Ὡς θεοῦ διάκονοι ἐν ὑπομονῇ πολλῇ καὶ τὰ ἑξῆς.
238 Οὕτως δὲ ᾠκονόμησεν ἡ θεία χάρις, ἵνα ἰδίᾳ γνώμῃ καὶ ἰδίῳ θελήματι καὶ πόνῳ καὶ ἀγῶνι τὴν νοητὴν αὔξησιν ἕκαστος προσλαμβάνῃ, καθ' ὅσον πιστεύει καὶ καθ' ὅσον ἀγωνίζεται· καὶ καθ' ὅσον ἀγαπᾷ καὶ καθ' ὅσον ἀγῶνι σωματικῷ καὶ ψυχικῷ εἰς

πᾶσαν τὴν τῶν ἐντολῶν εὐαρέστησιν ἑαυτὸν ἐκδίδωσι, τοσοῦτον καὶ τὴν μετουσίαν τοῦ πνεύματος  εἰς  τὴν  πνευματικὴν  αὔξησιν  τῆς  ἀνακαινώσεως  τοῦ  νοὸς  προσκτᾶται, χάριτι μὲν καὶ δωρεᾷ θείᾳ τὴν σωτηρίαν κομιζόμενος, πίστει δὲ καὶ ἀγάπῃ καὶ ἀγῶνι αὐτεξουσίου προαιρέσεως τὴν προκοπὴν καὶ αὔξησιν ἐπὶ τὸ τέλειον μέτρον τῆς πνευματικῆς  ἡλικίας  δεχόμενος, ἵν' ὥσπερ χάριτι, οὕτω καὶ δικαιοσύνῃ τῆς αἰωνίου ζωῆς ἔσται κληρονόμος, οὔτε τὸ ὅλον διὰ τῆς θείας δυνάμεως καὶ χάριτος ἄνευ τῆς τοῦ ἀνθρώπου συνεργίας καὶ σπουδῆς τὴν αὔξησιν τῆς προκοπῆς λαμβάνων, οὔτε τὸ ὅλον διὰ τῆς ἰδίας δυνάμεως καὶ σπουδῆς καὶ ἰσχύος ἄνευ τῆς συνεργίας καὶ βοηθείας τοῦ ἁγίου πνεύματος εἰς τὸ τέλειον τοῦ θεοῦ θέλημα καὶ τὸ τῆς ἐλευθερίας καὶ καθαρότητος μέτρον φθάσαι δυνάμενος. Ἐὰν γὰρ μὴ κύριος οἰκοδομήσῃ οἶκον καὶ φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων καὶ κοπιῶν  καὶ οἰκοδομῶν· καὶ πάλιν· Οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτούς, καίπερ ῥομφαίαις καὶ βραχίοσι πολεμούντων,  ἀλλ' ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ φωτισμὸς  τοῦ  προσώπου  σου,  ἃ  τὴν  τοῦ  θεοῦ  δύναμιν   τῷ  ἰδίῳ  αὐτῶν   ἀγῶνι συνεργοῦσαν  δηλοῖ·  ἅμα  δὲ  καὶ  τὴν  οἴησιν  τῶν   δι'  ὀλίγας  ἀρετὰς  ἐφ'  ἑαυτοῖς φρονούντων   ἐκκόπτων,  πίστει  δὲ  καὶ  ἀγάπῃ  διὰ  χάριτος  τὴν  ζωὴν  γίνεσθαι  τοῖς ἐλπίζουσιν ἐδίδαξεν ὁ προφήτης.
Τί τοίνυν  ἐστὶ τὸ θέλημα τοῦ θεοῦ, εἰς ὃ προτρέπεται ἕκαστον παρακαλῶν  ὁ ἀπόστολος  σπεύδειν  φθάσαι;  ἢ  ἄρα,  περὶ  ὧν  ὁ  κύριος  εἴρηκε  μακαρίζων  αὐτοὺς
Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται· καὶ πάλιν· Γίνεσθε οὖν ὑμεῖς τέλειοι, ὡς ὁ πατὴρ ὑμῶν  ὁ οὐράνιος τέλειός  ἐστι. τὴν παντελῆ  τῆς ἁμαρτίας κάθαρσιν  διὰ  τούτων  ἐπαγγέλλεται,  ὅ  ἐστιν  ἡ  παντελὴς  τῶν  τῆς  ἀτιμίας  παθῶν
