Σάββατο 21 Φεβρουαρίου 2015
ΥΠΟΜΗΜΑ ΕΙΣ ΤΟΥΣ ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ ΟΜΙΛΙΑΙ 17 ΕΩΣ 24
Σάββατο, Φεβρουαρίου 21, 2015
Αναρτήθηκε από
Nik Vythoulkas
Ετικέτες ΥΠΟΜΗΜΑ ΕΙΣ ΤΟΥΣ ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ ΟΜΙΛΙΑΙ 17 ΕΩΣ 24
Ετικέτες ΥΠΟΜΗΜΑ ΕΙΣ ΤΟΥΣ ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ ΟΜΙΛΙΑΙ 17 ΕΩΣ 24
ΥΠΟΜΝΗΜΑ ΕΙΣ
ΤΟΥΣ ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ
ΤΟΜΟΣ 62 ΟΜΙΛΙΑΙ 17 ΕΩΣ 24 -
Συνεχίζεται
17.ΟΜΙΛΙΑ
ΙΣΤʹ. ʹΠᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ' ὑμῶν
σὺν πάσῃ κακίᾳ. Γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοὶ, εὔσπλαγ χνοι, χαριζόμενοι ἑαυτοῖς,
καθὼς καὶ ὁ Θεὸς ἐχαρίσατο ὑμῖν.
αʹ. Οὐκ ἀρκεῖ κακίας ἀπαλλαγῆναι, εἰ δεῖ τῆς βασιλείας
τῶν οὐρανῶν ἐπιτυχεῖν, ἀλλὰ δεῖ καὶ πολλῆς τῆς τῶν ἀρετῶν ἐργασίας. Ἵνα μὲν γὰρ
γεέννης ἀπαλλαγῶμεν, ἀπέχεσθαι δεῖ πονηρίας· ἵνα δὲ βασιλείας ἐπιτύχωμεν, ἀντέχεσθαι
τῆς ἀρετῆς. Ἢ οὐκ ἴστε, ὅτι καὶ ἐν τοῖς ἔξωθεν δικαστηρίοις, ὅταν ἐξέτασις ᾖ τῶν
εἰργασμένων, καὶ ἐκκλησιάζῃ πᾶσα ἡ πόλις, οὕτω γίνεται; Καὶ γὰρ ἐπὶ τῶν ἔξωθεν ἔθος
ἦν παλαιὸν, χρυσῷ στεφανοῦσθαι στεφάνῳ, οὐ τὸν μηδὲν κακὸν ἐργασάμενον τὴν πόλιν·
τοῦτο γὰρ αὐτὸ πρὸς τὸ μὴ δοῦναι δίκην ἀπόχρη μόνον· ἀλλὰ τὸν μεγάλας εὐεργεσίας
ἐπιδειξάμενον. Οὕτως ἐπὶ ταύτην ἐχρῆν ἄγεσθαι τὴν τιμήν. Ἀλλὰ γὰρ οὐκ οἶδα πῶς
μικροῦ δεῖν με παρέλαθεν ὃ μάλιστα πρὸς ὑμᾶς ἀναγκαῖον ἦν εἰπεῖν. Τῆς γὰρ διαιρέσεως
ταύτης τὸ πρῶτον ἀνατίθεμαι μέρος, μικρᾷ τινι ἐπιδιορθώσει χρησάμενος. Ἐπειδὴ γὰρ
ἔφην, πρὸς τὸ μὴ περιπεσεῖν γεέννῃ ὅτι τῶν κακῶν ἡμῖν ἡ ἀναχώρησις ἀρκεῖ, μεταξύ
με λέγοντα ὑπεισῆλθέ τις ἀπειλὴ φοβερὰ, οὐ τοῖς κακόν τι τολμήσασι τὴν τιμωρίαν
ἐπάγουσα, ἀλλὰ τοὺς ἐλλελοιπότας τι τῶν ἀγαθῶν κολάζουσα. Τίς δὴ οὖν αὕτη ἐστί;
Τῆς ἡμέρας, φησὶν, ἐπιστάσης τῆς φοβερᾶς, καὶ παραγενομένης τῆς κυρίας, καθεσθεὶς
ἐπὶ τοῦ βήματος ὁ Κριτὴς, καὶ τὰ μὲν πρόβατα στήσας ἐκ δεξιῶν, τὰ δὲ ἐρίφια ἐξ ἀριστερῶν,
πρὸς μὲν τὰ πρόβατα ἔλεγε· ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε
τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ἐπείνασα γὰρ, καὶ ἐδώκατέ
μοι φαγεῖν. Τοῦτο καλῶς· ἔδει γὰρ αὐτοὺς τῆς τοσαύτης φιλανθρωπίας ταυτὴν λαβεῖν
τὴν ἀντίδοσιν· τὸ μέντοι τοὺς μὴ μεταδόντας τοῖς δεομένοις ἐξ ὧν εἶχον αὐτοὶ, μὴ
μέχρι τῆς τῶν ἀγαθῶν στερήσεως κολάζεσθαι, ἀλλὰ καὶ τῷ τῆς γεέννης παραπέμπεσθαι
πυρὶ, ποῖον ἂν ἔχοι λόγον τοῦτο δή; Μάλιστα μὲν οὖν καὶ τοῦτο εὐπρόσωπον ἂν ἔχοι
λόγον, οὐχ ἧττον ἢ ἐκεῖνο τὸ πρότερον. ∆ιὰ γὰρ τούτου παιδευόμεθα, ὅτι οἱ μὲν τὰ
ἀγαθὰ πράξαντες, τῶν ἐν τοῖς οὐρανοῖς ἀπολαύσονται ἀγαθῶν· οἱ δὲ ἐγκληθῆναι μὲν
οὐδὲν ἔχοντες κακὸν, ἐλλελοιπότες δέ τι τῶν ἀγαθῶν, μετὰ τῶν τὰ κακὰ ἐργασαμένων
εἰς τὸ γεέννης ἀπαχθήσονται πῦρ. Εἰ μή τις ἐκεῖνο λέγοι, ὅτι καὶ τὸ ἀγαθὸν μὴ
ποιῆσαι, κακίας μέρος ἐστίν· ἀργίας γὰρ τοῦτό ἐστιν, ἀργία δὲ κακίας μέρος· μᾶλλον
δὲ οὐ μέρος, ἀλλὰ ὑπόθεσις καὶ ῥίζα πονηρά· πᾶσαν γὰρ κακίαν ἐδίδαξεν ἡ ἀργία.
Μὴ τοίνυν ἀνοήτως ταύτας τὰς ἐρωτήσεις ἐρωτῶμεν, οἷον, ὁ μηδὲν πεποιηκὼς κακὸν,
μηδὲν ἀγαθὸν, ποῖον δέξεται τόπον; Τὸ γὰρ μὴ ποιῆσαι ἀγαθὸν, τοῦτο ποιῆσαί ἐστι
κακόν. Εἰπὲ γάρ μοι, εἴ τινα οἰκέτην ἔχοις, μήτε κλέπτοντα, μήτε ὑβρίζοντα, μήτε
ἀντιλέγοντα, ἀλλὰ καὶ μέθης κρατοῦντα καὶ τῶν ἄλλων ἁπάντων, καθήμενον δὲ
διαπαντὸς ἀργὸν, καὶ οὐδὲν τῶν ὀφειλόντων παρὰ οἰκέτου δεσπότῃ πληροῦσθαι ποιοῦντα,
οὐ μαστιγώσεις, οὐ στρεβλώσεις αὐτόν; Ναὶ, φησί· καὶ μὴν οὐδὲν εἰργάσατο κακόν.
Αὐτὸ μὲν οὖν τοῦτό ἐστι κακόν. Ἀλλ', εἰ δοκεῖ, ἀγάγωμεν καὶ ἐπὶ τὸν λοιπὸν βίον
τὸν λόγον. Ἔστω τις γεωργὸς, καὶ μηδὲν λυμαινέσθω τοῖς ἡ μετέροις ὑπάρχουσι, μήτε
ἐπιβουλευέτω, μήτε κλεπτέτω, μόνον δὲ τὰς αὑτοῦ χεῖρας δήσας, οἴκοι καθεζέσθω μήτε
σπείρων, μὴτε αὔλακα τέμνων, μήτε βοῦς ὑποζευγνὺς, μήτε ἄμπελον θεραπεύων, μήτε
ἄλλο τι τῶν περὶ τὴν γῆν πονῶν· ἆρα οὐ κολάσομεν τὸν τοιοῦτον; Καίτοι γε οὐδὲν ἠδίκησεν,
οὐδὲ ἔχομεν ἐγκαλεῖν αὐτῷ τι· ἀλλ' αὐτῷ μὲν οὖν τούτῳ ἠδίκησεν· ἀδικεῖ γὰρ κοινῷ
λόγῳ, τὴν παρ' ἑαυτοῦ συντέλειαν μὴ παρεχόμενος. Τί δὲ, εἰπέ μοι; ἂν τῶν
δημιουργῶν ἕκαστος καὶ χειροτεχνῶν τὸν μὲν ἑτερότεχνον, ἀλλὰ μηδὲ τὸν ὁμότεχνον
βλάπτῃ μηδὲν, ἀργῇ δὲ μόνον, οὐχὶ ἀπόλωλεν ἅπας ὑμῖν ὁ βίος οὕτω καὶ διέφθαρται;
Βούλει καὶ ἐπὶ τοῦ σώματος τὸν λόγον ἑλκύσωμεν; Οὐκοῦν ἡ χεὶρ μὴ πληττέτω τὴν
κεφαλὴν, μηδὲ ἐκκοπτέτω τὴν γλῶσσαν, μηδὲ ἐξορυττέτω τὸν ὀφθαλμὸν, μηδὲ ἄλλο τι
τοιοῦτον ἐργαζέσθω κακόν· μόνον δὲ ἀργὴ μενέτω, καὶ τὴν παρ' ἑαυτῆς λειτουργίαν
μὴ πληρούτω τῷ παντὶ σώματι· ἆρα οὐκ ἄξιον ἐκκοπῆναι αὐτὴν, ἢ περιφέρειν ἀργοῦσαν,
καὶ παντὶ λυμαινομένην τῷ σώματι; Τί δέ; ἂν τὸ στόμα μὴ κατεσθίῃ τὴν χεῖρα, μηδὲ
δάκνῃ τὸ στῆθος, τὰ δὲ παρ' ἑαυτοῦ πάντα ἐλλείπῃ, οὐ βέλτιον ἐμπεφράχθαι μᾶλλον;
Εἰ τοίνυν καὶ ἐπὶ τῶν οἰκετῶν, καὶ ἐπὶ τῶν δημιουργῶν, καὶ ἐπὶ τοῦ σώματος παντὸς
ἀδικία μεγάλη, οὐ μόνον τὸ κακόν τι πρᾶξαι, ἀλλὰ καὶ ἡ τῶν ἀγαθῶν ἔλλειψις,
πολλῷ μᾶλλον ἐπὶ τοῦ σώματος τοῦ Χριστοῦ τοῦτο γένοιτ' ἄν.
βʹ. ∆ιὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος ἀπάγων ἡμᾶς τῆς
πονηρίας, ἄγει πρὸς τὴν ἀρετήν. Τί γὰρ ὄφελος, εἰπέ μοι, τὰς ἀκάνθας ἐκκοπῆναι
πάσας, ἂν τὰ χρηστὰ μὴ καταβάληται σπέρματα; Εἰς γὰρ τὴν αὐτὴν περιστήσεται πάλιν
ζημίαν ἡμῖν ὁ πόνος μείνας ἀτελής. ∆ιά τοι τοῦτο καὶ ὁ Παῦλος σφόδρα κηδόμενος ἡμῶν,
οὐ μέχρι τῆς τῶν κακῶν ἐκκοπῆς καὶ ἀναιρέσεως ἵστησι τὰ παραγγέλματα, ἀλλὰ καὶ
ταχὺ τῶν ἀγαθῶν τὴν καταφύτευσιν ἐπιδείκνυσθαι προτρέπει. Εἰπὼν γὰρ, Πᾶσα πικρία
καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ' ὑμῶν σὺν πάσῃ κακίᾳ, ἐπήγαγε·
Γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοὶ, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς. Ἕξεις γάρ εἰσιν
αὗται καὶ διαθέσεις. Καὶ οὐκ ἀρκεῖ ἡ τῆς ἑτέρας ἀπαλλαγὴ εἰς τὴν τῆς ἑτέρας ἡμᾶς
ἕξιν καταστῆσαι πάλιν, ἀλλὰ δεῖ πάλιν κινήσεώς τινος, καὶ ὁρμῆς οὐκ ἐλάττονος τῆς
ἐν τῇ φυγῇ τῶν κακῶν, ὥστε γενέσθαι ἐν τῇ κτήσει τῶν ἀγαθῶν. Καὶ ἐπὶ τοῦ σώματος
ὁ μέλας ἂν ἀπαλλαγῇ τῆς ποιότητος ταύτης, οὐκ εὐθέως γίνεται λευκός. Μᾶλλον δὲ
μὴ ἐπὶ τῶν φυσικῶν τὸν λόγον γυμνάσωμεν, ἀλλ' ἐπὶ τῶν κατὰ προαίρεσιν τὸ παράδειγμα
παραγάγωμεν. Ὁ μὴ ἐχθρὸς οὐ πάντως φίλος ἐστὶν, ἀλλ' ἔστι τι μέσον, ὃ μήτε ἔχθρας,
μήτε φιλίας ἐστὶν, ἐν ᾧ μάλιστα οἱ πλείους τῶν ἀνθρώπων καθεστήκασι πρὸς ἡμᾶς. Ὁ
μὴ δακρύων, οὐ πάντως καὶ γελᾷ, ἀλλ' ἔστι μέση κατάστασις. Οὕτω δὴ καὶ ἐνταῦθα,
οὐχ ὁ μὴ πικρὸς πάντως χρηστὸς, οὐδὲ ὁ μὴ θυμώδης πάντως εὔσπλαγχνος· ἀλλὰ δεῖ
πάλιν ἑτέρας σπουδῆς, ὥστε κτήσασθαι τοῦτο τὸ καλόν. Καὶ θέα πῶς κατὰ νόμον ἀρίστης
γεωργίας ὁ μακάριος Παῦλος τὴν ἐμπιστευθεῖσαν αὐτῷ γῆν παρὰ τοῦ Γεωργοῦ διακαθαίρει
τε καὶ ἐργάζεται. Ἀνεῖλε τὰ νόθα σπέρματα, παρακαλεῖ λοιπὸν, ὥστε κατασχεῖν τὰ
γνήσια φυτά. Γίνεσθε χρηστοὶ, φησίν. Ἂν γὰρ τῶν ἀκανθῶν ἀνασπασθεισῶν μένῃ ἡ χώρα
ἀργοῦσα, ἀνονήτους πάλιν οἴσει βοτάνας. ∆ιὸ τὴν σχολὴν αὐτῆς καὶ τὴν ἀργίαν
προκαταλαμβάνειν δεῖ τῇ τῶν ἀγαθῶν σπερμάτων τε καὶ φυτῶν καταβολῇ. Ἀνεῖλεν ὀργὴν,
ἔθηκε χρηστότητα· ἀνεῖλε πικρίαν, ἔθηκεν εὐσπλαγχνίαν· ἐξέτεμε κακίαν καὶ
βλασφημίαν, ἐφύτευσε συγγνώμην· τὸ γὰρ, Χαριζόμενοι ἑαυτοῖς, τοῦτό ἐστι.
Συγγνωμικοὶ, φησὶ, γίνεσθε. Μείζων γὰρ αὕτη ἡ χάρις τῆς ἐν τοῖς χρήμασιν. Ὁ μὲν
γὰρ χρήματα ἀφιεὶς τῷ δανεισαμένῳ παρ' αὐτοῦ, καινὸν μὲν ἐργάζεται ἔργον καὶ
θαυμαστὸν, πλὴν ἀλλὰ μέχρι τοῦ σώματος ἡ χάρις, εἰ καὶ ἑαυτῷ τὴν ἀμοιβὴν ἐν τοῖς
πνευματικοῖς καὶ τοῖς κατὰ ψυχὴν ἀποδίδωσι δώροις· ὁ δὲ ἁμαρτήματα χαρισάμενος,
τήν τε ψυχὴν ὠφέλησε τὴν ἑαυτοῦ, καὶ τὴν ἐκείνου τοῦ τῆς συγγνώμης τυχόντος· οὐ
γὰρ ἑαυτὸν μόνον τούτῳ τῷ τρόπῳ, ἀλλὰ κἀκεῖνον ἐπιεικέστερον ἐποίησεν. Οὐ γὰρ οὕτως
ἐπεξερχόμενοι τοῖς ἠδικηκόσιν ἡμᾶς, ὡς συγχωροῦντες δάκνομεν αὐτῶν τὰς ψυχὰς, ἐντρέποντες
καὶ δυσωποῦντες. Ἐκείνως μὲν γὰρ οὔτε ἡμᾶς αὐτοὺς, οὔτε ἐκείνους ὠνήσαμεν, ἀλλ'
ἀμφοτέρους ἐβλάψαμεν, αὐτοί τε τὸ ἀνταπόδομα διώξαντες κατὰ τοὺς παρὰ Ἰουδαίοις
ἄρχοντας, καὶ τὸν ἐν ἐκείνοις ἐκκαύσαντες θυμόν· ἂν δὲ ἐπιεικείᾳ τὴν ἀδικίαν ἀμειψώμεθα,
πᾶσαν αὐτοῦ τὴν ὀργὴν ἐκλύσαντες, ἐκαθίσαμεν παρ' αὐτῷ δικαστήριον ἡμῖν φέρον τὰς
ψήφους, καταδικάζον αὐτὸν χαλεπώτερον ἢ ἡμεῖς. Καταγνώσεται γὰρ αὑτοῦ καὶ
καταψηφιεῖται, καὶ πᾶσαν ζητήσει πρόφασιν, δι' ἧς ἀποτίσει τὸ δανεισθὲν τῆς
μακροθυμίας μέρος μετὰ πλείονος τοῦ μέτρου, εἰδὼς ἂν μὲν τὸ ἴσον ἀποδῷ, καὶ οὕτως
ἠλάττωται, τῷ μὴ αὐτὸς ἄρξασθαι, ἀλλὰ τῷ παρ' ἡμῶν τὸ ὑπόδειγμα λαβεῖν ἔλαττον
φέρων. Σπουδάσει τοίνυν ὑπερβαλέσθαι τῷ μέτρῳ, ἵνα τὴν ἐλάττωσιν, ἣν ἐκ τοῦ δεύτερος
ἐλθεῖν ἐπὶ τὴν ἀνταπόδοσιν ὑπέμεινε, τῇ τῆς ἀντιδόσεως ὑπερβολῇ κατακρύψῃ, καὶ
τὴν ἀπὸ τοῦ χρόνου γενομένην αὐτῷ ἐλάττωσιν τοῦ προτέρου παθόντος κακῶς, ταύτην
ἀπὸ τῆς καθ' ὑπερβολὴν ἐπιεικείας κοινὴν ἐργάσηται. Οἱ γὰρ ἄνθρωποι, ὅταν εὐγνώμονες
ὦσιν, οὐχ οὕτως ἐπὶ τοῖς κακοῖς, ὡς ἐπὶ τοῖς ἀγαθοῖς, οἷς ἂν εὖ πάσχωσι παρὰ τῶν
ἠδικημένων, στένουσι. Τὸ μὲν γὰρ κακίας, τὸ δὲ καὶ ὀνείδους καὶ γέλωτος μεστὸν,
τὸν εὖ παθόντα μὴ ἀντευποιεῖν. Τοῦτο μὲν γὰρ ἔπαινον ἔχει καὶ κρότους παρὰ πάντων
καὶ εὐφημίας, τὸ κακῶς παθόντα μὴ ἀντεπεξελθεῖν. ∆ιὰ τοῦτο μάλιστα τούτῳ δάκνονται.
Ὥστε, εἰ βούλει ἀμύνασθαι, τούτῳ ἀμύνου τῷ τρόπῳ· κακοῖς ἀγαθὰ ἀνταπόδος, ἵνα αὐτὸν
καὶ ὀφειλέτην καταστήσῃς, καὶ νικήσῃς νίκην θαυμαστήν. Ἔπαθες κακῶς; Ποίησον
καλῶς, οὕτως ἀμύνου τὸν ἐχθρόν. Ἂν μὲν γὰρ ἐπεξέλθῃς, ὁμοίως καὶ σὲ κἀκεῖνον ἅπαντες
μέμφονται· ἂν δὲ ἐνέγκῃς, ἑτέρως σε μὲν κροτήσουσι καὶ θαυμάσονται, ἐκεῖνον δὲ
κατηγορήσουσι.
γʹ. Τί δὲ ἐχθρῷ γένοιτο ἂν μεῖζον τοῦ τὸν ἐχθρὸν ἰδεῖν
παρὰ πάντων θαυμαζόμενον καὶ κροτούμενον; τί ἐχθρῷ πικρότερον τοῦ ἑαυτὸν θεάσασθαι
παρὰ πάντων ὑβριζόμενον ἐπ' ὄψεσι τοῦ ἐχθροῦ; Ἐὰν αὐτὸν ἀμύνῃ, καὶ κατεγνώσθης ἴσως,
καὶ σὺ μόνος ἠμύνω· ἂν δὲ ἀφῇς, ἀντὶ σοῦ πάντες ἀμυνοῦνται αὐτόν· ὅπερ τοῦ παθεῖν
κακῶς χαλεπώτερον, τὸ τὸν ἐχθρὸν τοσούτους τοὺς ἀμύνοντας ἔχειν. Ἂν ἀνοίξῃς σὺ
τὸ στόμα, ἐκεῖνοι σιγήσονται· ἂν δὲ σιγήσῃς, οὐκέτι ἑνὶ στόματι, ἀλλὰ μυρίοις
τοῖς τῶν ἄλλων αὐτὸν βάλλεις, καὶ μᾶλλον ἀμύνῃ. Καὶ σοὶ μὲν ὑβρίζοντι πολλοὶ καὶ
ἐγκαλοῦσιν· ἐροῦσι γὰρ τοῦ πάθους εἶναι τὰ ῥήματα· ὅταν δὲ ὁ μηδὲν ἠδικημένος οὕτως
αὐτὸν πλύνῃ ταῖς ὕβρεσι, τότε μάλιστα καθαρὰ πάσης ὑποψίας ἡ ἄμυνα. Ὅταν γὰρ οἱ
μηδὲν παθόντες δεινὸν, διὰ τὴν ὑπερβολὴν τῆς σῆς ἐπιεικείας ὡς ἠδικημένοι
συναλγῶσι καὶ συμπάσχωσι, πάσης ὑποψίας καθαρὰ αὕτη ἡ ἐκδικία. Τί οὖν, ἂν μηδεὶς
ἀμύνηται; φησίν. Οὐκ ἔστιν εἶναι λιθίνους ἀνθρώπους, ὡς τοσαύτην φιλοσοφίαν ὁρῶντας
μὴ θαυμάσαι· κἂν μὴ τότε ἀμύνωσιν, ὕστερον ὅμως ἐν καταστάσει γενόμενοι, τοῦτο ἐργάσονται,
σκώπτοντες ἐκεῖνον καὶ λοιδοροῦντες. Κἂν ἕτερος δὲ μηδεὶς θαυμάσῃ, αὐτός σε ἐκεῖνος
πάντως θαυμάσεται, κἂν μὴ λέγῃ. Ἡ γὰρ τοῦ καλοῦ κρίσις ἡμῖν, κἂν εἰς αὐτὸ τῆς
κακίας τὸ βάραθρον ἔλθωμεν, ἀδέκαστος καθέστηκεν, οὐ παρακλινομένη. Ἢ διὰ τί τὸν
Κύριον ἡμῶν οἴει τὸν Χριστὸν ταῦτα λέγειν, Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν
σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην; οὐκ ἐπειδὴ ὅσῳ ἐάν τις μακρόθυμος γένηται,
τοσούτῳ μᾶλλον καὶ ἑαυτὸν κἀκεῖνον ὠφέλησεν ὠφέλειαν τὴν μεγίστην; ∆ιὰ τοῦτο
στρέφειν καὶ τὴν ἄλλην προσέταξεν, ἵνα ἐμπλήσῃ τὴν ἐπιθυμίαν τοῦ θυμουμένου. Τίς
γὰρ οὕτω θηρίον ἐστὶν, ὡς μὴ ἐντραπῆναι λοιπόν; Οἱ κύνες λέγονται τοῦτο ποιεῖν·
κἂν γὰρ ὑλακτήσωσι, καὶ ἐπέλθωσί τινι, ὁ δὲ ὕπτιον ῥίψας ἑαυτὸν μηδὲν ἐργάσηται,
τὸν θυμὸν ἅπαντα ἔσβεσεν. Εἰ τοίνυν ἐκεῖνοι τὸν παθεῖν παρ' αὐτοῖς κακῶς ἕτοιμον
δυσωποῦνται, πολλῷ μᾶλλον τὸ τῶν ἀνθρώπων γένος λογικώτερον. Ἀλλὰ γὰρ ἄξιον τὸ
μικρὸν ἔμπροσθεν εἰς μνήμην ἐλθὸν, καὶ εἰς μαρτυρίαν ἑλκυσθὲν, μὴ παριδεῖν. Τί
δὴ τοῦτό ἐστιν; Ἐλέγομεν περὶ τῶν Ἰουδαίων καὶ τῶν ἀρχόντων τῶν παρ' αὐτοῖς, ὅτι
ἐνεκαλοῦντο ὡς διώκοντες ἀνταπόδομα, καίτοι τοῦτο ὁ νόμος αὐτοῖς ἐπέτρεπεν· Ὀφθαλμὸν
ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος ἀλλ' οὐχ ἵνα τοὺς ἀλλήλων ἐξορύττωσιν ὀφθαλμοὺς,
ἀλλ' ἵνα φόβῳ τοῦ παθεῖν τὴν τοῦ ποιεῖν ἄδειαν ἐπισχόντες, μήτε ἐργάζωνταί τι
κακὸν ἑτέρους, μήτε πάσχωσιν αὐτοὶ παρ' ἑτέρων. ∆ιὰ τοῦτο εἶπεν· Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ,
ἵνα τὰς ἐκείνου δήσῃ χεῖρας, οὐχ ἵνα τὰς σὰς ἀντεξαγάγῃ, οὐχ ἵνα τῶν σῶν ὀφθαλμῶν
ἀπείρξῃ τὴν βλάβην μόνον, ἀλλ' ἵνα καὶ τοὺς ἐκείνου διατηρήσῃ σώους. Ἀλλ' ὅπερ ἐζήτουν,
τίνος ἕνεκεν συγκεχωρημένης ἀμύνης ἐνεκαλοῦντο οἱ τῷ πράγματι κεχρημένοι; τί
ποτε τοῦτό ἐστι; Τὸ μνησίκακον ἐνταῦθά φησιν. Εὐθέως μὲν γὰρ τὸν παθόντα δρᾶσαι
συγχωρεῖ, ὅπερ ἔφην, κατέχων ἐκεῖνον· μνησικακεῖν δὲ οὐκέτι ἀφίησιν· οὐκέτι γὰρ
τὸ πρᾶγμά ἐστι τοῦ θυμοῦ, οὐδὲ τῆς ζεούσης ὀργῆς, ἀλλὰ πονηρίας μεμελετημένης.
Συγγινώσκει δὲ ὁ Θεὸς τοῖς ἀπὸ τῆς ἐπηρείας ἴσως συναρπασθεῖσι, καὶ ἐπὶ τὴν ἄμυναν
ὡρμηκόσι· διὸ λέγει, Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ· καὶ πάλιν, Ὁδοὶ μνησικάκων εἰς θάνατον.
Εἰ δὲ ἔνθα ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ πηροῦν ἐξῆν, τοσαύτη κεῖται τιμωρία τοῖς
μνησικάκοις, πόσῳ μᾶλλον τοῖς καὶ παρέχειν ἑαυτοὺς πρὸς τὸ παθεῖν κακῶς
κελευσθεῖσι; Μὴ τοίνυν ὦμεν μνησίκακοι, ἀλλὰ σβέσωμεν τὴν ὀργὴν, ἵνα τῆς παρὰ
τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῶμεν. Ὧ γὰρ μέτρῳ μετρεῖτε, φησὶν, ἀντιμετρηθήσεται ὑμῖν,
καὶ ἐν ᾧ κρίματι κρίνετε, κριθήσεσθε. Τινώμεθα οὖν περὶ τοὺς ὁμοδούλους φιλάνθρωποι,
συμπαθεῖς, ὅπως ἂν καὶ τὰς ἐν τῷ παρόντι βίῳ διαφύγωμεν παγίδας, καὶ κατὰ τὴν μέλλουσαν
ἡμέραν τῆς παρ' αὐτοῦ τύχωμεν συγγνώμης, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.
18.ΟΜΙΛΙΑ
ΙΖʹʹΓίνεσθε δὲ εἰς ἀλλήλους χρηστοὶ, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ
ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ὑμῖν. Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητὰ,
καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν
ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας.
αʹ. Τὰ παρελθόντα
τῶν μελλόντων πλείονα ἔχει τὴν ἰσχὺν, καὶ δοκεῖ θαυμαστότερα εἶναι καὶ πιστότερα.
∆ιὸ καὶ ὁ Παῦλος ἀπὸ τῶν ὑπηργμένων ἤδη ποιεῖται τὴν παράκλησιν· ἐκεῖνα μὲν γὰρ
τοῦ Χριστοῦ ἕνεκεν μείζονα ἔχει τὴν ἰσχύν. Τὸ γὰρ εἰπεῖν, Ἄφες, καὶ ἀφεθήσεταί
σοι, κἂν μὴ ἀφῆτε, οὐ μὴ ἀφεθήσεται ὑμῖν, πρὸς μὲν φιλοσόφους ἄνδρας λεγόμενον
καὶ τοῖς μέλλουσι πιστεύοντας, μέγα δύναται· ὁ δὲ Παῦλος οὐκ ἀπὸ τούτων ἐντρέπει
μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ὑπηργμένων. Ἐκείνῳ μὲν γὰρ ἔστι κόλασιν φυγεῖν, τούτῳ δὲ
ἀγαθοῦ τινος μετασχεῖν. Τὸν Χριστὸν, φησὶ, μιμῇ. Ἀρκεῖ τοῦτο μόνον εἰς παράκλησιν
ἀρετῆς, τὸ τὸν Θεὸν μιμεῖσθαι· τοῦτο μεῖζον ἐκείνου, ὅτι Ἀνατέλλει τὸν ἥλιον ἐπὶ
πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Οὐ γὰρ ἁπλῶς, ὅτι τὸν
Θεὸν μιμούμεθα, εἶπεν, ἀλλ' ὅτι ἐν οἷς αὐτοὶ εὖ πάσχομεν, πατέρων σπλάγχνα πρὸς
ἀλλήλους ἡμᾶς ἔχειν βούλεται· σπλάγχνα γὰρ ταῦτα λέγεται ἡ φιλανθρωπία καὶ οἱ οἰκτιρμοί.
Ἐπειδὴ γὰρ οὐκ ἔνι ἀνθρώπους ὄντας μήτε λυπεῖν μήτε λυπεῖσθαι, δεύτερον εὗρε φάρμακον,
ὥστε ἀλλήλοις χαρίζεσθαι· Χαριζόμενοι, φησὶν, ἑαυτοῖς. Καίτοι οὐδὲν ἴσον· σὺ μὲν
γὰρ ἂν χαρίσῃ, πάλιν σοι χαριεῖται ἐκεῖνος, Θεῷ δὲ οὐδὲν ἐχαρίσω. Καὶ σὺ μὲν τῷ
ὁμοδούλῳ, ὁ δὲ Θεὸς τῷ δούλῳ καὶ τῷ ἐχθρῷ καὶ τῷ μισοῦντι αὐτόν. Καθὼς καὶ ὁ Θεὸς,
φησὶν, ἐν Χριστῷ ἐχαρίσατο ἡμῖν. Μέγα καὶ τοῦτο ἔχει αἴνιγμα· ὃ δὲ λέγει, τοῦτό
ἐστιν· Οὐχ ἁπλῶς ἀκινδύνως ἐχαρίσατο, φησὶν, ἀλλὰ μετὰ τοῦ κινδύνου τοῦ Υἱοῦ. Ἵνα
γάρ σοι συγγνῷ, τὸν Υἱὸν ἔθυσε· σὺ δὲ πολλάκις καὶ ἀκίνδυνον καὶ ἀδάπανον ὁρῶν
τὴν συγχώρησιν, οὐ ποιῇ. Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητὰ, καὶ
περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ
ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας. Ἵνα μὴ νομίσῃς ἀνάγκης εἶναι
τὸ πρᾶγμα, ἄκουσον πῶς οὐχ ἁπλῶς, ἀλλ' ὅτι Ἑαυτὸν παρέδωκεν, εἶπεν· ὡσεὶ ἔλεγεν·
Ἐχθρὸν ὄντα σε ὁ ∆εσπότης ἠγάπησεν, ἀγάπησον σὺ τὸν φίλον· μᾶλλον δὲ οὐδὲ οὕτω
δυνήσῃ, πλὴν ἀλλ' ὡς δύνασαι. Βαβαί! τί ταύτης τῆς φωνῆς μακαριώτερον γένοιτ' ἄν;
Κἂν βασιλείαν εἴπῃς, κἂν ὁτιοῦν, οὐδὲν ἴσον. Τὸν Θεὸν μιμῇ, τῷ Θεῷ ἐξομοιοῦσαι,
ὅταν συγχωρήσῃς ἐκείνῳ. Μᾶλλον ἁμαρτήματα δεῖ συγχωρεῖν, ἢ χρήματα. Χρήματα μὲν
γὰρ ἐὰν συγχωρήσῃς, οὐκ ἐμιμήσω τὸν Θεόν· ἁμαρτήματα δὲ ἐὰν συγχωρήσῃς, τὸν Θεὸν
μιμῇ. Πλὴν πῶς δυνήσῃ λέγειν, Πένης εἰμὶ, καὶ οὐ δύναμαι συγχωρῆσαι, ὅταν καὶ ἃ
δύνασαι συγχωρῆσαι, μὴ συγχωρήσῃς, καὶ ἐνταῦθα ζημίαν ἡγῇ, οὐχὶ πλοῦτον μᾶλλον,
οὐχὶ περιουσίαν, οὐχὶ εὐπορίαν; Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ. Ἰδοὺ καὶ ἄλλη παράκλησις
εὐγενεστέρα. Ὡς τέκνα ἀγαπητὰ, φησίν. Ἔχετε καὶ ἄλλην ἀνάγκην τοῦ μιμεῖσθαι αὐτὸν,
οὐ τῷ παθεῖν εὖ μόνον, ἀλλὰ καὶ τῷ τέκνα γενέσθαι. Ὡς τέκνα ἀγαπητά. Ἐπειδὴ γὰρ
οὐ πάντες υἱοὶ τοὺς πατέρας μιμοῦνται, ἀλλ' οἱ ἀγαπητοὶ, διὰ τοῦτό φησιν· Ὡς τέκνα
ἀγαπητά. Περιπατεῖτε ἐν ἀγάπῃ. Ἰδοὺ πάντων ἡ ὑπόθεσις· οὐκοῦν ταύτης οὔσης, οὐ
θυμὸς, οὐκ ὀργὴ, οὐ κραυγὴ, οὐ βλασφημία, ἀλλὰ πάντα ἀνῄρηται. ∆ιὸ ὕστερον τὸ
κεφάλαιον τίθησι. Πόθεν ἐγένου τέκνον; Ἐπειδὴ συνεχωρήθη σοι. Ἀπὸ τῆς ὑποθέσεως,
ἀφ' ἧς τοσαύτης ἠξιώθης τιμῆς, ἀπὸ τῆς αὐτῆς καὶ τῷ πλησίον συγχώρησον. Εἰπὲ δή
μοι, εἴ τίς σε δεσμώτην ὄντα, καὶ μυρίων ὑπεύθυνον κακῶν, ἤγαγεν ἐπὶ τὰ βασίλεια·
μᾶλλον δὲ τοῦτο ἀφῶμεν· εἴ τίς σε πυρέττοντα καὶ ψυχοῤῥαγοῦντα ὠφέλησε φαρμάκῳ
τινὶ, ἆρα οὐκ ἂν αὐτὸν πάντων προὐτίμησας, καὶ αὐτὸ τοὔνομα τοῦ φαρμάκου; Εἰ γὰρ
καιροὺς καὶ τόπους, δι' ὧν ὠφελούμεθα, οὕτως ἔχομεν ὡς τὰς ἑαυτῶν ψυχὰς, πολλῷ
μᾶλλον αὐτὰ τὰ πράγματα. Ἐραστὴς ἔσο τῆς ἀγάπης· δι' αὐτῆς γὰρ ἐσώθης, δι' αὐτῆς
υἱὸς γέγονας· κἂν ἕτερον δυνηθῇς σῶσαι, οὐχὶ τῷ αὐτῷ χρήσῃ φαρμάκῳ, καὶ παραινέσεις
πᾶσι τὸ, Ἄφετε, ἵνα ἀφεθῇ ὑμῖν; Εὐγνωμόνων ψυχῶν τοῦτο, τὸ οὕτω προτρέπεσθαι,
καὶ ἐλευθέρων καὶ εὐγενῶν. Καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, φησί. Σὺ τῶν φίλων
φείδῃ, ἐκεῖνος τῶν ἐχθρῶν· οὐκοῦν πολλῷ μεῖζον τὸ παρὰ τοῦ ∆εσπότου γινόμενον.
Τὸ γὰρ, Καθὼς, πῶς σώζεται; Ἦ δῆλον ὅτι, ἐὰν τοὺς ἐχθροὺς εὖ ποιῶμεν. Καὶ παρέδωκεν
ἑαυτὸν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας. Ὁρᾷς τὸ ὑπὲρ ἐχθρῶν παθεῖν,
ὅτι ὀσμὴ εὐωδίας ἐστὶ, καὶ θυσία εὐπρόσδεκτος; Κἂν ἀποθάνῃς, τότε ἔσῃ θυσία· τοῦτο
μιμήσασθαί ἐστι τὸν Θεόν. Πορνεία δὲ καὶ πᾶσα ἀκαθαρσία, ἢ πλεονεξία, μηδὲ ὀνομαζέσθω
ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις. Εἶπε περὶ τοῦ πικροῦ πάθους τοῦ θυμοῦ· ἦλθεν ἐπὶ
τὸ ἧττον κακόν. Ὅτι γὰρ ἧττον κακὸν ἡ ἐπιθυμία, ἄκουε καὶ ἐν τῷ νόμῳ Μωϋσέως λέγοντος
πρῶτον, Οὐ φονεύσεις, ὅπερ ἐστὶ τοῦ θυμοῦ, καὶ τότε, Οὐ μοιχεύσεις, ὅπερ ἐστὶ τῆς
ἐπιθυμίας. Καθάπερ γὰρ ἡ πικρία καὶ ἡ κραυγὴ καὶ πᾶσα κακία καὶ βλασφημία, καὶ ὅσα
τοιαῦτα, τοῦ θυμώδους ἐστίν· οὕτω καὶ τοῦ ἐπιθυμητικοῦ πορνεία, ἀκαθαρσία,
πλεονεξία· τῷ γὰρ αὐτῷ χρημάτων ἐρῶμεν, καὶ σωμάτων. Ἀλλ' ὥσπερ ἐκεῖ τὴν κραυγὴν
περιεῖλεν, ὄχημα οὖσαν τῆς ὀργῆς, οὕτω νῦν τὴν αἰσχρολογίαν καὶ εὐτραπελίαν ὄχημα
οὖσαν τῆς πορνείας. Καὶ αἰσχρότης γὰρ, φησὶ, καὶ μωρολογία, ἢ εὐτραπελία, τὰ οὐκ
ἀνήκοντα, ἀλλὰ μᾶλλον εὐχαριστία. Μὴ εἴπῃς ἀστεῖα μηδ' αἰσχρὰ, μηδὲ πράξῃς, καὶ
κατασβέσεις τὴν φλόγα. Μηδὲ ὀνομαζέσθω, φησὶν, ἐν ὑμῖν· τουτέστι, μηδαμοῦ μηδὲ
φαινέσθω. Τοῦτο καὶ Κορινθίοις γράφων ἔλεγεν· Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία.
Τουτέστι, Πάντες καθαροὶ γένεσθε. Οἱ γὰρ λόγοι τῶν πραγμάτων εἰσὶν ὁδοί. Εἶτα ἵνα
μὴ δόξῃ φορτικός τις εἶναι καὶ βαρὺς, καὶ εὐτραπελίαν ἐκκόπτων, ἐπήγαγε καὶ τὴν
αἰτίαν, εἰπὼν, Τὰ μὴ ἀνήκοντα, τὰ οὐδὲν πρὸς ἡμᾶς, φησὶν, ἀλλὰ μᾶλλον εὐχαριστία.
βʹ. Τί ὠφελεῖ τὸ ἀστεῖον εἰπεῖν; Γέλωτα ἐκίνησας μόνον.
Εἰπέ μοι, ὁ σκυτοτόμος ἐργάσεταί τί ποτε τῶν οὐκ ἀνηκόντων εἰς τὴν αὑτοῦ τέχνην;
ἢ κτήσεταί τι τοιοῦτον ὄργανον; Οὐδαμῶς· τὰ γὰρ οὐκ ἐν χρείᾳ οὐδὲν πρὸς ἡμᾶς.
Μηδεὶς ἔστω λόγος ἀργός· ἀπὸ γὰρ τοῦ ἀργοῦ καὶ εἰς ἀτόπους καταπίπτομεν. Οὐ
διαχύσεως ὁ παρὼν καιρὸς, ἀλλὰ πένθους, θλίψεων καὶ ὀδυρμῶν· σὺ δὲ εὐτραπελεύῃ;
Τίς ἀθλητὴς εἰς τὸ στάδιον εἰσελθὼν, καὶ τὴν ἀγωνίαν ἀφεὶς τὴν πρὸς τὸν ἀντίδικον,
ἀστεῖα φθέγγεται; Ἐφέστηκεν ὁ διάβολος, περιέρχεται ὠρυόμενος τοῦ ἁρπάσαι, πάντα
κινεῖ καὶ πάντα στρέφει κατὰ τῆς σῆς κεφαλῆς, καὶ μηχανᾶται τῆς καλιᾶς σε ἐκβαλεῖν,
τρίζει τοὺς ὀδόντας, βρυχᾶται, πῦρ πνεῖ κατὰ τῆς σωτηρίας τῆς σῆς· καὶ σὺ κάθησαι
ἀστεῖα λέγων, καὶ μωρολογῶν, καὶ τὰ μὴ ἀνήκοντα φθεγγόμενος; οὐκοῦν καλῶς αὐτοῦ
περιγενέσθαι δυνήσῃ; Παίζομεν, ἀγαπητοί. Βούλει μαθεῖν τῶν ἁγίων τὴν διαγωγήν; ἄκουε
Παύλου λέγοντος· Τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα
ἕκαστον ὑμῶν. Εἰ δὲ ὑπὲρ Μιλησίων καὶ Ἐφεσίων τοσαύτῃ ἐχρήσατο σπουδῇ, οὐχὶ ἀστεῖα
λέγων, ἀλλὰ μετὰ δακρύων τὴν νουθεσίαν εἰσφέρων, τί περὶ τῶν ἄλλων εἴποι τις ἄν;
Ἄκουε δὲ καὶ Κορινθίοις τί φησιν· Ἐκ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν
διὰ πολλῶν δακρύων· καὶ πάλιν· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται,
καὶ οὐκ ἐγὼ πυροῦμαι; Ἄκουε δὲ αὐτοῦ καὶ ἀλλαχοῦ λέγοντος, καὶ καθ' ἑκάστην ἡμέραν,
ὡς εἰπεῖν, ἐξελθεῖν ἐκ τοῦ κόσμου ἐπιθυμοῦντος· Καὶ γὰρ ἡμεῖς οἱ ὄντες ἐν τῷ σκήνει,
στενάζομεν. Σὺ δὲ γελᾷς καὶ παίζεις; πολέμου καιρὸς, καὶ σὺ τὰ τῶν χορευόντων
μεταχειρίζῃ; Οὐχ ὁρᾷς τῶν πολεμούντων τὰ πρόσωπα, πῶς εἰσι σκυθρωπὰ, πῶς συνηγμένα,
ὀφρὺς γὰρ παρ' αὐτοῖς φοβερὰ καὶ φρίκης γέμουσα. Ὁρᾷς ὄμμα αὐστηρὸν, καρδίαν
διεγηγερμένην καὶ πηδῶσαν καὶ ἀλλομένην, συνηγμένον νοῦν, τρέμοντα καὶ ἀγωνιῶντα,
πολλὴν τὴν εὐταξίαν, πολλὴν τὴν εὐρυθμίαν, πολλὴν τὴν σιγὴν ἐν τοῖς στρατοπέδοις·
οὐ λέγω, ὥστε αἰσχρὸν ῥῆμα μὴ εἰπεῖν, ἀλλὰ μηδὲ ἁπλῶς φθέγξασθαι. Εἰ γὰρ πρὸς αἰσθητοὺς
ἔχοντες πολεμίους ἐκεῖνοι, καὶ οὐδὲν ἀπὸ λόγων βλαπτόμενοι, τοσαύτῃ κέχρηνται
σιγῇ, σὺ, ὁ καὶ ἐν λόγοις ἔχων τὸν πόλεμον, καὶ τὸ πλέον τοῦ πολέμου, τοῦτό σοι
τὸ μέρος ἐᾷς γυμνόν; ἢ ἀγνοεῖς, ὅτι τὰ πλείονα ἐντεῦθεν ἐπιβουλευόμεθα; Παίζεις
καὶ τρυφᾷς, καὶ ἀστεῖα λέγεις, καὶ γέλωτα κινεῖς, καὶ οὐδὲν ἡγῇ τὸ πρᾶγμα; πόσαι
ἀπὸ ἀστειολογιῶν ἐπιορκίαι, πόσαι βλάβαι, πόσαι αἰσχρολογίαι! Ἀλλ' οὐ τοιαῦτά ἐστι
τὰ ἀστεῖα, φησίν. Ἀλλ' ἄκουε ὅτι πᾶσαν εὐτραπελίαν ἐξέβαλε. Πολέμου καιρὸς νῦν
καὶ μάχης, ἀγρυπνίας καὶ φυλακῆς, ὁπλίσεως καὶ παρατάξεως· οὐδένα τόπον ἐνταῦθα
ὁ τοῦ γέλωτος ἂν ἔχοι καιρός· τοῦ γὰρ κόσμου οὗτός ἐστιν. Ἄκουσον τοῦ Χριστοῦ λέγοντος·
Ὁ κόσμος χαρήσεται, ὑμεῖς δὲ λυπηθήσεσθε. Ὁ Χριστὸς ἐσταυρώθη διὰ τὰ σὰ κακὰ, σὺ
δὲ γελᾷς; ἐκεῖνος ἐῤῥαπίσθη, καὶ τοσαῦτα ἔπαθε διὰ τὴν σὴν συμφορὰν καὶ τὸν
καταλαβόντα σε χειμῶνα· σὺ δὲ τρυφᾷς; Καὶ πῶς οὐ μᾶλλον αὐτὸν παροξύνεις; Ἀλλ' ἐπειδή
τισιν ἀδιάφορον εἶναι τὸ πρᾶγμα δοκεῖ, ὃ καὶ δυσφύλακτόν ἐστι, φέρε, μικρὰ περὶ
τούτου διαλεχθῶμεν, ὅσον ἐστὶ κακὸν διδάξαντες. Καὶ γὰρ τοῦτο τοῦ διαβόλου ἔργον
ἐστὶ, τὸ ποιεῖν τῶν ἀδιαφόρων καταφρονεῖν. Πρῶτον μὲν οὖν εἰ καὶ ἀδιάφορον ἦν,
οὐδὲ οὕτως ἐχρῆν αὐτοῦ καταφρονεῖν, εἰδότα ὅτι τὰ μεγάλα ἀπὸ τούτου τίκτεται
κακὰ καὶ αὔξεται, καὶ εἰς πορνείαν τελευτᾷ πολλάκις· ὅτι δὲ οὐδὲ ἀδιάφορόν ἐστιν,
ἐκεῖθεν δῆλον. Ἴδωμεν οὖν πόθεν τίκτεται· μᾶλλον δὲ ἴδωμεν ὁποῖον εἶναι δεῖ τὸν
ἅγιον, ἥμερον, πρᾶον, πενθοῦντα, θρηνοῦντα, τεθλιμμένον. Ὁ τοίνυν τὰ εὐτράπελα
λέγων, οὐχ ἅγιος· κἂν Ἕλλην ᾖ, καταγέλαστος ὁ τοιοῦτος· τοῖς ἐν τῇ σκηνῇ ταῦτα ἐφεῖται
μόνοις. Ἔνθα αἰσχρότης, ἐκεῖ καὶ εὐτραπελία. Ἔνθα γέλως ἄκαιρος, ἐκεῖ καὶ εὐτραπελία.
Ἄκουε τοῦ Προφήτου λέγοντος· ∆ουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν
τρόμῳ. Ἡ εὐτραπελία μαλακὴν ποιεῖ τὴν ψυχὴν, ῥᾴθυμον, ἀναπεπτωκυῖαν· αὕτη καὶ ὕβρεις
πολλάκις ὤδινε, καὶ πολέμους ποιεῖ.
γʹ. Τί δέ; ὅλως οὐχὶ ἐν ἀνδράσι γέγονας; Οὐκοῦν κατάργησον
τὰ τοῦ νηπίου. Ἀλλὰ τὸν μὲν οἰκέτην τὸν σὸν ἐν ἀγορᾷ οὐκ ἀξιοῖς εἰπεῖν τι τῶν ἀσυμφόρων·
σὺ δὲ τοῦ Θεοῦ λέγων οἰκέτης εἶναι, ἐν ἀγορᾷ ἀστεῖα φθέγγῃ; Ἀγαπητὸν τὴν νήφουσαν
ψυχὴν μὴ κλαπῆναι· τὴν δὲ διακεχυμένην τίς οὐχ αἱρήσει; αὐτὴ ἑαυτῇ περιπαρήσεται,
καὶ οὐ δεήσεται τῆς τοῦ διαβόλου ἐπιβουλῆς καὶ ἐπηρείας. Ἵνα δὲ καὶ μάθῃς, ὅρα
καὶ αὐτὸ τοὔνομα· εὐτράπελος λέγεται ὁ ποικίλος, ὁ παντοδαπὸς, ὁ ἄστατος, ὁ εὔκολος,
ὁ πάντα γινόμενος· τοῦτο δὲ πόῤῥω τῶν τῇ πέτρᾳ δουλευόντων. Ταχέως τρέπεται ὁ
τοιοῦτος καὶ μεθίσταται· δεῖ γὰρ αὐτὸν καὶ σχῆμα καὶ ῥῆμα καὶ γέλωτα καὶ βάδισιν
καὶ πάντα μιμεῖσθαι· καὶ σκώμματα δὲ ἐπινοεῖν χρὴ τὸν τοιοῦτον· δεῖ γὰρ αὐτῷ καὶ
τούτου.όῤῥω δὲ τοῦτο Χριστιανοῦ,τὸ κωμῳδεῖν. Καὶ ἀνάγκη τὸν εὐτραπελευόμενον ἔχθρας
ἀναδέχεσθαι περιττὰς τῶν εἰκῇ σκωπτομένων, ἄν τε παρῶσιν, ἄν τε ἀπόντες ἀκούσωσιν.
Εἰ καλὸν τὸ πρᾶγμα, τί τοῖς μίμοις ἀφίεται; Μῖμος γίνῃ, καὶ οὐκ αἰσχύνῃ; ∆ιὰ τί
ταῖς ἐλευθέραις ὑμῶν οὐκ ἐπιτρέπετε τοῦτο ποιεῖν; οὐχὶ ἤθους τίθεσθε ἀσέμνου,
καὶ οὐ σώφρονος τὸ πρᾶγμα; Μεγάλα κακὰ ἐν ψυχῇ εὐτραπελευομένῃ οἰκεῖ, μεγάλη διάχυσις
καὶ ἐρημία· κέχηνεν ἡ ἁρμονία, σεσάθρωται ἡ οἰκοδομὴ, ὁ φόβος ἐξώρισται, εὐλάβεια
ἀπέστη. Γλῶσσανἔχεις, οὐχ ἵνα ἕτερον κωμῳδήσῃς, ἀλλ' ἵνα εὐχαριστήσῃς τῷ Θεῷ. Οὐχ
ὁρᾷς τοὺς λεγομένους γελωτοποιοὺς, τοὺς κόρδακας; οὗτοί εἰσιν οἱ εὐτράπελοι. Ἐξορίσατε,παρακαλῶ,
τῶν ὑμετέρων ψυχῶν τὴν ἄχαριν ταύτην χάριν· παρασίτων τὸ πρᾶγμα, μίμων, ὀρχηστῶν,
γυναικῶν πορνῶν· πόῤῥω ψυχῆς ἐλευθέρας, πόῤῥω εὐγενοῦς, καὶ δούλων πόῤῥω. Εἴ
τις ἄτιμος, εἴ τις αἰσχρὸς, οὗτος καὶ εὐτράπελος. Πολλοῖς δὲ καὶ ἀρετὴ τὸ πρᾶγμα
εἶναι δοκεῖ· καὶ γὰρ τοῦτο πένθους ἄξιον. Ὥσπερ ἡ ἐπιθυμία κατὰ μικρὸν εἰς
πορνείαν ἐξώκειλεν· οὕτω καὶ τὸ εὐτράπελον ἐπίχαρι εἶναι δοκεῖ, οὐδὲν δὲ τούτου
ἄχαρι μᾶλλον. Ἄκουε γὰρ τῆς Γραφῆς λεγούσης· Πρὸ βροντῆςκατασπεύδει ἀστραπὴ, καὶ
πρὸ αἰσχυντηροῦ προελεύσεται χάρις. Οὐδὲν δὲ τοῦ εὐτραπέλου ἀναισχυντότερον. Ὥστε
οὐ χάριτος αὐτοῦ γέμει τὸ στόμα, ἀλλ' ὀδύνης. Ἐξορίσωμεν τοῦτο τὸ ἔθος τῶν
τραπεζῶν. Εἰσὶ δέ τινες, οἳ καὶ τοὺς πένητας τοῦτο διδάσκουσιν. Ὢ τῆς ἀτοπίας!
τοὺς ἐν θλίψεσιν εὐτραπελεύεσθαι ποιοῦσι. Ποῦ γὰρ οὐκ ἔστι τοῦτο τὸ νόσημα λοιπόν;
Ἤδη καὶ ἐν τῇ Ἐκκλησίᾳ εἰσῆκται, ἤδη καὶ τῶν Γραφῶν ἥψατο. Εἴπω τι ἵνα δείξω τὴν
ὑπερβολὴν τοῦ κακοῦ; Αἰσχύνομαι μὲν, πλὴν ἀλλ' ὅμως ἐρῶ· βούλομαι γὰρ δεῖξαι οἷ
προῆλθε τὸ κακὸν, ἵνα μὴ δόξω μικρολογεῖν καὶ περὶ μικροῦ τινος ὑμῖν διαλέγεσθαι,
ἵνα κἂν οὕτως ἀποστῆσαι δυνηθῶ τῆς πλάνης ὑμᾶς. Καὶ μή μέ τις οἰέσθω πλάττειν, ἀλλ'
ἅπερ ἤκουσα ἐρῶ. Ἔτυχέ τις ὢν παρά τινι τῶν ἐπὶ γνώσει μέγα φρονούντων· καὶ οἶδα
μὲν γέλωτα κινήσων, πλὴν ἀλλ' ὅμως ἐρῶ· καὶ τοῦ πίνακος παρατεθέντος, ἔλεγε· ∆ράξασθε,
παιδία, μή ποτε ὀργισθῇ κοιλία. Καὶ πάλιν ἕτεροί φασιν· Οὐαί σοι, μαμμωνᾶ, καὶ
τῷ μὴ ἔχοντί σε. Καὶ πολλὰ τοιαῦτα ἄτοπα ἡ εὐτραπελία ἐπεισήγαγεν, ὡς ὅταν λέγωσιν·
Ἄρτι οὐκ ἔστι γένεσις; Καὶ τοῦτο λέγω τοῦ αἰσχροῦ ἤθους δεικνύων τὴν ἀτοπίαν·
ψυχῆς γὰρ ἐρήμου εὐλαβείας ταυτὶ τὰ ῥήματα. Ἆρ' οὐχὶ σκηπτῶν ἄξια ταῦτα; Καὶ
πολλὰ ἀπὸ τούτων καὶ ἕτερα τοιαῦτα λεγόμενα εὕροι τις ἄν. ∆ιὸ, παρακαλῶ, πάντοθεν
τοῦτο ἐξορίσαντες τὸ ἔθος, ἐκεῖνα φθεγγώμεθα, ἃ ἡμῖν ἁρμόττει· καὶ μὴ τὰ ἅγια
στόματα τὰ τῶν ἀτίμων καὶ αἰσχρῶν φθεγγέσθω ῥήματα. Τίς γὰρ μετοχὴ δικαιοσύνῃ
καὶ ἀνομίᾳ; τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος; Ἀγαπητὸν γὰρ, πάντων τῶν ἀτόπων ἑαυτοὺς
ἀποστήσαντας, δυνηθῆναι τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν, μήτι γε τοσαῦταἐπισυρομένους,
καὶ τὸ ἀκριβὲς τῆς διανοίας διὰ τῶν τοσούτων λυμαινομένους. Ὁ γὰρ εὐτραπελευόμενος
κακήγορος ἔσται ταχέως· ὁ δὲ κακήγορος καὶ μυρία ἑαυτῷ ἐπισωρεύει ἕτερα κακά.
Ταῦτα δὴ οὖν τὰ δύο τῆς ψυχῆς εἴδη ῥυθμίσαντες, καὶ ὑποζεύξαντες τῷ λογισμῷ,
καθάπερ ἵππους εὐηνίους, τήν τε ἐπιθυμίαν, καὶ τὸν θυμὸν, οὕτως ἐπιστήσωμεν τὸν
νοῦν ἡνίοχον, ἵνα καὶ τὸ βραβεῖον λάβωμεν τῆς ἄνω κλήσεως· οὗ γένοιτο πάντας ἡμᾶς
ἐπιτυχεῖν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι
δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
19.
ΟΜΙΛΙΑ ΙΗʹΤοῦτο γὰρ ἴστε γινώσκοντες, ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης,
ὅς ἐστιν εἰδωλο λάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ.
Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς
υἱοὺς τῆς ἀπειθείας.
αʹ. Ἦσαν, ὡς ἔοικε,
τινὲς καὶ ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων οἱ τὰς χεῖρας ἐκλύοντες τοῦ λαοῦ, καὶ τὸ
παρὰ τοῦ Ἰεζεκιὴλ εἰρημένον εἰς ἔργον ἄγοντες, μᾶλλον δὲ τὰ τῶν ψευδοπροφητῶν
ποιοῦντες, οἱ δρακὸς κριθῶν ἐκφαυλίζοντες τὸν Θεὸν ἐνώπιον τοῦ λαοῦ αὐτοῦ· ὃ δὴ
καὶ νῦν οἶμαι παρά τινων γίνεσθαι. Ὅταν οὖν εἴπωμεν, ὅτι ὁ μωρὸν καλέσας τὸν ἀδελφὸν,
εἰς γέενναν ἀπέρχεται, ἄλλοι φασί· Ναὶ, ὁ μωρὸν καλέσας τὸν ἀδελφὸν εἰς γέενναν
ἀπέρχεται; Οὐχὶ, φησί· καὶ ὅταν εἴπωμεν, ὅτι ὁ πλεονέκτης εἰδωλολάτρης ἐστὶ, καὶ
τοῦτο πάλιν ἐκφαυλίζουσι, λέγοντες ὑπερβολῆς εἶναι τὸ ῥῆμα· καὶ πάσας οὕτω τὰς ἐντολὰς
ἐξευτελίζουσι. Τούτους οὖν αἰνιττόμενος ὁ μακάριος Παῦλος, καὶ τότε ἔγραφεν Ἐφεσίοις,
οὕτω λέγων· Τοῦτο γὰρ ἴστε γινώσκοντες, ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης,
ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ.
Εἶτα ἐπάγει· Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις. Κενοί εἰσιν οὗτοι οἱ λόγοι, οἱ
πρὸς καιρὸν χάριν ἔχοντες, καὶ οὐδαμῶς ἐπὶ τῶν ἔργων δεικνύμενοι· ἀπάτη γὰρ τὸ
πρᾶγμά ἐστι. ∆ιὰ ταῦτα ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. ∆ιὰ
τὴν πορνείαν, φησὶ, διὰ τὴν πλεονεξίαν, διὰ τὴν ἀκαθαρσίαν, ἢ καὶ διὰ ταῦτα καὶ
διὰ τὴν ἀπάτην, ἐπειδή εἰσιν ἀπατεῶνες. Υἱοὺς ἀπειθείας, τοὺς σφόδρα ἀπειθεῖς,
τοὺς αὐτῷ ἀπειθοῦντας καλεῖ. Μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν. Ἦτε γάρ ποτε σκότος,
νῦν δὲ φῶς ἐν Κυρίῳ. Ὅρα πῶς συνετῶς προέτρεψε· πρῶτον ἀπὸ τοῦ Χριστοῦ, ὅτι ἀγαπᾶτε
ἀλλήλους, καὶ μηδένα ἀδικεῖτε· εἶτα πάλιν ἀπὸ τῆς κολάσεως καὶ τῆς γεέννης· Ἦτε
γάρ ποτε σκότος, φησὶ, νῦν δὲ φῶς ἐν Κυρίῳ. Ὅπερ λέγει καὶ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ·
Τίνα οὖν καρπὸν εἴχετε τότε, ἐφ' οἷς νῦν ἐπαισχύνεσθε; καὶ ἀναμιμνήσκει αὐτοὺς
τῆς προτέρας κακίας· τουτέστιν, Ἐννοήσαντες τί ἦτέ ποτε ὑμεῖς, καὶ τί γεγόνατε
νῦν, μὴ παλινδρομῆτε πρὸς τὴν προτέραν κακίαν, μηδὲ ἐνυβρίζητε τοῦ Θεοῦ τὴν χάριν.
Ἦτέ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ· οὐκ ἀπὸ τῆς ὑμετέρας, φησὶν, ἀρετῆς, ἀλλὰ
διὰ τῆς τοῦ Θεοῦ χάριτος τοῦτο ὑμῖν ὑπῆρξε· τουτέστι, Καὶ ὑμεῖς τῶν αὐτῶν ἄξιοι
ἦτέ ποτε, ἀλλ' οὐκέτι. Ὡς τέκνα τοίνυν φωτὸς περιπατεῖτε. Τί δή ἐστι, Τέκνα φωτὸς,
ἐπάγει ἑξῆς· Ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ δικαιοσύνῃ καὶ ἀγαθωσύνῃ καὶ ἀληθείᾳ.
∆οκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ. Ἐν πάσῃ, φησὶν, ἀγαθωσύνῃ. Τοῦτο πρὸς
τοὺς ὀργιζομένους, πρὸς τοὺς πικρούς· Καὶ δικαιοσύνῃ· τοῦτο πρὸς τοὺς πλεονεκτοῦντας·
Καὶ ἀληθείᾳ· τοῦτο πρὸς τὴν ψευδῆ ἡδονήν. Οὐκ ἐκεῖνα ἃ εἶπον, φησὶν, ἀλλὰ τὰ ἐναντία.
Ἐν πάσῃ. Τουτέστι, καρπὸν δεῖ πνευματικὸν ἐπιδείκνυσθαι ἐν πᾶσι. ∆οκιμάζοντες τί
ἐστι τὸ εὐάρεστον τῷ Κυρίῳ. Ἄρα παιδικῆς ἐκεῖνα διανοίας καὶ ἀτελοῦς. Καὶ μὴ
συγκοινωνεῖτε, φησὶ, τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε·
τὰ γὰρ κρυφῇ γινόμενα ὑπ' αὐτῶν, αἰσχρόν ἐστι καὶ λέγειν. Τὰ δὲ πάντα, ἐλεγχόμενα
ὑπὸ τοῦ φωτὸς, φανεροῦται. Εἶπεν, ὅτι Φῶς ἐστε· τὸ δὲ φῶς ἐλέγχει τὰ ἐν σκότει
γινόμενα. Ὥστε ἂν ἦτε ὑμεῖς, φησὶν, ἐνάρετοι καὶ θαυμαστοὶ, λαθεῖν οὐ δυνήσονται
οἱ πονηροί. Καθάπερ γὰρ λύχνου κειμένου πάντες φωτίζονται, καὶ ὁ λῃστὴς οὐκ ἂν ἐπεισέλθοι·
οὕτω τοῦ φωτὸς ὑμῶν λάμποντος, ἁλώσονται οἱ πονηροὶ ἐλεγχόμενοι. Ἄρα διελέγχειν
δεῖ. Πῶς οὖν φησι, Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε; Ἐλέγχειν εἶπεν, οὐ κατακρίνειν,
τουτέστι, παιδεύειν· καὶ, Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε, περὶ τῶν ἐλαχίστων ἁμαρτημάτων
εἶπεν. Ἀμέλει καὶ ἐπήγαγε· Τί βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ
σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὥσπερ
τὸ τραῦμα, ἕως ἂν ἐμφωλεύῃ καλυπτόμενον ἄνωθεν, καὶ διὰ βάθους τρέχῃ, οὐδεμιᾶς ἀπολαύει
τῆς ἐπιμελείας· οὕτω καὶ ἁμαρτία, ἕως μὲν ἂν κρύπτηται, καθάπερ ἐν σκότῳ μετὰ ἀδείας
τολμᾶται πολλῆς· ἐπειδὰν δὲ φανερωθῇ, γίνεται φῶς· οὐχὶ αὐτὴ ἡ ἁμαρτία· πῶς γάρ;
ἀλλ' ὁ ἐργασάμενος. Ὅταν γὰρ εἰς μέσον ἐνεχθῇ, ὅταν νουθετηθῇ, ὅταν μετανοήσῃ, ὅταν
ἀφέσεως τύχῃ, οὐχὶ ἐξεκάθαρας αὐτοῦ τὸ σκότος; οὐχὶ τότε ἐθεράπευσας αὐτοῦ τὸ
τραῦμα; οὐχὶ τὴν ἀκαρπίαν ἐξεκαλέσω πρὸς καρπόν; Ἢ τοῦτό φησιν, ἢ ἐκεῖνο, ὅτι Ὁ
μὲν ὑμέτερος βίος φανερὸς ὢν, φῶς ἐστιν· οὐδεὶς γὰρ τὸν ἄληπτον κρύπτει βίον· τὰ
δὲ κρυπτόμενα, διὰ τὸ ἐσκοτίσθαι κρύπτεται. ∆ιὸ λέγει· Ἔγειραι, ὁ καθεύδων, καὶ
ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. Καθεύδοντα καὶ νεκρὸν, τὸν ἐν
ἁμαρτίαις φησί· καὶ γὰρ δυσωδίας πνεῖ, ὡς ὁ νεκρὸς, καὶ ἀνενέργητός ἐστιν, ὡς ὁ
καθεύδων, καὶ οὐδὲν ὁρᾷ, ὡς ἐκεῖνος, ἀλλ' ὀνειρώττει καὶ φαντάζεται. Οἱ μὲν, Ἐπιψαύσεις,
φασὶ, τοῦ Χριστοῦ· οἱ δὲ, Ἐπιφαύσει σοι ὁ Χριστός· μᾶλλον δὲ τοῦτό ἐστι. Ἀπόστηθι
τῆς ἁμαρτίας, καὶ δυνήσῃ τὸν Χριστὸν ἰδεῖν. Ὁ γὰρ τὰ φαῦλα πράσσων, μισεῖ τὸ φῶς,
καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς· ὁ τοίνυν μὴ πράττων, ἔρχεται. βʹ. Ἀλλ' οὐ περὶ τῶν
ἀπίστων τοῦτο μόνον φησί· πολλοὶ γὰρ τῶν πιστῶν οὐδὲν ἧττον τῶν ἀπίστων τῆς κακίας
ἔχονται· εἰσὶ δὲ, οἳ καὶ πολλῷ μᾶλλον. ∆ιὸ καὶ πρὸς τούτους ἀναγκαῖον εἰπεῖν· Ἔγειραι,
ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. Πρὸς τούτους
ἁρμόζει καὶ τοῦτο εἰπεῖν· Ὁ Θεὸς οὐκ ἔστι νεκρῶν, ἀλλὰ ζώντων. Εἰ τοίνυν οὐκ ἔστι
νεκρῶν, ζήσωμεν. Τινὲς δὲ ὑπερβολὴν εἶναί φασι τὸ, Ὁ πλεονέκτης εἰδωλολάτρης ἐστίν.
Ἀλλ' οὐκ ἔστιν ὑπερβολῆς τὸ ῥῆμα, ἀλλὰ ἀληθείας. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι ἀφίσταται
ἀπὸ τοῦ Θεοῦ ὁ πλεονέκτης, καθάπερ ὁ εἰδωλολάτρης. Καὶ ἵνα μὴ νομίσῃς ἁπλῶς εἰρῆσθαι,
ἀπόφασίς ἐστι τοῦ Χριστοῦ λέγουσα· Οὐ δύνασθε Θεῷ δουλεύειν, καὶ μαμμωνᾷ. Οἱ
μαμμωνᾷ δουλεύοντες, ἐξέβαλον ἑαυτοὺς τῆς τοῦ Θεοῦ δουλείας· οἱ δὲ ἀρνησάμενοι
αὐτοῦ τὴν δεσποτείαν, καὶ χρυσῷ δουλεύοντες ἀψύχῳ, εὔδηλον ὅτι εἰδωλολάτραι εἰσίν.
Ἀλλ' οὐκ ἐποίησα, φησὶν, εἴδωλον, οὐδὲ ἔστησα βωμὸν, οὐδὲ κατέθυσα πρόβατα, οὐδὲ
οἶνον ἐπέσπεισα, ἀλλ' εἰς ἐκκλησίαν εἰσῆλθον, καὶ χεῖρας ἀνέτεινα τῷ μονογενεῖ
τοῦ Θεοῦ Παιδὶ, καὶ μυστηρίων μετέχω, καὶ εὐχῆς κοινωνῶ, καὶ τῶν ἄλλων ἁπάντων,
ὧν προσῆκε τὸν Χριστιανόν. Πῶς οὖν, φησὶν, εἴδωλα προσκυνῶ; Τοῦτο μὲν οὖν αὐτὸ
καὶ τὸ θαυμαστότατόν ἐστιν, ὅτι πεῖραν λαβὼν καὶ γευσάμενος τῆς φιλανθρωπίας τοῦ
Θεοῦ, καὶ ἰδὼν ὅτι χρηστὸς ὁ Κύριος, τὸν μὲν χρηστὸν εἴασας, τὸν δὲ ὠμὸν τύραννον
κατεδέξω, καὶ προσποιῇ μὲν τούτῳ δουλεύειν, τῇ δὲ ἀληθείᾳ τῷ σκληρῷ ζυγῷ καὶ
χαλεπῷ τῆς φιλαργυρίας σαυτὸν ὑπέβαλες. Οὔπω μοι σὸν εἶπας κατόρθωμα, ἀλλὰ τὰ δῶρα
τοῦ ∆εσπότου. Εἰπὲ γάρ μοι, παρακαλῶ, τὸν στρατιώτην πόθεν κρίνομεν; ὅταν
δορυφορῇ τὸν βασιλέα καὶ παρ' αὐτοῦ τρέφηται καὶ καλῆται αὐτοῦ, ἢ ὅταν τὰ ἐκείνου
οὐ φρονῇ, ἀλλὰ προσποιῆται μὲν εἶναι μετ' ἐκείνου καὶ τὰ ἐκείνου θεραπεύειν, τὰ
δὲ τῶν πολεμίων πράγματα αἱρῇ; Εὔδηλον ὅτι τὸν βασιλέα δορυφορῶν. ∆ιὰ τοῦτο καὶ
χαλεπωτέρας κολάσεως ἄξιος, ἢ τῆς τοῦ βασιλέως δουλείας ἑαυτὸν ἀποῤῥήξας, καὶ
τοῖς ἐχθροῖς προστεθείς. Καὶ σὺ τοίνυν ὑβρίζεις τὸν Θεὸν καθάπερ εἰδωλολάτρης,
οὐχ ἑνὶ στόματι τῷ σῷ, ἀλλὰ μυρίοις τοῖς ἠδικημένοις. Ἀλλ' εἰδωλολάτρης, φησὶν,
οὐκ ἔστιν. Ὅταν οὖν λέγωσιν οἱ Ἕλληνες, Ὁ Χριστιανὸςὁ πλεονέκτης, τότε οὐκ αὐτὸς
μόνος ὑβρίζει δι' ὧν πράττει, ἀλλὰ καὶ τοὺς ἠδικημένους ἀναγκάζει πολλάκις τοῦτο
λέγειν· εἰ δὲ μὴ λέγουσι, τοῦτο τῆς ἐκείνων εὐλαβείας λογιστέον. Ἢ οὐχ ὁρῶμεν τὰ
πράγματα οὕτω γινόμενα; Ὁ εἰδωλολάτρης, τί ἄλλο; ἢ οὐχὶ καὶ αὐτὸς πάθη προσκυνεῖ
πολλάκις, μὴ τοῦ πάθους κρατῶν; Οἷόν τι λέγω· Ὅταν εἴπωμεν, ὅτι εἴδωλα προσκυνεῖ,
Οὒ, φησὶν, ἀλλὰ τὴν Ἀφροδίτην, ἀλλὰ τὸν Ἄρην. Κἂν εἴπωμεν, Τίς αὕτη ἡ Ἀφροδίτη;
οἱ σεμνότεροι αὐτῶν φασιν· Ἡ ἡδονή· Καὶ τίς ὁ Ἄρης; Ὁ θυμός. Οὕτω καὶ σὺτὸν
μαμμωνᾶν. Ἂν εἴπωμεν, Τίς ὁ μαμμωνᾶς; Ἡ πλεονεξία. Καὶ σὺ ταύτην προσκυνεῖς; Οὐ
προσκυνῶ, φησί. ∆ιὰ τί; ὅτι οὐ κάμπτεις σαυτόν; Ἀλλὰ νῦν πολλῷ μᾶλλον προσκυνεῖς
διὰ τῶν ἔργων καὶ τῶν πραγμάτων· αὕτη γὰρ μείζων ἡ προσκύνησις. Καὶ ἵνα μάθῃς,
θέα ἐπὶ τοῦ Θεοῦ, τίνες μᾶλλον αὐτὸν προσκυνοῦσιν, οἱ ἁπλῶς ἑστῶτες ἐν ταῖς
προσευχαῖς, ἢ οἱ τὸ θέλημα αὐτοῦ ποιοῦντες; Εὔδηλον ὅτι οὗτοι. Οὕτω καὶ οἱ ἐπὶ
τοῦ μαμμωνᾶ, οἱ τὸ θέλημα αὐτοῦ ποιοῦντες, μᾶλλον αὐτὸν προσκυνοῦσι. Καίτοι ἐκεῖνοι
τὰ πάθη προσκυνοῦντες, πολλάκις ἐκτός εἰσι τῶν παθῶν· ἴδοι γὰρ ἄν τις τὸν τοῦ Ἄρεος
θεραπευτὴν, τοῦ θυμοῦ κρατοῦντα πολλάκις· ἐπὶ δὲ σοῦ οὐκέτι τοῦτο, ἀλλὰ τῷ πάθει
καταδουλοῖς σαυτόν. Ἀλλ' οὐ σφάζεις πρόβατα; Ἀλλ' ἀνθρώπους, καὶ ψυχὰς λογικὰς,
τὰς μὲν λιμῷ, τὰς δὲ βλασφημίαις. Οὐδὲν ταύτης τῆς θυσίας βακχικώτερον. Τίς εἶδε
ψυχὰς σφαζομένας ποτέ; Ἐπάρατος ὁ τῆς πλεονεξίας βωμός. Παρὰ γὰρ τοῦτον τῶν εἰδώλων
ἂν ἔλθῃς βωμὸν, ὄψει αἰγείων καὶ βοείων αἱμάτων ὄζοντα· παρὰ δὲ τὸν τῆς πλεονεξίας
βωμὸν ἂν ἔλθῃς, αἱμάτων ἀνθρωπίνων ὄψει χαλεπὸν ἀποπνέοντα· ἂν παραστῇς ἐνταῦθα,
οὐ θεάσῃ πτερὰ καιόμενα ὀρνίθων, οὐδὲ κνίσσαν καὶ καπνὸν ἀναδιδόμενον, ἀλλὰ σώματα
ἀνθρώπων ἀπολλύμενα. Οἱ μὲν γὰρ εἰς κρημνοὺς ἑαυτοὺς ἔῤῥιψαν, οἱ δὲ βρόχον ἧψαν,
οἱ δὲ ξίφος διήλασαν διὰ τοῦ λαιμοῦ. Εἶδες θυσίας ὠμὰς καὶ ἀπανθρώπους; Βούλει
τούτων χαλεπωτέρας ἰδεῖν; Ἐγώ σοι δείξω, οὐκέτι σώματα ἀνθρώπων, ἀλλὰ καὶ ψυχὰς
ἀνθρώπων κατασφαττομένας ἐκεῖ. Καὶ γὰρ ἔστι ψυχὴν σφάττεσθαι σφαγῇ τῇ προσηκούσῃ
ψυχῇ· ὥσπερ γάρ ἐστι σώματος θάνατος, οὕτω καὶ ψυχῆς· Ψυχὴ γὰρ ἡ ἁμαρτάνουσα,
φησὶν, αὐτὴ καὶ ἀποθανεῖται. Οὐ τοιοῦτος, οἷος ὁ τοῦ σώματος θάνατος, ἀλλὰ πολλῷ
χαλεπώτερος ὁ τῆς ψυχῆς. Οὗτος μὲν γὰρ ὁ σωματικὸς θάνατος διαλύσας ἀπ' ἀλλήλων
τὴν ψυχὴν καὶ τὸ σῶμα, τὸ μὲν πολλῶν φροντίδων καὶ πόνων ἀνέπαυσε, τὴν δὲ εἰς
φανερὸν χῶρον παρέπεμψεν· εἶτα τῷ χρόνῳ διαλυθὲν καὶ ἀποῤῥεῦσαν, πάλιν συνάγεται
μετὰ ἀφθαρσίας, καὶ τὴν οἰκείαν ἀπολαμβάνει ψυχήν.
γʹ. Οὗτος μὲν οὖν τοιοῦτος· ὁ δὲ τῆς ψυχῆς φρικτὸς
καὶ φοβερός. Οὐ γὰρ ἐὰν διαλυθῇ, καθάπερ τὸ σῶμα αὐτὴν παραπέμπει, ἀλλὰ
καταδεθεῖσαν πάλιν ἀφθάρτῳ σώματι, εἰς τὸ πῦρ ἐμβιβάζει τὸ ἄσβεστον. Οὗτος τοίνυν
ἐστὶν ὁ ψυχῆς θάνατος. Ὥσπερ οὖν ἐστι ψυχῆς θάνατος, οὕτω καὶ σφαγὴ ψυχῆς. Τί σώματος
σφαγή; Τὸ νεκρωθῆναι, καὶ τῆς ἐνεργείας ἀποῤῥαγῆναι τῆς κατὰ ψυχήν. Τί ἐστι ψυχῆς
σφαγή; Καὶ αὐτὸ νέκρωσις. Τί δὲ νέκρωσις ψυχῆς; Ὥσπερ γὰρ τὸ σῶμα τότε νεκροῦται,
ὅταν ἔρημον αὐτὸ καταλίπῃ τῆς οἰκείας ἐνεργείας ἡ ψυχή· οὕτω καὶ ἡ ψυχὴ τότε
νεκροῦται, ὅταν ἔρημον αὐτὴν καταλίπῃ τῆς οἰκείας ἐνεργείας τὸ Πνεῦμα τὸ ἅγιον.
Αὗται μάλιστα αἱ σφαγαὶ παρὰ τῷ βωμῷ τῆς πλεονεξίας εἰσίν· οὐ κορέννυνται, οὐδὲ
ἵστανται μέχρι τοῦ αἵματος τῶν ἀνθρώπων, ἀλλ' ἂν μὴ καὶ τὴν ψυχὴν αὐτὴν καταθύσῃ,
οὐκ ἐμπίπλαται ὁ τῆς πλεονεξίας βωμὸς, ἂν μὴ ἀμφοτέρων τὰς ψυχὰς δέξηται, τοῦ
τε θύοντος, τοῦ τε θυομένου. Τὸν γὰρ θύοντα πρῶτον ἀνάγκη τυθῆναι, καὶ οὕτω θύει,
καὶ ὁ νεκρὸς θύει τὸν τέως ζῶντα. Ὅταν γὰρ εἴπῃ βλάσφημα, ὅταν λοιδορῆται, ὅταν
δυσχεραίνῃ, οὐχὶ αἱ πληγαὶ αὗται τῆς ψυχῆς εἰσιν ἀνίατοι; Εἶδες ὅτι οὐχ ὑπερβολῆς
τὸ ῥῆμά ἐστι; Βούλει καὶ ἕτερον ἀκοῦσαι, καὶ μαθεῖν πῶς εἰδωλολατρεία ἡ πλεονεξία,
καὶ χαλεπώτερον εἰδωλολατρείας; Οἱ εἰδωλολάτραι τοῖς τοῦ Θεοῦ κτίσμασι προσκυνοῦσι·
Καὶ ἐσεβάσθησαν γὰρ, φησὶ, καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα· σὺ δὲ τῷ
κτίσματι τῷ σαυτοῦ προσκυνεῖς. Ὁ γὰρ Θεὸς πλεονεξίαν οὐκ ἐδημιούργησεν, ἀλλ' ἡ
τῆς σῆς ἀπληστίας ἐπεξεῦρεν ἀμετρία. Καὶ θέα μανίαν καὶ γέλωτα. Οἱ τὰ εἴδωλα
προσκυνοῦντες, καὶ τιμῶσιν αὐτὰ ἃ προσκυνοῦσι· κἂν εἴπῃ τις κακῶς, κἂν λοιδορήσηται,
προΐστανται· σὺ δὲ καθάπερ ὑπό τινος μέθης πρᾶγμα προσκυνεῖς, ὃ οὐ μόνον
κατηγορίας οὐκ ἀπήλλακται, ἀλλὰ καὶ ἀσεβείας ἐστὶ μεστόν. Ὥστε μᾶλλον αὐτῶν χείριστος
εἶ· οὐ γὰρ ἂν ἔχοις ἀπολογίαν εἰπεῖν, ὅτι οὐ κακόν. Εἰ καὶ τὰ μάλιστα κἀκεῖνοί
εἰσιν ἀναπολόγητοι, ἀλλὰ σὺ πολλῷ μᾶλλον μυριάκις πλεονεξίας κατηγορῶν, καὶ τοὺς
θεραπεύοντας αὐτὴν καὶ δουλεύοντας καὶ πειθομένους ἅπαντας κακίζων. Εἰ δὲ βούλεσθε,
ἐξετάσωμεν πόθεν ἐπεισῆλθεν ἡ εἰδωλολατρεία. Λέγει τις σοφὸς ἀνὴρ, ὅτι πλούσιός
τις ἄνθρωπος ἀώρῳ πένθει τρυχόμενος υἱοῦ, καὶ παραμυθίαν οὐδεμίαν ἔχων τοῦ πένθους,
ταύτῃ παραμυθούμενος τὸ πάθος, εἰκόνα ἄψυχον τοῦ τετελευτηκότος ποιήσας, καὶ διὰ
παντὸς εἰς αὐτὴν ἐνορῶν, ἐδόκει τὸν ἀπελθόντα ἔχειν διὰ τῆς εἰκόνος. Κόλακες δέ
τινες ἄνθρωποι, ὧν ὁ Θεὸς ἡ κοιλία, θεραπεύοντες εἰς τὴν ἐκείνου τιμὴν τὴν εἰκόνα,
τὸ ἔθος εἰς εἰδωλολατρείαν προήγαγον. Οὐκοῦν ἀπὸ ἀσθενείας ἐπεισήχθη ψυχῆς, ἀπὸ
συνηθείας ἀλόγου, ἀπὸ ἀμετρίας. Ἡ δὲ πλεονεξία οὐχ οὕτως· ἀπὸ ἀσθενοῦς μὲν γὰρ
καὶ αὕτη ψυχῆς, πλὴν ἀλλ' ἀπὸ χείρονος· οὐκ ἀπέβαλέ τις υἱὸν, οὐδὲ πένθους
παραμυθίαν ζητῶν, οὐδὲ ὑπὸ κολάκων ἐξελκόμενος· ἀλλὰ πῶς; Ἐγὼ πρὸς ὑμᾶς ἐρῶ. Ὁ
Κάϊν τὸν Θεὸν ἐπλεονέκτησεν· ἃ γὰρ ἐκείνῳ δοθῆναι ἐχρῆν, παρ' ἑαυτῷ κατασχὼν, ἅπερ
αὐτὸν ἔχειν ἔδει, ταῦτα ἐκείνῳ προσήνεγκε, καὶ τὸ κακὸν ἀπὸ τοῦ Θεοῦ ἤρξατο. Εἰ
γὰρ ἡμεῖς τοῦ Θεοῦ ἐσμεν, πολλῷ μᾶλλον τὰ πρωτεῖα τῶν κτημάτων τῶν ἡμετέρων. Πάλιν
εἰς γυναῖκας ἀπὸ πλεονεξίας ἡ ὁρμὴ γέγονεν· Εἶδον τὰς θυγατέρας τῶν ἀνθρώπων,
καὶ ἐξεκυλίσθησαν πρὸς τὴν ἐπιθυμίαν· ἀπὸ τούτων πάλιν εἰς χρήματα. Τὸ γὰρ πλέον
ἔχειν θέλειν τοῦ πλησίον ἐν τοῖς βιωτικοῖς, οὐδαμόθεν ἄλλοθεν γίνεται, ἀλλ' ἢ ἐκ
τοῦ ψυγῆναι τὴν ἀγάπην· τὸ πλέον ἔχειν θέλειν οὐκ ἀλλαχόθεν γίνεται, ἀλλ' ἢ ἐξ ἀπονοίας
καὶ μισανθρωπίας καὶ ὑπεροψίας. Οὐχ ὁρᾷς τὴν γῆν ὅση ἐστί; πῶς πολλῷ μείζων τῆς
χρείας ἐστὶν ὁ ἀὴρ, ὁ οὐρανός; Ἵνα γάρ σου τὴν πλεονεξίαν σβέσῃ ὁ Θεὸς, εἰς
τοσοῦτον μέτρον τὰ κτίσματα ἐξήγαγε· σὺ δὲ ἁρπάζεις καὶ οὕτω, καὶ ἀκούεις ὅτι εἰδωλολατρεία
ἡ πλεονεξία, καὶ οὐδὲ οὕτω φρίττεις; Κληρονομῆσαι τὴν γῆν θέλεις; Ἀλλ' οὐκ ἔχεις
ἐν τῷ οὐρανῷ κληρονομίαν, ἵνα σαυτὸν ἀποστερήσῃς;
δʹ. Εἰπέ μοι,
εἴ τίς σοι παρεῖχεν ἐξουσίαν λαβεῖν ἅπαντα, ἆρα οὐκ ἂν ἠθέλησας; Ἔνεστι νῦν, ἐὰν
βούλῃ. Καίτοι τινές φασιν, ὅτι ἀλγοῦσιν, ὅταν εἰς ἑτέρους τὸν κλῆρον παραπέμπωσι,
καὶ ἐβούλοντο εἶναι κατεδηδοκότες αὐτὸν μᾶλλον, ἢ ἑτέρους ὁρᾷν κυρίους γενομένους.
Οὐδὲ ἐγώ σε ταύτης ἀπαλλάττω τῆς ἀσθενείας· ἀσθενοῦς μὲν γὰρ καὶ τοῦτο ψυχῆς·
πλὴν ἀλλ' ὅμως κἂν τοῦτο γινέσθω· ἐν ταῖς διαθήκαις τὸν Χριστὸν κατάλιπε κληρονόμον.
Ἔδει μὲν γὰρ ζῶντα· τοῦτο γὰρ προαιρέσεως ὀρθῆς ἦν· ἀλλ' ὅμως κἂν ὑπὸ τῆς ἀνάγκης
γενοῦ φιλοτιμότερος. Καὶ γὰρ ὁ Χριστὸς διὰ τοῦτο προσέταξε διδόναι πένησιν, ἵνα
ζῶντας ἡμᾶς φιλοσόφους ἐργάσηται, ἵνα πείσῃ χρημάτων καταφρονεῖν, ἵνα ὑπερορᾷν
διδάξῃ τῶν γηΐνων. Τοῦτο οὐκ ἔστι χρημάτων ὑπεροψία, τὸ τελευτῶντα καὶ οὐκ ὄντα
κύριον τῷ δεῖνι παρέχειν καὶ τῷ δεῖνι· οὐκ ἐκ τῶν σῶν δίδως λοιπὸν, ἀλλ' ἐξ αὐτῆς
τῆς ἀνάγκης· τῷ θανάτῳ χάρις, οὐ σοί· τοῦτο οὐκ ἔστι φιλοστοργίας, ἀλλ' ἐπηρείας.
Πλὴν κἂν οὕτω γινέσθω, κἂν τότε λῦσον τὸ πάθος. Ἐννόησον ὅσα ἥρπασας, ὅσα ἐπλεονέκτησας·
πάντα ἀπόδος τετραπλάσια· οὕτως ἀπολόγησαι τῷ Θεῷ. Ἀλλ' εἰσί τινες εἰς τοῦτο
μανίας ἥκοντες καὶ πηρώσεως, οἳ οὐδὲ τότε συνορῶσι τὸ δέον· ἀλλ' ὥσπερ σπουδάζοντες
χαλεπώτερον ἑαυτοῖς ἐργάσασθαι τοῦ Θεοῦ τὸ κρῖμα, οὕτως ἅπαντα πράττουσι. ∆ιὰ
τοῦτο ὁ μακάριος οὗτος ἔλεγε γράφων· Ὡς τέκνα φωτὸς περιπατεῖτε. Ὁ δὲ πλεονέκτης
μάλιστα ἐν σκότῳ ζῇ καὶ σκότος πολὺ κατασκεδάζει πάντων. Καὶ, Μὴ συγκοινωνῆτε,
φησὶ, τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε· τὰ γὰρ
κρυφῇ γινόμενα ὑπ' αὐτῶν, αἰσχρόν ἐστι καὶ λέγειν. Τὰ δὲ πάντα, ἐλεγχόμενα ὑπὸ
τοῦ φωτὸς, φανεροῦται. Ἀκούσατε, παρακαλῶ, πάντες ὅσοι οὐ βούλεσθε εἰκῆ μισεῖσθαι.
Ἁρπάζει, καὶ οὐκ ἐλέγχεις; Ἀλλὰ δέδοικας τὸ μῖσος. Καίτοι οὐκ ἔστιν εἰκῆ μισεῖσθαι
τοῦτο· ἀλλὰ δικαίως ἐλέγχεις, καὶ δέδοικας τὸ μῖσος; ἔλεγξον τὸν ἀδελφὸν, ἀνάδεξαι
ἔχθραν διὰ τὴν ἀγάπην τὴν εἰς τὸν Χριστὸν, διὰ τὴν ἀγάπην τὴν εἰς αὐτόν· κώλυσον
αὐτὸν εἰς βάραθρον ἀπερχόμενον. Τὸ γὰρ τραπέζης κοινωνῆσαι καὶ ῥημάτων χρηστῶν
καὶ προσρήσεως καὶ τρυφῆς, οὐ σφόδρα φιλίας ἐστί. Τοιαῦτα τοῖς φίλοις ἡμῶν
χαριζώμεθα δῶρα, ἵνα τὴν ψυχὴν αὐτῶν ἐξέλκωμεν ἀπὸ τῆς ὀργῆς τοῦ Θεοῦ· εἰς τὴν
κάμινον κειμένους αὐτοὺς ὁρῶντες τῆς κακίας, ἀναστήσωμεν. Ἀλλ' οὐ διορθοῦται,
φησίν. Ἀλλὰ σὺ τὸ σαυτοῦ πρᾶξον, καὶ ἀπελογήσω τῷ Θεῷ. Μὴ κρύψῃς τὸ τάλαντον·
διὰ τοῦτο λόγον ἔχεις, διὰ τοῦτο γλῶσσαν καὶ στόμα, ἵνα διορθοῖς τὸν πλησίον. Τὰ
ἄλογα μόνα οὐ φροντίζει τοῦ πλησίον, οὐδὲ λόγον ἔχει τινὰ τῶν ἄλλων· σὺ δὲ πατέρα
καλῶν τὸν Θεὸν, καὶ ἀδελφὸν τὸν πλησίον ὁρῶν, αὐτὸν μυρία ποιοῦντα κακὰ, τὴν χάριν
τὴν παρ' ἐκείνου τῆς ὠφελείας αὐτοῦ προτίθης; Μὴ, παρακαλῶ. Οὐδὲν οὕτω φιλίας
τεκμήριον, ὡς τὸ μὴ περιορᾷν ἁμαρτάνοντας τοὺς ἀδελφούς. Εἶδες ἐχθραίνοντας; διάλυσον.
Εἶδες πλεονεκτοῦντας; κώλυσον. Εἶδες ἀδικουμένους; πρόστηθι· οὐκ ἐκείνοις, ἀλλὰ
σαυτῷ προτέρῳ ἐχαρίσω. ∆ιὰ τοῦτο φίλοι ἐσμὲν, ἵνα ἀλλήλους ὠφελῶμεν. Ἄλλως ἀκούσεται
παρὰ τοῦ φίλου, καὶ ἄλλως παρὰ τοῦ τυχόντος· τὸν τυχόντα ὑποπτεύσει ἴσως, καὶ τὸν
διδάσκαλον ὁμοίως, τὸν δὲ φίλον οὐκέτι. Τὰ γὰρ κρυφῇ γινόμενα, αἰσχρόν ἐστι,
φησὶ, καὶ λέγειν. Τὰ δὲ πάντα, ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς, φανεροῦται. Τί βούλεται
ἐνταῦθα εἰπεῖν; Τοῦτο λέγει, ὅτι τὰ μὲν τῶν ἁμαρτημάτων ἐνταῦθα λάθρα γίνεται,
τὰ δὲ καὶ φανερῶς· ἐκεῖ δὲ οὐχ οὕτως ἔσται· οὐδεὶς γάρ ἐστιν ὁ μὴ συνειδὼς ἑαυτῷ
ἐπὶ ἁμαρτήματι. ∆ιὰ τοῦτό φησι· Τὰ δὲ πάντα, ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς, φανεροῦται.
Τί οὖν; οὐ περὶ εἰδωλολατρείας, φησὶ, καὶ ἐνταῦθα τοῦτο εἴρηται; Οὐχὶ, ἀλλὰ περὶ
βίου καὶ ἁμαρτημάτων ἐστὶν ὁ λόγος. Πᾶν γὰρ τὸ φανερούμενον, φησὶ, φῶς ἐστι. ∆ιὸ,
παρακαλῶ, μήτε ὑμεῖς ὀκνεῖτε ἐλέγχειν, μήτε δυσχεραίνετε ἐλεγχόμενοι. Ἕως μὲν γὰρ
ἂν ἐν σκότει πράττηταί τι, μετὰ πλείονος πράττεται τῆς ἀδείας· ἐπειδὰν δὲ πολλοὺς
ἔχῃ τοὺς μαρτυροῦντας τοῖς γινομένοις, φωτίζεται. ∆ιὸ μάλιστα πάντα πράττωμεν, ὥστε
τὴν νέκρωσιν τῶν ἀδελφῶν τῶν ἡμετέρων ἀποσοβεῖν, ὥστε τὸ σκότος σκεδάζειν, ὥστε
τὸν ἥλιον ἐπισπάσασθαι τῆς δικαιοσύνης. Ἂν γὰρ πολλοὶ ὦσιν οἱ φωστῆρες, αὐτοῖς
τε εὔκολος ἔσ ται τῆς ἀρετῆς ἡ ὁδὸς, καὶ οἱ ἐν σκότει μᾶλλον ἁλώσονται, τοῦ φωτὸς
ἐπιτεινομένου, κἀκεῖνο ἀφανίζοντος. Ἂν δὲ τοὐναντίον, δέος μὴ καὶ οὗτοι σβεσθῶσι,
τῆς παχύτητος τῆς ἀπὸ τοῦ σκότους καὶ τῶν ἁμαρτημάτων κρατούσης τοῦ φωτὸς, καὶ ἀποσοβούσης
αὐτοῦ τὸ διειδές. Ὡς οὖν ἑαυτοὺς ὠφελοῦντες, οὕτω διακεώμεθα, ἵνα διὰ πάντων δόξαν
ἀναπέμψωμεν τῷ φιλανθρώπῳ Θεῷ, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.
20.
ΟΜΙΛΙΑ ΙΘʹ.Βλέπετε οὖν ἀκριβῶς πῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ' ὡς σοφοὶ,ἐξαγοραζόμενοι
τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. ∆ιὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες
τί τὸ θέ λημα τοῦ Κυρίου.
αʹ. Ἔτι τὴν τῆς πικρίας ἐκκαθαρίζει ῥίζαν, ἔτι τὴν ὑπόθεσιν
τῆς ὀργῆς ἐκκόπτει. Τί γάρ φησι; Βλέπετε ἀκριβῶς πῶς περιπατεῖτε. Ἤδει τὸν ∆ιδάσκαλον
αὐτοῦ, ὅτι πέμπων τοὺς μαθητὰς ὡς πρόβατα ἐν μέσῳ λύκων, ἔτι ἐκέλευεν αὐτοὺς καὶ
ὡς περιστερὰς εἶναι· Καὶ ἀκέραιοι γὰρ, φησὶν, ἔσεσθε, ὡσεὶ περιστεραί. Ἐπεὶ οὖν
καὶ μεταξὺ λύκων ἦσαν, καὶ ἔτι προστεταγμένοι μὴ ἀμύνεσθαι, ἀλλὰ πάσχειν κακῶς,
διὰ τοῦτο τῆς τοιαύτης ἐδέοντο παραινέσεως. Καίτοι γε καὶ τὸ πρότερον ἱκανὸν ἦν
αὐτοὺς εὐσθενεστέρους ποιῆσαι· ὅταν δὲ καὶ ἡ τῶν δύο προσθήκη ᾖ, ἐννόησον τὴν ὑπερβολήν.
Ὅρα γοῦν καὶ πῶς αὐτοὺς ἐπιμελῶς ἀσφαλίζεται, λέγων· Βλέπετε πῶς περιπατεῖτε. Ὁλόκληροι
πόλεις πρὸς αὐτοὺς πόλεμον εἶχον, ἐπεισῆλθε καὶ εἰς τὰς οἰκίας οὗτος ὁ πόλεμος·
πατὴρ κατὰ υἱοῦ, υἱὸς κατὰ πατρὸς, μήτηρ κατὰ θυγατρὸς, θυγάτηρ κατὰ μητρὸς ἦσαν
διεσπαρμένοι. Τί οὖν; πόθεν αἱ διαιρέσεις αὗται; Ἤκουσαν τοῦ Χριστοῦ λέγοντος· Ὁ
φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος. Ἵν' οὖν μὴ νομίσωσιν, ὅτι ἁπλῶς
πολέμους εἰσάγει καὶ μάχας, ἐπειδὴ ἔμελλε μεγάλη τίκτεσθαι ὀργὴ, εἰ καὶ αὐτοὶ ἔμελλον
ἐπεξιέναι, τούτου χάριν λέγει· Βλέπετε πῶς ἀκριβῶς περιπατεῖτε. Τουτέστι, Πλὴν
τοῦ κηρύγματος, μηδαμόθεν ἄλλοθεν δῶτε λαβὴν τῆς ἔχθρας τῆς καθ' ὑμῶν· αὕτη μόνη
τῆς ἔχθρας ὑπόθεσις ἔστω· μηδεὶς ὑμῖν ἕτερόν τι ἐγκαλείτω, ἀλλὰ καὶ τιμὴν καὶ ὑπακοὴν
πᾶσαν ἐπιδείκνυσθε, ὅταν μηδὲν βλάπτῃ τὸ κήρυγμα, ὅταν μηδὲν ἐμποδίζῃ τὴν εὐσέβειαν.
Ἀπόδοτε γὰρ, φησὶ, πᾶσι τὰς ὀφειλὰς, τῷ τὸν φόρον, τὸν φόρον, τῷ τὸ τέλος, τὸ τέλος.
Ὅταν γὰρ ἐν τοῖς ἄλλοις ἴδωσιν ἡμᾶς ἐπιεικεῖς, ἐντραπήσονται. Μὴ ὡς ἄσοφοι, ἀλλ'
ὡς σοφοὶ, ἐξαγοραζόμενοι τὸν καιρόν. Οὐχὶ ποικίλους ἡμᾶς καὶ παντοδαποὺς εἶναι
βουλόμενος ταῦτα παραινεῖ· ἀλλὰ τοῦτό ἐστιν ὅ φησιν· Οὐκ ἔστιν ὑμέτερος ὁ καιρός·
νῦν πάροικοί ἐστε καὶ παρεπίδημοι καὶ ξένοι καὶ ἀλλότριοι· μὴ ζητεῖτε τιμὰς, μὴ
ζητεῖτε δόξαν, μὴ ζητεῖτε δυναστείαν, μηδὲ ἐκδίκησιν· πάντα φέρετε, καὶ τούτῳ τὸν
καιρὸν ἐξαγοράζεσθε· πολλὰ κατάθεσθε, πᾶν ὅ τι ἂν θέλωσιν. Ἀσαφὲς τὸ εἰρημένον·
φέρε οὖν, ἐπὶ ὑποδείγματος ποιήσω αὐτὸ φανερόν. Ἐννόησόν μοί τινα οἰκίαν ἔχοντα
λαμπρὰν, εἶτά τινας ἐπεισερχομένους ὥστε αὐτὸν ἀνελεῖν κἀκεῖνον πολλὰ διδόντα,
καὶ ἐξαιρούμενον ἑαυτόν· τότε λέγομεν, ὅτι ἐξηγόρασεν ἑαυτόν. Οὕτω καὶ σὺ οἰκίαν
ἔχεις μεγάλην, καὶ πίστιν ἀληθῆ· ἐπέρχονται ὥστε λαβεῖν πάντα· δὸς ὁτιοῦν ἂν ἀπαιτήσῃ
τις, μόνον τὸ κεφάλαιον διάσωσον, τὴν πίστιν λέγω. Αἱ γὰρ ἡμέραι, φησὶ, πονηραί
εἰσι. Τί πονηρία τῆς ἡμέρας; Πονηρία τῆς ἡμέρας περὶ τὴν ἡμέραν ὀφείλει εἶναι. Ἂν
τί ἐστιν ἑκάστῳ τῶν ἐν ἡμῖν πονηρὸν μάθῃς, γνώσῃ καὶ τί ἐστι πονηρία ἡμέρας. Τί
ἐστι πονηρία σώματος; νόσος. Τί δὲ πονηρία ψυχῆς; κακία. Τί ἐστι πονηρία ὕδατος;
πικρία. Καὶ ἑκάστου ἡ πονηρία ἡ φαυλότης ἐστὶ περὶ ἐκείνην τὴν φύσιν, ἧς ἐστι
πονηρία. Εἰ τοίνυν ἡ πονηρία περὶ τὴν ἡμέραν ἐστὶ, περὶ αὐτὴν τὴν ἡμέραν χρὴ εἶναι,
περὶ τὰς ὥρας, περὶ τὸ φῶς. Οὕτω καὶ ὁ Χριστός φησιν· Ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία
αὐτῆς. Ἀπὸ τούτου κἀκεῖνο γνωσόμεθα. Πῶς οὖν ἡμέρας καλεῖ πονηράς; πῶς καιρὸν
πονηρόν; Οὐ τὴν οὐσίαν, οὐδὲ τὰ κτίσματα, ἀλλὰ διὰ τὰ ἐν αὐτοῖς γινόμενα· καθάπερ
καὶ ἡμῖν ἔθος λέγειν· Χαλεπὴν ἡμέραν διήγαγον καὶ κακήν· καίτοι πῶς ἂν γένοιτο
χαλεπὴ, ἀλλ' ἢ ἀπὸ τῶν ἐν αὐτῇ συμβαινόντων; Τὰ δὲ ἐν αὐτῇ συμβαίνοντα, ἐστὶν ἀγαθὰ
μὲν, παρὰ Θεοῦ· κακὰ δὲ, παρὰ ἀνθρώπων πονηρῶν. Ἄρα τῶν ἐν τοῖς καιροῖς συμβαινόντων
πονηρῶν οἱ ἄνθρωποι δημιουργοὶ, καὶ διὰ τοῦτο καιροὶ πονηροὶ λέγονται. Οὕτω καὶ
ἡμεῖς καιροὺς πονηροὺς καλοῦμεν. ∆ιὰ τοῦτο, φησὶ, μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες
τί τὸ θέλημα τοῦ Κυρίου. Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία. Καὶ τούτου
γὰρ ἡ ἀμετρία θυμώδεις ποιεῖ καὶ θρασεῖς καὶ ἀκροσφαλεῖς, ὀργίλους καὶ χαλεπούς.
Εἰς εὐφροσύνην ὁ οἶνος δέδοται, οὐκ εἰς μέθην· νῦν δὲ τὸ πρᾶγμα καὶ ἀνανδρίας εἶναι
δοκεῖ καὶ γέλωτος, τὸ μὴ μεθύσκεσθαι. Ποία τοίνυν ἐλπὶς σωτηρίας; Γέλως, εἰπέ
μοι, τὸ μὴ μεθύσκεσθαι, ἔνθα μάλιστα πάντων τὸ μεθύσκεσθαι γέλως ὤφειλεν εἶναι;
Μάλιστα μὲν γὰρ καὶ τὸν ἰδιώτην πόῤῥω μέθης εἶναι καλόν· πολλῷ δὲ πλέον τὸν
στρατιώτην, τὸν ἐν ξίφεσι στρεφόμενον, τὸν ἐν αἵμασι, τὸν ἐν σφαγαῖς· πολλῷ μᾶλλον
τὸν στρατιώτην, ὅταν καὶ ἑτέρωθεν ὁ θυμὸς θήγηται, ἀπὸ τῆς ἐξουσίας, ἀπὸ τῆς
δυναστείας, ἀπὸ τοῦ συνεχῶς ἐν ἐπιβουλαῖς καὶ μάχαις εἶναι. Βούλει μαθεῖν ποῦ
καλὸς ὁ οἶνος; ἄκουε τῆς Γραφῆς λεγούσης· ∆ότε οἶνον τοῖς ἐν λύπῃ, καὶ μέθην τοῖς
ἐν ὀδύνῃ. Εἰκότως· τὸ γὰρ τραχὺ καὶ σκυθρωπὸν οἶδε μαλάττειν, καὶ τὸ συννεφὲς ἀπάγειν.
Οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου, φησί. Πῶς οὖν ἐκ τοῦ οἴνου ἡ μέθη; οὐ γὰρ ἔνι
τὸν αὐτὸν τὰ ἐναντία ἐργάζεσθαι ἑαυτῷ. Οὐκ ἄρα ἐκ τοῦ οἴνου ἡ μέθη, ἀλλ' ἐκ τῆς
ἀμετρίας. Ὁ οἶνος δι' οὐδὲν ἕτερον ἡμῖν δέδοται, ἢ δι' ὑγείαν σώματος· ἀλλὰ καὶ
πρὸς τοῦτο ἐμποδίζει ἡ ἀμετρία. Ἄκουε δὲ καὶ τοῦ μακαρίου τούτου γράφοντος καὶ
λέγοντος τῷ Τιμοθέῳ· Ὀλίγῳ οἴνῳ χρῶ διὰ τὸν στόμαχόν σου, καὶ τὰς πυκνάς σου ἀσθενείας.
βʹ.∆ιὰ γὰρ τοῦτο ὁ Θεὸς ἐποίησεν ἡμῶν τὰ σώματα σύμμετρα,
καὶ ἀπὸ ὀλίγων κορέννυσθαι, ἐντεῦθεν ἤδη παιδεύων ἡμᾶς, ὅτι πρὸς ἑτέραν ἡμᾶς ζωὴν
ἐποίησε ἐπιτηδείους. Καὶ ἐβούλετο μὲν καὶ ἐξ ἀρχῆς ἐκείνην δοῦναι, ἐπειδὴ δὲ ἀναξίους
ἑαυτοὺς κατεστήσαμεν, ἀνεβάλετο· καὶ ἐν τῷ χρόνῳ ᾧ ἀνεβάλετο, οὐδὲ ἐν αὐτῷ ἀφίησιν
ἡμᾶς ἀπολαύειν ἀμέτρως· οἴνου γὰρ κοτύλη καὶ ἄρτος εἷς ἀρκεῖ γαστέρα ἐμπλῆσαι ἀνθρώπου.
Καὶ τὸν πάντων τῶν ἀλόγων κρατοῦντα, ὀλιγοδεέστερον αὐτῶν κατὰ τὴν ἀναλογίαν ἐποίησε,
καὶ τὸ σῶμα βραχὺ, οὐδὲν ἕτερον ἢ τοῦτο δηλῶν, ὅτι πρὸς ἑτέραν ζωὴν ἐπειγόμεθα.
Μὴ μεθύσκεσθε οἴνῳ, φησὶν, ἐν ᾧ ἐστιν ἀσωτία. Οὐ γὰρ σώζει, ἀλλ' ἀπόλλυσιν, οὐ
τὸ σῶμα μόνον, ἀλλὰ καὶ τὴν ψυχήν. Ἀλλὰ πληροῦσθε ἐν Πνεύματι, λαλοῦντες ἑαυτοῖς
ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ
ὑμῶν τῷ Κυρίῳ· εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ
Χριστοῦ τῷ Θεῷ καὶ Πατρὶ, ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ. Βούλει, φησὶν,
εὐφραίνεσθαι; Βούλει τὴν ἡμέραν ἀναλίσκειν; Ἐγώ σοι δίδωμι πότον πνευματικόν· ἡ
γὰρ μέθη καὶ τὴν εὔσημονἐκκόπτει φωνὴν τῆς γλώσσης τῆς ἡμετέρας, ψελλίζειν
παρασκευάζουσα, καὶ ὀφθαλμοὺς καὶ πάντα ἁπλῶς διαστρέφουσα. Μάθε ψάλλειν,καὶ ὄψει
τοῦ πράγματος τὴν ἡδονήν· οἱ ψάλλοντες γὰρ Πνεύματος πληροῦνται ἁγίου, ὥσπερ οἱ
ᾄδοντες τὰς σατανικὰς ᾠδὰς, πνεύματος ἀκαθάρτου. Τί ἐστιν, Ἐν ταῖς καρδίαις ὑμῶν
τῷ Κυρίῳ; Τουτέστι, μετὰ συνέσεως προσέχοντες· οἱ γὰρ οὐ προσέχοντες, ἁπλῶς ψάλλουσι,
τὰ ῥήματα φθεγγόμενοι, τῆς καρδίας ῥεμβομένης ἑτέρωθι. Πάντοτε, φησὶν, ὑπὲρ ἁπάντων
εὐχαριστοῦντες ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ Θεῷ καὶ Πατρὶ, ὑποτασσόμενοι
ἀλλήλοις ἐν φόβῳ Χριστοῦ. Τουτέστι, Τὰ αἰτήματα ὑμῶν μετὰ εὐχαριστίας γνωριζέσθω
πρὸς τὸν Θεόν· οὐδὲν γὰρ οὕτως εὐφραίνει τὸν Θεὸν, ὡς ὅταν ᾖ τις εὐχάριστος. Μάλιστα
δὲ δυνάμεθα εὐχαριστεῖν, ἀπάγοντες τῶν προειρημένων τὴν ψυχὴν τὴν ἡμετέραν,
διακαθαίροντες αὐτὴν τούτοις οἷς εἶπεν. Ἀλλὰ πληροῦσθε, φησὶ, ἐν Πνεύματι. Ἆρα ἐν
ἡμῖν τοῦτο; Καὶ γὰρ ἐν ἡμῖν. Ὅταν γὰρ ψεῦδος, ὅταν πικρίαν, ὅταν πορνείαν, ὅταν
ἀκαθαρσίαν, ὅταν πλεονεξίαν ἀποσοβήσωμεν τῆς ψυχῆς τῆς ἡμετέρας, ὅταν γενώμεθα
χρηστοὶ, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, ὅταν εὐτραπελία μὴ παρῇ, ὅταν ἑαυτοὺς
ἀξίους κατασκευάσωμεν, τί τὸ κωλύον τὸ Πνεῦμα τὸ ἅγιον ἐπελθεῖν καὶ ἐπιπτῆναι;
Καὶ οὐχ ἁπλῶς ἐπελεύσεται, ἀλλὰ πληρώσει τὴν καρδίαν ἡμῶν. Τοσούτου δὲ ἔνδοθεν ὄντος
φωτὸς, οὐδὲ δυσκατόρθωτος ἡμῖν λοιπὸν ἔσται ἡ ἀρετὴ, ἀλλὰ ῥᾳδία καὶ εὔκολος. Πάντοτε
εὐχαριστοῦντες, φησὶν, ὑπὲρ πάντων. Τί οὖν; ὑπὲρ πάντων εὐχαριστεῖν δεῖ τῶν
συμβαινόντων; Ναί· κἂν νόσος ᾖ, κἂν πενία. Εἰ γὰρ ἐν τῇ Παλαιᾷ παρῄνει σοφός
τις λέγων· Πᾶν ὃ ἐὰν ἐπαχθῇσοι, δέξαι ἀσμένως, καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου
μακροθύμησον· πολλῷ μᾶλλον ἐν τῇ Καινῇ γίνεσθαι χρή. Κἂν τὸν λόγον τοίνυν μὴ εἰδῇς,
εὐχαρίστει· τοῦτο γάρ ἐστιν εὐχαριστία. Ἂν δὲ εὖ παθὼν καὶ εὐθηνούμενος καὶ εὐπραγῶν
καὶ ἐν εὐημερίαις ὢν, εὐχαριστῇς, οὐδὲν μέγα, οὐδὲν θαυμαστόν· τὸ δὲ ζητούμενον,
ἐν θλίψεσιν ὄντα εὐχαριστεῖν, ἐν ἀθυμίαις. Μηδὲν πρὸ τοῦ ῥήματος τούτου φθέγγου,
Εὐχαριστῶ σοι, ∆έσποτα. Καὶ τί λέγω ὑπὲρ τῶν ἐνταῦθα θλίψεων; ὑπὲρ τῆς γεέννης
αὐτῆς εὐχαριστεῖν δεῖ τῷ Θεῷ, ὑπὲρ τῶν κολάσεων τῶν ἐκεῖ, ὑπὲρ τῶν τιμωριῶν. Πάνυ
γὰρ τὸ πρᾶγμα ἡμᾶς ὠφέλησε τοὺς προσέχοντας, ἀντὶ χαλινοῦ τοῦ τῆς γεέννης φόβου
ταῖς καρδίαις ἡμῶν ἐπιτεθέντος. Μὴ τοίνυν ὑπὲρ τῶν φανερῶν εὐεργεσιῶν, ἀλλὰ καὶ
ὑπὲρ τῶν ἀφανῶν, καὶ ὑπὲρ ὧν ἄκοντες εὐεργετούμεθα, εὐχαριστῶμεν·πολλὰ γὰρ καὶ
μὴ βουλομένους ἡμᾶς εὐεργετεῖ, καὶ μὴ εἰδότας. Εἰ δὲ ἀπιστεῖτε, ἤδη ὑμῖν τὸ πρᾶγμα
ποιήσω φανερόν. Ἐννόησον γάρ μοι· οἱ μιαροὶ καὶ ἄπιστοι Ἕλληνες οὐχὶ τῷ ἡλίῳ τὸ
πᾶν ἐπιγράφουσι, καὶ τοῖς εἰδώλοις αὐτῶν; Τί οὖν; οὐχὶ εὐεργετεῖ καὶ αὐτούς; οὐχὶ
τῆς ἐκείνου προνοίας ἐστὶ, καὶ τὸ ζῇν, καὶ τὸ ὑγιαίνειν αὐτοὺς, καὶ παιδοποιεῖν,
καὶ ὅσα τοιαῦτα; Τί δὲ οἱ Μαρκιωνισταὶ λεγόμενοι; τί δὲ οἱ Μανιχαῖοι; οὐχὶ καὶ
βλασφημοῦσιν αὐτόν; Τί οὖν; οὐχὶ εὐεργετεῖ αὐτοὺς καθ' ἑκάστην ἡμέραν; Εἰ δὲ ἐκείνους
τοὺς ταῦτα οὐκ εἰδότας εὐεργετεῖ, πολλῷ μᾶλλον ἡμᾶς. Τί γὰρ ἄλλο ἔργον Θεοῦ ἢ
τοῦτο, τὸ εὐεργετεῖν τὸ τῶν ἀνθρώπων γένος, καὶ διὰ κολάσεων καὶ δι' ἀνέσεων; Μὴ
μόνον τοίνυν ἐν εὐπραγίαις ὄντες εὐχαριστῶμεν· οὐδὲν γὰρ μέγα. Καὶ τοῦτο οἶδε
καὶ ὁ διάβολος· διὸ καὶ ἔλεγε· Μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν Θεόν; οὐχὶ σὺ περιέφραξας
τὰ ἔσω αὐτοῦ, καὶ τὰ ἔξω; Περίελε πάντα τὰ ὑπάρχοντα αὐτοῦ, ἦ μὴν εἰς πρόσωπόν
σε εὐλογήσει. Ἀλλ' οὐδὲν αὐτῷ πλεῖον ἐγένετο τῷ μιαρῷ, μηδὲ γένοιτο, μηδὲ περὶ ἡμῶν
γενέσθαι τι πλέον αὐτῷ. Ἀλλὰ καὶ ὅταν ἐν πενίᾳ ὦμεν, καὶ ὅταν ἐν νόσοις, καὶ ὅταν
ἐν ἐπηρείαις, τότε ἐπιτείνωμεν τὴν εὐχαριστίαν.Εὐχαριστίαν δὲ λέγω, μὴ ῥήμασι
μηδὲ γλώσσῃ, ἀλλὰ πράγμασι καὶ ἔργοις, καὶ διανοίᾳ καὶ καρδίᾳ. Ἐκ πάσης ψυχῆς εὐχαριστῶμεν
αὐτῷ. Μᾶλλον γὰρ τῶν γεννησαμένων ἡμᾶς φιλεῖ· καὶ ὅσον πονηρίας καὶ ἀγαθότητος
τὸ μέσον, τοσοῦτον ἡ τῆς ἀγάπης τοῦ Θεοῦ πρὸς τὴν τῶν ἡμετέρων πατέρων διαφοράν.
γʹ. Καὶ ταῦτα οὐκ ἐμά ἐστι τὰ ῥήματα, ἀλλ' αὐτοῦ τοῦ
φιλοῦντος ἡμᾶς Χριστοῦ. Καὶ ἄκουε αὐτοῦ λέγοντος· Τίς ἐξ ὑμῶν ἐστιν ἄνθρωπος, ὃς,
ἐὰν αἰτήσῃ ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; Εἰ δὲ ὑμεῖς πονηροὶ ὄντες,
οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς
οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν; Καὶ πάλιν ἄκουε καὶ ἑτέρωθι λέγοντος·
Μὴ ἐπιλήσεται γυνὴ τοῦ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὑτῆς; Εἰ δὲ καὶ ἐπιλάθοιτο
ταῦτα γυνὴ, ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαί σου, λέγει Κύριος. Εἰ γὰρ μὴ φιλεῖ, τίνος ἕνεκεν
ἡμᾶς ἐποίησε; μὴ γὰρ ἀνάγκην εἶχε; μὴ γὰρ χρείαν αὐτῷ καὶ διακονίαν πληροῦμεν;
μὴ γὰρ δεῖταί τινος τῶν παρ' ἡμῶν; Ἄκουε τοῦ Προφήτου λέγοντος· Εἶπα τῷ Κυρίῳ·
Κύριός μου εἶ σὺ,ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις. Ἀλλ' οἱ ἀγνώμονες καὶ ἀναίσθητοι,
Τοῦτο, φασὶν, ἀγαθότητος Θεοῦ, τὸ ἰσοτιμίαν εἶναι παρὰ πᾶσιν; Εἰπέ μοι, ἀγνῶμον
ἄνθρωπε, ποῖα λέγεις μὴ εἶναι ἀγαθότητος Θεοῦ, καὶ τίνα λέγεις ἰσοτιμίαν; Ὁ δεῖνα,
φησὶ, πεπήρωται ἐκ παίδων, ἕτερος μαίνεται καὶ δαιμονᾷ, ἄλλος εἰς ἔσχατον γῆρας
ἐλάσας ἐν πενίᾳ τὸν ἅπαντα βίον διήγαγεν, ἄλλος ἐν νόσοις χαλεπωτάταις· ταῦτα
προνοίας ἐστὶν ἔργα; Ὁ μέν ἐστι κωφὸς, ὁ δὲ ἄλαλος, ὁ δὲ πένης, ἕτερος μιαρὸς
καὶ παμμίαρος, καὶ μυρίων γέμων κακῶν, χρημάτων ἀπολαύει, καὶ πόρνας τρέφει καὶ
παρασίτους, καὶ λαμπρὰν οἰκίαν κέκτηται, καὶ βίον ἀπράγμονα ζῇ. Καὶ πολλὰ τοιαῦτα
συνείρουσι, μακρὸν ὑφαίνοντες κατηγορίας λόγον κατὰ τῆς τοῦ Θεοῦ προνοίας. Τί οὖν;
ἀπρονόητά ἐστι; τί οὖν ἂν εἴποιμεν πρὸς αὐτούς; Εἰ μὲν Ἕλληνες εἶεν, καὶ λέγοιεν
ἡμῖν ὑπό τινος τὸν κόσμον διοικεῖσθαι, πάλιν καὶ ἡμεῖς τὰ αὐτὰ ἐροῦμεν πρὸς αὐτούς·
Τί οὖν, ἀπρονόητά ἐστιν; οὐκοῦν πῶς ὑμεῖς σέβεσθε θεοὺς, καὶ προσκυνεῖτε δαίμονας
καὶ ἥρωας; εἰ γὰρ πρόνοιά ἐστιν, ἐφέστηκέ τις τοῖς πᾶσιν. Εἰ δέ τινες εἶεν ἀποδυσπετοῦντες,
ἢ Χριστιανοὶ ἢ καὶ Ἕλληνες, καὶ παρασαλευόμενοι, τί πρὸς αὐτοὺς ἐροῦμεν; Τοσαῦτα
δὲ, εἰπέ μοι, ἀπὸ ταυτομάτου γένοιτο ἂν ἀγαθά; τὸ φῶς τὸ καθημερινὸν, ἡ εὐταξία
ἡ ἐν τοῖς οὖσι, τῶν ἄστρων ἡ χορεία, ὁ ἰσοστάσιος νυκτῶν καὶ ἡμερῶν δρόμος, ἡ τῆς
φύσεως ἀκολουθία καὶ ἐν φυτοῖς καὶ ἐν ζώοις καὶ ἐν ἀνθρώποις; Τίς, εἰπέ μοι, ὁ
ταῦτα διοικῶν; Εἰ μηδεὶς ἐφεστὼς ἦν, ἀλλ' ἀπὸ ταυτομάτου πάντα συνειστήκει, τίς
τὴν καμάραν ταύτην τὴν οὕτω καλὴν, τὴν οὕτω μεγάλην, τὸν οὐρανὸν λέγω, περιδινήσας
ἐπὶ τῆς γῆς ἔστησεν, ἢ καὶ ἐπὶ ὑδάτων; τίς ὁ τοὺς καιροὺς τοὺς καρποφόρους διδούς;
τίς τοσαύτην ἔθετο ἐν σπέρμασι καὶ φυτοῖς δύναμιν; τὸ γὰρ ἀπὸ ταυτομάτου ἄτακτον
πάντως· τὸ δὲ εὔτακτον μετὰ τέχνης γίνεται. Τί γὰρ, εἰπέ μοι, τῶν παρ' ἡμῖν τῶν
ἀπὸ ταυτομάτου οὐ πολλῆς γέμει τῆς ἀταξίας καὶ πολλοῦ τοῦ θορύβου καὶ τῆς ταραχῆς;
Καὶ οὐ λέγω ἀπὸ ταυτομάτου, ἀλλὰ μετά τινος ποιοῦντος, ἀτέχνως δὲ ποιοῦντος. Οἷον,
ἔστω ξύλα καὶ λίθοι, ἔστω δὲ καὶ ἄσβεστος· καὶ λαβὼν ἄνθρωπος οἰκοδομίας ἄπειρος
οἰκοδομείτω καὶ ἐνεργείτω· ἆρα οὐ πάντα ἂν ἀπώλεσε καὶ διέφθειρε; Πάλιν, ἔστω
πλοῖον κυβερνήτου χωρὶς, πάντα ἔχον ἅπερ ἔχειν δεῖ πλοῖον ἄνευ τεχνίτου, οὐ λέγω
ἀκατασκεύαστον, ἀλλὰ κατασκευασθέν· μὴ πλεῦσαι δυνήσεται; καὶ τοσαύτη γῆ ἐπὶ ὕδατος
ἑστῶσα, ἄνευ τινὸς συγκρατούσης δυνάμεως ἠδύνατο, εἰπέ μοι, οὕτω παγίως ἐπὶ χρόνον
στῆναι τοσοῦτον; καὶ ταῦτα λόγον ἂν ἔχοι; καὶ οὐ μυριάκις γέλωτος ἄξιον τὸ ταῦτα
ἐννοεῖν; Καὶ εἰ μὲν βαστάζοι καὶ τὸν οὐρανὸν, ἰδοὺ καὶ ἕτερον ἄχθος· εἰ δὲ καὶ
οὐρανὸς ἐν ὕδατι φέροιτο, πάλιν ἕτερον ζήτημα. Ἀλλὰ πᾶν τῆς προνοίας ἔργον. Τὰ
γὰρ ἐπὶ τῶν ὑδάτων φερόμενα οὐ κυρτοῦσθαι δεῖ, ἀλλὰ κοιλαίνεσθαι. Τί δήποτε; Ὅτι
τοῦ μὲν κοίλου τὸ σῶμα ὅλον βαπτίζεται ἐπὶ τῶν ὑδάτων, καθάπερ ἐπὶ τοῦ πλοίου·
τοῦ δὲ κεκυρτωμένου τὸ μὲν σῶμα ὅλον ἐστὶν ἄνωθεν, τὰ δὲ ἄκρα ἐπίκειται μόνον.
Οὐκοῦν αὐτῷ δεῖ σώματος ἀντιτύπου καὶ σκληροῦ καὶ στέγειν δυναμένου, ὥστε φέρειν
τὸ ἐπικείμενον ἄχθος. Ἀλλ' ἀὴρ φέρει τὸν οὐρανόν; Ἀλλ' οὗτος πολλῷ τοῦ ὕδατος
μαλακώτερος καὶ χαυνότερος καὶ οὐδὲν στέγειν δυνάμενος, οὐδὲ τῶν λεπτοτάτων, μήτι
γε ὄγκον τοσοῦτον. Ὅλως δὲ εἰ βουλοίμεθα τῆς προνοίας τὸν λόγον ἐπεξιέναι, καὶ
καθολικῶς, καὶ κατακερματίζοντες, ὅλος ὁ αἰὼν ἡμᾶς ἐλλείψει. Ἐρήσομαι γὰρ τὸν ἐκεῖνα
ζητοῦντα νῦν· Ταῦτα προνοίας ἐστὶν, ἢ ἀπρονοησίας; Κἂν εἴποι, ὅτι Οὐκ ἔστι
προνοίας, καὶ πάλιν ἐρήσομαι· Πῶς οὖν γέγονεν; Ἀλλ' οὐκ ἂν ἔχοι λόγον τινὰ εἰπεῖν.
Οὐκοῦν πολλῷ μᾶλλον περὶ τῶν ἀνθρωπίνων πραγμάτων ζητεῖν οὐκ ὀφείλεις, οὐδὲ
περιεργάζεσθαι. Τί δήποτε; Ὅτι τούτων πάντων ἄνθρωπος τιμιώτερος, καὶ ταῦτα δι'
ἐκεῖνον γέγονεν, οὐκ ἐκεῖνος διὰ ταῦτα. δʹ. Εἰ τοίνυν τὴν ἐπὶ τῆς προνοίας αὐτοῦ
μόνον σοφίαν καὶ τὴν οἰκονομίαν οὐκ οἶδας, πῶς δυνήσῃ τοὺς λόγους εἰδέναι τοὺς
κατ' αὐτόν; Εἰπὲ δή μοι, τί δήποτε οὕτω μικρὸν αὐτὸν εἰργάσατο, καὶ τοσοῦτον ἀπέχοντα
τοῦ ὕψους τοῦ οὐρανοῦ, ὡς καὶ ἀμφιβάλλειν περὶ τῶν ἄνω φαινομένων; τίνος δὲ ἕνεκεν
τὰ βόρεια ἀοίκητά ἐστι, καὶ τὰ νότια; Εἰπὲ δή μοι, διὰ τί γέγονεν ἡ νὺξ χειμῶνος
μὲν μακροτέρα, θέρους δὲ ἐλάττων; διὰ τί ψῦχος τοσοῦτον, διὰ τί καῦμα, διὰ τί σῶμα
θνητόν; Καὶ μυρία σε ἕτερα ἐρωτῶ, καὶ ἐὰν θέλῃς, οὐ παύσομαί σε ἐρωτῶν, καὶ ἐν ἅπασί
μοι διαπορήσεις. Ὥστε τοῦτο μάλιστα προνοίας ἐστὶ, τὸ τοὺς λόγους ἡμῖν ἀποῤῥήτους
εἶναι. Ἦ γὰρ ἂν καὶ ἄνθρωπον αἴτιόν τις ἐνόμισε τοῦ παντὸς, εἰ μὴ τοῦτο ἡμῶν
κατέστελλε τὴν διάνοιαν. Ἀλλ' ὁ δεῖνα, φησὶ, πένης, καὶ κακὸν ἡ πενία. Τί δὲ ἡ
νόσος, τί δὲ ἡ πήρωσις; Οὐδέν ἐστι ταῦτα, ἄνθρωπε· ἓν μόνον ἐστὶ κακὸν, τὸ ἁμαρτάνειν,
καὶ τοῦτο μόνον ἐξετάζειν ὀφείλομεν. Ἀλλ' ἀφέντες τῶν ὄντως κακῶν τὰς αἰτίας ἐρευνᾷν,
ἕτερα πολυπραγμονοῦμεν. ∆ιὰ τί μηδεὶς ἡμῶν μηδέποτε ἐξετάζει, διὰ τί ἥμαρτεν; ἆρα
ἐν ἐμοὶ τὸ ἁμαρτάνειν; ἆρα οὐκ ἐν ἐμοί; Καὶ τί με δεῖ πολλοὺς περιιέναι λόγους;
ἐν ἐμαυτῷ τὸ πρᾶγμα ζητήσω· ἆρα ἐκράτησά ποτε θυμοῦ; ἆρα ἐκράτησά ποτε ὀργῆς, ἢ
δι' αἰσχύνην, ἢ διὰ φόβον ἀνθρώπινον; Εἶτα ἐπειδὰν εὕρω τοῦτο γινόμενον, εὑρήσω
ὅτι ἐν ἐμοὶ τὸ ἁμαρτάνειν. Οὐδεὶς ταῦτα ἐξετάζει, οὐδεὶς ταῦτα πολυπραγμονεῖ,ἀλλὰ
ἁπλῶς, κατὰ τὸν Ἰὼβ, Βροτὸς δὲ ἄλλως νήχεται λόγοις. Τί γάρ σοι τοῦτο μέλει, εἰ
ὁ δεῖνα τυφλὸς, καὶ ὁ δεῖνα πένης; Οὐ τοῦτο ἐπέταξέ σοι ὁ Θεὸς σκοπεῖν, ἀλλὰ τί
δήποτε σὺ πράττεις; Εἰ μὲν γὰρ ἀμφιβάλλεις, ὅτι ἐφέστηκέ τις τῷ κόσμῳ δύναμις,
πάντων ἀνοητότερος εἶ· εἰ δὲ πέπεισαι περὶ τούτου, τί ἀμφιβάλλεις, ὅτι ἀρέσαι
δεῖ τῷ Θεῷ; Πάντοτε, φησὶ, ὑπὲρ ἁπάντων εὐχαριστοῦντες τῷ Θεῷ. Ἄπελθε εἰς ἰατρεῖον,
καὶ ὄψει, ὅταν εὑρεθῇ τις τραῦμα ἔχων, ἐκεῖνον αὐτὸν τέμνοντα καὶ καίοντα. Ἐπὶ
δὲ σοῦ οὐ τοῦτο λέγω, ἀλλὰ ἄπελθε εἰς τεκτονεῖον· καὶ οὐκ ἐξετάζεις τὸν λόγον,
καίτοι γε οὐδὲν οἶδας τῶν γινομένων ἐκεῖ· καὶ πολλὰ ἄπορα εἶναί σοι δοκεῖ· οἷον,
ὅταν τορνεύῃ τὸ ξύλον, ὅταν μετασχηματίζῃ. Μᾶλλον δὲ εἰς εὐπορωτέραν σε τέχνην ἂν
ἀγάγω, οἷον τὴν τῶν ζωγράφων, καὶ ἐκεῖ ἰλιγγιάσεις. Εἰπὲ γάρ μοι, οὐχὶ ἁπλῶς
σοι δοκεῖ ποιεῖν, ἃ ποιεῖ; τί γὰρ αὐτῷ βούλονται αἱ γραμμαὶ, καὶ αἱ περιαγωγαὶ
τῶν γραμμῶν; Ἀλλ' ἂν ἐπιθῇ τὰ χρώματα, τότε σοι φανεῖται ἡ τέχνη καλὴ, καὶ ὅμως
οὐδὲ οὕτως ἀκριβῶς οὐδὲν δυνήσῃ καταμαθεῖν. Τί δὲ ἐπὶ τεκτόνων λέγω καὶ ζωγράφων
καὶ τῶν ὁμοδούλων; Ἡ μέλιττα πῶς ἐργάζεται τοὺς σίμβλους, εἰπέ μοι, καὶ τότε καὶ
περὶ Θεοῦ ἐρεῖς. Τῶν μυρμήκων τὴν ἐργασίαν κατάμαθε, τοῦ ἀράχνου, τῆς χελιδόνος,
καὶ τότε ἐρεῖς, καὶ περὶ Θεοῦ. Ἂν ᾖς σοφὸς, εἰπέ μοι ταῦτα· ἀλλ' οὐκ ἂν ἔχοις.
Οὐ παύσῃ οὖν, ἄνθρωπε, τὰ περιττὰ ζητῶν; περιττὰ γὰρ ὄντως ταῦτα· οὐ παύσῃ εἰκῆ
πολυπραγμονῶν; Οὐδὲν τῆς ἀμαθίας ταύτης σοφώτερόν ἐστιν, ἐν οἷς οἱ μὲν ἐπαγγελλόμενοι
μηδὲν εἰδέναι, σοφώτατοι πάντων εἰσὶν, οἱ δὲ περιεργαζόμενοι, ἀνοητότεροι τῶν πάντων
εἰσίν. Ὥστε οὐ πανταχοῦ τὸ ἐπαγγέλλεσθαι εἰδέναι, σοφίας, ἀλλ' ἔστιν ὅπου καὶ
μωρίας ἐστίν. Εἰπὲ γάρ μοι, εἰ δύο τινῶν ἀνθρώπων ὄντων ὁ μὲν ἐπαγγέλλοιτο τὸν ἀπὸ
τῆς γῆς εἰς τὸν οὐρανὸν ἀέρα διατρέχοντα μετρεῖν, σχοίνους ἐκτείνας, ὁ δὲ
καταγελῶν καὶ μὴ εἰδέναι φαίη, τίνα γελασόμεθα, εἰπέ μοι; τὸν εἰδέναι λέγοντα, ἢ
τὸν ἀγνοοῦντα; ∆ηλονότι τὸν λέγοντα εἰδέναι. Οὐκοῦν ὁ ἀγνοῶν τοῦ ὑποσχομένου εἰδέναι
σοφώτερος. Τί δὲ, εἴ τις ἐπαγγέλλοιτο λέγειν ὅσους ἔχει κυάθους ἡ θάλασσα, ἕτερος
δὲ ἀγνοεῖν, οὐ πάλιν ἡ ἄγνοια τῆς εἰδήσεώς ἐστι σοφωτέρα; Σφόδρα γε. Τί δήποτε;
Ἐπειδὴ κἀκείνη ἄγνοιά ἐστιν ἐπιτεταμένη. Ὁ μὲν γὰρ λέγων ἀγνοεῖν, οἶδέ τι μέρος.
Ποῖον δὴ τοῦτο; Ὅτι ἀκατάληπτον ἀνθρώπῳ· καὶ γὰρ οὐ μικρὸν τοῦτο. Ὁ δὲ λέγων εἰδέναι,
ἐκεῖνος μάλιστα οὐκ οἶδεν ὃ λέγει εἰδέναι, καὶ διὰ τοῦτο αὐτό ἐστι καταγέλαστος.
Οἴμοι, πόσοις παιδευόμεθα τὴν πολυπραγμοσύνην τὴν ἄκαιρον, καὶ τὴν περιεργίαν
χαλινοῦν, καὶ οὐκ ἀνεχόμεθα, ἀλλὰ τοὺς ἑτέρων περιεργαζόμεθα βίους, διὰ τί ὁ δεῖνα
πηρὸς, διὰ τί πένης ὁ δεῖνα; Οὐκοῦν τῷ λόγῳ τούτῳ καὶ εἰς ἕτερον ἐκπεσούμεθα λῆρον,
διὰ τί ἡ δεῖνα γυνὴ, καὶ μὴ πάντες ἄνδρες, διὰ τί ὄνος, διὰ τί βοῦς, διὰ τί κύων,
διὰ τί λύκος; διὰ τί λίθος, διὰ τί ξύλα; καὶ εἰς ἄπειρον ἐκπεσεῖται μῆκος ὁ λόγος.
∆ιά τοι τοῦτο ὁ Θεὸς μέτρα τῆς γνώσεως ἡμῖν ἀφώρισε, καὶ ἐν τῇ φύσει κατεβάλετο.
Καὶ θέα μοι τὴν πολυπραγμοσύνην τὴν πολλήν· ὅτι τοσοῦτον ὕψος ὁρῶντες ἀπὸ τῆς γῆς
εἰς τὸν οὐρανὸν, καὶ οὐδὲν πάσχοντες, ὅταν εἰς πύργον ἀνελθόντες ὑψηλὸν θελήσωμεν
κατανεῦσαι κάτω μικρὸν κατακύψαντες, ἴλιγγός τις ἡμᾶς εὐθέως καὶ σκοτοδινία
λαμβάνει. Εἰπέ μοι δὴ τούτου τὴν αἰτίαν· ἀλλ' οὐκ ἂν εὕροις· διὰ τί μείζονα ὀφθαλμὸς
ἔχει τὴν ἰσχὺν, καὶ ὑπὸ τῶν ποῤῥωτέρω κατέχεται; εʹ. Καὶ ἐπὶ τῆς ἀκοῆς ὁμοίως αὐτὸ
ἴδοι τις ἄν, Οὐ γὰρ ἄν τις οὔτε βοῆσαι δυνήσεται τοσοῦτον, ὥστε ἐμπλῆσαι τὸν ἀέρα,
ὅσον δυνήσεται ὁ ὀφθαλμὸς κατασχεῖν, οὔτε ἀκοῦσαι ἐκ διαστήματος τοσούτου. ∆ιὰ
τί μὴ πάντα τὰ μέλη ἰσότιμά ἐστι· διὰ τί μὴ μίαν ἔλαβε χρείαν μηδὲ χώραν; Καὶ
Παῦλος ταῦτα ἠρεύνησε, μᾶλλον δὲ οὐκ ἠρεύνησε (σοφὸς γὰρ), ἦν ἀλλ' εἰς τοῦτο ἐμπεσὼν
τὸ χωρίον, φησίν· Ἕκαστον αὐτῶν [ἔθετο] καθὼς ἠθέλησε· τῷ θελήματι αὐτοῦ τὸ πᾶν
ἐπέτρεψεν. Οὐκοῦν καὶ ἡμεῖς ζητεῖν ταῦτα ἀφέντες, μόνον εὐχαριστῶμεν ὑπὲρ ἁπάντων·
∆ιὰ τοῦτο, φησὶν, εὐχαριστεῖτε ὑπὲρ ἁπάντων. Τοῦτο εὐγνώμονος
οἰκέτου, τοῦτο σοφοῦ, τοῦτο συνετοῦ· ἐκεῖνο δὲ λάλου καὶ ἀργοῦ καὶ περιέργου. Οὐχ
ὁρᾷς ἐν τοῖς οἰκέταις, ὅτι οἱ μὲν κατάπτυστοι τῶν οἰκετῶν οὐδαμοῦ χρήσιμοι λάλοι
τέ εἰσι καὶ φλύαροι, καὶ τὰ τῶν δεσποτῶν περιεργάζονται, ἅπερ ἐκεῖνοι κρύπτειν ἐθέλουσιν·
οἱ δὲ συνετοὶ καὶ εὐγνώμονες πρὸς ἓν μόνον ὁρῶσιν, ὅπως αὐτῶν τὴν διακονίαν
πληρῶσιν; Ὁ πολλὰ φθεγγόμενος οὐδὲν ἐργάζεται· ὥσπερ ὁ πολλὰ ἐργαζόμενος οὐδὲν
φθέγγεται ἄκαιρον. ∆ιὰ τοῦτο ὁ Παῦλος ἔλεγε περὶ χηρῶν γράφων· Οὐ μόνον δὲ ἀργαὶ
μανθάνουσιν, ἀλλὰ καὶ φλύαροι. Εἰπὲ δή μοι, ποῖόν ἐστι πλέον τὸ μέσον, τὸ τῆς ἡμετέρας
ἡλικίας πρὸς τὴν τῶν παίδων, ἢ τὸ τοῦ Θεοῦ πρὸς τὴν τῶν ἀνθρώπων; τὸ ἡμέτερον
πρὸς κώνωπας, ἢ τοῦ Θεοῦ πρὸς ἡμᾶς; Εὔδηλον ὅτι τὸ τοῦ Θεοῦ πρὸς ἡμᾶς. Τί οὖν σὺ
τοσοῦτον περιεργάζῃ; Εὐχαρίστει ὑπὲρ ἁπάντων. Τί οὖν, ἂν Ἕλλην ἔρηται, φησὶ, πῶς
ἀποκρινοῦμαι; βούλεται μαθεῖν παρ' ἐμοῦ, εἰ ἔστι πρόνοια, αὐτὸς γὰρ οὔ φησιν εἶναί
τινα τὸν προνοοῦντα. Οὐκοῦν μεταστρέψας, ἐρώτησον αὐτὸν καὶ σύ. Ἀλλ' οὔ φησιν εἶναι
πρόνοιαν. Ὅτι μὲν ἔστι πρόνοια, ἐξ ὧν εἶπας, δῆλον· ὅτι δὲ ἄληπτος, ἐξ ὧν οὐχ εὑρίσκομεν
τὸν λόγον. Εἰ γὰρ ἐν οἷς διοικοῦσιν ἄνθρωποι οὐκ ἴσμεν τὸν τρόπον τῆς διοικήσεως
πολλάκις, καίτοι ἐξ αὐτῶν πολλὰ ἡμῖν εἶναι δοκεῖ καὶ ἄτοπα, καὶ παραχωροῦμεν, πόσῳ
μᾶλλον ἐπὶ Θεοῦ; Ἀλλ' οὐδὲν ἐπὶ Θεοῦ ἄτοπον οὔτε ἐστὶν, οὔτε δοκεῖ τοῖς πιστοῖς.
∆ιὸ ὑπὲρ ἁπάντων εὐχαριστῶμεν, ὑπὲρ ἁπάντων δοξάζωμεν αὐτόν, Ὑποτασσόμενοι ἀλλήλοις,
φησὶν, ἐν φόβῳ Θεοῦ. Εἰ γὰρ δι' ἄρχοντα ὑποτάττῃ, ἢ διὰ χρήματα, ἢ δι' αἰδὼ,
πολλῷ μᾶλλον διὰ τὸν τοῦ Θεοῦ φόβον. Ἔστω δουλείας καὶ ὑποταγῆς ἀντίδοσις· οὕτω
γὰρ οὐκ ἔσται δουλεία. Μὴ ὁ μὲν ἐν τάξει καθεζέσθω ἐλευθέρου, ὁ δὲ ἐν τάξει δούλου,
ἀλλὰ καὶ δεσπότας καὶ δούλους ἀλλήλοις δουλεύειν βέλτιον· πολλῷ βέλτιον οὕτως εἶναι
δοῦλον, ἢ ἑτέρως ἐλεύθερον. Καὶ δῆλον ἐκεῖθεν· ἔστω τις οἰκέτας ἔχων ἑκατὸν, καὶ
μηδεὶς ἐν αὐτοῖς διακονείτω· ἕτεροι δέ τινες ἔστωσαν ἑκατὸν φίλοι, ἀλλήλοις
διακονούμενοι· τίνες ἄμεινον βιώσονται; τίνες μετὰ πλείονος ἡδονῆς, μετὰ πλείονος
εὐφροσύνης; Οὐκ ἔστιν ἐκεῖ ὀργὴ, οὐδὲ παροξυσμὸς, οὐδὲ θυμὸς, οὐδὲ ἄλλο τῶν
τοιούτων οὐδέν· ὧδε φόβος καὶ δειλία· κἀκεῖ μὲν ἀνάγκης, ἐνταῦθα δὲ προαιρέσεως
τὸ πᾶν· κἀκεῖ μὲν βιαζόμενοι, ἐνταῦθα δὲ χάριν ἔχοντες ἀλλήλοις δουλεύουσιν. Οὕτω
βούλεται ὁ Θεός· διὰ τοῦτο ἔνιψε τοὺς πόδας τῶν μαθητῶν, Μᾶλλον δὲ, εἰ θέλεις ἀκριβῶς
ἐξετάσαι, καὶ ἐπὶ δεσποτῶν ἀντίδοσίς ἐστι δουλείας. Τί γὰρ, εἰ ὁ τῦφος οὐκ ἀφίησι
φανῆναι τὴν ἀντίδοσιν; Ὅταν γὰρ οὗτος μὲν τὴν σωματικὴν διακονίαν παρέχῃ, σὺ δὲ
τὸ σῶμα τρέφῃς, καὶ θεραπεύῃς καὶ τροφαῖς καὶ ἐνδύμασι καὶ ὑποδήμασι, καὶ οὗτος
δουλείας ἐστὶ τρόπος· ὅτι ἐὰν μὴ παρέχῃς καὶ σὺ τὴν σὴν, διακονίαν, οὐδὲ ἐκεῖνος
τὴν ἑαυτοῦ, ἀλλ' ἔσται ἐλεύθερος, καὶ οὐδεὶς αὐτὸν ἀναγκάσει νόμος καὶ μὴ τρεφόμενον
τοῦτο ποιεῖν. Εἰ τοίνυν καὶ ἐπὶ δούλων τοῦτό ἐστι, τί ἄτοπον, ἐὰν καὶ ἐπὶ ἐλευθέρων
τοῦτο γίνηται; Ἐν φόβῳ, φησὶ, Χριστοῦ ὑποτασσόμενοι. Πόση ἡ χάρις, ὅταν καὶ
μισθὸν ἔχωμεν; Ἀλλ' οὐ βούλεταί σοι ὑποταγῆναι; Ἀλλὰ σὺ ὑποτάγηθι· μὴ ἁπλῶς ὑπακούσῃς,
ἀλλ' ὑποτάγηθι· ὡς πρὸς δεσπότας ἅπαντας, οὕτω διάκεισο· οὕτω γὰρ αὐτοὺς δούλους
ἕξεις ταχέως τῇ τυραννικωτάτῃ τῆς δουλείας δυνάμει δεδουλωμένους. Μᾶλλον γὰρ αὐτοὺς
αἱρήσεις, ὅταν οὐδενὸς τῶν παρ' αὐτῶν τυγχάνων, αὐτὸς τὰ παρὰ σαυτοῦ παρέχῃς.
Τοῦτό ἐστιν, Ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ, ἵνα πάντων κρατῶμεν τῶν
παθῶν, ἵνα τῷ Θεῷ δουλεύωμεν, ἵνα τὴν πρὸς ἀλλήλους ἀγάπην διασώζωμεν· καὶ τότε
δυνησόμεθα καὶ τῆς παρὰ Θεοῦ φιλανθρωπίας ἀξιωθῆναι, χάριτι καὶ οἰκτιρμοῖς, καὶ
τὰ ἑξῆς.
21.
ΟΜΙΛΙΑ ΚʹΑἱ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε, ὡς τῷ Κυρίῳ, ὅτι ὁ ἀνήρ
ἐστι κεφαλὴ τῆς γυ ναικὸς, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς Ἐκκλη σίας, καὶ αὐτός ἐστι
σωτὴρ τοῦ σώματος. Ἀλλ' ὥσπερ ἡ Ἐκκλησία ὑποτάσσεται τῷ Κυρίῳ, οὕτω καὶ αἱ γυναῖκες
τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί.
αʹ. Σοφός τις ἀνὴρ ἐν τάξει μακαρισμῶν πολλὰ θεὶς, ἓν
καὶ τοῦτο τέθεικεν ἐν τάξει μακαρισμοῦ· Καὶ γυνὴ, φησὶν, ἀνδρὶ συμπεριφερομένη.
Καὶ πάλιν ἀλλαχοῦ μετὰ τῶν μακαρισμῶν αὐτὸ τίθησι, τὸ γυναῖκα ἀνδρὶ μετὰ ὁμονοίας
συνεῖναι. Καὶ ἐξ ἀρχῆς δὲ πολλὴν ὁ Θεὸς φαίνεται πρόνοιαν πεποιημένος τῆς συζυγίας
ταύτης· καὶ ὡς περὶ ἑνὸς, περὶ ἀμφοτέρων διαλεγόμενος, οὕτως ἔλεγεν· Ἄρσεν καὶ
θῆλυ ἐποίησεν αὐτούς· καὶ πάλιν, Οὐκ ἔνι ἄρσεν καὶ θῆλυ. Οὐ γάρ ἐστιν ἀνδρὸς πρὸς
ἄνδρα τοσαύτη οἰκειότης, ὅση γυναικὸς πρὸς ἄνδρα, ἂν ᾖ τις, ὡς χρὴ, συνεζευγμένος.
∆ιὰ τοῦτο καί τις τὴν ὑπερβάλλουσαν ἀγάπην δηλῶν μακάριος ἀνὴρ, καί τινα τῶν αὐτῷ
φίλων καὶ ὁμοψύχων πενθῶν, οὐ πατέρα εἶπεν, οὐ μητέρα, οὐ τέκνον, οὐκ ἀδελφὸν,
οὐ φίλον, ἀλλὰ τί; Ἔπεσεν ἐπ' ἐμὲ ἡ ἀγάπησίς σου, φησὶν, ὡς ἀγάπησις τῶν γυναικῶν.
Ὄντως γὰρ, ὄντως πάσης τυραννίδος αὕτη ἡ ἀγάπη τυραννικωτέρα. Αἱ μὲν γὰρ ἄλλαι,
σφοδραί· αὕτη δὲ ἡ ἐπιθυμία ἔχει καὶ τὸ σφοδρὸν, καὶ τὸ ἀμάραντον. Ἔνεστι γάρ
τις ἔρως ἐμφωλεύων τῇ φύσει, καὶ λανθάνων ἡμᾶς συμπλέκει ταῦτα τὰ σώματα. ∆ιὰ
τοῦτο καὶ ἐξ ἀρχῆς ἀπὸ ἀνδρὸς ἡ γυνὴ, καὶ μετὰ ταῦτα ἀπὸ ἀνδρὸς καὶ γυναικὸς ἀνὴρ
καὶ γυνή. Ὁρᾷς σύνδεσμον καὶ συμπλοκὴν, καὶ πῶς οὐκ ἀφῆκεν ἑτέραν ἐπεισελθεῖν οὐσίαν
ἔξωθεν; Καὶ ὅρα πόσα ᾠκονόμησε. Τὴν ἀδελφὴν ἠνέσχετο γαμῆσαι αὐτὸν τὴν αὑτοῦ, μᾶλλον
δὲ οὐ τὴν ἀδελφὴν, ἀλλὰ τὴν θυγατέρα, μᾶλλον δὲ οὐ τὴν θυγατέρα, ἀλλά τι πλέον
θυγατρὸς, τὴν σάρκα τὴν αὑτοῦ. Τὸ δὲ ὅλον ἐποίησεν ἄνωθεν, ὥσπερ ἐπὶ τῶν λίθων,
εἰς ἓν αὐτοὺς συνάγων. Οὔτε γὰρ ἔξωθεν αὐτὴν εἰργάσατο, ἵνα μὴ ὡς ἀλλοτρία προσέχῃ·
οὔτε πάλιν μέχρις αὐτῆς τὸν γάμον ἔστησεν, ἵνα μὴ συστέλλων ἑαυτὸν καὶ συνάγων,
τῶν λοιπῶν χωρίζηται. Καὶ καθάπερ ἐπὶ τῶν φυτῶν ἐκεῖνα μάλιστά ἐστιν ἄριστα, ἂν
καὶ ἓν πρέμνον ἔχῃ, καὶ εἰς πολλοὺς κλάδους ἐκτείνηται, ὡς ἐὰν περὶ τὴν ῥίζαν
στρέφηται μόνον πάντα εἰκῆ· κἂν καὶ πολλὰς ἔχῃ τὰς ῥίζας, οὐκέτι θαυμαστὸν τὸ δένδρον·
οὕτω δὴ καὶ ἐνταῦθα, ἐξ ἑνὸς τοῦ Ἀδὰμ τὸ πᾶν ἐποίησε φυτευθῆναι γένος, τοῦ μὴ
διασπᾶσθαι καὶ χωρίζεσθαι καταστήσας εἰς ἀνάγκην μεγάλην. Καὶ μᾶλλον συστέλλων,
οὐκέτι ἐποίησεν ἀδελφὰς γαμεῖσθαι καὶ θυγατέρας, ἵνα μὴ πάλιν τὴν ἀγάπην εἰς τὸ
ἓν συστέλλωμεν, καὶ ἑτέρως ἑαυτῶν χωριζώμεθα. ∆ιὰ τοῦτο ἔλεγεν· Ὁ ποιήσας ἐξ ἀρχῆς,
ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Μεγάλα γὰρ ἀπὸ τούτου κακὰ τίκτεται καὶ μεγάλα
καλὰ καὶ οἰκίαις καὶ πόλεσιν. Οὐδὲν γὰρ οὕτως ἡμῶν συγκροτεῖ τὸν βίον, ὡς ἔρως ἀνδρὸς
καὶ γυναικός· ὑπὲρ τούτου καὶ ὅπλα πολλοὶ τίθενται, ὑπὲρ τούτου καὶ τὴν ψυχὴν
προδιδόασιν. Οὐ γὰρ ἂν ἁπλῶς οὐδὲ εἰκῆ πολλὴν ὑπὲρ τούτου τοῦ πράγματος ἐποιήσατο
τὴν σπουδὴν Παῦλος, λέγων· Αἱ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε, ὡς τῷ
Κυρίῳ. Τί δήποτε; Ὅτι ἐὰν ἐν ὁμονοίᾳ ὦσιν οὗτοι, καὶ παῖδες τρέφονται καλῶς, καὶ
οἰκέται εὐτακτοῦσι, καὶ γείτονες ἀπολαύουσι τῆς εὐωδίας, καὶ φίλοι καὶ συγγενεῖς·
ἐὰν δὲ τοὐναντίον, πάντα ἀνατέτραπται καὶ συγκέχυται. Καὶ καθάπερ τῶν στρατηγῶν
πρὸς ἀλλήλους εἰρηνευόντων, πάντα ἐν ἀκολουθίᾳ ἐστὶ, καὶ ταραττομένων πάλιν ἐκείνων,
πάντα ἄνω καὶ κάτω γίνεται· οὕτω δὴ καὶ νῦν. ∆ιὸ, Αἱ γυναῖκες, φησὶ, τοῖς ἰδίοις
ἀνδράσιν ὑποτάσσεσθε, ὡς τῷ Κυρίῳ. Βαβαί! πῶς οὖν ἀλλαχοῦ λέγεις· Ἐὰν μή τις ἀποτάξηται
καὶ γυναικὶ καὶ ἀνδρὶ, οὐ δύναται ἀκολουθῆσαί μοι; Εἰ γὰρ ὡς τῷ Κυρίῳ ὑποτάσσεσθαι
χρὴ, πῶς λέγει διὰ τὸν Κύριον ἀφίστασθαι; Καὶ σφόδρα μὲν οὖν χρή· ἀλλὰ τὸ, ὡς,
οὐ πάντως πανταχοῦ ἰσοτιμίας ἐστίν. Ἢ τοῦτό φησιν· Ὡς εἰδυῖαι ὅτι τῷ Κυρίῳ
δουλεύετε· ὅπερ καὶ ἀλλαχοῦ φησιν, ὅτι εἰ καὶ μὴ διὰ ἄνδρα, ἀλλὰ προηγουμένως
διὰ τὸν Κύριον· ἢ, Ὅταν ὑπείκῃς τῷ ἀνδρὶ, ὡς τῷ Κυρίῳ δουλεύουσα ἡγοῦ πείθεσθαι.
Εἰ γὰρ Ὁ ἀρχαῖς ταύταις ταῖς ἔξωθεν ταῖς πολιτικαῖς ἀντιτασσόμενος, τῇ τοῦ Θεοῦ
διαταγῇ ἀνθέστηκε, πολλῷ μᾶλλον ἡ τῷ ἀνδρὶ μὴ ὑποτασσομένη. Οὕτως ἐξ ἀρχῆς ἠθέλησε,
φησὶν, ὁ Θεός. Ὑποθώμεθα οὖν τὸν μὲν ἄνδρα ἐν τάξει κεῖσθαι κεφαλῆς, τὴν δὲ
γυναῖκα ἐν τάξει σώματος. Εἶτα καὶ ἀπὸ λογισμῶν δεικνὺς, Ὅτι ὁ ἀνὴρ κεφαλή ἐστι
τῆς γυναικὸς, φησὶ, καθὼς καὶ ὁ Χριστὸς τῆς Ἐκκλησίας, καὶ αὐτός ἐστι σωτὴρ τοῦ
σώματος. Ἀλλ' ὡς ἡ Ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτω καὶ αἱ γυναῖκες τοῖς ἰδίοις
ἀνδράσιν ἐν παντί. Εἶτα, Ὁ ἀνήρ ἐστιν, εἰπὼν, κεφαλὴ τῆς γυναικὸς, ὡς καὶ ὁ
Χριστὸς τῆς Ἐκκλησίας, καὶ αὐτός ἐστι σωτὴρ, ἐπάγει, τοῦ σώματος· καὶ γὰρ ἡ
κεφαλὴ τοῦ σώματος σωτηρία ἐστίν. Ἤδη προκατεβάλετο τῷ ἀνδρὶ καὶ τῇ γυναικὶ τῆς
ἀγάπης τὴν ὑπόθεσιν καὶ τὴν πρόνοιαν, ἑκάστῳ τὴν προσήκουσαν ἀπονέμων χώραν, τούτῳ
μὲν τὴν ἀρχικὴν καὶ προνοητικὴν, ἐκείνῃ δὲ τὴν ὑποτακτικήν.
βʹ. Ὡς οὖν ἡ Ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, τουτέστιν,
ἄνδρες καὶ γυναῖκες· οὕτω καὶ αἱ γυναῖκες, τοῖς ἀνδράσιν ὡς τῷ Θεῷ ὑποτάσσεσθε.
Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν.
Ἤκουσας τῆς ὑποταγῆς τὴν ὑπερβολήν· ἐπῄνεσας καὶ ἐθαύμασας τὸν Παῦλον, ἅτε
συγκροτοῦντα τὸν βίον ἡμῶν, ὡς θαυμαστόν τινα καὶ πνευματικὸν ἄνδρα· καλῶς. Ἀλλ'
ἄκουσον, ἃ καὶ παρὰ σοῦ ἀπαιτεῖ· πάλιν γὰρ τῷ αὐτῷ κέχρηται ὑποδείγματι· Οἱ ἄνδρες,
ἀγαπᾶτε, φησὶ, τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν.
Εἶδες μέτρον ὑπακοῆς; Ἄκουσον καὶ μέτρον ἀγάπης. Βούλει σοι τὴν γυναῖκα ὑπακούειν,
ὡς τῷ Χριστῷ τὴν Ἐκκλησίαν; Προνόει καὶ αὐτὸς αὐτῆς, ὡς ὁ Χριστὸς τῆς Ἐκκλησίας·
κἂν τὴν ψυχὴν ὑπὲρ αὐτῆς δοῦναι δεῖ, κἂν κατακοπῆναι μυριάκις, κἂν ὁτιοῦν ὑπομεῖναι
καὶ παθεῖν, μὴ παραιτήσῃ· κἂν ταῦτα πάθῃς, οὐδὲν οὐδέπω πεποίηκας, οἷον ὁ Χριστός.
Σὺ μὲν γὰρ ἤδη συναφθεὶς ταῦτα ποιεῖς, ἐκεῖνος δὲ ὑπὲρ ἀποστρεφομένης αὐτὸν καὶ
μισούσης. Ὥσπερ οὖν αὐτὸς τὴν ἀποστρεφομένην αὐτὸν καὶ μισοῦσαν καὶ διαπτύουσαν
καὶ θρυπτομένην περὶ τοὺς πόδας αὐτοῦ τῇ πολλῇ ἤγαγε κηδεμονίᾳ, οὐκ ἀπειλαῖς, οὐδὲ
ὕβρεσιν, οὐδὲ φόβῳ, οὐδὲ ἑτέρῳ τινὶ τοιούτῳ· οὕτω καὶ σὺ πρὸς τὴν γυναῖκα ἔχε τὴν
σήν· κἂν ὑπερορῶσαν, κἂν θρυπτομένην, καταφρονοῦσαν ἴδης, δυνήσῃ αὐτὴν ὑπὸ τοὺς
πόδας ἀγαγεῖν τοὺς σοὺς τῇ πολλῇ περὶ αὐτὴν προνοίᾳ, τῇ ἀγάπῃ, τῇ φιλίᾳ. Οὐδὲν
γὰρ τούτων τυραννικώτερον τῶν δεσμῶν, καὶ μάλιστα ἀνδρὶ καὶ γυναικί. Οἰκέτην μὲν
γὰρ φόβῳ τις ἂν καταδῆσαι δυνήσεται, μᾶλλον δὲ οὐδὲ ἐκεῖνον· ταχέως γὰρ ἀποπηδήσας
οἰχήσεται· τὴν δὲ τοῦ βίου κοινωνὸν, τὴν παίδων μητέρα, τὴν πάσης εὐφροσύνης ὑπόθεσιν,
οὐ φόβῳ καὶ ἀπειλαῖς δεῖ καταδεσμεῖν, ἀλλ' ἀγάπῃ καὶ διαθέσει. Ποία γὰρ συζυγία,
ὅταν ἡ γυνὴ τὸν ἄνδρα τρέμῃ; ποίας δὲ αὐτὸς ὁ ἀνὴρ ἀπολαύσεται ἡδονῆς, ὡς δούλῃ
συνοικῶν τῇ γυναικὶ, καὶ οὐχ ὡς ἐλευθέρᾳ; Κἂν πάθῃς τι ὑπὲρ αὐτῆς, μὴ ὀνειδίσῃς·
οὐδὲ γὰρ ὁ Χριστὸς τοῦτο ἐποίησε· Καὶ ἑαυτὸν, φησὶ, παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν
καθαρίσας ἁγιάσῃ. Ἄρα ἀκάθαρτος ἦν, ἄρα μῶμον εἶχεν, ἄρα ἄμορφος ἦν, ἄρα εὐτελής.
Οἵαν ἂν λάβῃς γυναῖκα, οὐ τοιαύτην λήψῃ νύμφην, οἵαν ὁ Χριστὸς τὴν Ἐκκλησίαν, οὐδὲ
τοσοῦτόν σου ἀπέχουσαν, ὅσον ἡ Ἐκκλησία τοῦ Χριστοῦ· ἀλλ' ὅμως οὐκ ἐβδελύξατο,
οὐδὲ ἐμίσησε διὰ τὴν ὑπερβολὴν τῆς ἀμορφίας. Βούλει ἀκοῦσαι αὐτῆς τὴν ἀμορφίαν;
ἄκουε Παύλου λέγοντος· Ἦτε γάρ ποτε σκότος. Εἶδες αὐτῆς τὸ μέλαν; τί σκότους
μελανώτερον; ἀλλ' ὅρα καὶ τὸ θρασύ· Ἐν κακίᾳ, φησὶ, καὶ φθόνῳ διάγοντες. Ὅρα καὶ
τὸ ἀκάθαρτον· Ἀπειθεῖς, ἀνόητοι. Τί δὲ λέγω; καὶ μωρὰ ἦν, καὶ βλάσφημος· ἀλλ' ὅμως
τοσούτων ὄντων, ὡς ὑπὲρ ὡραίας, ὡς ὑπὲρ ἀγαπωμένης, ὡς ὑπὲρ θαυμαστῆς, οὕτως ἑαυτὸν
ἐξέδωκεν ὑπὲρ τῆς ἀμόρφου. Καὶ τοῦτο θαυμάζων ὁ Παῦλος ἔλεγε· Μόλις γὰρ ὑπὲρ
δικαίου τις ἀποθανεῖται· καὶ πάλιν, Εἰ ἔτι ἁμαρτωλῶν ἡμῶν ὄντων ὁ Χριστὸς ὑπὲρ ἡμῶν
ἀπέθανε. Καὶ τοιαύτην λαβὼν, καλλωπίζει αὐτὴν καὶ λούει, καὶ οὐδὲ τοῦτο παραιτεῖται.
Ἵνα αὐτὴν ἁγιάσῃ, φησὶ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι. Ἵνα παραστήσῃ
αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλησίαν, μὴ ἔχουσαν σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων,
ἀλλ' ἵνα ᾖ ἁγία καὶ ἄμωμος. Τῷ λουτρῷ λούει αὐτῆς τὴν ἀκαθαρσίαν. Ἐν ῥήματι,
φησί. Ποίῳ; Ἐν ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Καὶ οὐχ
ἁπλῶς αὐτὴν ἐκόσμησεν, ἀλλ' ἔνδοξον ἐποίησε, Μὴ ἔχουσαν σπῖλον, ἢ ῥυτίδα, ἤ τι
τῶν τοιούτων. Καὶ ἡμεῖς τοίνυν τοῦτο ἐπιζητῶμεν τὸ κάλλος, καὶ δυνησόμεθα αὐτοῦ
γενέσθαι δημιουργοί. Μὴ ζήτει σὺ παρὰ τῆς γυναικὸς, ἃ μή ἐστιν αὐτῆς. Ὁρᾷς ὅτι
πάντα παρὰ τοῦ ∆εσπότου εἶχεν ἡ Ἐκκλησία· παρ' αὐτοῦ γέγονεν ἔνδοξος, παρ' αὐτοῦ
ἄμωμος. Μὴ ἀποστραφῇς δι' ἀμορφίαν τὴν γυναῖκα. Ἄκουε τῆς Γραφῆς λεγούσης· Μικρὰ
ἐν πετεινοῖς ἡ μέλισσα, καὶ ἀρχὴ γλυκασμάτων ὁ καρπὸς αὐτῆς. Θεοῦ πλάσμα ἐστίν·
οὐκ ἐκείνην ὑβρίζεις, ἀλλὰ τὸν ἐργασάμενον. Τί πάθῃ ἡ γυνή; Μὴ ἐπαινέσῃς αὐτὴν
δι' εὐμορφίαν· ἀκολάστων ψυχῶν καὶ ὁ ἔπαινος, καὶ τὸ μῖσος ἐκεῖνο, καὶ αὐτὴ ἡ ἀγάπη.
Ψυχῆς ἐπιζήτει κάλλος· τὸν νυμφίον τῆς Ἐκκλησίας μιμοῦ. Τὸ ἔξωθεν κάλλος ἀλαζονείας
καὶ ἀπονοίας γέμει πολλῆς, καὶ εἰς ζηλοτυπίαν ἐμβάλλει, καὶ ὑποπτεύειν σε πολλάκις
ποιεῖ τὸ πρᾶγμα ἄτοπα. Ἀλλὰ ἡδονὴν ἔχει; Μέχρι τοῦ πρώτου μηνὸς καὶ τοῦ δευτέρου,
ἢ τὸ πολὺ, τοῦ ἐνιαυτοῦ, λοιπὸν δὲ οὐκέτι, ἀλλ' ὑπὸ τῆς συνηθείας τὸ θαῦμα μαραίνεται·
τὰ μέντοι διὰ τὸ κάλλος προσγενόμενα κακὰ ἐναπομένει, ὁ τῦφος, ἡ ἀπόνοια καὶ ἡ ὑπεροψία.
Ἐπὶ δὲ τῆς μὴ τοιαύτης, οὐδὲν τοιοῦτον· ἀλλ' εἰκότως ἀρχόμενος ὁ ἔρως παραμένει
σφοδρὸς, ἐπειδὴ κάλλους ἐστὶ ψυχῆς, καὶ οὐ σώματος. γʹ. Τί βέλτιον τοῦ οὐρανοῦ,
εἰπέ μοι, τί βέλτιον τῶν ἄστρων; Οἷον ἂν εἴποις σῶμα, οὐκ ἔστιν οὕτω λευκόν· οἵους
ἂν εἴποις ὀφθαλμοὺς, οὐκ εἰσὶν οὕτω φαιδροί. Τούτων δὲ γενομένων καὶ οἱ ἄγγελοι
ἐθαύμασαν, καὶ ἡμεῖς νῦν θαυμάζομεν, ἀλλ' οὐχ ὁμοίως, ὡς παρὰ τὴν ἀρχήν. Τοιοῦτον
γὰρ ἡ συνήθεια· οὐχ ὁμοίως ἐκπλήττει· πόσῳ μᾶλλον ἐπὶ γυναικός; Ἂν δὲ καὶ νόσος
ἐπιγένηται, εὐθέως ἀπέπτη τὸ πᾶν. Εὔνοιαν ζητῶμεν παρὰ γυναικὸς, μετριοφροσύνην,
ἐπιείκειαν· ταῦτα τοῦ κάλλους τὰ γνωρίσματα· σώματος μέντοι ὥραν μὴ ζητῶμεν,
μηδὲ ἐγκαλῶμεν αὐτῇ περὶ τούτων, ὧν οὐκ ἔστι κυρία, μᾶλλον δὲ μηδὲ ὅλως ἐγκαλῶμεν
(τολμηρῶν γὰρ), μηδὲ ἀποδυσπετῶμεν, μηδὲ δυσχεραίνωμεν. Ἢ οὐχ ὁρᾶτε πόσοι
γυναιξὶν ὡραίαις συνοικήσαντες, ἐλεεινῶς τὸν βίον κατέστρεψαν; πόσοι δὲ οὐ σφόδρα
εὐμόρφοις, μετὰ πολλῆς ἡδονῆς εἰς ἔσχατον γῆρας ἤλασαν; Τὸν σπῖλον τὸν ἔσωθεν ἀποσμήχωμεν,
τὰς ῥυτίδας τὰς ἔνδον ἐκτίλλωμεν, τοὺς μώμους τοὺς ἐπὶ τῆς ψυχῆς ἀνέλωμεν. Τοιοῦτον
ὁ Θεὸς ἐπιζητεῖ κάλλος· τῷ Θεῷ, μὴ ἡμῖν, καλὴν αὐτὴν κατασκευάζωμεν. Μὴ χρήματα
ζητῶμεν, μηδὲ εὐγένειαν τὴν ἔξωθεν, ἀλλ' εὐγένειαν τὴν ἐν ψυχῇ. Μηδεὶς ἀπὸ
γυναικὸς ἀναμενέτω πλουτεῖν· αἰσχρὸς γὰρ καὶ ἐπονείδιστος οὗτος ὁ πλοῦτος· μηδὲ
ὅλως ζητείτω τις ἐντεῦθεν πλουτεῖν. Οἱ γὰρ βουλόμενοι πλουτεῖν, φησὶν, ἐμπίπτουσιν
εἰς πειρασμὸν, καὶ ἐπιθυμίας ἀνοήτους καὶ βλαβερὰς, καὶ εἰς παγίδας καὶ ὄλεθρον
καὶ ἀπώλειαν. Ἀπὸ γυναικὸς τοίνυν μὴ ζήτει χρημάτων περιουσίαν, καὶ πάντα εὑρήσεις
τὰ ἄλλα εὐκόλως. Τίς, εἰπέ μοι, τὰ κυριώτερα ἀφεὶς, τῶν ἐλαττόνων ἐπιμελήσεται;
Ἀλλ', οἴμοι! πανταχοῦ τοῦτο πάσχομεν· κἂν παῖδα κτησώμεθα, οὐ σπουδάζομεν ὅπως
γένηται ἀγαθὸς, ἀλλ' ὅπως πλουσίαν αὐτῷ γυναῖκα λάβωμεν· οὐχ ὅπως εὔτροπος, ἀλλ'
ὅπως εὔπορος· κἂν ἐπιτήδευμα μετίωμεν, οὐχ ὅπως ἁμαρτημάτων ἀπηλλαγμένον ᾖ, ἀλλ'
ὅπως ἡμῖν κέρδος προσοίσῃ μέγα· καὶ πάντα γέγονε χρήματα Διὰ τοῦτο πάντα διέφθαρται,
ὅτι ἐκεῖνος ἡμᾶς κατέχει ὁ ἔρως. Οὕτως ὀφείλουσι, φησὶν, οἱ ἄνδρες ἀγαπᾷν τὰς ἑαυτῶν
γυναῖκας, ὡς τὰ ἑαυτῶν σώματα. Τί δὴ τοῦτό ἐστιν; Ὡς εἰς μείζονα εἰκόνα, καὶ
σφοδρότερον ἦλθεν ὑπόδειγμα· οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ὡς ἐγγύτερον, καὶ σαφέστερον,
καὶ δικαίωμα ἕτερον. Ἐκεῖνο μὲν γὰρ οὐκ ἦν πολλῆς ἀνάγκης· ἵνα γὰρ μή τις εἴπῃ,
Ἐκεῖνος Χριστὸς ἦν, καὶ Θεὸς ἦν, καὶ ἑαυτὸν παρέδωκεν, ἑτέρωθεν αὐτὸ μεθοδεύει
λοιπὸν, λέγων· Οὕτως ὀφείλουσιν· οὐ γὰρ χάρις ἐστὶ τὸ πρᾶγμα, ἀλλ' ὀφειλή. Εἰπὼν,
ὡς τὰ ἑαυτῶν σώματα, ἐπήγαγεν, Οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ' ἐκτρέφει
καὶ θάλπει αὐτήν. Τουτέστι, θεραπεύει μετὰ πολλῆς τῆς ἐπιμελείας. Καὶ πῶς αὐτοῦ
ἐστι σάρξ; Ἄκουε· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, φησὶ, καὶ σὰρξ ἐκ τῆς σαρκός
μου. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ, Ἔσονται, φησὶν, εἰς σάρκα μίαν. Καθὼς καὶ ὁ
Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν. Ἐπὶ τὸ πρῶτον ὑπόδειγμα ἦλθεν. Ὅτι μέλη ἐσμὲν τοῦ
σώματος αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ, καὶ ἐκ τῶν ὀστῶν αὐτοῦ. Πῶς; Ἀπὸ γὰρ τῆς ἡμετέρας
γέγονεν ὕλης, ὥσπερ καὶ ἡ Εὔα σὰρξ ἀπὸ τῆς σαρκὸς τοῦ Ἀδάμ. Καλῶς δὲ ὀστῶν καὶ
σαρκὸς ἐμνημόνευσε· ταῦτα γάρ ἐστιν ἐν ἡμῖν τὰ κυριώτερα, σάρκες καὶ ὀστᾶ· τὰ μὲν
ὥσπερ τις τρόπις ὑποκείμενα, τὰ δὲ ὥσπερ οἰκοδομία. Ἀλλ' ἐκεῖνο μὲν δῆλον· τοῦτο
δὲ πῶς; Ὥσπερ ἐκεῖ τοσαύτη ἐγγύτης ἐστὶν, οὕτω, φησὶ, καὶ ἐνταῦθα. Τί ἐστιν, ἐκ
τῆς σαρκὸς αὐτοῦ; Τουτέστι, γνησίως ἐξ αὐτοῦ. Καὶ πῶς τοῦ Χριστοῦ μέλη οὕτως ἐσμέν;
Ὅτι κατ' αὐτὸν γεγενήμεθα. Καὶ πῶς ἐκ τῆς σαρκός; Ἴστε ὅσοι μετέχετε μυστηρίων·
ἐκ τούτου γὰρ εὐθέως ἀναπλαττόμεθα. Καὶ πῶς; Πάλιν ἄκουε τοῦ μακαρίου τούτου λέγοντος·
Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, παραπλησίως καὶ αὐτὸς μετέσχε
τῶν αὐτῶν. Ἀλλ' ἐνταῦθα αὐτὸς ἡμῖν ἐκοινώνησεν, οὐχ ἡμεῖς αὐτῷ· πῶς οὖν ἐκ τῆς
σαρκὸς αὐτοῦ ἐσμεν, καὶ ἐκ τῶν ὀστῶν αὐτοῦ; Τινὲς τὸ αἷμά φασι καὶ τὸ ὕδωρ, οὐκ
ἔστι δέ· ἀλλ' ὅπερ δηλοῦν βούλεται, τοῦτό ἐστιν, ὅτι ὥσπερ ἄνευ συνουσίας ἐκεῖνος
γεγέννηται ἐκ Πνεύματος ἁγίου, οὕτω καὶ ἡμεῖς γεννώμεθα ἐν τῷ λουτρῷ. Ὅρα πόσα ὑποδείγματα,
ὥστε πιστευθῆναι τὴν γέννησιν ἐκείνην. Ὢ τῆς ἀνοίας τῶν αἱρετικῶν! τὸ ἤδη τεχθὲν
ἐξ ὕδατος, ὅτι τίκτεται, γέννημα ἀληθινὸν ὁμολογοῦσιν· ὅτι δὲ γινώμεθα αὐτοῦ σῶμα,
οὐ δέχονται. Ἂν τοίνυν τοῦτο μὴ γινώμεθα, πῶς ἁρμόσει τὸ, Ἐκ τῆς σαρκὸς αὐτοῦ,
καὶ ἐκ τῶν ὀστέων αὐτοῦ, λεγόμενον; Σκόπει δέ· ἐπλάσθη ὁ Ἀδὰμ, ἐτέχθη ὁ Χριστός·
ἐκ τῆς πλευρᾶς τοῦ Ἀδὰμ εἰσῆλθε φθορὰ, ἐκ τῆς πλευρᾶς τοῦ Χριστοῦ ἐπήγασεν ἡ ζωή·
ἐν παραδείσῳ ἐβλάστησε θάνατος, ἐν τῷ σταυρῷ αὐτοῦ ἡ ἀναίρεσις γέγονεν.
δʹ. Ὡς οὖν ὁ
Υἱὸς τοῦ Θεοῦ τῆς ἡμετέρας φύσεως, οὕτως ἡμεῖς τῆς οὐσίας αὐτοῦ· καὶ ὡς ἡμᾶς ἐκεῖνος
ἔχει ἐν ἑαυτῷ, οὕτω καὶ ἡμεῖς αὐτὸν ἔχομεν ἐν ἡμῖν. Ἀντὶ τούτου καταλείψει ἄνθρωπος
τὸν πατέρα αὑτοῦ καὶ τὴν μητέρα αὑτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὑτοῦ,
καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Ἰδοὺ καὶ τρίτον δικαίωμα· δείκνυσι γὰρ, ὅτι
τοὺς γεννησαμένους τις ἀφεὶς καὶ ἐξ ὧν ἔφυ, ἐκείνῃ συμπλέκεται· καὶ λοιπὸν ἡ σὰρξ
ὁ πατὴρ καὶ ἡ μήτηρ καὶ ὁ παῖς ἐστιν ἐκ τῆς ἑκατέρου συνουσίας συγκραθεῖσα· καὶ
γὰρ μιγέντων τῶν σπερμάτων, τίκτεται ὁ παῖς· ὥστε τοὺς τρεῖς εἶναι μίαν σάρκα.
Οὕτως οὖν ἡμεῖς πρὸς τὸν Χριστὸν γινόμεθα μία σὰρξ διὰ μετουσίας· καὶ πολλῷ μᾶλλον
ἡμεῖς, ἢ τὸ παιδίον. Τί δή ποτε; Ὅτι ἐξ ἀρχῆς οὕτω γέγονε. Μή μοι λέγε, ὅτι τοιάδε
ἐστί, καὶ τοιάδε ἐστίν. Οὐχ ὁρᾷς, ὅτι καὶ ἐν τῇ σαρκὶ πολλὰ ἔχομεν ἐλαττώματα; Ὁ
μὲν γάρ ἐστι χωλὸς, ὁ δὲ διεστραμμένους ἔχει τοὺς πόδας, ἕτερος χεῖρας ξηρὰς, ἄλλος
ἄλλο τι μέλος ἀσθενές· καὶ ὅμως οὐκ ἀλγεῖ οὐδὲ ἐκκόπτει, ἀλλὰ καὶ προτίθησιν αὐτὸ
πολλάκις τοῦ ἄλλου· εἰκότως· αὐτοῦ γάρ ἐστιν. Ὅσην τοίνυν ἕκαστος πρὸς ἑαυτὸν ἀγάπην
ἔχει, τοσαύτην πρὸς τὴν γυναῖκα ἡμᾶς βούλεται ἔχειν· οὐχ ὅτι φύσεως μιᾶς
κοινωνοῦμεν, ἀλλὰ πλέον τοῦτο ἡμῖν τὸ δικαίωμα τὸ πρὸς τὴν γυναῖκα. ἐπειδὴ οὐκέτι
δύο εἰσὶ σώματα, ἀλλ' ἓν, ὁ μὲν κεφαλὴ ὢν, ἡ δὲ σῶμα. Καὶ πῶς φησιν ἀλλαχοῦ,
Κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός; Τοῦτο καὶ ἐγώ φημι, ὅτι ὥσπερ ἓν σῶμα ἡμεῖς, οὕτω καὶ
ὁ Χριστὸς καὶ ὁ Πατὴρ ἕν. Εὑρίσκεται ἄρα καὶ ὁ Πατὴρ κεφαλὴ ἡμῶν ὤν. ∆ύο τίθησιν
ὑποδείγματα, τὸ τοῦ σώματος, καὶ τὸ τοῦ Χριστοῦ· διὸ καὶ ἐπάγει· Τὸ μυστήριον
τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν. Τί ἐστι τοῦτο;
Μέγα μυστήριον αὐτό φησιν, ὅτι μέγα τι καὶ θαυμαστὸν ᾐνίξατο ὁ μακάριος Μωϋσῆς,
μᾶλλον δὲ ὁ Θεός· τέως μέντοι, Εἰς Χριστὸν, φησὶ, λέγω, ὅτι καὶ αὐτὸς τὸν Πατέρα
ἀφεὶς κατῆλθε, καὶ ἦλθε πρὸς τὴν νύμφην, καὶ ἐγένετο εἰς πνεῦμα ἕν· Ὁ κολλώμενος
γὰρ τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστι. Καὶ καλῶς εἶπε· Μέγα μυστήριόν ἐστιν· ὡς ἂν εἰ ἔλεγε·
Πλὴν ἀλλ' οὐχ ἡ ἀλληγορία ἀνατρέπει τὴν ἀγάπην. Πλὴν καὶ ὑμεῖς οἱ καθ' ἕνα, ἕκαστος
τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω, ὡς ἑαυτόν· ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα. Ὄντως
γὰρ, ὄντως μυστήριόν ἐστι, καὶ μέγα μυστήριον, ὅτι τὸν φύντα, τὸν γεννησάμενον,
τὸν ἀναθρεψάμενον, τὴν ὠδινήσασαν, τὴν ταλαιπωρηθεῖσαν ἀφεὶς, τοὺς τὰ τοσαῦτα εὐεργετήσαντας,
τοὺς ἐν συνηθείᾳ γενομένους, τῇ μηδὲ ὀφθείσῃ, μηδὲ κοινόν τι ἐχούσῃ πρὸς αὐτὸν
προσκολλᾶται, καὶ πάντων αὐτὴν προτιμᾷ. Μυστήριον ὄντως ἐστί. Καὶ οἱ γονεῖς τούτων
γινομένων οὐκ ἄχθονται, ἀλλὰ μὴ γινομένων μᾶλλον· καὶ χρημάτων ἀναλισκομένων καὶ
δαπάνης γινομένης, ἥδονται. Ὄντως μέγα μυστήριον, ἀπόῤῥητόν τινα σοφίαν ἔχον.
Τοῦτο ἄνωθεν προφητεύων ἐδήλου Μωϋσῆς· τοῦτο καὶ νῦν ὁ Παῦλος βοᾷ λέγων· Εἰς
Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν. Πλὴν οὐ δι' αὐτὸν εἴρηται μόνον οὕτως, ἀλλὰ καὶ
διὰ τὴν γυναῖκα, ἵνα ὡς τὴν ἰδίαν σάρκα αὐτὴν θάλπῃ, ὡς καὶ ὁ Χριστὸς τὴν Ἐκκλησίαν.
Ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα. Οὐκέτι τὰ τῆς ἀγάπης τίθησι μόνον, ἀλλὰ τί; Ἵνα
φοβῆται τὸν ἄνδρα. Ἀρχὴ δευτέρα ἐστὶν ἡ γυνή. Μήτε οὖν αὕτη τὴν ἰσοτιμίαν ἀπαιτείτω·
ὑπὸ γὰρ τὴν κεφαλήν ἐστι· μήτε ἐκεῖνος ὡς ὑποτεταγμένης καταφρονείτω· σῶμα γάρ ἐστι,
κἂν καταφρονῇ τοῦ σώματος ἡ κεφαλὴ, καὶ αὐτὴ προσαπολεῖται· ἀλλ' ἀντίῤῥοπον τῆς
ὑπακοῆς εἰσαγέτω τὴν ἀγάπην. Ὥσπερ ἡ κεφαλὴ, καὶ τὸ σῶμα· τὸ μὲν αὐτῇ πρὸς
διακονίαν παρέχον τὰς χεῖρας, τοὺς πόδας, τὰ λοιπὰ πάντα μέλη· ἐκείνη δὲ αὐτοῦ
προνοουμένη, πᾶσαν ἐν ἑαυτῇ αἴσθησιν ἔχουσα. Οὐδὲν ταύτης ἄμεινον τῆς συζυγίας.
Καὶ πῶς ἂν γένοιτο ἀγάπη, φησὶ, φόβου ὄντος; Μάλιστα τότε ἂν γένοιτο. Ἡ γὰρ
φοβουμένη καὶ ἀγαπᾷ· ἡ ἀγαπῶσα φοβεῖται ὡς κεφαλὴν, καὶ ἀγαπᾷ ὡς μέλος, ἐπεὶ καὶ
ἡ κεφαλὴ μέλος τοῦ παντός ἐστι σώματος. ∆ιὰ τοῦτο τὴν μὲν ὑπέταξε, τὸν δὲ ἐπέθηκεν,
ἵνα εἰρήνη ᾖ. Ἔνθα γὰρ ἰσοτιμία, εἰρήνη οὐκ ἄν ποτε γένοιτο, οὐδὲ δημοκρατουμένης
οἰκίας, οὐδὲ πάντων ἀρχόντων, ἀλλὰ ἀνάγκη μίαν εἶναι τὴν ἀρχήν. Καὶ ταῦτα
πανταχοῦ ἐπὶ τῶν σωματικῶν· ἐπεὶ ἐὰν ὦσιν ἄνδρες πνευματικοὶ, ἔσται εἰρήνη.
Πεντακισχίλιαι ἦσαν ψυχαὶ, καὶ οὐδείς τι τῶν ὑπαρχόντων ἔλεγεν ἴδιον εἶναι, ἀλλ'
ὑπετάττοντο ἀλλήλοις. Τοῦτο δεῖγμα συνέσεως καὶ φόβου Θεοῦ. Τὸν μὲν οὖν τῆς ἀγάπης
τρόπον ἔδειξε, τὸν δὲ τοῦ φόβου, οὐκέτι. εʹ. Καὶ ὅρα τὸν μὲν τῆς ἀγάπης πλατύνοντα,
τὰ κατὰ Χριστὸν διηγούμενον, τὰ κατὰ τὴν σάρκα τὴν ἰδίαν, τὸ, Ἀντὶ τούτου
καταλείψει ἄνθρωπος τὴν μητέρα αὑτοῦ καὶ τὸν πατέρα· τὰ δὲ τοῦ φόβου οὐκέτι
πλατύνει. Τί δήποτε; Ὅτι τοῦτο μᾶλλον βούλεται κρατεῖν, τὸ τῆς ἀγάπης. Ταύτης γὰρ
οὔσης, πάντα ἕπεται τὰ ἄλλα· ἐκείνου δὲ ὄντος, οὐ πάντως. Ὁ μὲν γὰρ ἀγαπῶν τὴν
γυναῖκα, κἂν μὴ σφόδρα ἔχῃ πειθηνίαν, πάντα ὅμως ὑποστήσεται· οὕτω δύσκολον καὶ
χαλεπὸν ἡ ὁμόνοια, ὅταν μὴ τῇ τῆς τυραννίδος ἀγάπῃ ὦσι συνδεδεμένοι· ὁ μέντοι φόβος
οὐ πάντως τοῦτο κατορθώσει. ∆ιὰ τοῦτο ἐνδιατρίβει τούτῳ πλέον, ὅπερ ἐστὶν ἰσχυρόν.
Καὶ δοκοῦσα πλεονεκτεῖσθαι ἡ γυνὴ, ὅτι φοβεῖσθαι προσετάγη, πλεονεκτεῖ· τὸ γὰρ
κυριώτερον ὁ ἀνὴρ προστέτακται, τὸ ἀγαπᾷν. Τί οὖν, ἂν μὴ φοβῆται, φησὶν, ἡ γυνή;
Σὺ ἀγάπα, τὸ σαυτοῦ πλήρου. Καὶ γὰρ ἂν τὰ παρὰ τῶν ἄλλων μὴ ἕπηται, τὰ παρ' ἡμῶν
ἕπεσθαι δεῖ. Οἷόν τι λέγω· Ὑποτασσόμενοι, φησὶν, ἀλλήλοις ἐν φόβῳ Χριστοῦ. Τί οὖν,
ἂν ὁ ἕτερος μὴ ὑποτάσσηται; Σὺ πείθου τῷ νόμῳ τοῦ Θεοῦ. Οὕτω δὴ καὶ ἐνταῦθα· ἡ
γοῦν γυνὴ κἂν μὴ ἀγαπᾶται, ὅμως φοβείσθω, ἵνα μηδὲν ᾖ παρ' αὐτῇ γεγονός· ὅ τε ἀνὴρ,
ἂν μὴ φοβῆται ἡ γυνὴ, ὅμως ἀγαπάτω, ἵνα μηδὲν αὐτὸς ὑστερῇ· ἕκαστος γὰρ τὸ ἴδιον
ἀπέλαβεν. Ἄρα γάμος ἐστὶν οὗτος γινόμενος κατὰ Χριστὸν, γάμος πνευματικὸς καὶ γέννησις
πνευματικὴ, οὐκ ἐξ αἱμάτων, οὐκ ἐξ ὠδίνων. Τοιαύτη καὶ ἡ τοῦ Ἰσαάκ· ἄκουε τῆς
Γραφῆς λεγούσης· Καὶ ἐξέλιπε παραγίνεσθαι Σάῤῥᾳ τὰ γυναικεῖα αὐτῆς. Καὶ ὁ γάμος
οὐκ ἀπὸ πάθους οὐδὲ σωμάτων, ἀλλὰ πνευματικὸς ὅλος, ψυχῆς πρὸς Θεὸν συναπτομένης
συνάφειαν ἄῤῥητον, καὶ μόνος οἶδεν αὐτός. ∆ιὰ τοῦτό φησιν· Ὁ κολλώμενος τῷ Κυρίῳ,
ἓν πνεῦμά ἐστιν. Ὅρα πῶς σπουδάζει καὶ τὴν σάρκα ἑνῶσαι τῇ σαρκὶ, καὶ τὸ πνεῦμα
τῷ πνεύματι. Ποῦ οἱ αἱρετικοί; Οὐκ ἂν, εἰ τῶν διαβεβλημένων ὁ γάμος ἦν, νύμφην
καὶ νυμφίον ἐκάλεσεν· οὐκ ἂν προτρέπων ἐκεῖνο παρήγαγε τὸ, Καταλείψει ἄνθρωπος
τὸν πατέρα καὶ τὴν μητέρα καὶ πάλιν ἐπήγαγεν, ὅτι Εἰς τὸν Χριστὸν εἴρηται καὶ τὴν
Ἐκκλησίαν. Περὶ γὰρ ταύτης καὶ ὁ Ψαλμῳδός φησιν· Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ
κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου· καὶ
ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· Ἐγὼ παρὰ
τοῦ Πατρὸς ἐξῆλθον, καὶ ἥκω. Ἀλλ' ὅταν εἴπω, ὅτι τὸν Πατέρα κατέλιπε, μὴ τοιοῦτον
νομίσῃς, οἷον ἐπ' ἀνθρώπων, τόπων μετάβασιν. Ὥσπερ γὰρ ἐκβῆναι λέγεται, οὐκ ἐπειδὴ
ἐξῆλθεν, ἀλλὰ διὰ τὴν σάρκα, οὕτω καὶ τὸ, Κατέλιπε τὸν Πατέρα. ∆ιὰ τί οὖν μὴ καὶ
περὶ τῆς γυναικὸς εἶπε, Προσκολληθήσεται πρὸς τὸν ἄνδρα αὐτῆς; Τί δήποτε; Ὅτι
περὶ ἀγάπης διελέγετο, καὶ τῷ ἀνδρὶ διελέγετο. Ἐκείνῃ μὲν γὰρ περὶ φόβου διαλεγόμενος,
φησίν· Ἀνήρ ἐστι κεφαλὴ τῆς γυναικός· καὶ πάλιν, ὅτι Καὶ ὁ Χριστὸς κεφαλὴ τῆς Ἐκκλησίας·
περὶ δὲ ἀγάπης αὐτῷ διαλέγεται, καὶ αὐτῷ τὰ ταύτης ἐνεχείρισε, καὶ τὰ περὶ τῆς ἀγάπης
πρὸς αὐτὸν ἐφθέγξατο, συσφίγγων αὐτὸν καὶ συγκολλῶν. Ὁ γὰρ τὸν πατέρα διὰ τὴν
γυναῖκα ἀφεὶς, καὶ αὐτὴν δὲ ταύτην πάλιν ἀφεὶς καὶ καταλιμπάνων, ποίας ἂν εἴη ἄξιος
συγγνώμης; Οὐχ ὁρᾷς πόσης αὐτὴν ἀπολαύειν βούλεται τιμῆς ὁ Θεὸς, ὅτι σε τοῦ
πατρὸς ἀπαγαγὼν, ταύτῃ προσήλωσε; Τί οὖν, ἂν τὰ παρ' ἡμῶν γένηται, φησὶν, ἐκείνη
δὲ μὴ ἀκολουθῇ; Εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω. Οὐ δεδούλωται ὁ ἀδελφὸς, ἢ
ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις. Ἀλλ' ὅταν ἀκούῃς φόβον, ἐλευθέρᾳ προσήκοντα φόβον ἀπαίτει,
μὴ καθὼς παρὰ δούλης· σῶμα γάρ ἐστι σόν· ἂν γὰρ τοῦτο ποιήσῃς, σαυτὸν καθυβρίζεις,
τὸ σῶμα ἀτιμάζων τὸ σόν. Ποῖος δέ ἐστιν ὁ φόβος; Ὥστε μὴ ἀντιλέγειν, ὥστε μὴ ἐπανίστασθαι,
ὥστε μὴ τῶν πρωτείων ἐρᾷν· ἀρκεῖ μέχρι τούτων ἑστάναι τὸν φόβον. Ἂν δὲ ἀγαπᾷς, ὡς
ἐκελεύσθης, μείζονα ἐργάσῃ· μᾶλλον δὲ οὐκέτι φόβῳ τοῦτο ἐργάσῃ, ἀλλὰ καὶ αὐτὴ ἡ
ἀγάπη ἐργάζεταί τι. Ἀσθενέστερόν πως τὸ γένος ἐστὶν, πολλῆς δεόμενον τῆς βοηθείας,
πολλῆς τῆς συγκαταβάσεως. Τί δὲ ἂν εἴποιεν οἱ δευτέροις συναπτόμενοι γάμοις; Οὐχὶ
κατακρίνων λέγω, μὴ γένοιτο· καὶ γὰρ ὁ Ἀπόστολος συνεχώρησεν· ἀλλὰ καὶ σφόδρα
συγκαταβαίνων· πάντα αὐτῇ πόριζε, πάντα ὑπὲρ ἐκείνης πρᾶττε, καὶ ταλαιπωροῦ· ἀνάγκη
σοι ἐπίκειται. Ἐνταῦθα οὐκ ἀξιοῖ ἀπὸ τῶν ἔξωθεν παραδειγμάτων εἰσάγειν τὴν
συμβουλὴν, ὅπερ πολλαχοῦ ποιεῖ. Ἤρκει γὰρ μέγα καὶ σφοδρὸν ὂν τὸ τοῦ Χριστοῦ· μᾶλλον
δὲ καὶ εἰς ὑποταγῆς λόγον. Καταλείψει, φησὶ, τὸν πατέρα καὶ τὴν μητέρα. Ἰδοὺ τοῦτο
ἔξωθεν. Ἀλλ' οὐκ εἶπε, Καὶ συνοικήσει, ἀλλὰ, Προσκολληθήσεται, τὴν ἀκριβῆ ἕνωσιν,
τὴν μετὰ σφοδρότητος ἀγάπην δηλῶν. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλὰ καὶ τῇ ἐπαγωγῇ ἔδειξε
τὴν ὑποταγὴν οὕτως, ὡς μηκέτι τοὺς δύο φαίνεσθαι δύο. Οὐκ εἶπεν, Εἰς πνεῦμα, οὐκ
εἶπεν, Εἰς ψυχήν· ἐκεῖνο μὲν γὰρ δῆλον, καὶ παντὶ δυνατόν· ἀλλ' οὕτως, ὡς εἰς σάρκα
μίαν εἶναι. ʹ. ∆ευτέρα ἐστὶν ἀρχὴ αὕτη, ἀρχὴν ἔχουσα καὶ πολλὴν τὴν ὁμοτιμίαν· ἀλλ'
ὅμως ἔχει τι πλέον ὁ ἀνήρ. Τοῦτο σωτηρία μεγίστη οἰκίας. Ἐκεῖνο μὲν γὰρ τὸ τοῦ
Χριστοῦ παρέλαβεν, οὐκ εἰς τὸ δεῖν ἀγαπᾷν μόνον, ἀλλὰ καὶ ῥυθμίζειν. Ἵνα ᾖ, φησὶν,
ἁγία καὶ ἄμωμος· τὸ δὲ, Τῆς σαρκὸς, εἰς τὸ ἀγαπᾷν, καὶ τὸ, Προσκολληθήσεται, ὁμοίως
εἰς τὸ ἀγαπᾷν. Ἂν γὰρ αὐτὴν κατασκευάσῃς ἁγίαν καὶ ἄμωμον, πάντα ἕπεται. Ζήτει
τὰ τοῦ Θεοῦ, καὶ τὰ ἀνθρώπινα ἀκολουθήσει μετὰ πολλῆς τῆς εὐκολίας. Ῥύθμιζε τὴν
γυναῖκα, καὶ οὕτω συγκροτεῖται ἡ οἰκία. Ἄκουε τοῦ Παύλου λέγοντος· Εἰ δέ τι
μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν. Ἂν οὕτω τὰς οἰκίας
διοικῶμεν τὰς ἑαυτῶν, καὶ πρὸς Ἐκκλησίας ἐπιστασίαν ἐσόμεθα ἐπιτήδειοι· καὶ ἡ οἰκία
γὰρ Ἐκκλησία ἐστὶ μικρά. Οὕτως ἔνι ἄνδρας καὶ γυναῖκας γενομένους ἀγαθοὺς, πάντας
ὑπερβαλέσθαι. Ἐννόησον τὸν Ἀβραὰμ, τὴν Σάῤῥαν, τὸν Ἰσαὰκ,τοὺς τριακοσίους δέκα
καὶ ὀκτὼ οἰκογενεῖς· πῶς πᾶσα ἡ οἰκία συγκεκρότητο, πῶς ἅπασα εὐλαβείας ἔγεμεν.
Ἐκείνη καὶ τὸ ἀποστολικὸν ἐπλήρου παράγγελμα, καὶ τὸν ἄνδρα ἐφοβεῖτο· ἄκουε γὰρ
αὐτῆς λεγούσης· Οὔπω μέν μοι γέγονεν ἕως τοῦ νῦν, ὁ δὲ κύριός μου πρεσβύτερος·
κἀκεῖνος αὐτὴν οὕτως ἠγάπα, ὡς πάντα κελευούσῃ πείθεσθαι. Καὶ τὸ παιδίον ἐνάρετον
ἦν, καὶ οἱ οἰκογενεῖς καὶ αὐτοὶ θαυμαστοὶ, οἵ γε καὶ κινδυνεῦσαι μετὰ τοῦ δεσπότου
οὐκ ὤκνησαν, οὐκ ἀνεβάλοντο, οὐδὲ τὴν αἰτίαν ἐζήτησαν· ἀλλ' εἷς αὐτῶν ὁ
προεστηκὼς οὕτω θαυμαστὸς ἦν, ὡς καὶ γάμον ἐμπιστευθῆναι τοῦ μονογενοῦς παιδὸς,
καὶ ἀποδημίαν ὑπερόριον. Καθάπερ γὰρ ἐπὶ στρατηγοῦ, ὅταν καὶ τὸ στρατιωτικὸν ᾖ
συγκεκροτημένον, οὐδαμόθεν ὁ πολέμιος ἐπεισέρχεται· οὕτω δὴ καὶ ἐνταῦθα, ὅταν ἀνὴρ
καὶ γυνὴ καὶ παιδία καὶ οἰκέται ὦσι τῶν αὐτῶν ἐπιμελούμενοι, πολλὴ τῆς οἰκίας ἡ
ὁμόνοια· ἐπεὶ, ἐὰν μὴ οὕτως ᾖ, πολλάκις δι' ἑνὸς οἰκέτου φαύλου τὸ πᾶν ἀνατρέπεται
καὶ καταλύεται, καὶ ὁ εἷς πολλάκις τὸ πᾶν ἠφάνισε καὶ διέφθειρε. Πολλὴν οὖν πρόνοιαν
ποιώμεθα καὶ γυναικῶν καὶ παίδων καὶ δούλων, εἰδότες ὅτι τὴν ἀρχὴν ἡμῖν αὐτοῖς
εὔκολον καταστήσομεν, καὶ ὅτι τὰς εὐθύνας ἡμέρους καὶ ἐπιεικεῖς ἕξομεν, καὶ ἐροῦμεν·
Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός. Ἐὰν ὁ ἀνὴρ θαυμαστὸς, καὶ ἡ κεφαλὴ
καλὴ, καὶ τὸ λοιπὸν σῶμα οὐδεμίαν ὑποστήσεται βίαν. Τὰ μὲν οὖν κατὰ τὴν γυναῖκα
πῶς ἂν καλῶς διατεθείη καὶ τὸν ἄνδρα, ἀκριβῶς εἶπε, τὴν μὲν φοβεῖσθαι παραινέσας
ὡς κεφαλὴν, τὸν δὲ ἀγαπᾷν ὡς γυναῖκα. Πῶς δ' ἂν ταῦτα γένοιτο; φησίν· Ὅτι μὲν γὰρ
δεῖ, ἔδειξε· τὸ δὲ πῶς, ἐγὼ πρὸς ὑμᾶς ἐρῶ· ἂν χρημάτων καταφρονῶμεν, ἂν πρὸς ἓν
ὁρῶμεν μόνον, ψυχῆς ἀρετὴν, ἂν τὸν τοῦ Θεοῦ φόβον ἔχωμεν πρὸ ὀφθαλμῶν. Ὅπερ γὰρ
ἐν τοῖς πρὸς τοὺς δούλους διαλεγόμενος ἔλεγεν, Ὅ τι ἂν ποιήσῃ ἕκαστος ἀγαθὸν ἢ
κακὸν, τοῦτο κομιεῖται παρὰ τοῦ Κυρίου, τοῦτο καὶ ἐνταῦθα. Μὴ δι' ἐκείνην τοίνυν
τοσοῦτον, ὅσον διὰ τὸν Χριστὸν αὐτὴν ἀγαπᾷν. Τοῦτο γοῦν καὶ ᾐνίξατο εἰπών· Ὡς τῷ
Κυρίῳ. – Ὡς τῷ Κυρίῳ τοίνυν πειθόμενος, καὶ δι' αὐτὸν πάντα ποιῶν, οὕτω πάντα
πράττε· τοῦτο ἱκανὸν ἐναγαγεῖν καὶ πεῖσαι, καὶ μὴ ἀφεῖναι ἐρεσχελίαν τινὰ καὶ
διχόνοιαν εἶναι. Μηδεὶς ἔστω πιστὸς συκοφαντῶν ἐπὶ τῆς γυναικὸς τὸν ἄνδρα· ἀλλὰ
μηδὲ ὁ ἀνὴρ ἁπλῶς πιστευέτω κατὰ τῆς γυναικὸς, μηδὲ ἡ γυνὴ περιεργαζέσθω εἰσόδους
καὶ ἐξόδους ἁπλῶς· μηδὲ μὴν μηδὲ ὁ ἀνὴρ ἄξιον παρεχέτω ἑαυτόν τινος ὑποψίας. Τί
γὰρ, εἰπέ μοι, πᾶσαν τὴν ἡμέραν τοῖς φίλοις δίδως σαυτὸν, τῇ δὲ γυναικὶ τὴν ἑσπέραν,
καὶ οὐδὲ οὕτως αὐτὴν δύνῃ πληροφορεῖν, καὶ ἐκτὸς ὑποψίας ποιεῖν; Κἂν ἐγκαλῇ ἡ
γυνὴ, μὴ δυσχέραινε· φιλίας ἐστὶν, οὐκ ἀπονοίας· φιλίας ἐστὶ ζεούσης τὰ ἐγκλήματα
καὶ διαθέσεως πεπυρωμένης καὶ φόβου. ∆έδοικε γὰρ μή τις αὐτῆς ἔκλεψε τὴν εὐνὴν,
μή τις αὐτὴν περὶ τὸ κεφάλαιον τῶν ἀγαθῶν ἐζημίωσε, μή τις αὐτῆς τὴν κεφαλὴν ἀφείλετο,
μή τις διώρυξε τὴν εὐνήν. Ἔστι καὶ ἄλλη μικροψυχίας ὑπόθεσις· μηδεὶς πέρα τοῦ μέτρου
τῶν οἰκετῶν ἀντιποιείσθω, μήτε τῆς κόρης ὁ ἀνὴρ, μήτε τοῦ οἰκέτου ἡ γυνή· καὶ γὰρ
ταῦτα ἱκανὰ τεκεῖν ὑποψίας. Ἐννόησον γάρ μοι τοὺς δικαίους ἐκείνους· αὐτὴ ἡ Σάῤῥα
ἐκέλευσε τῷ πατριάρχῃ λαβεῖν τὴν Ἄγαρ· αὐτὴ προσέταξεν, οὐδεὶς ἠνάγκασεν, οὐδὲ ἐπῆλθεν
ὁ ἀνήρ· ἀλλὰ καίτοι μακρὸν χρόνον ἑλκύσας ἐν ἀπαιδίᾳ, εἵλετο μηδέποτε γενέσθαι
πατὴρ, ἢ τὴν γυναῖκα λυπῆσαι. Ἀλλ' ὅμως μετὰ ταῦτα πάντα, τί φησιν ἡ Σάῤῥα; Κρίναι
ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Ἆρα εἴ τις ἦν τῶν ἄλλων, οὐκ ἂν εἰς ὀργὴν ἐκινήθη;
οὐκ ἂν καὶ χεῖρας ἐξέτεινε, μονονουχὶ φάσκων· Τί λέγεις; οὐκ ἐβουλόμην ἐγὼ
συγγενέσθαι τῇ γυναικὶ, σὸν τὸ πᾶν γέγονε, καὶ πάλιν ἐγκαλεῖς; Ἀλλ' οὐδὲν τοιοῦτον
εἶπεν ἐκεῖνος· ἀλλὰ τί; Ἰδοὺ ἡ παιδίσκη ἐν ταῖς χερσί σου· χρῶ αὐτῇ, ὡς ἄν σοι ἀρεστὸν
ᾖ. Τὴν κοινωνὸν τῆς εὐνῆς ἐξέδωκεν, ἵνα μὴ λυπήσῃ τὴν Σάῤῥαν. Καίτοι γε οὐδὲν
τούτου μεῖζον εἰς εὐνοίας λόγον ἐστίν. Εἰ γὰρ τὸ τραπέζης κοινωνῆσαι καὶ λῃσταῖς
ὁμοψυχίαν ποιεῖ πρὸς τοὺς ἐναντίους (καὶ ὁ Ψαλμῳδός φησιν· Ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς
μοι ἐδέσματα)· τὸ μίαν σάρκα γενέσθαι λοιπὸν (τοῦτο γάρ ἐστι κοινωνῆσαι τῆς εὐνῆς),
πολλῷ μᾶλλον ἱκανὸν ἐπισπάσασθαι. Ἀλλ' οὐδὲν τούτων ἴσχυσε τὸν δίκαιον ἑλεῖν, ἀλλ'
ἐξέδωκε τῇ γυναικὶ, δεικνὺς ὅτι οὐ παρὰ τὴν αὐτοῦ αἰτίαν τι γεγένηται· καὶ τὸ δὴ
μεῖζον, κύουσαν ἐξέπεμψεν αὐτήν. Τίς οὐκ ἂν ἠλέησε κυήσασαν ἐξ αὐτοῦ παιδίον; Ἀλλ'
οὐχ ὁ δίκαιος ἐπεκάμφθη· πάντων γὰρ τὴν ἀγάπην προὐτίθει τὴν πρὸς τὴν γυναῖκα.
ζʹ. Τοῦτον μιμώμεθα καὶ ἡμεῖς· μηδεὶς ὀνειδιζέτω πενίαν τῷ πλησίον, μηδεὶς χρημάτων
ἐράτω, καὶ πάντα λέλυται. Μηδὲ λεγέτω γυνὴ πρὸς τὸν ἄνδρα· Ἄνανδρε καὶ δειλὲ, ὄκνου
γέμων καὶ νωθείας καὶ ὕπνου πολλοῦ, ὁ δεῖνα ταπεινὸς καὶ ἐκ ταπεινῶν, κινδύνους
ἀράμενος καὶ ἀποδημίας στειλάμενος, πολλὴν τὴν οὐσίαν ἐποίησε, καὶ ἡ γυνὴ
χρυσοφορεῖ, καὶ ἐπὶ ζεύγους λευκῶν ἡμιόνων πρόεισι, περιφέρεται πανταχοῦ, οἰκετῶν
ἀγέλας ἔχει καὶ εὐνούχων ἐσμόν· σὺ δὲ κατέπτηχας, καὶ εἰκῆ ζῇς. Μὴ λεγέτω ταῦτα
γυνὴ, καὶ τὰ τούτοις ὅμοια· σῶμα γάρ ἐστιν, οὐχ ἵνα διατάττῃ τῇ κεφαλῇ, ἀλλ' ἵνα
πείθηται καὶ ὑπακούῃ. Πῶς οὖν οἴσει, φησὶ, τὴν πενίαν; πόθεν εὑρήσει παραμυθίαν;
Ἐκλεγέσθω παρ' ἑαυτῇ τὰς πενεστέρας, ἀναλογιζέσθω πόσαι πάλιν εὐγενεῖς καὶ ἐξ εὐγενῶν
κόραι οὐ μόνον ἐξ ἀνδρῶν οὐδὲν προσέλαβον, ἀλλὰ καὶ προσέδωκαν, καὶ τὰ αὐτῶν ἅπαντα
ἀνάλωσαν· ἐννοείτω τοὺς ἐκ τοιούτων πλούτων κινδύνους, καὶ τὸν ἀπράγμονα ἀσπάσεται
βίον. Καὶ ὅλως εἰ φιλοστόργως πρὸς τὸν ἄνδρα διακέοιτο, οὐδὲν τοιοῦτον ἐρεῖ, ἀλλ'
αἱρήσεται πλησίον αὐτῆς ἔχειν αὐτὸν μηδὲν πορίζοντα, ἢ μυρία τάλαντα χρυσοῦ μετὰ
μερίμνης καὶ φροντίδος τῆς ἐκ τῶν ἀποδημιῶν ταῖς γυναιξὶν ἐγγινομένης ἀεί. Ἀλλὰ
μηδὲ ὁ ἀνὴρ ταῦτα ἀκούων ὡς ἀρχὴν ἔχων, ἐπὶ ὕβρεις τρεπέσθω καὶ πληγὰς, ἀλλὰ
παραινείτω, νουθετείτω, ὡς ἀτελεστέραν λογισμοῖς ἀναπειθέτω, χεῖρας μηδέποτε ἐντεινέτω·
πόῤῥω ἐλευθέρας ψυχῆς ταῦτα· ἀλλὰ μηδὲ ὕβρεις, μηδὲ ὀνείδη, μηδὲ λοιδορίας· ἀλλ'
ὡς ἀνοητότερον διακειμένην ῥυθμιζέτω. Πόθεν δὲ τοῦτο ἔσται; Ἐὰν τὸν ἀληθῆ πλοῦτον
μανθάνῃ, ἐὰν τὴν ἄνω φιλοσοφίαν, οὐδὲν ἐγκαλέσει τῶν τοιούτων. ∆ιδασκέτω αὐτὴν,
ὅτι πενία κακὸν οὐδέν· διδασκέτω, μὴ δι' ὧν λέγει μόνον, ἀλλὰ καὶ δι' ὧν ποιεῖ·
διδασκέτω δόξης καταφρονεῖν, καὶ οὐδὲν τοιοῦτον ἡ γυνὴ οὔτε ἐρεῖ οὔτε ἐπιθυμήσει.
Καθάπερ ἄγαλμα δεχόμενος, οὕτως ἀπὸ τῆς ἑσπέρας ἐκείνης, ἧς ἂν αὐτὴν εἰς τὸν θάλαμον
δέχηται, διδασκέτω σωφροσύνην, ἐπιείκειαν, ὅπως βιώσηται σεμνῶς, ἐκ προοιμίων εὐθέως
καὶ ἐξ αὐτῶν τῶν προθύρων καταβάλλων τῶν χρημάτων τὸν ἔρωτα· καὶ φιλοσοφίαν
παιδευέτω, καὶ παραινείτω ὅπως μὴ εἴη χρυσία κρεμάμενα ἐπὶ τῶν ὤτων καὶ κατὰ τῶν
παρειῶν καὶ ἐπὶ τοῦ τραχήλου περικείμενα, μήτε κατακείμενα περὶ τὸν θάλαμον, μήτε
ἱμάτια χρυσᾶ καὶ πολυτελῆ ἀποκείμενα· ἀλλ' ἔστω μὲν φαιδρὸς ὁ κόσμος, μὴ μὴν εἰς
ὕβριν ἡ φαιδρότης ἐκπιπτέτω· ἀλλὰ ταῦτα ἀφεὶς τοῖς ἐπὶ τῆς σκηνῆς, αὐτὸς μετὰ
πολλῆς τῆς κοσμιότητος καλλώπιζε τὸν οἶκον, σωφροσύνης πνέοντα μᾶλλον, ἢ ἄλλης
τινὸς εὐωδίας. ∆ύο γὰρ ἐκ τούτου ἔσται, καὶ τρία τὰ καλά· πρῶτον μὲν, οὐκ ἀλγήσει
ἡ νύμφη, λυθεισῶν τῶν παστάδων, καὶ ἀποπεμπομένων ἑκάστῳ καὶ τῶν ἱματίων καὶ τῶν
χρυσίων καὶ τῶν σκευῶν τῶν ἀργυρῶν· δεύτερον, οὐ φροντίσει ὁ νυμφίος ὑπὲρ τῆς ἀπωλείας,
καὶ τῆς φυλακῆς τῶν συμπορισθέντων. Τρίτον πάλιν πρὸς τούτοις, τὸ κεφάλαιον τῶν
ἀγαθῶν, ἐξ αὐτῶν τούτων ἐνδείξεται τὴν αὐτοῦ γνώμην, ὅτι δὴ τούτων οὐδενὶ χαίρει,
καὶ ὅτι καὶ τὰ λοιπὰ πάντα καταλύσει, καὶ μήτε ὀρχήματα, μήτε ἀσέμνους ᾠδὰς γενέσθαι
συγχωρήσει ποτέ. Καὶ οἶδα μὲν ὅτι δοκῶ καταγέλαστος εἶναι ἴσως τισὶ, τὰ τοιαῦτα
νομοθετῶν· πλὴν ἀλλ' ἐὰν πεισθῆτέ μοι, τοῦ χρόνου προϊόντος, καὶ τῆς ἀπὸ τοῦ πράγματος
ἀπολαύοντες ὠφελείας, τότε τὸ κέρδος εἴσεσθε· καὶ ὁ μὲν γέλως ῥυήσεται, καὶ
καταγελάσεσθε τοῦ νῦν ἔθους, καὶ ὄψεσθε ὅτι ὄντως παίδων ἀνοήτων, καὶ ἀνδρῶν
μεθυόντων ἐστὶ τὰ γινόμενα νῦν· ἃ δὲ παραινῶ, σωφροσύνης καὶ φιλοσοφίας, καὶ τῆς
ἀνωτάτω πολιτείας ἐστί. Τί οὖν φημι δεῖν; Πάντα τὰ ᾄσματα τὰ αἰσχρὰ, τὰ σατανικὰ,
τὰς ἀσέμνους ᾠδὰς, τὰς συνδρομὰς τῶν ἀκολάστων νέων περίελε τοῦ γάμου, καὶ ταῦτα
τὴν νύμφην σωφρονίσαι υνήσεται. Εὐθέως γὰρ παρ' ἑαυτῇ λογιεῖται, Βαβαί! ποῖος οὗτος
ὁ ἀνήρ; φιλόσοφός ἐστιν, οὐδὲν τὸν παρόντα ἡγεῖται βίον, ἐπὶ παιδοποιίαν καὶ
παιδοτροφίαν με ἤγαγεν εἰς τὴν οἰκίαν τὴν ἑαυτοῦ, ἐπὶ οἰκουρίαν. Ἀλλ' ἀηδῆ ταῦτα
τῇ νύμφῃ; Μέχρι τῆς πρώτης ἡμέρας, καὶ τῆς δευτέρας· λοιπὸν δὲ οὐκ, ἀλλὰ καὶ
μεγίστην καρπώσεται τὴν ἡδονὴν, πάσης ἑαυτὴν ὑποψίας ἀπαλλάττουσα. Ὁ γὰρ μήτε αὐλῶν
μήτε ὀρχουμένων μήτε ᾀσμάτων κεκλασμένων ἀνασχόμενος, καὶ ταῦτα παρὰ τὸν τοῦ γάμου
καιρὸν, σχολῇ γ' ἂν οὗτος ἀνέξεταί ποτε πρᾶξαι ἢ εἰπεῖν τι αἰσχρόν. Μετὰ δὲ τοῦτο,
ὅταν πάντα περιέλῃς ταῦτα τοῦ γάμου, παραλαβὼν αὐτὴν, πλάττε καλῶς, τὸ μὲν αἰσχυντηλὸν
ἐπὶ πολὺ τοῦ χρόνου ἐξάγων, καὶ μὴ διαλύων ταχέως. Κἂν γὰρ ἀναισχυντοτέρα ᾖ ἡ κόρη,
μέχρι καιροῦ σιγᾷν οἶδεν, αἰδουμένη τὸν ἄνδρα, καὶ ξενιζομένη πρὸς τὰ πράγματα.
Σὺ τοίνυν τοῦτο τὸ αἰσχυντηλὸν μὴ διαλύσῃς ταχέως, ὅπερ οἱ ἀκόλαστοι ποιοῦσι τῶν
ἀνδρῶν, ἀλλ' ἐπεξάγαγε ἐπὶ πολὺν χρόνον· μέγα γάρ σοι τοῦτο ἔσται κέρδος. Οὐκ ἐγκαλέσει
τέως, οὐ μέμψεται ἐφ' οἷς διατυπώσῃς. ηʹ. Πάντα τοίνυν κατ' ἐκεῖνον νομοθέτει τὸν
χρόνον, καθ' ὃν ἡ αἰσχύνη, καθάπερ τις χαλινὸς ἐπικείμενος τῇ ψυχῇ, οὐκ ἀφίησιν
οὐδὲν μέμφεσθαι, οὐδὲ ἐγκαλεῖν τοῖς γινομένοις. Ὅταν γὰρ παῤῥησίας ἐπιλάβηται,
μετὰ πολλῆς τῆς ἀδείας πάντα ἀνατρέπει καὶ συγχεῖ. Πότε τοίνυν ἐστὶν ἕτερος οὕτω
καιρὸς ἐπιτήδειος πρὸς τὸ πλάττειν γυναῖκα, ὡς ἐκεῖνος, καθ' ὃν αἰδεῖται τὸν ἄνδρα,
καὶ δέδοικεν ἔτι καὶ δυσωπεῖται; Τότε αὐτῇ τίθει τοὺς νόμους ἅπαντας, καὶ πάντως
πεισθήσεται, καὶ ἑκοῦσα καὶ ἄκουσα. Πῶς δὲ τὴν αἰσχύνην οὐ λύσεις; Ὅταν φαίνῃ
καὶ αὐτὸς οὐδὲν ἧττον ἐκείνης αἰσχυνόμενος, ὀλίγα μὲν προσδιαλεγόμενος, καὶ αὐτὰ
δὲ μετὰ πολλῆς τῆς ἐμβριθείας καὶ τῆς συστροφῆς· τότε αὐτῇ τοὺς περὶ φιλοσοφίας
κατάθες λόγους· δέχεται γὰρ ἡ ψυχή· εἰς τὴν καλλίστην ἕξιν αὐτὴν κατάστησον, τὴν
αἰσχύνην λέγω. Εἰ δὲ βούλεσθε, καὶ ὑποδείγματος ἕνεκεν ἐρῶ, τίνα πρὸς αὐτὴν
διαλέγεσθαι χρή. Εἰ γὰρ Παῦλος οὐ παρῃτήσατο εἰπεῖν, Μὴ ἀποστερεῖτε ἀλλήλους,
καὶ νυμφευτρίας ἐφθέγξατο ῥήματα, μᾶλλον δὲ οὐ νυμφευτρίας, ἀλλὰ πνευματικῆς
ψυχῆς· πολλῷ μᾶλλον ἡμεῖς οὐ παραιτησόμεθα εἰπεῖν. Τί τοίνυν αὐτῇ διαλέγεσθαι
χρή; Μετὰ πολλῆς μέντοι χάριτος λέγειν πρὸς αὐτήν· Ἡμεῖς, ὦ παιδίον, τοῦ βίου
σε κοινωνὸν ἐλάβομεν καὶ εἰσηγάγομεν ἐν τοῖς τιμιωτέροις καὶ ἀναγκαιοτέροις ἡμῖν
κοινωνήσουσαν, ἐν παιδοποιίᾳ, καὶ οἰκίας προστασίᾳ. Τί οὖν δή σε παρακαλοῦμεν;
Μᾶλλον δὲ πρὸ τούτου τὰ τῆς ἀγάπης διαλέγου· οὐδὲν γὰρ οὕτω συμβάλλεται πρὸς τὸ
πεῖσαι τὸν ἀκούοντα δέξασθαι τὰ λεγόμενα, ὡς τὸ μαθεῖν, ὅτι μετὰ πολλῆς τῆς ἀγάπης
λέγεται. Πῶς οὖν δείξεις τὴν ἀγάπην; Ἂν εἴπῃς, ὅτι Πολλὰς ἐνὸν λαβεῖν, καὶ εὐπορωτέρας
καὶ γένους λαμπροῦ, οὐχ εἱλόμην, ἀλλὰ σοῦ καὶ τῆς σῆς ἠράσθην ἀναστροφῆς, τῆς
κοσμιότητος, τῆς ἐπιεικείας, τῆς σωφροσύνης. Εἶτα ἀπὸ τούτων εὐθὺς παρασκεύασον
ὁδὸν τῶν λόγων τῶν περὶ φιλοσοφίας, καὶ κατηγόρει τοῦ πλούτου μετά τινος περιόδου.
Ἁπλῶς μὲν γὰρ ἐὰν κατατείνῃς λόγον κατὰ πλούτου, φορτικὸς ἔσῃ· ἂν δὲ ὑποθέσεως
λαβόμενος, πάντα ἀνύσεις. ∆όξεις γὰρ ἐν τάξει ἀπολογίας τὸ πρᾶγμα ποιεῖν, οὐχ ὡς
αὐστηρός τις καὶ ἄχαρις καὶ μικρολόγος, ἀλλ' ὅταν ἐκ τῶν αὐτῆς τὴν ὑπόθεσιν λάβῃς,
καὶ ἡσθήσεται. Ἐρεῖς οὖν (πάλιν γὰρ τὸν λόγον ἀναλαβεῖν ἀναγκαῖον), ὅτι παρὸν
πλουσίαν γῆμαι καὶ εὔπορον, οὐκ ἠνεσχόμην. Τί δήποτε; Οὐχ ἁπλῶς, οὐδὲ εἰκῆ, ἀλλ'
ἐπαιδεύθην ἐγὼ καλῶς, ὅτι πλοῦτος οὐδὲν κτῆμά ἐστιν, ἀλλὰ πρᾶγμα εὐκαταφρόνητον,
καὶ λῃσταῖς προσὸν καὶ πόρναις γυναιξὶ καὶ τυμβωρύχοις. ∆ιὸ ταῦτα ἀφεὶς, ἐπὶ τὴν
τῆς σῆς ἀρετὴν ἦλθον ψυχῆς, ἣν παντὸς προτιμῶ χρυσίου. Συνετὴ γὰρ καὶ ἐλευθέρα
κόρη νέα, καὶ εὐλαβείας ἐπιμελουμένη, πάσης τῆς οἰκουμένης ἐστὶν ἀνταξία. ∆ιὰ δὴ
ταῦτά σε καὶ ἠσπασάμην καὶ φιλῶ, καὶ τῆς ἐμαυτοῦ προτίθημι ψυχῆς. Οὐδὲν γὰρ ὁ
παρὼν βίος ἐστὶ, καὶ εὔχομαι καὶ παρακαλῶ καὶ πάντα ποιῶ, ὥστε ἡμᾶς οὕτω
καταξιωθῆναι τὸν παρόντα στῆσαι βίον, ὥστε δυνηθῆναι καὶ ἐκεῖ ἐν τῷ μέλλοντι αἰῶνι
μετὰ πολλῆς τῆς ἀδείας ἀλλήλοις συνεῖναι. Ὁ μὲν γὰρ χρόνος οὗτος βραχὺς καὶ ἐπίκηρος·
εἰ δὲ, καταξιωθείημεν εὐαρεστήσαντες τῷ Θεῷ οὕτω τὸν βίον μετελθεῖν τοῦτον, ἀεὶ
καὶ μετὰ τοῦ Χριστοῦ, καὶ μετ' ἀλλήλων ἐσόμεθα μετὰ πλείονος τῆς ἡδονῆς. Ἐγὼ πάντων
τὴν σὴν ἀγάπην προτίθημι, καὶ οὐδὲν οὕτω μοι δύσκολον οὐδὲ ἐπαχθὲς, ὡς τό ποτε
διενεχθῆναι πρὸς σέ· κἂν πάντα ἀπολέσαι δέῃ, κἂν Ἴρου πενέστερον γενέσθαι, κἂν
κινδύνους ὑποστῆναι τοὺς ἐσχάτους, κἂν ὁτιοῦν παθεῖν, ἐμοὶ πάντα οἰστὰ καὶ
φορητὰ, ἕως ἂν τὰ πρὸς σὲ εὖ μοι διακέηται· καὶ τὰ παιδία μοι ποθεινὰ τότε ἔσται,
ἕως ἂν εὐνοϊκῶς πρὸς ἡμᾶς διακειμένη ᾖς. ∆εήσει δὲ καὶ σὲ ταῦτα ποιεῖν. Εἶτα
παραμίγνυε καὶ τὰ ἀποστολικὰ ῥήματα, ὅτι οὕτως ὁ Θεὸς βούλεται τὴν εὔνοιαν ἡμῖν
συγκεκροτῆσθαι. Ἄκουε γὰρ τῆς Γραφῆς λεγούσης· Ἀντὶ τούτου καταλείψει ἄνθρωπος
τὸν πατέρα αὑτοῦ καὶ τὴν μητέρα,καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὑτοῦ.
Μηδεμία μικροψυχίας ἔστω πρόφασις ἡμῖν· ἐῤῥέτω χρήματα, καὶ ἀνδραπόδων πλῆθος,
καὶ τιμαὶ αἱ τῶν ἔξωθεν· ἐμοὶ πάντων τοῦτο προτιμότερον. Πόσου χρυσίου, πόσων
θησαυρῶν οὐχὶ ποθεινότερα ταῦτα τὰ ῥήματα ἔσται τῇ γυναικί; Μὴ φοβηθῇς μή ποτε ἀπονοηθῇ
κατὰ σοῦ φιλουμένη, ἀλλ' ὅτι φιλεῖς ὁμολόγει. Αἱ μὲν γὰρ ἑταῖραι νῦν μὲν τούτῳ,
νῦν δὲ ἐκείνῳ προσπλεκόμεναι, εἰκότως ἂν ἐπαίροιντο κατὰ τῶν ἐραστῶν ὅταν τοιαῦτα
ἀκούοιεν ῥήματα· ἐλευθέρα δὲ γυνὴ καὶ κόρη εὐγενὴς οὐκ ἄν ποτε τούτοις ἐπαρθείη
τοῖς ῥήμασιν, ἀλλὰ πολλῷ μᾶλλον καὶ κατακάμπτεται. Ἐνδείκνυσο δὲ τὴν πρὸς αὐτὴν
συνουσίαν πολλοῦ τιθέμενος, καὶ μᾶλλον ἐπὶ τῆς οἰκίας εἶναι βουλόμενος δι' αὐτὴν,
ἢ ἐπὶ τῆς ἀγορᾶς· καὶ πάντων τῶν φίλων προτίμα, καὶ παίδων τῶν ἐξ αὐτῆς, καὶ αὐτὰ
δὲ διὰ ταύτην φιλείσθω παρὰ σοῦ. Ἂν ἀγαθόν τι πράξῃ, ἐπαίνει καὶ θαύμαζε· ἂν ἄτοπόν
τι καὶ οἷον νεανίσι συμβαίνει, παραίνει καὶ ὑπομίμνησκε. Ἄνω καὶ κάτω χρημάτων
κατηγόρει καὶ πολυτελείας, καὶ ὑποδείκνυε τὸν κόσμον τὸν ἀπὸ τῆς κοσμιότητος καὶ
ἀπὸ τῆς σεμνότητος, καὶ δίδασκε διηνεκῶς τὰ συμφέροντα.
θʹ. Εὐχαὶ γενέσθωσαν ὑμῖν κοιναί· ἕκαστος εἰς τὴν ἐκκλησίαν
προΐτω, καὶ τῶν λεγομένων καὶ τῶν ἀναγινωσκομένων ἐκεῖ, καὶ ὁ ἀνὴρ τὴν γυναῖκα ἀπαιτείτω
ἐπὶ τῆς οἰκίας τὸ μέρος, κἀκείνη τὸν ἄνδρα. Εἰ πενία τις κατέχοι, πάραγε εἰς μέσον
τοὺς ἁγίους ἄνδρας, τὸν Παῦλον, τὸν Πέτρον, οἳ πάντων μᾶλλον καὶ βασιλέων καὶ
πλουσίων εὐδοκίμησαν, καὶ πῶς δὲ καὶ ἐν λιμῷ καὶ ἐν δίψει τὸν βίον διήγαγον· παίδευε
αὐτὴν, ὅτι οὐδὲν φοβερὸν τῶν ἐν τῷ βίῳ, ἢ μόνον τὸ προσκροῦσαι τῷ Θεῷ. Ἂν οὕτω
τις γήμῃ, ἂν ἐπὶ τούτοις, τῶν μοναζόντων οὐκ ἔσται πολλῷ ἐλάττων, οὐδὲ τῶν μὴ
γεγαμηκότων ὁ γεγαμηκώς. Εἰ βούλει καὶ ἄριστα ποιεῖν καὶ ἑστιάσεις ἐπιτελεῖν,
μηδένα ἄσεμνον, μηδένα ἄκοσμον, ἀλλ' εἴ τινα ἅγιον πένητα εὕροις δυνάμενον ὑμῖν
εὐλογῆσαι τὴν οἰκίαν, δυνάμενον μετὰ τῆς τῶν ποδῶν ἐπιβάσεως πᾶσαν εἰσενεγκεῖν
τοῦ Θεοῦ τὴν εὐλογίαν, τοῦτον κάλει. Εἴπω δὲ καὶ ἕτερον; Μηδεὶς ὑμῶν σπουδαζέτω
εὐπορωτέραν γαμεῖν, ἀλλὰ πολλῷ μᾶλλον πενεστέραν. Οὐ γὰρ τοσαύτην ἀπὸ τῶν χρημάτων
εἰσελεύσεται εἰσφέρουσα ἀφορμὴν ἡδονῆς, ὅσην ἀηδίαν ἀπὸ τῶν ὀνειδῶν, ἀπὸ τοῦ
πλείονα ἀπαιτεῖν ὧν εἰσήγαγεν, ἀπὸ τῶν ὕβρεων, ἀπὸ τῆς πολυτελείας, ἀπὸ τῶν
φορτικῶν ῥημάτων. Ἐρεῖ γὰρ ἴσως· Οὐδέπω τῶν σῶν ἀνάλωσα οὐδὲν, ἔτι τὰ ἐμὰ περίκειμαι,
ἐξ ὧν οἱ γονεῖς μοι δεδώρηνται. Τί λέγεις, ὦ γύναι; ἔτι τὰ σὰ περίκεισαι; καὶ τί
τούτου τοῦ ῥήματος γέ νοιτ' ἂν ἀθλιώτερον; σῶμα οὐκέτι ἔχεις ἴδιον, καὶ χρήματα
ἔχεις ἴδια; Οὐκέτι δύο ἐστὲ σάρκες μετὰ τὸν γάμον, ἀλλ' ἐγένεσθε εἰς μίαν· καὶ
αἱ οὐσίαι δύο, καὶ οὐ μία. Ὢ τοῦ τῶν χρημάτων ἔρωτος! εἷς ἄνθρωπος, ἓν ζῶον ἀμφότεροι
γεγένησθε, καὶ ἔτι λέγεις, Τὰ ἐμά; Ἐπάρατον τοῦτο τὸ ῥῆμα καὶ μιαρὸν ἀπὸ τοῦ
διαβόλου εἰσηνέχθη. Πάντα ἡμῶν κοινὰ ἐποίησεν ὁ Θεὸς τὰ τούτων ἀναγκαιότερα, καὶ
ταῦτα οὐ κοινά; Οὐκ ἔστιν εἰπεῖν, τὸ ἐμὸν φῶς, ὁ ἐμὸς ἥλιος, τὸ ἐμὸν ὕδωρ· πάντα
ἡμῖν κοινὰ τὰ μείζονα, τὰ δὲ χρήματα οὐ κοινά; Ἀπολλύσθω τὰ χρήματα μυριάκις, μᾶλλον
δὲ μὴ τὰ χρήματα, ἀλλ' αἱ προαιρέσεις αἱ μὴ εἰδυῖαι χρήμασι χρήσασθαι, ἀλλὰ πάντων
αὐτὰ προτιμῶσαι. Καὶ ταῦτα μετὰ τῶν ἄλλων δίδασκε· ἀλλὰ μετὰ πολλῆς τῆς χάριτος.
Ἐπειδὴ γὰρ αὐτὴ καθ' ἑαυτὴν τῆς ἀρετῆς ἡ παραίνεσις πολὺ τὸ σκυθρωπὸν ἔχει, καὶ
μάλιστα πρὸς κόρην ἁπαλὴν καὶ νέαν, ὅταν περὶ φιλοσοφίας λέγοιντο λόγοι, πολλὴν
ἐπινόει τὴν χάριν, καὶ τοῦτο μάλιστα ἀπὸ τῆς ψυχῆς ἐξόρισον ἐκείνης, Τὸ ἐμὸν,
καὶ Τὸ σόν. Ἂν εἴπῃ, Τὰ ἐμὰ, εἰπὲ αὐτῇ· Ποῖα λέγεις σά; οὐδὲ γὰρ οἶδα· οὐδὲν ἔχω
ἐγὼ ἴδιον· πῶς οὖν λέγεις, Τὰ ἐμὰ, πάντων ὄντων σῶν; Χάρισαι αὐτῇ τὸ ῥῆμα. Οὐχ ὁρᾷς
ἐπὶ τῶν παιδίων ὅτι τοῦτο πράττομεν; ὅταν ἡμῶν κατεχόντων τι ἁρπάσῃ, καὶ τὸ ἕτερον
πάλιν βούληται λαβεῖν, συγχωροῦμεν καὶ λέγομεν· Ναὶ, τοῦτο σόν ἐστι, κἀκεῖνο.
Τοῦτο καὶ ἐπὶ τῆς γυναικὸς ποιῶμεν· παιδικωτέρα γὰρ αὐτῆς ἡ διάνοιά ἐστι· κἂν λέγῃ,
Τὰ ἐμὰ, εἰπέ· Πάντα σά ἐστι, καὶ ἐγὼ σός. Οὐκ ἔστι κολακείας τὸ ῥῆμα, ἀλλὰ πολλῆς
συνέσεως. Οὕτως αὐτῆς δυνήσῃ χαλάσαι τὸν θυμὸν, καὶ τὴν ἀθυμίαν σβέσαι. Κολακεία
γάρ ἐστιν, ὅταν τις ἀγεννές τι πράξῃ κακοῦ ἕνεκεν· τοῦτο δὲ φιλοσοφία μεγίστη.
Λέγε οὖν· Καὶ ἐγὼ σὸς, ὦ παιδίον· τοῦτό μοι Παῦλος παρῄνεσεν εἰπών· Ὁ ἀνὴρ τοῦ ἰδίου
σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ἡ γυνή. Εἰ τοῦ σώματός μου οὐκ ἔχω ἐξουσίαν, ἀλλὰ
σὺ, πολλῷ μᾶλλον τῶν χρημάτων. Ἀνέπαυσας αὐτὴν ταῦτα φθεγξάμενος, ἔσβεσας τὴν
πυρὰν, κατῄσχυνας τὸν διάβολον, δούλην ἐποίησας μᾶλλον ἀργυρώνητον, τοῖς ῥήμασι
τούτοις κατέδησας αὐτήν. Ὥστε ἀφ' ὧν σὺ φθέγγῃ, δίδαξον αὐτὴν μηδέποτε λέγειν, Ἐμὸν
καὶ Σόν. Καὶ μηδέποτε ἁπλῶς αὐτὴν κάλει, ἀλλὰ μετὰ κολακείας, μετὰ τιμῆς, μετὰ
πολλῆς ἀγάπης. Τίμα αὐτὴν, καὶ οὐ δεήσεται τῆς παρ' ἑτέρων τιμῆς, οὐ δεήσεται τῆς
παρ' ἑτέρων δόξης, ἂν ἀπολαύῃ τῆς παρὰ σοῦ. Πάντων αὐτὴν προτίθει, πάντων ἕνεκεν,
καὶ κάλλους, καὶ συνέσεως, καὶ ἐγκωμίαζε. Οὕτως αὐτὴν πείσεις μηδενὶ προσέχειν
τῶν ἔξωθεν, ἀλλὰ πάντων τῶν ἄλλων καταγελᾷν. ∆ίδασκε τοῦ Θεοῦ τὸν φόβον, καὶ πάντα
ὥσπερ ἀπὸ πηγῆς ἐπιῤῥεύσει, καὶ μυρίων ἔσται ἡ οἰκία τῶν ἀγαθῶν γέμουσα. Ἂν τὰ ἄφθαρτα
ζητῶμεν, καὶ ταῦτα ἐπελεύσεται τὰ φθαρτά. Ζητεῖτε γὰρ, φησὶ, πρῶτον τὴν βασιλείαν
τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Οἵους εἶναι χρὴ νομίζειν τοὺς παῖδας
τῶν τοιούτων πατέρων; οἵους τοὺς οἰκέτας τῶν τοιούτων δεσποτῶν; οἵους τοὺς ἄλλους
ἅπαντας τοὺς πλησιάζοντας; ἆρα οὐχὶ μυρίων τῶν ἀγαθῶν καὶ αὐτοὺς γέμειν συμβήσεται;
Ὡς γὰρ τὰ πολλὰ πρὸς τοὺς κρατοῦντας καὶ οἱ δοῦλοι τὰ ἤθη ῥυθμίζονται, καὶ ταῖς
ἐκείνων ἐξομοιοῦνται ἐπιθυμίαις, τῶν αὐτῶν ἐρῶσιν, ὧν ἂν καὶ διδαχθῶσι, τὰ αὐτὰ
φθέγγονται, ἐν τοῖς αὐτοῖς συναναστρέφονται. Ἐὰν οὕτως ἑαυτοὺς ῥυθμίζωμεν, καὶ
ταῖς Γραφαῖς προσέχωμεν, τὰ πλείονα παρ' ἐκείνων παιδευθησόμεθα· καὶ οὕτω δυνησόμεθα
ἀρέσαι τῷ Θεῷ, καὶ τὸν παρόντα βίον ἅπαντα μετὰ ἀρετῆς διεξελθεῖν, καὶ τῶν ἐπηγγελμένων
ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν τυχεῖν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ
φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι
δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
22.
ΟΜΙΛΙΑ ΚΑʹΤὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν Κυ ρίῳ· τοῦτο γάρ ἐστι δίκαιον.
Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ, ἵνα εὖ
σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς.
αʹ. Καθάπερ τις σῶμα πλάττων, πρῶτον
μὲν τὴν κεφαλὴν, ἔπειτα τὸν αὐχένα, εἶτα τοὺς πόδας τίθησιν, οὕτω καὶ ὁ μακάριος
Παῦλος τῷ λόγῳ πρόεισιν. Εἶπε περὶ τοῦ ἀνδρὸς, εἶπε περὶ τῆς γυναικὸς, τῆς δευτέρας
ἀρχῆς· χωρεῖ λοιπὸν ὁδῷ βαδίζων ἐπὶ τὴν τρίτην· αὕτη δέ ἐστιν ἡ τῶν παίδων. Τῆς
μὲν γὰρ γυναικὸς ἄρχει ὁ ἀνὴρ, τῶν δὲ παίδων ὁ ἀνὴρ καὶ ἡ γυνή. Ὅρα οὖν τί φησι·
Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν Κυρίῳ· αὕτη γάρ ἐστιν ἐντολὴ πρώτη ἐν
ἐπαγγελίαις. Οὐδὲ ἐνταῦθα περὶ τοῦ Χριστοῦ διαλέγεται, οὐδὲ περὶ τῶν ὑψηλῶν· ἔτι
γὰρ πρὸς ἁπαλὰς διαλέγεται διανοίας· διὸ καὶ βραχεῖαν ποιεῖται τὴν παραίνεσιν, ἅτε
οὐ δυναμένων τῶν παίδων μακρῷ παρακολουθῆσαι λόγῳ. ∆ιὰ τοῦτο οὐδὲ περὶ βασιλείας
τι διαλέγεται· οὐ γάρ ἐστι τῆς ἡλικίας ἐκείνης ταῦτα ἀκούειν· ἀλλ' ἃ μάλιστα
ψυχὴ νηπιώδης ἀκοῦσαι ποθεῖ, ταῦτά φησιν, ὅτι μακροχρόνιος ἔσται. Εἰ γάρ τις ἐξετάζοι,
διὰ τί μὴ περὶ βασιλείας διελέχθη, ἀλλὰ τὴν ἐν τῷ νόμῳ κειμένην ἐντολὴν αὐτοῖς ἔθηκεν,
ἐροῦμεν, ὅτι ὡς νηπιωδεστέροις οὖσι, καὶ μάλα εἰδὼς ὅτι, τοῦ ἀνδρὸς καὶ τῆς
γυναικὸς οὕτω διακειμένων κατὰ τὸν νόμον ὃν ἔθηκεν, οὐ πολλοῦ καμάτου ἐστὶ τὰ
παιδία ὑποτάξαι. Ὅταν γὰρ πρᾶγμα τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν λάβῃ καλὴν καὶ ἰσχυρὰν
καὶ κοσμίαν, ὁδῷ πάντα καὶ νόμῳ προβαίνει λοιπὸν μετὰ πολλῆς τῆς εὐκολίας. Τὸ γὰρ
χαλεπώτερον, τὸ θεμέλιον θέσθαι, καὶ τὴν κρηπῖδα ὑποβαλεῖν. Τὰ τέκνα, ὑπακούετε,
φησὶ, τοῖς γονεῦσιν ὑμῶν ἐν Κυρίῳ· τουτέστι, κατὰ Κύριον. Ὁ Θεὸς, φησὶν, οὕτω
προσέταξε. Τί οὖν, ἂν ἄτοπα προστάττωσι; Μάλιστα μὲν οὐδέποτε ἐπιτάττει πατὴρ ἄτοπα,
κἂν αὐτὸς ἄτοπος ᾖ· πλὴν ἀλλ' ὅμως καὶ οὕτως ἠσφαλίσατο, εἰπών· Ἐν Κυρίῳ· τουτέστιν,
ἐν οἷς ἂν μὴ προσκρούσῃς Θεῷ· ὡς ἐὰν Ἕλλην ᾖ, ἢ αἱρετικὸς, οὐκέτι πείθεσθαι δεῖ·
οὐ γάρ ἐστιν ἐν Κυρίῳ τὸ πρᾶγμα. Πῶς δέ φησιν, Ἥτις ἐστὶν ἐντολὴ πρώτη; πρώτη γάρ
ἐστι τὸ, Οὐ μοιχεύσεις, τὸ, Οὐ φονεύσεις. Οὐ τῇ τάξει εἶπεν αὐτὴν πρώτην, ἀλλὰ
τῇ ἐπαγγελίᾳ. Ἐκείναις μὲν οὖν οὐ κεῖται μισθὸς, ἅτε περὶ κακῶν διατεταγμέναις
καὶ τῆς τῶν κακῶν ἀναχωρήσεως· ἐν δὲ ταύταις, ἅτε ἀγαθῶν ἐργασίας οὔσης, καὶ ἐπαγγελία
κεῖται. Καὶ ὅρα πῶς θαυμαστὴν κρηπῖδα ἔθηκε τῇ τῆς ἀρετῆς ὁδῷ τὴν εἰς τοὺς γονέας
τιμὴν καὶ αἰδώ· καὶ εἰκότως· Ἀπαγαγὼν τῶν πονηρῶν πράξεων, καὶ μέλλων εἰς τὰ ἀγαθὰ
ἐμβαίνειν, τοῦτο πρῶτον ἐπέταξε, τὴν εἰς τοὺς γονέας λέγω τιμὴν, ἐπειδὴ καὶ πρὸ
πάντων τοῦ ζῇν μετὰ τὸν Θεὸν αὐτοὶ γεγόνασιν αἴτιοι. Ὥστε εἰκότως ἂν πρῶτοι τῶν
ἡμετέρων ἀπολαύσειαν καλῶν, καὶ τότε οἱ ἄλλοι ἅπαντες ἄνθρωποι. Ἂν γὰρ μὴ τοῦτό
τις ἔχῃ, οὐδέποτε περὶ τοὺς ἔξωθεν ἔσται ἐπιεικής. Παραινέσας τοίνυν ἅπερ ἐχρῆν
τοῖς παισὶ, μεταβαίνει ἐπὶ τοὺς πατέρας, καί φησι· Καὶ οἱ πατέρες, μὴ παροργίζετε
τὰ τέκνα ὑμῶν, ἀλλὰ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Οὐκ εἶπεν, Ἀγαπᾶτε
αὐτά· τοῦτο γὰρ καὶ ἀκόντων αὐτῶν ἡ φύσις ἐπισπᾶται, καὶ περιττὸν ἦν περὶ τῶν
τοιούτων νόμον τιθέναι· ἀλλὰ τί φησι; Μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, οἷον οἱ
πολλοὶ ποιοῦσιν, ἀποκληρονόμους ἐργαζόμενοι, καὶ ἀποκηρύκτους ποιοῦντες, καὶ
φορτικῶς ἐπικείμενοι, οὐχ ὡς ἐλευθέροις, ἀλλ' ὡς ἀνδραπόδοις. ∆ιὰ τοῦτό φησι· Μὴ
παροργίζετε τὰ τέκνα ὑμῶν. Εἶτα τὸ κεφάλαιον πάντων, πῶς ἂν ὑπακούσαιεν δείκνυσιν,
εἰς τὴν κεφαλὴν καὶ τὴν ἀρχὴν τὴν αἰτίαν ἅπασαν ἀγαγών. Καὶ καθάπερ ἔδειξε τοῦ
τὴν γυναῖκα ὑπακούειν αἴτιον τὸν ἄνδρα γινόμενον (διὸ καὶ τὰ πλείονα αὐτῷ διαλέγεται,
τῇ τῆς ἀγάπης τυραννίδι παρακαλῶν αὐτὴν ἐπισπᾶσθαι), οὕτω δὴ καὶ ἐνταῦθα πάλιν
εἰς αὐτὸν τὴν αἰτίαν ἀνάγει, λέγων· Ἀλλὰ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ
Κυρίου. Ὁρᾷς ὅτι τῶν πνευματικῶν ὄντων καὶ τὰ σαρκικὰ ἕψεται; Βούλει εἶναι τὸν
υἱὸν πειθήνιον; ἐξ ἀρχῆς αὐτὸν ἔκτρεφε ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου· μὴ νομίσῃς
εἶναι περιττὸν τὸ τῶν θείων Γραφῶν αὐτὸν ἐπακούειν· ἐκεῖ γὰρ τοῦτο πρῶτον ἀκούσεται·
Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. Ὥστε ὑπὲρ σοῦ τοῦτο γίνεται. Μὴ εἴπῃς·
Τοῦτο μοναζόντων ἐστί· μὴ γὰρ μονάζοντα αὐτὸν ποιῶ; Οὐκ ἔστιν ἀνάγκη γενέσθαι αὐτὸν
μονάζοντα. Τί δέδοικας δέος πολλοῦ κέρδους ἀνάμεστον; Χριστιανὸν αὐτὸν ποίησον.
Μάλιστα γὰρ τοῖς κοσμικοῖς ἀναγκαῖον τὰ ἐντεῦθεν εἰδέναι διδάγματα, μάλιστα τοῖς
παισί. Πολλὴ γὰρ ἡ ἄνοια ἐν ἐκείνῃ τῇ ἡλικίᾳ· τῇ δὲ ἀνοίᾳ προσθήκη γίνεται καὶ
τὰ παρὰ τῶν ἔξωθεν λόγων, ὅταν μάθωσιν ἐκεῖ τοὺς παρ' αὐτοῖς θαυμαζομένους ἥρωας,
παθῶν δούλους ὄντας καὶ δειλοὺς πρὸς θάνατον· οἷον ὁ Ἀχιλλεὺς ὅταν μετανοῇ, ὅταν
ὑπὲρ παλλακίδος ἀποθνήσκῃ, ὅταν ἕτερος μεθύῃ, καὶ ἕτερα πολλὰ τοιαῦτα. ∆εῖ τοίνυν
αὐτῷ τῶν φαρμάκων τούτων.
βʹ. Πῶς γὰρ οὐκ ἄτοπον εἰς τέχνας μὲν ἐκπέμπειν καὶ
εἰς διδασκαλεῖον, καὶ πάντα πράττειν ὑπὲρ τούτου, ἐν δὲ παιδείᾳ καὶ νουθεσίᾳ
Κυρίου μὴ ἐκτρέφειν τὰ παιδία; ∆ιά τοι τοῦτο πρῶτοι τῶν καρπῶν ἡμεῖς ἀπολαύομεν,
θρασεῖς, ἀκολάστους, ἀπειθεῖς, βαναύσους ἐκτρέφοντες τοὺς παῖδας. Μὴ τοίνυν τοῦτο
ποιῶμεν, ἀλλὰ πειθώμεθα τῷ μακαρίῳ τούτῳ παραινοῦντι· ἐκτρέφωμεν αὐτὰ ἐν παιδείᾳ
καὶ νουθεσίᾳ Κυρίου· δῶμεν αὐτοῖς ὑπόδειγμα, ἐκ πρώτης ἡλικίας τῇ τῶν Γραφῶν ἀναγνώσει
ποιοῦντες αὐτοὺς ἐνσχολάζειν. Οἴμοι! ὅτι συνεχῶς ταῦτα λέγων, ληρεῖν νομίζομαι·
πλὴν ἀλλ' ὅμως οὐ παύσομαι τὸ ἐμαυτοῦ ποιῶν, Τίνος ἕνεκεν, εἰπέ μοι, οὐ μιμεῖσθε
τοὺς παλαιούς; Μάλιστα ὑμεῖς αἱ γυναῖκες, τὰς θαυμαστὰς ἐκείνας γυναῖκας ζηλώσατε.
Ἐτέχθη τὸ παιδίον; Μίμησαι τὴν Ἄνναν· κατάμαθε τί πεποίηκεν ἐκείνη· ἀνήγαγεν αὐτὸν
εὐθέως εἰς τὸν ναόν. Τίς ὑμῶν οὐκ ἂν ἐθελήσειε Σαμουὴλ τὸν υἱὸν τὸν ἑαυτοῦ ἅπαξ
γενέσθαι, ἢ μυριάκις βασιλέα τῆς οἰκουμένης ἁπάσης; Καὶ πῶς δυνατὸν, φησὶ, γενέσθαι
τοιοῦτον; ∆ιὰ τί μὴ δυνατόν; Ὅτι οὐ θέλεις, οὐδὲ παραδίδως τοῖς δυναμένοις αὐτὸν
ποιῆσαι τοιοῦτον. Καὶ τίς τοιοῦτός ἐστι, φησίν; Ὁ Θεός· ἐπεὶ κἀκείνη αὐτῷ αὐτὸν
ἐνεχείρισεν. Οὐδὲ γὰρ ὁ Ἠλεὶ τῶν σφόδρα δυναμένων αὐτὸν πλάσαι ἦν· πῶς γὰρ, ὁ μηδὲ
τοὺς υἱοὺς δυνηθεὶς τοὺς ἑαυτοῦ; ἀλλ' ἡ πίστις τῆς γυναικὸς καὶ ἡ προθυμία τὸ αὐτὸ
εἰργάσατο. Πρῶτον ἔτεκε, καὶ μόνον, καὶ οὐδὲ ᾔδει εἰ καὶ ἑτέρους τέξεται. Καὶ οὐκ
εἶπεν· Ἀναμείνω αὐξηθῆναι τὸ παιδίον, ἵνα πράγμασι χρήσηται βιωτικοῖς· συγχωρήσω
αὐτὸν μικρὸν ἐνδιατρίψαι τῇ παιδικῇ ἡλικίᾳ· ἀλλὰ πάντα ταῦτα ἡ γυνὴ παρωσαμένη,
ἑνὸς μόνου γέγονε, πῶς ἐκ προοιμίων τὸ ἄγαλμα τὸ πνευματικὸν ἀναθῇ τῷ Θεῷ. Αἰσχυνθῶμεν,
οἱ ἄνδρες, τῆς γυναικὸς τὴν φιλοσοφίαν· ἀνήνεγκεν αὐτὸν τῷ Θεῷ, καὶ ἐκεῖ εἴασε.
∆ιὰ τοῦτο καὶ ὁ γάμος ἐγένετο λαμπρότερος, ἐπειδὴ πρότερον τὰ πνευματικὰ ἐζήτησεν,
ἐπειδὴ τὴν ἀπαρχὴν ἀνέθηκε· διὰ τοῦτο εὔφορος αὐτῆς γέγονεν ἡ γαστὴρ, καὶ ἑτέρους
ἐκτήσατο παῖδας· διὰ τοῦτο καὶ ἐν τῷ κόσμῳ εἶδεν εὐδοκιμοῦντα. Εἰ γὰρ ἄνθρωποι
τιμώμενοι ἀντιτιμῶσιν, οὐ πολλῷ μᾶλλον ὁ Θεὸς, ὁ καὶ χωρὶς τοῦ τιμηθῆναι τοῦτο
ποιῶν; Μέχρι τίνος ἐσμὲν σάρκες; μέχρι τίνος ἐπὶ γῆς κύπτομεν; Πάντα ἡμῖν δεύτερα
ἔστω τῆς προνοίας τῶν παίδων, καὶ τοῦ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου αὐτὰ ἐκτρέφεσθαι.
Ἂν μάθῃ φιλόσοφος εἶναι ἐκ προοιμίων, πλοῦτον ἐκτήσατο παντὸς πλούτου μείζονα,
καὶ δόξαν δυνατωτέραν. Οὐδὲν τοσοῦτον ἐργάσῃ τέχνην διδάσκων αὐτὸν καὶ παιδείαν
τὴν ἔξωθεν, δι' ἧς χρήματα κτήσεται, ὅσον ἐὰν διδάξῃς αὐτὸν τέχνην, δι' ἧς χρημάτων
καταφρονήσει. Εἰ βούλει ποιῆσαι αὐτὸν πλούσιον, οὕτω ποίησον. Πλούσιος γὰρ οὐχ ὁ
πολλῶν χρημάτων δεόμενος, καὶ πολλὰ περιβεβλημένος, ἀλλ' ὁ μηδενὸς χρείαν ἔχων.
Τοῦτο παίδευσον τὸν υἱὸν, τοῦτο δίδαξον· οὗτος μέγιστος πλοῦτος. Μὴ ζήτει πῶς εὐδόκιμον
ἐργάσῃ ἐν διδάγμασι τοῖς ἔξωθεν, καὶ ἐπίδοξον ποιήσεις, ἀλλὰ φρόντισον πῶς αὐτὸν
διδάξεις καταφρονεῖν τῆς δόξης τῆς ἐν τῷ βίῳ τούτῳ· ἐκεῖθεν λαμπρότερος καὶ ἐνδοξότερος
γένοιτο ἄν. Ταῦτα καὶ τῷ πένητι καὶ τῷ πλουσίῳ δυνατὸν ποιεῖν· ταῦτα οὐκ ἐκ·
διδασκάλου μανθάνει τις, οὐδὲ διὰ τέχνης, ἀλλὰ διὰ τῶν θείων λογίων. Μὴ ζήτει ὅπως
μακρὸν ὧδε ζήσεται βίον, ἀλλ' ὅπως ἐκεῖ ἄπειρον καὶ ἀτελεύτητον. Τὰ μεγάλα αὐτῷ
χαρίζου, μὴ τὰ μικρά. Ἄκουε Παύλου λέγοντος· Ἐκτρέφετε αὐτὰ ἐν παιδεία καὶ
νουθεσίᾳ Κυρίου. Μὴ ῥήτορα αὐτὸν σπούδαζε ποιῆσαι, ἀλλὰ φιλοσοφεῖν παίδευε. Ἐκείνου
μὲν γὰρ οὐκ ὄντος, οὐδὲν ἔσται βλάβος· τούτου δὲ ἀπόντος, οὐδὲν ἔσται κέρδος
μυρίας ῥητορείας. Τρόπων χρεία, οὐ λόγων, ἤθους, οὐ δεινότητος, ἔργων, οὐ ῥημάτων.
Ταῦτα προξενεῖ τὴν βασιλείαν, ταῦτα χαρίζεται καὶ τὰ ὄντως ἀγαθά. Μὴ τὴν γλῶτταν
ἀκονήσῃς, ἀλλὰ τὴν ψυχὴν ἐκκάθαιρε. Οὐ κωλύων παιδεύειν ταῦτα λέγω, ἀλλὰ κωλύων
ἐκείνοις μόνοις προσέχειν. Μὴ νομίσῃς ὅτι τῷ μονάζοντι μόνῳ τούτων δεῖ τῶν
παιδευμάτων τῶν ἀπὸ τῶν Γραφῶν· μάλιστα γὰρ τούτων δεῖ τοῖς παισὶ τοῖς μέλλουσιν
εἰς τὸν βίον τοῦτον ἥκειν. Ὥσπερ γὰρ τῆς ἀπὸ τοῦ πλοίου κατασκευῆς καὶ κυβερνήτου
καὶ πληρώματος τῶν ναυτῶν οὐχ οὗτος δεῖται ὁ διαπαντὸς ἐπὶ λιμένος ἑστὼς, ἀλλ' ὁ
θαλαττεύων ἀεί· οὕτω καὶ ὁ κοσμικὸς, καὶ ὁ μονάζων. Ὁ μὲν γὰρ, καθάπερ εἰς λιμένα
ἐστὶν ἀκύμαντον, βίον ἀπράγμονα ζῶν, καὶ πάσης ἀπηλλαγμένον καταιγίδος· οὗτος δὲ
διαπαντὸς πελάγιός ἐστι, καὶ θαλαττεύει ἐν μέσῳ πελάγει πολλαῖς τρικυμίαις μαχόμενος·
κἂν αὐτὸς μὴ δέηται, ἀλλὰ παρεσκευασμένον εἶναι δεῖ, ὥστε τὰς ἑτέρων ἐμφράξαι
γλώττας.
γʹ. Ὥστε ὅσῳ ἂν εὐδόκιμος γένηται ἐν τῷ βίῳ τῷ παρόντι,
τοσούτῳ αὐτῷ δεῖ τῆς παιδεύσεως ταύτης. Ἄν τε γὰρ ἐν βασιλείοις τρέφηται, πολλοὶ
καὶ Ἕλληνες ἐκεῖ καὶ φιλόσοφοι καὶ οἱ πεφυσημένοι ἐπὶ τῇ παρούσῃ δόξῃ, καθάπερ
τόπος τις ὑδερικῶν ἐμπεπλησμένος. Τοιοῦτόν τί ἐστι τὰ βασίλεια· πάντες εἰσὶ
πεφυσημένοι καὶ φλεγμαίνοντες· οἱ δὲ οὐκ ὄντες σπουδάζουσι τοῦτο γενέσθαι. Ἐννόησον
οὖν ὅσον ἐστὶ τὸν υἱὸν τὸν σὸν εἰσελθόντα ἐκεῖ, καθάπερ ἰατρὸν ἄριστον, μετὰ τῶν
ὀργάνων εἰσιέναι τῶν δυναμένων καταστέλλειν τὴν ἑκάστου φλεγμονὴν, καὶ προσιέναι
ἑκάστῳ καὶ διαλέγεσθαι, καὶ ὑγιὲς τὸ κάμνον σῶμα ποιεῖν, φάρμακα ἐπιτιθέντα τὰ ἀπὸ
τῶν Γραφῶν, καὶ τοὺς περὶ φιλοσοφίας ἐκχέοντα λόγους. Ὁ γὰρ μονάζων τίνι διαλέξεται;
τῷ τοίχῳ καὶ τῷ ὀρόφῳ; ἀλλὰ τῇ ἐρημίᾳ καὶ ταῖς νάπαις; ἢ τοῖς ὄρνισι καὶ τοῖς δένδροις;
Οὐκ ἔχει τοίνυν πολλὴν ἀνάγκην ἐκεῖνος τῆς τοιαύτης διδασκαλίας· ἀλλ' ὅμως ἔργον
τίθεται τοῦτο κατορθῶσαι, οὐχ ὥστε ἑτέρους τοσοῦτον παιδεῦσαι, ἀλλ' ὥστε ἑαυτόν.
Πολλὴ οὖν χρεία μάλιστα τοῖς ἐν τῷ βίῳ τούτῳ στρεφομένοις τῆς τοιαύτης διδασκαλίας·
καὶ γὰρ τοῦ ἁμαρτάνειν πλείονα οὗτος ἀνάγκην ἔχει, ἢ ἐκεῖνος. Εἰ δὲ βούλει γνῶναι,
καὶ ἐν τῷ κόσμῳ αὐτῷ ἐπιτηδειότερος ἔσται. Πάντες γὰρ αὐτὸν αἰδεσθήσονται ἀπὸ τῶν
ῥημάτων ἐκείνων, ὅταν ὁρῶσιν αὐτὸν ἐν πυρὶ μὴ καιόμενον, μηδὲ ἀρχῆς ἐπιθυμοῦντα·
τότε καὶ τεύξεται ταύτης, ὅταν μὴ ἐπιθυμῇ, καὶ βασιλεῖ αἰδεσιμώτερος ἔσται. Οὐ
γὰρ ἔνι τὸν τοιοῦτον λαθεῖν. Ἐν μὲν γὰρ πολλοῖς ὑγιαίνουσι λήσεται ὁ ὑγιαίνων· ἐν
δὲ πολλοῖς κάμνουσιν ὅταν εἷς ὑγιαίνων ᾖ, ταχέως καὶ εἰς τὰς βασιλικὰς ἀκοὰς ἡ
φήμη διαδραμεῖται, καὶ πολλοῖς αὐτὸν ἐπιστήσει ἔθνεσι. Ταῦτα οὖν εἰδότες, ἐκτρέφετε
ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου τὰ τέκνα. Ἀλλὰ πένης τίς ἐστι; Πάλιν πένης· ἀλλὰ
τοῦ ἐν βασιλείοις στρεφομένου οὐδὲν ἔσται εὐτελέστερος, ἐπειδὴ μὴ ἐν βασιλείοις
ἐστὶν, ἀλλὰ θαυμασθήσεται, καὶ ταχέως εἰς ἀρχὴν ἥξει τὴν ἑκούσιον, οὐ τὴν
χειροτονητήν. Εἰ γὰρ Ἕλληνες ἄνδρες τριωβολιμαῖοί τινες καὶ κύνες, φιλοσοφίαν
τοιαύτην ἀναδεξάμενοι τριωβολιμαῖον (τοιαύτη γὰρ ἡ Ἑλληνικὴ), μᾶλλον δὲ οὐδὲ αὐτὴν,
ἀλλ' ὄνομα αὐτῆς, καὶ τρίβωνα περιθέμενοι, καὶ κόμην θρέψαντες, πολλοὺς δυσωποῦσι·
πόσῳ μᾶλλον ὁ ὄντως φιλόσοφος; Εἰ σχῆμα ψευδὲς, εἰ σκιὰ φιλοσοφίας φαινομένη οὕτως
αἱρεῖ, τί ἐὰν τὴν ἀληθῆ φιλοσοφίαν ἀγαπήσωμεν καὶ τὴν εἰλικρινῆ; οὐχὶ πάντες
θεραπεύσουσι; καὶ οἰκίας καὶ γυναῖκας καὶ παῖδας τοῖς τοιούτοις μετὰ πολλῆς τῆς
ἀδείας ἐγχειρίσουσιν; Ἀλλ' οὐκ ἔστιν, οὐκ ἔστι τοιοῦτος φιλόσοφος νῦν. ∆ιὰ τοῦτο
οὐδὲ τὸ ὑπόδειγμα ἔστιν εὑρεῖν. Εἰσὶ μὲν γὰρ ἐν μονάζουσιν, ἐν δὲ κοσμικοῖς οὐκέτι.
Καὶ ὅτι ἐν μονάζουσίν εἰσι, δυνατὸν πολλοὺς παραγαγεῖν· ὅμως ἕνα ἀπὸ πλειόνων ἐρῶ.
Ἴστε δήπου, καὶ ἀκηκόατε, οἱ δὲ καὶ ἐθεωρήσατε τὸν ἄνδρα, ὃν μέλλω νῦν ἐρεῖν· Ἰουλιανὸν
λέγω τὸν θαυμάσιον. Οὗτος ἦν ἀνὴρ ἄγροικος, ταπεινὸς καὶ ἐκ ταπεινῶν· οὐδὲ ὅλως
τῆς ἔξωθεν παιδείας ἔμπειρος, ἀλλὰ τῆς ἀπλάστου φιλοσοφίας πεπληρωμένος. Τούτου
εἰς τὰς πόλεις ἐμβάλλοντος (σπανιάκις δὲ τοῦτο ἐγίνετο), οὔτε ῥητόρων, οὔτε
σοφιστῶν, οὔτε ἄλλου τινὸς εἰσελαύνοντος, τοιαύτη τις ἐγίνετο συστροφή. Τί δὲ λέγω;
οὐχὶ πάντων βασιλέων καὶ τὸ ὄνομα αὐτοῦ λαμπρότερον ᾄδεται ἔτι καὶ νῦν; Εἰ δὲ ἐν
τῷ κόσμῳ τούτῳ ταῦτα, ἐν τῷ κόσμῳ, ἐν ᾧ μηδὲν ἡμῖν ἐπηγγείλατο ἀγαθὸν ὁ ∆εσπότης,
ἐν ᾧ ξένους ἡμᾶς εἶπεν εἶναι, ἐννοήσωμεν ἐν τοῖς οὐρανοῖς πόσα ἔσται τὰ ἀποκείμενα
ἀγαθά· εἰ ἔνθα πάροικοι ἦσαν, τοσαύτης ἀπέλαυον τιμῆς, ἔνθα αἱ πόλεις εἰσὶ, πόσης
ἀπολαύσουσι δόξης; εἰ ἔνθα θλῖψιν ἐπηγγείλατο, τοσαύτη θεραπεία, ἔνθα ὄντως τιμὰς
ἐπαγγέλλεται, πόση ἔσται ἡ ἄνεσις; Ἀλλὰ βούλεσθε καὶ κοσμικοὺς ἐπιδείξωμεν; Νῦν
μὲν γὰρ οὐκ ἔχομεν· πλήν εἰσι μὲν ἴσως καὶ κοσμικοὶ ἐπιεικεῖς, ἀλλ' εἰς τὴν ἄκραν
οὐχ ἥκοντες φιλοσοφίαν. ∆ιὸ ἀπὸ τῶν παλαιῶν καὶ ἁγίων ἐρῶ ὑμῖν τὰ ὑποδείγματα.
Πόσοι γυναῖκας ἔχοντες, καὶ παῖδας τρέφοντες, τῶν εἰρημένων οὐδὲν ἔλαττον, οὐδὲν
ἔλαττον ἔσχον; Ἀλλὰ νῦν οὐκέτι ἐστὶ διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, καθώς φησιν ὁ
μακάριος οὗτος. Τίνα οὖν βούλεσθε εἴπω; τὸν Νῶε, ἢ τὸν Ἀβραάμ; τὸν τούτου παῖδα,
ἢ τὸν ἐκείνου; ἀλλὰ τὸν Ἰωσήφ; Ἀλλὰ βούλεσθε ἐπὶ τοὺς προφήτας ἔλθωμεν; τὸν
Μωϋσέα λέγω, τὸν Ἡσαΐαν.
δʹ. Ἀλλ', εἰ δοκεῖ, ἐπὶ τὸν Ἀβραὰμ τὸν λόγον ἑλκύσωμεν,
ὃν μάλιστα πάντες προφέρουσιν ἡμῖν ἀεί. Οὐχὶ γυναῖκα εἶχεν; οὐχὶ παῖδας; καὶ γὰρ
καὶ ἐγὼ τοῦτο λέγω πρὸς ὑμᾶς, ὅπερ ὑμεῖς πρὸς ἡμᾶς. Γυναῖκα εἶχεν, ἀλλ' οὐκ ἐπειδὴ
γυναῖκα εἶχε, θαυμαστὸς ἦν· χρήματα εἶχεν, ἀλλ' οὐκ ἐπειδὴ χρήματα εἶχεν, ἤρεσε
τῷ Θεῷ· παῖδας ἔτεκεν, ἀλλ' οὐκ ἐπειδὴ παῖδας ἔτεκεν, ἐμακαρίζετο· τριακοσίους
δέκα καὶ ὀκτὼ οἰκογενεῖς ἐκέκτητο, ἀλλ' οὐ τούτου χάριν ἐθαυμάζετο. Ἀλλὰ βούλει
μαθεῖν πόθεν; ἀπὸ τῆς φιλοξενίας, ἀπὸ τῆς τῶν χρημάτων ὑπεροψίας, ἀπὸ τῆς κοσμιότητος.
Τί γάρ ἐστιν, εἰπέ μοι, φιλοσόφου; οὐχὶ καὶ χρημάτων καὶ δόξης καταφρονεῖν; καὶ
φθόνου καὶ παντὸς πάθους ἀνώτερον εἶναι; Φέρε οὖν, αὐτὸν εἰς μέσον ἀγαγόντες ἀποδύσωμεν,
καὶ δείξωμεν ὑμῖν οἷος φιλόσοφος ἦν. Οὐδὲν ἡγεῖτο πατρίδα πρῶτον· Ἔξελθε γὰρ, ἤκουσεν,
ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου· καὶ εὐθέως ἐξῆλθεν. Οὐ προσεδέδετο οἰκίᾳ·
ἦ γὰρ ἂν οὐκ ἐξῆλθεν· οὐ συνηθείας φιλίᾳ, οὐκ ἄλλῳ οὐδενί. Εἶτα δόξης μάλιστα πάντων
ἐκεῖνος κατεφρόνησε καὶ χρημάτων· καὶ γὰρ πόλεμον τροπωσάμενος, καὶ λάφυρα ἀξιούμενος
λαβεῖν, κατέπτυσεν. Ἀλλ' ὁ παῖς ὁ τούτου, οὐ διὰ τὰ χρήματα πάλιν ἐθαυμάζετο, ἀλλὰ
διὰ τὴν φιλοξενίαν, οὐ διὰ τὰ παιδία, ἀλλὰ διὰ τὴν ὑπακοὴν, οὐ διὰ τὴν γυναῖκα,
ἀλλὰ διὰ τὴν στείρωσιν τὴν ἐπὶ τῇ γυναικί. Οὐδὲν τὴν παροῦσαν ἡγοῦντο ζωὴν, οὐκ
ἐχρηματίζοντο, ὑπερεώρων ἁπάντων. Εἰπὲ γάρ μοι, ποῖα τῶν φυτῶν ἐστιν ἄριστα; οὐχ
ἅπερ ἂν οἴκοθεν ἔχῃ τὴν ἰσχὺν, καὶ μήτε ὄμβροις, μήτε χαλάζαις, μήτε ἀνέμων ῥύμαις,
μήτε ἄλλῃ τινὶ τοιαύτῃ ἀνωμαλίᾳ βλάπτηται, ἀλλὰ γυμνὰ ἕστηκε πάντων καταφρονοῦντα,
μήτε θριγκίων, μήτε φραγμῶν δεόμενα; Τοιοῦτος ὁ φιλόσοφός ἐστι, τοιοῦτος ὁ πλοῦτος
ἐκεῖνος· οὐδὲν ἔχει, καὶ πάντα ἔχει· πάντα ἔχει, καὶ οὐδὲν ἔχει. Ὁ γὰρ τοῖχος οὐκ
ἔνδον, ἀλλ' ἔξωθέν ἐστιν, ὁ θριγκὸς οὐ τῆς φύσεώς ἐστιν, ἀλλ' ἔξωθεν περιβαλλόμενος.
Τί δὲ, εἰπέ μοι; ποῖον σῶμα ἰσχυρόν ἐστιν; οὐχ ὅπερ ἂν ὑγιαῖνον ᾖ, καὶ μήτε λιμῷ,
μήτε πλησμονῇ, μήτε ψύχει, μήτε καύματι ἁλίσκηται· ἢ τὸ πρὸς πάντα ταῦτα ὑποκείμενον,
καὶ τραπεζοποιῶν καὶ ὑφαντῶν καὶ θηρευτῶν καὶ ἰατρῶν δεόμενον, ἵνα ὑγιαίνῃ; Ἐκεῖνός
ἐστι πλούσιος, ὁ ὄντως φιλόσοφος, ὁ μηδενὸς τούτων δεόμενος. ∆ιὰ τοῦτο ὁ μακάριος
οὗτος ἔλεγεν· Ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Μὴ τοίνυν θριγκία ἔξωθεν
περιβάλλετε· τοῦτο γὰρ ὁ πλοῦτος, τοῦτο ἡ δόξα. Ὅταν γὰρ ταῦτα καταπέσῃ, καταπίπτει
δὲ, γυμνὸν ἕστηκε καὶ εὐάλωτον τὸ φυτὸν, οὐ μόνον οὐδὲν κερδᾶναν ἐν τῷ παρελθόντι
χρόνῳ, ἀλλὰ καὶ βλαβέν. Ἐκεῖνα γὰρ τὰ θριγκία τὰ κωλύοντα αὐτὸ ἐγγυμνάζεσθαι πρὸς
τὰς τῶν ἀνέμων προσβολὰς, νῦν ἀθρόον καταπεσεῖν παρεσκεύασεν. Ὥστε βλάπτει μᾶλλον
ὁ πλοῦτος, ἀμελετήτους παρασκευάζων πρὸς τὰς ἀνωμαλίας τοῦ βίου. Τοιούτους τοίνυν
παρασκευάζωμεν τοὺς παῖδας, ὥστε δύνασθαι πρὸς πάντα ἀντέχειν, καὶ μὴ ξενίζεσθαι
τοῖς ἐπιοῦσιν· ἐκτρέφωμεν αὐτοὺς ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, καὶ πολὺς ἡμῖν
ὁ μισθὸς ἀποκείσεται. Εἰ γὰρ ἄνθρωποι ἀγάλματα ποιοῦντες βασιλέων, καὶ εἰκόνας
γράφοντες, τοσαύτης ἀπολαύουσι τιμῆς· ἡμεῖς τὴν βασιλικὴν εἰκόνα καλλωπίζοντες
(εἰκὼν γὰρ τοῦ Θεοῦ ὁ ἄνθρωπος), οὐ μυρίων ἀπολαύσομεν τῶν ἀγαθῶν, τὸ καθ' ὁμοίωσιν
ἀποδιδόντες; Τοῦτο γάρ ἐστιν ὅμοιον, ἡ τῆς ψυχῆς ἀρετὴ, ὅταν ἀγαθοὺς εἶναι
παιδεύσωμεν τοὺς παῖδας, ὅταν ἀοργήτους, ὅταν ἀμνησικάκους· ταῦτα πάντα Θεοῦ ἴδια,
ὅταν εὐεργετικοὺς, ὅταν φιλανθρώπους, ὅταν παιδεύσωμεν τὰ παρόντα μηδὲν ἡγεῖσθαι.
Τοῦτο τοίνυν ἡμῖν ἔργον ἔστω καὶ ἑαυτοὺς, κἀκείνους πλάττειν καὶ ῥυθμίζειν εἰς
δέον· ἐπεὶ ποίᾳ παῤῥησίᾳ στησόμεθα ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ; Εἰ γὰρ ἐπισκοπῆς
ἀνάξιος ὁ παῖδας ἀνυποτάκτους ἔχων, πολλῷ μᾶλλον τῆς βασιλείας τῶν οὐρανῶν. Τί
λέγεις; κἂν γυναῖκα ἄτακτον ἔχωμεν, κἂν παῖδας, εὐθύνας ὑφέξομεν; Ναὶ, ἐὰν μὴ
μετὰ ἀκριβείας τὰ παρ' ἑαυτῶν εἰσενέγκωμεν· οὐ γὰρ ἀρκεῖ ἡμῖν ἡ οἰκεία ἀρετὴ πρὸς
σωτηρίαν. Εἰ γὰρ ὁ τὸ τάλαντον τὸ ἓν μὴ καταβαλόμενος, οὐδὲν ἐκέρδανεν, ἀλλὰ καὶ
οὕτω κολάζεται· δῆλον ὅτι οὐκ ἀρκεῖ ἡ οἰκεία ἀρετὴ εἰς σωτηρίαν, ἀλλὰ δεῖ καὶ τῆς
ἑτέρου. Πολλὴν τοίνυν ποιώμεθα καὶ τῶν γυναικῶν φροντίδα, πολλὴν καὶ τῶν παίδων
πρόνοιαν καὶ τῶν οἰκετῶν, πολλὴν καὶ ἡμῶν αὐτῶν, καὶ ἐν τῷ ἑαυτοὺς, καὶ ἐν τῷ ἐκείνους
ῥυθμίζειν, τὸν Θεὸν παρακαλῶμεν, ὥστε συναντιλαβέσθαι ἡμῖν τοῦ ἔργου. Ἂν ἴδῃ ἡμᾶς
τοῦτο μεριμνῶντας, τούτου φροντίζοντας, συναντιλήψεται· ἂν δὲ μηδένα ποιουμένους
λόγον, οὐ δώσει χεῖρα. Οὐ γὰρ καθεύδουσιν ἡμῖν χορηγεῖ τὴν βοήθειαν ὁ Θεὸς, ἀλλὰ
πονουμένοις καὶ αὐτοῖς. Ὁ γὰρ βοηθὸς οὐ τοῦ ἀργοῦντός ἐστι βοηθὸς, ἀλλὰ τοῦ καὶ
αὐτοῦ ἐργαζομένου. ∆υνατὸς δὲ ὁ ἀγαθὸς Θεὸς δι' ἑαυτοῦ τὸ ἔργον εἰς τέλος ἀγαγεῖν,
ἵνα ἀξιωθῶμεν πάντες ἐπιτυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ
τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος,
τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
23. ΟΜΙΛΙΑ ΚΒʹΟἱ δοῦλοι, ὑπακούετε τοῖς κυρίοις κατὰ σάρκα
μετὰ φόβου καὶ τρόμου, ἐν ἁπλότητι καρδίας ὑμῶν, ὡς τῷ Χριστῷ· μὴ κατ' ὀφθαλμοδουλείαν
ὡς ἀνθρωπάρεσκοι, ἀλλ' ὡς δοῦλοι τοῦ Χριστοῦ, ποιοῦντες τὸ θέλημα τοῦ Θεοῦ ἐκ
ψυχῆς, μετ' εὐνοίας δουλεύοντες ὡς τῷ Κυρίῳ, καὶ οὐκ ἀνθρώποις· εἰδότες ὅτι ἐάν
τις ἄνθρωπος ποιήσῃ ἀγαθὸν, τοῦτο κομιεῖται παρὰ τοῦ Κυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος.
αʹ. Ὥστε οὐκ ἀνὴρ μόνον, οὔτε γυνὴ, οὔτε παιδία,
ἀλλὰ καὶ οἰκετῶν ἀρετὴ συντελεῖ εἰς σύστασιν καὶ πρόστασιν οἰκίας. ∆ιὰ τοῦτο ὁ
μακάριος Παῦλος οὐδὲ τούτου τοῦ μέρους ἠμέλησεν· ἀλλ' ἔρχεται μὲν ἔσχατον ἐπ' αὐτὸ,
ἐπειδὴ καὶ ἔσχατον κεῖται τῷ ἀξιώματι. Πολλὰ δὲ καὶ πρὸς αὐτοὺς διαλέγεται, οὐκέτι
ὡς τοῖς παισὶν, ἀλλὰ πολλῷ τελειότερον· οὐ γὰρ ἐνταῦθα δίδωσιν αὐτοῖς τὴν ὑπόσχεσιν,
ἀλλ' ἐν τῷ μέλλοντι. Εἰδότες, φησὶν, ὅτι ὃ ἐάν τι ἕκαστος ποιήσῃ ἀγαθὸν ἢ κακὸν,
τοῦτο κομιεῖται παρὰ τοῦ Κυρίου. Καὶ φιλοσοφεῖν ἤδη διδάσκει. Εἰ γὰρ καὶ τῷ ἀξιώματι
τῶν παίδων εἰσὶν ἐλάττους, ἀλλὰ τῷ φρονήματι μείζους. Οἱ δοῦλοι, φησὶν, ὑπακούετε
τοῖς κυρίοις κατὰ σάρκα. Εὐθέως τὴν λελυπημένην ἀνέστησε ψυχὴν, εὐθέως παρεμυθήσατο.
Μὴ ἄλγει, φησὶν, ὅτι ἔλαττον ἔχεις καὶ τῆς γυναικὸς, καὶ τῶν παίδων· ὄνομα
δουλείας ἐστὶ μόνον· κατὰ σάρκα ἐστὶν ἡ δεσποτεία, πρόσκαιρος καὶ βραχεῖα· ὅπερ
γὰρ ἂν ἦ σαρκικὸν, ἐπίκηρόν ἐστι. Μετὰ φόβου, φησὶ, καὶ τρόμου. Ὁρᾷς ὅτι οὐ τὸν
αὐτὸν ἀπαιτεῖ παρὰ γυναικὸς καὶ δούλων φόβον; Ἐκεῖ μὲν γὰρ ἁπλῶς εἶπεν· Ἡ δὲ
γυνὴ, ἵνα φοβῆται τὸν ἄνδρα· ἐνταῦθα δὲ μετ' ἐπιτάσεως, Μετὰ φόβου, φησὶ, καὶ
τρόμου. Ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν, ὡς τῷ Χριστῷ. Συνεχῶς τοῦτό φησι. Τί λέγεις,
ὦ μακάριε Παῦλε; ἀδελφός ἐστι, τῶν αὐτῶν ἀπέλαυσεν, εἰς τὸ αὐτὸ σῶμα τελεῖ· μᾶλλον
δὲ ἀδελφὸς ἐγένετο οὐ τοῦ κυρίου τοῦ ἑαυτοῦ, ἀλλὰ καὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τῶν αὐτῶν
ἀπολαύει πάντων, καὶ λέγεις, Ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις μετὰ φόβου καὶ
τρόμου; ∆ιὰ γὰρ τοῦτο, φησὶ, φημί. Εἰ γὰρ τοὺς ἐλευθέρους ἀλλήλοις ὑποτάσσεσθαι
κελεύω διὰ τὸν τοῦ Θεοῦ φόβον, καθάπερ ἀνωτέρω ἔλεγεν· Ὑποτασσόμενοι ἀλλήλοις ἐν
φόβῳ Θεοῦ· εἰ γὰρ τὴν γυναῖκα προστάσσω φοβεῖσθαι τὸν ἄνδρα, καίτοι αὕτη καὶ ὁμότιμός
ἐστι· πολλῷ μᾶλλον τὸν οἰκέτην. Οὐ γὰρ δυσγένεια τὸ πρᾶγμά ἐστιν, ἀλλ' ἡ πρώτη
εὐγένεια, τὸ εἰδέναι ἐλαττοῦσθαι, καὶ μετριάζειν, καὶ εἴκειν τῷ πλησίον. Καὶ ἐλεύθεροι
ἐλευθέροις μετὰ πολλοῦ φόβου καὶ τρόμου ἐδούλευον. Ἐν ἁπλότητι, φησὶ, καρδίας.
Καλῶς εἶπεν· ἐπειδὴ ἔνι μετὰ φόβου καὶ τρόμου δουλεύειν, οὐκ ἐξ εὐνοίας δὲ, ἀλλ'
ὡς ἂν ἐξῇ. Λανθάνουσι γὰρ πολλοὶ πολλὰ κακουργοῦντες περὶ τοὺς δεσπότας τοὺς αὐτῶν.
Καὶ ταύτην γοῦν ἀναιρεῖ τὴν κακουργίαν, λέγων· Ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν, ὡς
τῷ Κυρίῳ. Μὴ κατ' ὀφθαλμοδουλείαν ὡς ἀνθρωπάρεσκοι, ἀλλ' ὡς δοῦλοι τοῦ Χριστοῦ,
ποιοῦντες τὸ θέλημα τοῦ Θεοῦ ἐκ ψυχῆς, μετ' εὐνοίας δουλεύοντες, ὡς τῷ Κυρίῳ,
καὶ οὐκ ἀνθρώποις. Ὁρᾷς πόσων ἐδεήθη, ὥστε τοῦτο ἐμφυτεῦσαι τὸ καλὸν, τὸ, Μετ'
εὐνοίας, λέγω, καὶ ἐκ ψυχῆς; Ἐκεῖνο μὲν γὰρ πολλοὺς ὁρῶμεν τοῖς δεσπόταις παρέχοντας,
τὸ τοῦ φόβου καὶ τὸ τοῦ τρόμου λέγω, καὶ πρὸς ἐκεῖνο ἡ τοῦ ∆εσπότου ἀπειλὴ πολλὰ
ἀνύει· Ἀλλὰ δεῖξον, φησὶν, ὅτι ὡς Χριστοῦ δοῦλος δουλεύεις, οὐχ ὡς ἀνθρώπου· ποίησον
εἶναι σὸν τὸ κατόρθωμα. μὴ τῆς ἀνάγκης.Ὥσπερ τὸν παρ' ἑτέρου κακῶς πάσχοντα πείθει
καὶ διδάσκει διὰ τῶν ἑξῆς, αὐτοῦ ποιῆσαι τὸ κατόρθωμα καὶ τῆς αὐτοῦ προαιρέσεως·
οὔτε καὶ τοῦτον. Ἐπειδὴ γὰρ ὁ πλήξας τὴν σιαγόνα, οὐκ ἀπὸ τῆς διανοίας τῆς τοῦ
πληγέντος εἰς τοῦτο ἦλθεν, ἀλλ' ἀπὸ τῆς οἰκείας κακίας, τί φησι; Στρέψον αὐτῷ
καὶ τὴν ἄλλην, ἵνα δείξῃς ὅτι καὶ ταύτην οὐκ ἄκων ὑπέστης. Ὁ γὰρ ἐπιδαψιλευσάμενος
τῷ παθεῖν κακῶς, καὶ ὅπερ οὐκ ἦν αὐτοῦ, ἐποίησεν ἑαυτοῦ τῷ ῥαπισθῆναι καὶ τὴν ἄλλην
σιαγόνα, μὴ τῷ μόνον ἐνεγκεῖν. Τοῦτο μὲν γὰρ ἴσως δόξει καὶ φόβου εἶναι· ἐκεῖνο
δὲ φιλοσοφίας πολλῆς. Οὐκοῦν ἔδειξας, ὅτι καὶ τοῦτο διὰ φιλοσοφίαν ἤνεγκας. Ὥστε
καὶ νῦν δεῖξον ἐνταῦθα, ὅτι καὶ ταύτην ἑκοντὶ φέρεις τὴν δουλείαν, καὶ οὐχ ὡς ἀνθρωπάρεσκος.
Ὁ ἄρα τοιοῦτος, οὐ δοῦλος τοῦ Χριστοῦ· ὁ δὲ δοῦλος τοῦ Χριστοῦ, οὐκ ἀνθρωπάρεσκος.
Τίς γὰρ Θεοῦ δοῦλος ὢν, ἀνθρώποις ἀρέσκειν βούλεται; τίς δὲ ἀνθρώποις ἀρέσκων,Θεοῦ
δύναται εἶναι δοῦλος; Ἐκ ψυχῆς, φησὶ, μετ' εὐνοίαι δουλεύοντες. Καλῶς οὕτως εἶπεν·
ἐπειδὴ γὰρ ἔνι καὶ ἐν ἁπλότητι δουλεύειν, καὶ μὴ κακούργως, μὴ μὴν πάσῃ δυνάμει,
ἀλλὰ τὸ ὀφειλόμενον μόνον πληροῦν, διὰ τοῦτό φησιν, ἀπὸ προθυμίας, μὴ ἀπὸ ἀνάγκης,
ἀπὸ προαιρέσεως, μὴ ἀπὸ βίας. Ἂν οὕτω δουλεύσῃς, οὐκ εἶ δοῦλος, ἂν ἐκ προαιρέσεως,
ἂν μετ' εὐνοίας, ἂν ἀπὸ ψυχῆς, ἂν διὰ τὸν Χριστόν. Ταύτην γὰρ τὴν δουλείαν καὶ
Παῦλος δουλεύει ὁ ἐλεύθερος, καὶ βοᾷ λέγων· Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ
Χριστὸν Ἰησοῦν Κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν.
βʹ. Ὅρα πῶς ἀφαιρεῖταί
σου τὴν δυσγένειαν τῆς δουλείας. Ὥσπερ γὰρ ὁ χρήματα ἀφῃρημένος, ἂν καὶ ἕτερα
προσδῷ τῷ λαβόντι, οὐκ ἐν τοῖς ἀφῃρημένοις, ἀλλ' ἐν τοῖς φιλοτίμοις κεῖται, οὐκ
ἐν τοῖς παθοῦσι κακῶς, ἀλλ' ἐν τοῖς ποιοῦσι καλῶς, καὶ μᾶλλον ὀνείδει περιέβαλε
τῷ χαρίσασθαι, ἢ περιεβλήθη τῷ ἀφαιρεθῆναι·οὕτω δὴ ἐνταῦθα, τῇ δαψιλείᾳ καὶ
μεγαλοψυχότερος φανεῖται, καὶ δεικνὺς ὅτι οὐκ ᾔσθετο τῆς ἁρπαγῆς, ἐντρέψει ἐκεῖνον.
Οὐκοῦν διὰ τὸν Χριστὸν δουλεύωμεν τοῖς δεσπόταις, Εἰδότες, φησὶν, ὅτι ὃ ἄν τι ἄνθρωπος
ποιήσῃ ἀγαθὸν, τοῦτο κομιεῖται παρὰ τοῦ Κυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος. Ἐπειδὴ
γὰρ εἰκὸς ἦν πολλοὺς τῶν δεσποτῶν ἀπίστους ὄντας μὴ αἰσχύνεσθαι, μηδὲ ἀμείβεσθαι
τοὺς οἰκέτας τῆς ὑπακοῆς, ὅρα πῶς αὐτοὺς παρεμυθήσατο, ὥστε μὴ ὑποπτεύειν τὴν ἀνταπόδοσιν,ἀλλὰ
σφόδρα θαῤῥεῖν περὶ τῆς ἀμοιβῆς. Καθάπερ γὰρ οἱ καλῶς πάσχοντες, ὅταν μὴ ἀμείβωνται
τοὺς εὐεργέτας, τὸν Θεὸν αὐτοῖς ὀφειλέτην ποιοῦσιν· οὕτω δὴ καὶ οἱ δεσπόται, ἂν
παθόντες εὖ παρὰ σοῦ μὴ ἀμείψωνταί σε, μᾶλλον ἠμείψαντο, τὸν Θεὸν ὀφειλέτην σοι
καταστήσαντες. Καὶ οἱ κύριοι, φησὶ, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς. –Τὰ αὐτά· ποῖα;
Μετ' εὐνοίας δουλεύετε. Ἀλλ' οὐκ εἶπε, δουλεύετε, καίτοι γε εἰπὼν τὰ αὐτὰ, τοῦτο
ἐδήλωσε· δουλεύει γὰρ καὶ ὁ δεσπότης. Μὴ ὡς ἀνθρωπάρεσκοι, φησὶ,μετὰ φόβου καὶ
τρόμου, τουτέστι, τοῦ πρὸς τὸν Θεὸν, δεδοικότες μήποτε ὑμῖν ἐγκαλέσῃ ὑπὲρ τῆς εἰς
τοὺς δούλους ἀμελείας. Ἀνιέντες τὴν ἀπειλήν. Μὴ φορτικοὶ, φησὶ, μηδὲ ἐπαχθεῖς γίνεσθε.
Εἰδότες ὅτι καὶ ὑμῶν αὐτῶν ὁ Κύριός ἐστιν ἐν οὐρανοῖς. Βαβαί! ἡλίκον ᾐνίξατο! πῶς
ἐφόβησε! Τουτέστι, τῷ μέτρῳ, ᾧ μετρεῖς, ἀντιμετρηθήσεταί σοι. Μὴ ἀκούσῃς· ∆οῦλε
πονηρὲ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι. Καὶ προσωποληψία, φησὶν, οὐκ ἔστι
παρ' αὐτῷ. Μὴ νομίσῃς, φησὶν, ὅτι τὰ εἰς τὸν δοῦλον, ὡς εἰς δοῦλον γινόμενα, οὕτως
ἀφήσει. Οἱ μὲν γὰρ ἔξωθεν νόμοι διαφορὰν ἴσασι τούτων τῶν γενῶν, ἅτε ἀνθρώπων ὄντες
νόμοι· ὁ δὲ νόμος ὁ τοῦ κοινοῦ ∆εσπότου οὐδεμίαν οἶδε διαφορὰν, ἅτε κοινῇ πάντας
εὖ ποιῶν, καὶ πᾶσι τῶν αὐτῶν μεταδιδούς. Εἰ δέ τις ἔροιτο πόθεν ἡ δουλεία, καὶ
διὰ τί εἰς τὸν βίον εἰσῆλθε τὸν ἀνθρώπινον (καὶ γὰρ οἶδα πολλοὺς καὶ ἐρωτῶντας
τὰ τοιαῦτα ἡδέως καὶ μαθεῖν βουλομένους), ἐγὼ πρὸς ὑμᾶς ἐρῶ· Ἡ πλεονεξία τὴν
δουλείαν ἔτεκεν, ἡ βαναυσία, ἡ ἀπληστία· ἐπεὶ Νῶε δοῦλον οὐκ εἶχεν, οὐδὲ Ἄβελ,
οὐδὲ Σὴθ, ἀλλ' οὐδὲ οἱ μετὰ ταῦτα. Ἁμαρτία τοῦτο τὸ πρᾶγμα ἔτεκεν, ἡ εἰς τοὺς
πατέρας ὕβρις. Ἀκουέτωσαν οἱ παῖδες, ὅτι ἄξιοί εἰσι δοῦλοι εἶναι, ὅταν εἰς τοὺς
πατέρας ἀγνώμονες ὦσιν. Ἀφείλετο ἑαυτοῦ ὁ τοιοῦτος τὴν εὐγένειαν· ὁ γὰρ ὑβρίζων
τὸν πατέρα, οὐκ ἔστιν ἔτι υἱός. Εἰ δὲ ὁ πατέρα ὑβρίζων, οὐκ ἔστιν υἱὸς, ὁ τὸν ὄντως
ἡμῶν Πατέρα ὑβρίζων, πῶς ἔσται υἱός; Ἐξῆλθεν ἀπὸ τῆς εὐγενείας, ἐξύβρισεν εἰς τὴν
φύσιν. Εἶτα καὶ πόλεμοι καὶ μάχαι αἰχμαλώτους ἔλαβον. Ἀλλ' ὁ Ἀβραὰμ εἶχεν οἰκέτας,
φησίν. Ἀλλ' οὐχ ὡς οἰκέταις ἐκέχρητο. Ὅρα πῶς πάντα εἰς τὴν κεφαλὴν ἀναρτᾷ· τὴν
γυναῖκα, Ἵνα, φησὶν, ἀγαπᾷ ταύτην· τὰ παιδία, Ἵνα ἐκτρέφῃ ἐν παιδείᾳ καὶ νουθεσίᾳ
Κυρίου· τοὺς δούλους, Εἰδότες ὅτι καὶ ὑμῶν αὐτῶν ὁ Κύριός ἐστιν ἐν οὐρανοῖς. Οὕτω,
φησὶ, καὶ αὐτοὶ, ὡς δοῦλοι ὄντες, φιλάνθρωποι γίνεσθε καὶ συγγνωμονικοί. Εἰ δὲ
βούλεσθε ἀκοῦσαι, τὰ αὐτὰ ἐροῦμεν περὶ τῶν οἰκετῶν, ἃ καὶ πρότερον περὶ τῶν παίδων·
διδάσκετε αὐτοὺς εἶναι εὐλαβεῖς, καὶ πάντως πάντα ἕπεται. Νῦν δὲ εἰς μὲν θέατρον
ἀνιὼν, καὶ εἰς βαλανεῖον ἀπιών τις, πάντας ἐπισύρεται τοὺς παῖδας· εἰς δὲ ἐκκλησίαν,
οὐκέτι, οὐδὲ ἀναγκάζει παρεῖναι καὶ ἀκούειν. Πῶς δὲ ὁ οἰκέτης ἀκούσεται, σοῦ τοῦ
δεσπότου ἑτέροις προσέχοντος; Ἠγόρασας, ἐπρίω τὸν δοῦλον; ἐπίταττε πρότερον αὐτῷ
τὰ κατὰ Θεὸν, ὥστε πρὸς τοὺς συνδούλους εἶναι ἤπιον, ἀρετῆς πολὺν ποιεῖσθαι λόγον.
Πόλις ἐστὶν ἡ ἑκάστου οἰκία, ἄρχων ἐστὶν ἕκαστος τῆς ἑαυτοῦ οἰκίας. Καὶ ὅτι μὲν
τοιαύτη ἡ τῶν πλουτούντων, εὔδηλον, ἔνθα καὶ ἀγροὶ καὶ ἐπίτροποι καὶ ἄρχοντες ἐπὶ
ἄρχουσιν· ἐγὼ δὲ καὶ τὴν τῶν πενήτων οἰκίαν φημὶ πόλιν εἶναι. Καὶ γὰρ καὶ ἐνταῦθά
εἰσιν ἀρχαί· οἷον, κρατεῖ τῆς γυναικὸς ὁ ἀνὴρ, ἡ γυνὴ τῶν οἰκετῶν, οἱ οἰκέται τῶν
ἰδίων γυναικῶν· πάλιν αἱ γυναῖκες καὶ οἱ ἄνδρες τῶν παίδων. Ἆρα οὐ δοκεῖ σοι,
καθάπερ τις βασιλεὺς εἶναι, τοσούτους ἔχων ἄρχοντας ὑποτεταγμένους ἑαυτῷ, καὶ πάντων
προσήκειν αὐτὸν οἰκονομικώτερον εἶναι καὶ πολιτικώτερον; Ὁ γὰρ εἰδὼς διαφόρως
κεχρῆσθαι τούτοις, οἶδε τοὺς ἐπιτηδείους ἄρχοντας αἱρεῖσθαι, καὶ αἱρήσεταί γε
λαμπρούς. Οὐκοῦν ἔσται βασιλεὺς ἕτερος ἡ γυνὴ ἐν οἰκίᾳ χωρὶς τοῦ διαδήματος, καὶ
ὁ εἰδὼς τὸν βασιλέα τοῦτον αἱρεῖσθαι, πάντα τὰ ἄλλα καλῶς διαθήσει. Τὸ λοιπὸν, ἀδελφοί
μου, φησὶν, ἐνδυναμοῦσθε ἐν Κυρίῳ. Ὅταν μέλλῃ τελευτᾷν ὁ λόγος, ἀεὶ τούτῳ κέχρηται
τῷ τρόπῳ. γʹ. Οὐχὶ καλῶς ἔλεγον ἐξ ἀρχῆς, ὅτι στρατόπεδόν ἐστιν ὁλόκληρον ἡ ἑκάστου
οἰκία; Ἰδοὺ γὰρ διατάξας πάσας τὰς ἀρχὰς, λοιπὸν αὐτοὺς καθοπλίζει, καὶ ἐπὶ πόλεμον
ἐξάγει. Ἐὰν γὰρ μηδεὶς τὴν ἀρχὴν ἁρπάζῃ τὴν τοῦ ἑτέρου, ἀλλὰ κατὰ χώραν ἕκαστος
μένῃ, πάντα εὖ διακείσεται. Ἐνδυναμοῦσθε, φησὶν, ἐν Κυρίῳ, καὶ ἐν τῷ κράτει τῆς
ἰσχύος αὐτοῦ· τουτέστιν, ἐν τῇ ἐλπίδι τῇ εἰς αὐτὸν διὰ τῆς αὐτοῦ βοηθείας. Ἐπειδὴ
γὰρ πολλὰ ἐπέταξεν ἅπερ ἔδει γενέσθαι, μὴ δείσητε, φησὶν, ἐπιῤῥίψατε τὴν ἐλπίδα
ἐπὶ τὸν Κύριον, καὶ πάντα ἐξευμαρίσει. Καὶ ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ, πρὸς
τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου. Οὐκ εἶπε, Πρὸς τὰς μάχας,
οὐδὲ, Πρὸς τοὺς πολέμους, ἀλλὰ, Πρὸς τὰς μεθοδείας. Οὐδὲ γὰρ ἁπλῶς, οὐδὲ φανερῶς
ἡμῖν ὁ ἐχθρὸς πολεμεῖ, ἀλλὰ μεθοδείᾳ. Τί ἐστι μεθοδεία; Μεθοδεῦσαί ἐστι τὸ ἀπατῆσαι,
καὶ διὰ μηχανῆς ἑλεῖν, ὅπερ καὶ ἐπὶ τῶν τεχνῶν γίνεται, καὶ ἐν λόγοις, καὶ ἐν ἔργοις,
καὶ ἐν παλαίσμασιν, ἐπὶ τῶν παραγόντων ἡμᾶς. Οἷόν τι λέγω· Οὐδέποτε φανερὰ προτίθησι
τὰ ἁμαρτήματα, εἰδωλολατρείαν οὐ λέγει, ἀλλ' ἑτέρως αὐτὸ κατασκευάζει μεθοδεύων,
τουτέστι, πιθανὸν κατασκευάζων τὸν λόγον, ἐπικαλύμμασι κεχρημένος. Ἤδη μὲν οὖν
καὶ τούτῳ διήγειρε τοὺς στρατιώτας, καὶ νήφειν ἐποίησε, τῷ πεῖσαι καὶ διδάξαι, ὅτι
πρὸς ἔμπειρον τῶν πολεμικῶν ἡμῖν ἡ μάχη, καὶ οὐχ ἁπλῶς οὐδὲ φανερῶς πολεμοῦντα,
ἀλλὰ μετὰ πολλῆς τῆς μεθοδείας. Καὶ πρῶτον μὲν ἀπὸ τῆς φύσεως καὶ τοῦ πλήθους
τοὺς μαθητὰς ἐπαίρει. Οὐχὶ καταβαλεῖν βουλόμενος τοὺς ὑπ' αὐτὸν ἑστῶτας στρατιώτας,
ἀλλ' ἐπᾶραι καὶ διεγεῖραι, εἶπε τὰ σοφίσματα, καὶ παρεσκεύασε νήφειν. Εἰ μὲν γὰρ
μόνον διηγησάμενος αὐτῶν τὴν δύναμιν μέχρι τούτου τὸν λόγον ἔστησε, κἂν κατέβαλεν
αὐτούς· εἰ δὲ καὶ πρὸ τούτου καὶ μετὰ τοῦτο δείκνυσι δυνατὸν εἶναι τὸν τοιοῦτον
ἑλεῖν, μᾶλλον αὐτοὺς ἐπαίρει. Ἡ γὰρ τῶν ἐναντίων ἰσχὺς ὅσῳ ἂν σαφέστερον παρ' ἡμῶν
ἀπαγγέλληται πρὸς τοὺς οἰκείους, τοσούτῳ σπουδαιοτέρους ποιεῖ τοὺς ἡμετέρους. Ὅτι
οὐκ ἔστιν ἡμῖν, φησὶν, ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς
ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ
πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Προτρέψας ἀπὸ τοῦ εἴδους τῆς μάχης,
λοιπὸν καὶ ἀπὸ τῶν ἐπάθλων τῶν κειμένων αὐτοὺς διεγείρει. Τί γάρ; Εἰπὼν ὅτι
σφοδροὶ οἱ ἐχθροὶ, ἐπήγαγεν, ὅτι καὶ μεγάλα ἡμᾶς ἀποστεροῦσι. Ποῖα; Ἐν τοῖς ἐπουρανίοις
ἡ μάχη κεῖται· οὐ περὶ χρημάτων, οὐ περὶ δόξης, ἀλλ' ὑπὲρ ἀνδραποδισμοῦ ὁ ἀγών.
Ὥστε ἀκατάλλακτος ἡ ἔχθρα γίνεται. Σφοδροτέρα ἡ φιλονεικία καὶ ἡ μάχη, ὅταν ὑπὲρ
μεγάλων ᾖ. Τὸ γὰρ, Ἐν τοῖς ἐπουρανίοις, ἀντὶ τοῦ, ὑπὲρ τῶν ἐπουρανίων, ἐστίν· οὐχ
ἵνα αὐτοί τινος τύχωσι νικήσαντες, ἀλλ' ἵνα ἡμᾶς ἀποστερήσωσιν· ὡς ἂν εἰ ἔλεγεν,
Ἡ συνθήκη ἔν τινι κεῖται, τὸ ἐν, ὑπέρ ἐστι, καὶ τὸ ἐν, διά ἐστιν. Ὅρα πῶς ἡμᾶς
διεγείρει ἡ δύναμις τοῦ ἐχθροῦ, καὶ νήφειν ποιεῖ, τὸ εἰδέναι ὑπὲρ μεγάλων ὄντα
τὸν κίνδυνον, καὶ ὑπὲρ μεγάλων τὴν νίκην· τοῦ γὰρ οὐρανοῦ ἡμᾶς ἐκβάλλειν σπουδάζει.
Ἀρχὰς τίνας φησὶ καὶ ἐξουσίας καὶ κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου;
ποίου σκότους; ἆρα τῆς νυκτός; Οὐδαμῶς, ἀλλὰ τῆς πονηρίας· Ἦμεν γὰρ, φησὶ, σκότος
ποτὲ, οὕτω τὴν πονηρίαν λέγων τὴν ἐν τῷ παρόντι βίῳ. Οὐ γὰρ ἕξει περαιτέρω χώραν,
οὐκ ἐν οὐρανῷ, οὐκ ἐν τῷ μετὰ ταῦτα αἰῶνι. Κοσμοκράτορας δὲ αὐτούς φησιν, οὐχ ὡς
τοῦ κόσμου κρατοῦντας, ἀλλ' ὡς τῶν πονηρῶν ἔργων ὄντας αἰτίους. Οἶδε γὰρ κόσμον
καλεῖν ἡ Γραφὴ τὰς πονηρὰς πράξεις· ὡς ὅταν λέγῃ ὁ Χριστός· Ὑμεῖς οὐκ ἐστὲ ἐκ
τοῦ κόσμου τούτου, ὥσπερ ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. Ἆρα οὖν οὐκ ἦσαν ἐκ τοῦ κόσμου;
οὐχὶ σάρκα περιέκειντο; οὐ τῶν ἐν κόσμῳ ἦσαν; Καὶ πάλιν· Ὁ κόσμος ἐμὲ μισεῖ, ὑμᾶς
δὲ οὐ δύναται μισεῖν· πάλιν τὰς πονηρὰς πράξεις λέγων οὕτως. Ἢ κόσμον ἐνταῦθα
τοὺς πονηροὺς ἀνθρώπους λέγει· οἱ γὰρ δαίμονες μᾶλλον τούτων κρατοῦσι. Πρὸς ἀρχὰς,
πρὸς τὰς ἐξουσίας, πρὸς τὰ πνευματικὰ, φησὶ, τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Ἀρχὰς
καὶ ἐξουσίας φησὶ, καθάπερ καὶ ἐπὶ τῶν ἐπουρανίων εἰσὶ θρόνοι, κυριότητες, ἀρχαὶ,
ἐξουσίαι. ∆ιὰ τοῦτο, φησὶν, ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι
ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ ἅπαντα κατεργασάμενοι στῆναι. Ἡμέραν πονηρὰν, τὸν
παρόντα βίον, καὶ αἰῶνα δὲ πονηρὸν τοῦτον καλεῖ, ἀπὸ τῶν ἐν αὐτῷ γινομένων κακῶν.
Τουτέστιν, Ἀεὶ ὁπλίζεσθε. Καὶ ἅπαντα, φησὶ, κατεργασάμενοι· τουτέστι, καὶ πάθη
καὶ ἐπιθυμίας ἀτόπους καὶ τὰ ἐνοχλοῦντα ἡμῖν ἅπαντα. Οὐχ ἁπλῶς ἐργάσασθαι εἶπεν,
ἀλλὰ κατεργάσασθαι, ὥστε οὐκ ἀνελεῖν μόνον, ἀλλὰ καὶ στῆναι μετὰ τὸ ἀνελεῖν.
Πολλοὶ γὰρ τὴν νίκην ταύτην νικήσαντες, πάλιν ἔπεσον. Πάντα, φησὶ, κατεργασάμενοι,
οὐ τὸ μὲν ναὶ, τὸ δὲ οὔ· δεῖ γὰρ καὶ μετὰ τὴν νίκην στάσεως. Ἐβλήθη ποτὲ, ἀλλὰ
πάλιν ἀναζῇ τὰ βαλλόμενα· ἂν μὴ στῶμεν, ἤδη καὶ πεσόντα ἀνίσταται. Ἕως ἂν στήκωμεν,
πέπτωκεν· ἕως ἂν μὴ περιφερώμεθα, ἐκεῖνος οὐκ ἀνίσταται. Ἐνδυσώμεθα τὴν πανοπλίαν
τοῦ Θεοῦ. δʹ. Ὁρᾷς πῶς τὸν φόβον ἐξεῖλεν; Εἰ γὰρ δυνατὸν κατεργάσασθαι καὶ στῆναι,
τί ἀποφεύγεις τὴν μάχην; Στῆθι κατεργασάμενος, καὶ νενίκηκας. Καὶ μὴ θαυμάσῃς ὅτι,
τοσαῦτα περὶ τῆς τῶν ἐχθρῶν δυνάμεως διεξέρχεται· τὸ γὰρ ταῦτα διεξιέναι οὐ
δειλίαν ἐμποιεῖ καὶ φόβον, ἀλλὰ τὴν ῥᾳθυμίαν ἀποτινάσσει. Ἵνα δυνηθῆτε, φησὶν, ἀντιστῆναι
ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ. Καὶ ἀπὸ τοῦ χρόνου παραμυθεῖται. Βραχὺς, φησὶν, ὁ καιρός·
ὥστε χρὴ ἑστάναι· μὴ κάμητε μετὰ τὴν σφαγήν. Εἰ τοίνυν πόλεμός ἐστιν, εἰ τοιαῦται
αἱ παρατάξεις εἰσὶν, εἰ ἀσώματοι αἱ ἀρχαὶ, εἰ κοσμοκράτορες, εἰ πνευματικὰ τῆς
πονηρίας, πῶς τρυφᾷς, εἰπέ μοι; πῶς διακεχυμένος εἶ; πῶς ἀφωπλισμένοι περιγενέσθαι
δυνησόμεθα; Ταῦτα ἕκαστος ἑαυτῷ λεγέτω καθ' ἑκάστην ἡμέραν· ὅταν ὑπὸ τοῦ θυμοῦ
κρατῆται, ὅταν ὑπὸ ἐπιθυμίας, ὅταν τὸν ὑγρὸν τοῦτον βίον καὶ εἰκῆ ἐπιζητῇ. Ἀκουέτω
τοῦ μακαρίου Παύλου λέγοντος· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ
πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας. Χαλεπώτερος οὗτος ὁ πόλεμος τοῦ αἰσθητοῦ,
σφοδροτέρα ἡ μάχη. Ἐννόησον ὅσον οὗτος παλαίει χρόνον, ὑπὲρ τίνος πυκτεύει, καὶ
γενοῦ σεαυτοῦ ἀσφαλέστερος. Ναὶ, φησὶν, ἀλλ' ἔδει ὄντα διάβολον ἐκ μέσου γενέσθαι,
καὶ πάντες ἂν ἐσώζοντο. Ταῦτά τινες τῶν ῥᾳθύμων προφασιζόμενοι φθέγγονται. ∆έον
σε εὐχαριστεῖν, ἄνθρωπε, ὅτι τοιούτου περιγίνῃ, ἂν ἐθέλῃς, ἐκ τῶν ἐναντίων καὶ ἀγανακτεῖς,
νωθροῦ τινος καὶ ὑπνηλοῦ στρατιώτου φθεγγόμενος ῥήματα. Οἶδας τὰς λαβὰς, ἂν ἐθέλῃς·
περισκόπει πάντοθεν, σαυτὸν τείχιζε. Οὐχὶ πρὸς τὸν διάβολόν ἐστιν ἡ μάχη μόνον,
ἀλλὰ καὶ πρὸς τὰς ἐκείνου δυνάμεις. Πῶς οὖν παλαίσομεν τῷ σκότῳ, φησί; Φῶς γενόμενοι.
Πῶς τοῖς πνευματικοῖς τῆς πονηρίας; Ἀγαθοὶ γενόμενοι. Ἀγαθῷ γὰρ ἐναντίον ἡ
πονηρία, καὶ φῶς ἀπελαύνει σκότος· ἂν δὲ καὶ αὐτοὶ ὦμεν σκότος, ἁλωσόμεθα πάντως.
Πῶς οὖν αὐτῶν περιεσόμεθα; Ἂν ὅπερ εἰσὶν ἀπὸ φύσεως ἐκεῖνοι, τοῦτο γενώμεθα ἀπὸ
προαιρέσεως ἡμεῖς, σαρκὸς ἐκτὸς καὶ αἵματος· οὕτως αὐτοὺς αἱρήσομεν. Ἐπειδὴ γὰρ
εἰκὸς ἦν αὐτοὺς ὑπὸ πολλῶν ἐλαύνεσθαι, μὴ νομίσητε, φησὶν, ὅτι αὐτοὶ πολεμοῦσιν
ἡμῖν. Οἱ ἐνεργοῦντες ἐν αὐτοῖς δαίμονές εἰσιν, οἱ πολεμοῦντες· πρὸς ἐκείνους ἡμῖν
ἡ μάχη. ∆ύο δὲ ἀπὸ τούτων κατασκευάζει, αὐτούς τε προθυμοτέρους ποιῶν πρὸς τοὺς
πολεμοῦντας αὐτοῖς, καὶ πρὸς ἐκείνους τὸν θυμὸν ἐγείρων. Καὶ τίνος ἕνεκεν πρὸς
τούτους ἡμῖν ἡ μάχη γεγένηται; Ἐπειδὴ καὶ σύμμαχον ἔχομεν ἄμαχον, τοῦ Πνεύματος
τὴν χάριν, τέχνην ἐδιδάχθημεν τοιαύτην, ὥστε μὴ πρὸς ἀνθρώπους δύνασθαι παλαίειν,
ἀλλὰ πρὸς δαίμονας. Ἂν δὲ ἐθέλωμεν, οὐδὲ παλαίσομεν, ἐπειδὴ γὰρ βουλόμεθα, πάλη
ἐστίν· ἐπεὶ τοσαύτη ἡ δύναμις τοῦ ἐνοικοῦντος ἐν ἡμῖν, ὡς λέγειν· Ἰδοὺ δέδωκα ὑμῖν
ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.
Πᾶσαν ἡμῖν δέδωκεν ἐξουσίαν καὶ τοῦ παλαίειν, καὶ τοῦ μὴ παλαίειν· ἐπειδὴ δὲ ἡμεῖς
νωθεῖς ἐσμεν, παλαίομεν αὐτοῖς· ἐπεὶ ὅτι Παῦλος οὐκ ἐπάλαισεν, ἄκουσον αὐτοῦ λέγοντος·
Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις, ἢ στενοχωρία, ἢ λιμὸς, ἢ
διωγμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; Καὶ πάλιν ἄκουε αὐτοῦ λέγοντος· Ὁ
Θεὸς συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. Εἶχε γὰρ αὐτὸν ὑποτεταγμένον·
διὸ καὶ ἔλεγε· Παραγγέλλω σοι ἐν ὀνόματι τοῦ Κυρίου Ἰησοῦ ἐξελθεῖν ἀπ' αὐτῆς.
Τοῦτο δὲ οὐκ ἔστι παλαίοντος. Ὁ γὰρ παλαίων οὐδέπω ἐνίκησεν, ὁ δὲ νικήσας οὐκέτι
παλαίει. Ὑπέταξεν αὐτὸν, ἐξῃχμαλώτισε. Καὶ Πέτρος δὲ οὐκ ἐπάλαιε τῷ διαβόλῳ, ἀλλ'
ὃ τοῦ παλαῖσαι βέλτιον ἦν, τοῦτο εἰργάζετο. Ἐν τοῖς πιστοῖς, ἐν τοῖς ὑπακούουσιν,
ἐν τοῖς κατηχουμένοις ἐκ πολλοῦ τοῦ περιόντος ἐκράτουν αὐτοῦ. ∆ιὸ καὶ ἔλεγεν ὁ
μακάριος Παῦλος· Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Ὅθεν καὶ μάλιστα αὐτοῦ
περιεγένετο. Καὶ πάλιν ἄκουε αὐτοῦ λέγοντος· Οὐ θαυμαστὸν, εἰ καὶ οἱ διάκονοι αὐτοῦ
μετασχηματίζονται, ὡς διάκονοι δικαιοσύνης. Οὕτως ᾔδει πᾶσαν τὴν μάχην, καὶ οὐδὲν
αὐτὸν ἐλάνθανε. Καὶ, Τὸ μυστήριον γὰρ, φησὶν, ἤδη ἐνεργεῖται τῆς ἀνομίας. Ἀλλὰ
πρὸς ἡμᾶς ἡ πάλη ἐστίν. Ἐπεὶ ἄκουε πάλιν αὐτοῦ λέγοντος· Πέπεισμαι ὅτι οὔτε ἄγγελοι,
οὔτε ἀρχαὶ, οὔτε ἐξουσίαι, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε κτίσις
ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ. Οὐκ εἶπεν ἁπλῶς, Ἀπὸ
τοῦ Χριστοῦ, ἀλλ', Ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ. Πολλοὶ γάρ εἰσιν ἡνωμένοι δῆθεν
τῷ Χριστῷ, οὐκ ἀγαπῶντες δὲ αὐτόν. Οὐ μόνον, φησὶν, ἀρνήσασθαί με οὐ πείσεις, ἀλλ'
οὐδὲ ἧττον αὐτὸν ἀγαπῆσαι. Εἰ δὲ αἱ ἄνω δυνάμεις οὐκ ἂν τοῦτο ἴσχυσαν, τίς ἕτερος
αὐτὸν μετέστησεν; Οὐχ ὡς δὲ ἐκείνων ἐπιχειρουσῶν, ταῦτά φησιν, ἀλλὰ καθ' ὑπόθεσιν.
∆ιὸ καὶ ἔλεγε· Πέπεισμαι. Οὐκοῦν οὐκ ἐπάλαιεν, ἀλλ' ὅμως φοβεῖται αὐτοῦ τὰς
πανουργίας. Ἄκουε γὰρ αὐτοῦ λέγοντος· Φοβοῦμαι, μή πως ὡς ὁ ὄφις Εὔαν ἐξηπάτησεν
ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν
Χριστόν. Ναὶ, φησίν· ἀλλὰ καὶ ὑπὲρ ἑαυτοῦ τούτῳ τῷ ῥήματι κέχρηται, λέγων· Φοβοῦμαι
γὰρ, μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Πῶς οὖν πέπεισαι, ὅτι οὐδείς
σε χωρίσει; εʹ. Ὁρᾷς ὅτι ταπεινοφροσύνης τὸ ῥῆμά ἐστι καὶ μετριότητος; Ἤδη γὰρ ἐκεῖνος
ᾤκει τὸν οὐρανόν· διὸ καὶ ἔλεγεν· Οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα· καὶ πάλιν, Τὸν δρόμον
τετέλεκα. Ὥστε οὐκ εἰς ταῦτα ἐνεπόδιζεν αὐτῷ ὁ διάβολος, ἀλλ' εἰς τὰ τῶν μαθητῶν.
Τί δήποτε; Ἐπειδὴ τούτων οὐκ αὐτὸς ἦν κύριος μόνον, ἀλλὰ καὶ ἡ ἐκείνων προαίρεσις.
Ἐκεῖ ἐστιν ὅπου ἐκράτει· μᾶλλον δὲ οὐδὲ ἐκεῖ αὐτοῦ ἐκράτει, ἀλλὰ τῆς ῥᾳθυμίας τῶν
μὴ προσεχόντων. Εἰ μὲν γὰρ τὰ παρ' αὐτοῦ μὴ ἐπλήρου, ἢ διὰ νωθείαν, ἢ δι' ἄλλο
τι τοιοῦτον, αὐτοῦ ἐκράτει· εἰ δὲ αὐτὸς μὲν πάντα ἔπραττεν, ἐκεῖνοι δὲ οὐκ ἐπείθοντο,
οὐκ αὐτοῦ ἐκράτει, ἀλλὰ τῆς ἐκείνων ἀπειθείας· καὶ τὸ νόσημα οὐ τοῦ ἰατροῦ ἐκράτει,
ἀλλὰ τῆς ἀταξίας τοῦ κάμνοντος. Ὅταν γὰρ αὐτὸς μὲν πάντα παρασκευάσηται, ἐκεῖνος
δὲ πάντα διαφθείρῃ, ἐκεῖνος ἥττηται, οὐχ οὗτος. Ὥστε οὐδαμοῦ ἐκράτησε τοῦ Παύλου.
Πλὴν ἀλλ' ἐφ' ἡμῶν ἀγαπητὸν τὸ καὶ δύνασθαι παλαίειν. Ῥωμαίοις μὲν οὐ τοῦτο ἐπεύχεται,
ἀλλὰ τί; Συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει· καὶ τούτοις οὕτως ἐπεύχεται.
Τῷ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ, ὧν αἰτούμεθα ἢ νοοῦμεν. Ὁ παλαίων,
ἔτι κατέχεται· πλὴν ἀλλ' ἀγαπητὸν καὶ τὸ μὴ πεσεῖν. Τότε ἡ νίκη λαμπρὰ γίνεται,
ὅταν ἐξέλθωμεν ἐντεῦθεν. Οἷον, ἔστω τις ἐπιθυμία πονηρά· τὸ μὲν παράδοξον, μηδὲ
δέχεσθαι ταύτην, ἀλλὰ σβεννύναι· εἰ δὲ τοῦτο οὐ δυνατὸν, κἂν παλαίωμεν καὶ
διαπαντὸς κατέχωμεν· ἂν παλαίοντες ἐξέλθωμεν, νενικήκαμεν. Οὐ γὰρ ὡς ἐπὶ τῶν ἀθλητῶν,
οὕτω καὶ ἐνταῦθα· ἐκεῖ μὲν γὰρ ἂν μὴ καταβάλῃς, οὐ νενίκηκας· ἐνταῦθα δὲ ἂν μὴ
καταβληθῇς, νενίκηκας· ἂν μὴ καταβληθῇς, κατέβαλες. Εἰκότως· ἐκεῖ μὲν γὰρ ἀμφότεροι
ὑπὲρ νίκης σπουδάζουσι, κἂν ὁ ἕτερος καταβληθῇ, ὁ ἕτερος στεφανοῦται· ἐνταῦθα δὲ
οὐχ οὕτως, ἀλλ' ὁ διάβολος ὑπὲρ τῆς ἡμετέρας ἥττης σπουδάζει. Ὅταν οὖν αὐτὸν ἀφέλωμαι
τοῦτο ὑπὲρ οὗ σπουδάζει, ἐνίκησα· οὐ γὰρ ὥστε καταβαλεῖν, ἀλλ' ὥστε συγκαταβαλεῖν
ἐπείγεται. Ἤδη οὖν νενίκηται· αὐτὸς γὰρ ἤδη βέβληται, καὶ ἐν τῇ ἀπωλείᾳ ἐστιν. Ἡ
δὲ νίκη αὐτοῦ οὐκ ἐν τῷ στεφανωθῆναι, ἀλλ' ἐν τῷ ἐμὲ ἀπολέσαι· ὥστε ἂν μὴ καταβάλω,
μὴ καταβληθῶ δὲ, νενίκηκα. Τίς οὖν ἐστι λαμπρὰ νίκη; Τὸ ἐκ περιουσίας καταπατεῖν
αὐτὸν, οἷον ὁ Παῦλος ἐποίει, οὐδὲν ἡγούμενος εἶναι τὰ παρόντα πράγματα. Τοῦτον
καὶ ἡμεῖς μιμώμεθα, καὶ σπουδάζωμεν ἀνώτεροι γενέσθαι, καὶ μηδαμόθεν παρέχειν αὐτῷ
λαβήν. Ὁ πλοῦτος δίδωσιν αὐτῷ λαβὴν, τὰ χρήματα, ἡ κενοδοξία· καὶ πολλάκις μὲν
αὐτὸν ἀνέστησε, πολλάκις δὲ ἠγρίανεν. Ἀλλὰ τίς χρεία πάλης; τίς χρεία συμπλοκῆς;
Ὁ συμπλεκόμενος ἄδηλον ἔχει τὸ τέλος, πότερον μὴ ἡττηθείη καὶ αὐτὸς καὶ ἁλώσεται·
ὁ δὲ καταπατῶν, δήλην ἔχει τὴν νίκην. Οὐκοῦν καταπατήσωμεν τοῦ διαβόλου τὴν δύναμιν,
καταπατήσωμεν τὰς ἁμαρτίας, πάντα λέγω τὰ βιωτικὰ, θυμὸν, ἐπιθυμίαν, ἀλαζονείαν,
πάντα τὰ πάθη· ἵνα ἀπελθόντες ἐκεῖ, τὴν ἐξουσίαν, ἣν ἔδωκεν ἡμῖν ὁ Θεὸς, μὴ εὑρεθῶμεν
προδιδόντες. Οὕτω γὰρ καὶ τῶν μελλόντων ἐπιτευξόμεθα. Εἰ δὲ περὶ τοῦτο γινόμεθα
κακοὶ, τίς ἡμῖν ἐγχειρίσει τὰ μείζονα; Εἰ γὰρ τὸν προσκεκρουκότα, τὸν ἠτιμωμένον,
τὸν καταπεφρονημένον, τὸν ὑπὸ τοὺς πόδας κείμενον, πατῆσαι οὐκ ἠδυνήθημεν, πῶς ἡμῖν
δώσει τὰ πατρῷα ὁ Πατήρ; εἰ τοῦ οὕτως ὑποτεταγμένου οὐ περιεγενόμεθα, ποίαν ἕξομεν
παῤῥησίαν εἰς τὴν πατρῴαν εἰσελθεῖν οἰκίαν; Εἰπὲ γάρ μοι· εἴ τινα υἱὸν ἔχοις, ἐκεῖνος
δὲ ἀφεὶς τοὺς εὐγνωμονοῦντας τῶν οἰκετῶν, ἀναμιγνύηται τοῖς σε λελυπηκόσι, τοῖς
ἐκπεπτωκόσι τῆς πατρῴας οἰκίας, τοῖς περὶ κυβείαν ἠσχολημένοις, καὶ μέχρι τέλους
τοῦτο ποιῇ, οὐχὶ ἀποκληρονόμος ἔσται; Εὔδηλον ὅτι. Οὕτω καὶ ἡμεῖς, ἂν ἀφέντες
τοὺς εὐηρεστηκότας καὶ τοὺς ἐπιτεταγμένους ἡμῖν ἀγγέλους, ἀναστρεφώμεθα μετὰ τοῦ
διαβόλου, πάντως ἀποκληρονόμοι ἐσόμεθα. Ἀλλὰ μὴ γένοιτο τοῦτο μηδένα παθεῖν ἡμῶν,
ἀλλὰ τὸν πόλεμον ἀναδεξαμένους τὸν πρὸς αὐτὸν, καὶ νικήσαντας μετὰ τῆς ἄνωθεν
συμμαχίας, κληρονόμους γενέσθαι τῆς βασιλείας τῶν οὐρανῶν. Εἴ τις ἐχθρὸν ἔχει,
εἴ τις ὑπ' αὐτοῦ ἠδίκηται, εἴ τις ἀγριαίνει, πάντα τὸν θυμὸν ἐκεῖνον, πᾶσαν τὴν
χαλεπότητα συναγαγὼν κενούτω κατὰ τῆς τοῦ διαβόλου κεφαλῆς. Ἐνταῦθα ὁ θυμὸς καλὸν,
ἐνταῦθα ἡ ὀργὴ χρήσιμον, ἐνταῦθα ἡ μνησικακία ἐπαινετόν. Ὥσπερ γὰρ ἐπὶ τῶν ἔξωθεν
τοῦτο τὸ μνησικακεῖν κακὸν, οὕτως ἐνταῦθα τὸ μνησικακεῖν ἀγαθόν. Ὥστε εἰ ἐλαττώματα
ἔχεις, ἐνταῦθα αὐτὰ ἀποσκεύαζε· εἰ δὲ μὴ δύνασαι αὐτὸς ἀποθέσθαι, κἂν μετὰ τῶν
μελῶν τῶν σῶν. Ἔπληξέ σέ τις; Μνησικάκησον τῷ διαβόλῳ, καὶ μηδέποτε καταλύσῃς τὴν
ἔχθραν τὴν πρὸς αὐτόν. Ἀλλ' οὐκ ἔπληξε; Καὶ οὕτω μνησικάκει, ὅτι τὸν ∆εσπότην ὕβρισε
τὸν σὸν, ὅτι προσέκρουσεν, ὅτι τοὺς ἀδελφοὺς λυμαίνεται καὶ πολεμεῖ. Ἀεὶ ἐχθρὸς
ἔσο, ἀεὶ πικρὸς, ἀεὶ ἀνήμερος· οὕτω ταπεινὸς ἔσται εκεῖνος, οὕτως εὐκαταφρόνητος,
οὕτως εὐχείρωτος. Ἂν ἡμεῖς ἀγριαίνωμεν πρὸς αὐτὸν, ἐκεῖνος οὐκ ἔσται ἡμῖν ἄγριος·
ἂν ἡμεῖς ὦμεν ἐπιεικεῖς, τότε ἐκεῖνος ἄγριος ἔσται· οὐχ ὡς ἐπὶ τῶν ἀδελφῶν τῶν ἡμετέρων.
Ἐχθρός ἐστι καὶ πολέμιος καὶ τῆς ζωῆς καὶ τῆς σωτηρίας τῆς ἡμετέρας καὶ τῆς αὐτοῦ.
Εἰ ἑαυτὸν οὐ φιλεῖ, πῶς ἡμᾶς φιλῆσαι δυνήσεται; Παραταττώμεθα τοίνυν καὶ βάλλωμεν
αὐτὸν, ἔχοντες σύμμαχον μέγαν τὸν Κύριον Ἰησοῦν Χριστὸν, ὃς δυνήσεται καὶ ἡμᾶς ἀχειρώτους
ποιῆσαι ταῖς ἐκείνου πάγαις, καὶ τῶν μελλόντων ἀξιῶσαι ἀγαθῶν· ὧν γένοιτο πάντας
ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ
Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.
24. ΟΜΙΛΙΑ ΚΓʹ Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν
ἀληθείᾳ.
αʹ. Συντάξας τὸ
στρατόπεδον τοῦτο, καὶ διεγείρας αὐτῶν τὴν προθυμίαν (ἀμφοτέρων γὰρ ἔδει, καὶ
τοῦ συντεταγμένους εἶναι, καὶ τοῦ θυμὸν αὐτῶν διεγερθῆναι), καὶ παραθαρσύνας αὐτοὺς
(καὶ γὰρ καὶ τούτου ἔδει), λοιπὸν αὐτοὺς καὶ καθοπλίζει. Οὐδὲν γὰρ τῶν ὅπλων ὄφελος,
ἐκείνων πρότερον μὴ διατεταγμένων, μηδὲ τοῦ θυμοῦ διεγερθέντος τῆς τοῦ στρατιώτου
ψυχῆς. ∆εῖ γὰρ πρότερον αὐτὸν ἔνδοθεν ὁπλίζειν, καὶ τότε ἔξωθεν. Εἰ δὲ ἐπὶ τῶν
αἰσθητῶν τοῦτο, πολλῷ μᾶλλον ἐπὶ τῶν νοητῶν στρατιωτῶν· μᾶλλον δὲ ἐπὶ τούτων οὐδὲ
ἔστιν ἔξωθεν ὁπλίσασθαι, ἀλλὰ πάντα ἔνδοθεν. ∆ιήγειρε τὸν θυμὸν καὶ ἀνέκαυσε,
προσέθηκε τὸ θάρσος, ἔστησεν αὐτοὺς εὐτάκτως· λοιπὸν καθοπλίζει. Ἀλλ' ὅρα πῶς
καὶ περιτίθησι τὰ ὅπλα. Στῆτε οὖν, φησί. Πρῶτον τῶν τακτικῶν εἶδος, τὸ εἰδέναι ἑστάναι
καλῶς, καὶ πολλὰ παρὰ τοῦτο γένοιτο ἄν. ∆ιὰ τοῦτο πολλὰ περὶ τοῦ στῆναι διαλέγεται,
καὶ ἑτέρωθι λέγων· Στῆτε, γρηγορεῖτε· καὶ πάλιν, Οὕτω στήκετε ἐν Κυρίῳ· καὶ πάλιν,
Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· καὶ πάλιν, Ἵνα δυνηθῆτε πάντα κατεργασάμενοι
στῆναι. Οὐκ ἄρα ἁπλῶς τινα στάσιν φησὶν, ἀλλ' εὔτακτον· καὶ ὅσοι πολέμων εἰσὶν ἔμπειροι,
ἴσασιν ὅσον ἐστὶ τὸ εἰδέναι ἑστάναι. Εἰ γὰρ ἐπὶ τῶν πυκτευόντων καὶ παλαιόντων
τοῦτο πρὸ τῶν ἄλλων ὁ παιδοτρίβης παρεγγυᾷ, τὸ ἑστάναι, πολλῷ μᾶλλον ἐν τοῖς
πολέμοις καὶ τοῖς στρατιωτικοῖς πράγμασιν. Ὁ ἑστὼς ὀρθὸς,ἕστηκεν οὐ διακεχυμένος,
οὐκ ἐπικλινόμενός τινι· ἡ ἀκριβὴς ὀρθότης ἐν τῇ στάσει φαίνεται. Ὥστε οἱ ὄντως ὀρθοὶ,
οὗτοι ἑστήκασιν· οἱ δὲ μὴ ἑστῶτες, οὐκ ἂν εἶεν ὀρθοὶ, ἀλλὰ διαλελυμένοι καὶ
διακεχυμένοι. Ὁ τρυφῶν οὐχ ἕστηκεν ὀρθὸς, ἀλλὰ κέκλιται, ὁ λάγνος, ὁ φιλοχρήματος.
Ὁ ἑστάναι εἰδὼς, ἀπ' αὐτῆς τῆς στάσεως, ὥσπερ ἀπό τινος θεμελίου πάντα εὐμαρῆ ἕξει
τὰ τῆς πάλης. Στῆτε οὖν, φησὶ, περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ. Οὐ περὶ
αἰσθητῆς ζώνης φησί· πάντα γὰρ τὰ ἐν τῷ χωρίῳ τούτῳ νοητῶς λέγει. Καὶ ὅρα πῶς ὁδῷ
προβαίνει. Πρῶτον ἀναζώννυσι τὸν στρατιώτην. Τί δὴ τοῦτό ἐστι; ∆ιαῤῥέοντα καὶ
διακεχυμένον ταῖς ἐπιθυμίαις, καὶ χαμαὶ τοὺς λογισμοὺς ἔχοντα συρομένους ἀναστέλλει
διὰ τῆς ζώνης, οὐκ ἐῶν αὐτὸν ἐμποδίζεσθαι ὑπὸ τῶν ἱματίων συμπλεκομένων ταῖς
κνημῖσιν, ἀλλ' εὐλύτοις τοῖς ποσὶν ἀφεὶς τρέχειν. Στῆτε οὖν περιζωσάμενοι, φησὶ,
τὴν ὀσφὺν ὑμῶν. Ὀσφὺν δὲ ἐνταῦθά φησι· καθάπερ ἐπὶ τῶν νηῶν ἡ τρόπις, οὕτω καὶ ἐφ'
ἡμῶν ἡ ὑπόθεσις παντὸς τοῦ σώματος ἡ ὀσφύς ἐστιν· ὥσπερ γὰρ θεμέλιόν ἐστι, καὶ ἐπ'
αὐτῷ τὸ πᾶν οἰκοδομεῖται, καθάπερ ἰατρῶν παῖδές φασι. Τὴν τοίνυν ψυχὴν ἡμῶν
συσφίγγει, ζωννύων τὴν ὀσφύν· οὐ γὰρ δὴ ταύτην τὴν ὀσφύν φησιν, ἀλλὰ νοητῶς
διαλέγεται. Καὶ ὥσπερ τῶν κάτω, καὶ τῶν ἄνω ἡ ὀσφὺς θεμέλιός ἐστιν, οὕτω καὶ ἐπὶ
τῆς νοητῆς ὀσφύος, Οἱ γοῦν πολλάκις ἀποκαμόντες, καθάπερ εἴς τινα θεμέλιον ἐκεῖ
τὰς χεῖρας θέντες, οὕτως ἑαυτοὺς διαβαστάζουσι· καὶ ἡ ζώνη διὰ τοῦτο γίνεται ἐν
τοῖς πολέμοις, ἵνα συγκρατῇ καὶ συνέχῃ τὸν θεμέλιον τὸν ἐν ἡμῖν. ∆ιὰ τοῦτο καὶ
τρέχοντες ζωννύμεθα· ἐκείνη ἀσφαλίζεται τὸ ἐν ἡμῖν ἰσχυρόν. Τοῦτο τοίνυν, φησὶ,
καὶ ἐπὶ τῆς ψυχῆς γινέσθω, καὶ πᾶν ὁτιοῦν ποιοῦντες, ἰσχυροὶ ἐσόμεθα. Μάλιστα γὰρ
τοῖς στρατιώταις τὸ πρᾶγμα πρέπον ἐστί. Ναὶ, φησὶν, ἀλλὰ ταύτην τὴν ὀσφὺν ἱμάντι
δερματίνῳ ζωννύμεθα· ἡμεῖς δὲ τίνι; Τῷ κεφαλαίῳ τῶν λογισμῶν ἡμῶν, λέγω δὲ τῇ ἀληθείᾳ.
Περιεζωσμένοι, φησὶ, τὴν ὀσφὺν ἡμῶν ἐν ἀληθείᾳ. Οὐκοῦν μηδὲν ψεῦδος ἀγαπῶμεν, πάντα
τὰ πράγματα μετίωμεν ἐν ἀληθείᾳ, μὴ ψευδώμεθα εἰς ἀλλήλους· κἂν δόξα ᾖ, τὸ ἀληθὲς
ζητῶμεν· κἂν βίος ᾖ, τὸν ἀληθῆ. Ἂν τούτῳ ἑαυτοὺς περιφράξωμεν, ἂν τῇ ἀληθείᾳ
ζωσώμεθα, οὐδεὶς ἡμῶν περιέσται. Ὁ δόγμα ἀληθείας ζητῶν, οὐ καταπεσεῖται εἰς τὴν
γῆν. Ὅτι γὰρ τὰ μὴ ἀληθῆ ἀπὸ τῆς γῆς ἐστι, δῆλον ἐξ ὧν τοῖς πάθεσι δουλεύουσι πάντες
οἱ ἔξωθεν, τοῖς οἰκείοις λογισμοῖς κατακολουθοῦντες. ∆ιὸ ἐὰν νήφωμεν, ἐν τοῖς τῶν
Ἑλλήνων λόγοις οὐ διδασκαλίας δεησόμεθα. Ὁρᾷς πῶς εἰσιν ἐκεῖνοι μαλακοὶ καὶ χαῦνοι,
οὐδὲν αὐστηρὸν, οὐδὲν ὑπὲρ τὸν ἀνθρώπινον λογισμὸν περὶ Θεοῦ δέξασθαι δυνάμενοι;
οὐ γάρ εἰσιν ἐζωσμένοι ἐν ἀληθείᾳ. ∆ιόπερ αὐτῶν ἡ ὀσφὺς ἐκλέλυται, τὸ δεκτικὸν
τῶν γεννητικῶν σπερμάτων, καὶ τῶν λογισμῶν τὸ ἰσχυρόν. Οὐδὲν οὖν τούτων ἀσθενέστερον.
βʹ. Μανιχαίους δὲ ὁρᾷς πάλιν, πῶς πάντα ἀπὸ τῶν οἰκείων λογισμῶν τολμῶσι φθέγγεσθαι;
Οὐκ ἠδύνατο, φησὶν, ὁ Θεὸς ἄνευ ὕλης ποιῆσαι τὸν κόσμον. Πόθεν τοῦτο δῆλον; Χαμόθεν
ταῦτα λέγουσι καὶ ἀπὸ τῆς γῆς καὶ ἀπὸ τῶν παρ' ἡμῖν. Ὅτι ἄνθρωπος, φησὶν, οὐ δύναται
ἑτέρως ποιῆσαι. Πάλιν Μαρκίων ὅρα τί φησιν· Οὐκ ἠδύνατο ὁ Θεὸς σάρκα ἀναλαβὼν
μεῖναι καθαρός. Πόθεν τοῦτο δῆλον; Ὅτι οὐδὲ οἱ ἄνθρωποι, φησί. Καίτοι ἄνθρωποι
δύνανται. Οὐαλεντῖνος πάλιν χαμαὶ συρομένους ἔχων τοὺς λογισμοὺς, ἀπὸ τῆς γῆς
φθέγγεται· ὁμοίως καὶ Παῦλος ὁ Σαμοσατεὺς, καὶ Ἄρειος. Τί γάρ φησιν; Οὐκ ἠδύνατο
ὁ Θεὸς γεννῶν, γεννῆσαι ἀπαθῶς. Πόθεν τοῦτο τολμᾷς λέγειν, ὦ Ἄρειε; Ἀπὸ τῶν
παρ' ἡμῖν. Ὁρᾷς πάντων χαμαὶ συρομένους τοὺς λογισμοὺς, πάντων κεχαλασμένους, τῆς
γῆς πνέοντας; Καὶ δογμάτων μὲν ἕνεκα, οὕτω· βίου δὲ πάλιν, οἱ πόρνοι, οἱ χρημάτων
ἐρῶντες, οἱ δόξης, οἱ τῶν ἄλλων ἁπάντων, χαμαὶ σύρονται· οὐκ ἔχουσιν ἑστηκυῖαν
αὐτὴν τὴν ὀσφὺν, ὥστε καμόντες ἐπαναπαύεσθαι, ἀλλ' ἐὰν κάμωσιν, οὐ τιθέασι τὴν
χεῖρα καὶ ἑστήκασιν, ἀλλὰ διαλύονται. Ὁ μέντοι ἐζωσμένος τῇ ἀληθείᾳ, πρῶτον μὲν
οὐδέποτε καμεῖται· δεύτερον δὲ, κἂν κάμῃ, εἰς αὐτὴν ἐπαναπαύσεται τὴν ἀλήθειαν.
Τί γὰρ, εἰπέ μοι; πενία αὐτὸν καμεῖν ποιήσει; Οὐδαμῶς· ἐπαναπαύεται γὰρ ἐπὶ τὸν
ὄντως πλοῦτον, καὶ διὰ τῆς πενίας εἴσεται τὴν ὄντως πενίαν. Ἀλλὰ δουλεία ποιήσει
αὐτὸν καμεῖν; Οὐδαμῶς· οἶδε γὰρ τὴν ὄντως δουλείαν. Ἀλλὰ νόσος; Ἀλλ' οὐδὲ τοῦτο·
Αἱ ὀσφύες ὑμῶν, φησὶν ὁ Χριστὸς, ἔστωσαν ἐζωσμέναι, καὶ οἱ λύχνοι καιόμενοι, ὥστε
τὸ φῶς ἔχειν ἄσβεστον. Τοῦτο καὶ οἱ ἐξ Αἰγύπτου ἐξιόντες ποιεῖν ἐπετάττοντο, καὶ
ἐζωσμένοι τὸ πάσχα ἤσθιον. Καὶ τίνος ἕνεκεν, φησὶν, οὕτως ἤσθιον; Βούλει μαθεῖν
τὴν ὑπόθεσιν ἅπασαν καθ' ἱστορίαν, ἢ κατὰ ἀναγωγήν; Ἐγὼ μὲν οὖν ἀμφότερα ἐρῶ· ὑμεῖς
δὲ κατέχετε. Οὐ γὰρ ἁπλῶς, ἵνα μόνον εἴπω τὴν λύσιν, ποιοῦμαι, ἀλλ' ἵνα καὶ ἔργον
ἐν ὑμῖν γένηται τὰ ἡμέτερα ῥήματα. Ἦσαν, φησὶν, ἐζωσμένοι, καὶ αἱ βακτηρίαι αὐτῶν
ἐν ταῖς χερσὶ, καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶ, καὶ οὕτως ἤσθιον τὸ πάσχα. Φρικτὰ
καὶ φοβερὰ τὰ μυστήρια, καὶ πολὺ τὸ βάθος ἔχοντα. Εἰ δὲ ἐν τοῖς τύποις οὕτω
φοβερὰ, πολλῷ μᾶλλον ἐν τῇ ἀληθείᾳ. Ἐξ Αἰγύπτου ἐξέρχονται, τὸ πάσχα ἐσθίουσι.
Πρόσεχε, τὸ σχῆμα ὁδοιπορούντων ἐστί· τὸ γὰρ ὑποδήματα ἔχειν, καὶ ῥάβδους ἐν ταῖς
χερσὶ, καὶ ἑστῶτας ἐσθίειν, οὐδὲν ἕτερον ἢ τοῦτο δηλοῖ. Βούλεσθε τὴν ἱστορίαν ἀκοῦσαι