ἀπαλλαγή, καὶ τὴν τελείαν τῆς ἄκρας ἀρετῆς ἀνάληψιν, ὅ ἐστι καθαρισμὸς καὶ ἁγιασμὸς τῆς καρδίας διὰ τῆς μετουσίας τοῦ τελείου καὶ θεϊκοῦ πνεύματος, ἐν πληροφορίᾳ γινομένης  τῆς  μετὰ πίστεως  καὶ ἀγάπης  ἐπιδιδούσης  τῷ  θεῷ  ὅλην  ἐξ ὅλου ἑαυτὴν
ψυχῆς.  καθὼς  καὶ διὰ τοῦ ∆αβὶδ τὸν  τέλειον  τῆς ἀληθείας  σκοπὸν ὑποδεικνύον  τὸ πνεῦμα καὶ διδάσκον τοῦτον παρὰ τοῦ θεοῦ ἐπιζητεῖν καὶ πιστεύειν τοὺς ἐπιθυμοῦντας υἱοὺς  φωτὸς  ἀναδειχθῆναι  καὶ  τῆς  ζωῆς  κληρονόμους  γενέσθαι  φησί· Γενηθήτω  ἡ
καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ· αἰσχύνην καὶ ἀτιμίαν  φέρειν  ἐσήμανε  τοὺς  ἄμωμον  τὴν  καρδίαν  ἀπὸ  παντὸς  σπίλου  καὶ  ῥύπου μηδέπω κεκτημένους· πάλιν  γάρ φησι Τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν  ἐπὶ
πάσας τὰς ἐντολάς σου· πασῶν τῶν ἐντολῶν  συμπλήρωσιν καὶ παντὸς παραπτώματος ἀναχώρησιν  τελείαν  παρρησίαν ἐπὶ θεὸν κεκτῆσθαι ἐδίδαξε τὸ πνεῦμα τὸ ἅγιον. καὶ πάλιν·  Καρδίαν καθαράν,  εὐχόμενος  ὁ προφήτης  ἔλεγε,  κτίσον  ἐν  ἐμοὶ  ὁ θεὸς  καὶ
πνεῦμα  εὐθὲς  ἐγκαίνισον  ἐν  τοῖς  ἐγκάτοις  μου  καὶ  πνεύματι,  φησίν,  ἡγεμονικῷ στήριξόν με, ὃ τὸν αὐτὸν σκοπὸν παρίστησιν. ἀντερωτῶντος  δὲ πάλιν Τίς ἀναβήσεται
εἰς τὸ ὄρος τοῦ κυρίου ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ, ἐπάγει τίνες εἰσὶ καὶ ποταποὶ οὗτοι· Ἀθῶος  χερσὶ καὶ  καθαρὸς τῇ  καρδίᾳ· ὥστε τὴν  διὰ  πράξεως  καὶ  λόγου  καὶ διανοίας ἐπιτελουμένην ἁμαρτίαν παντελῶς ἐκκοπῆναι ἐξ ἡμῶν διὰ τῆς ἰδίας ἐνεργείας
τὸ πνεῦμα ἐμήνυσε καὶ σπουδάζειν εὐχομένους καὶ διὰ πίστεως ἐλπίζοντας  ὁσημέραι φθάσαι εἰς τὴν τελείαν τοῦ θεοῦ καθαρότητα. Ὁ γὰρ ἀπόστολος διαρρήδην διδάσκων, ὁποῖαι   αἱ   ψυχαὶ   εἶναι   ὀφείλουσιν   αἱ   γάμου   μὲν   σαρκὸς  καὶ   δεσμῶν   κόσμου
ἀναχωρήσασαι, παρθενίαν δὲ ἐξασκεῖν ἐπιθυμοῦσαι, φησίν· Ἡ παρθένος μεριμνᾷ τὰ τοῦ κυρίου, ἵνα ᾖ ἁγία οὐ σώματι μόνον, ἀλλὰ καὶ πνεύματι, πρακτικῶν τε καὶ λογιστικῶν,
τουτέστι φανερῶν τε καὶ κρυπτῶν, ἁμαρτημάτων ἐκτὸς εἶναι αὐτὴν παραγγέλλων,


Epistula Magna

ΔΙΑΒΑΣΤΕ ΟΛΟ ΤΟ ΚΕΙΜΕΝΟ

ΤΟΥ ΑΓΙΟΥ ΜΑΚΑΡΙΟΥ ΕΠΙΣΤΟΛΗ ΠΡΩΤΗ ΠΡΟΣ ΜΟΝΑΧΟΥΣ

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |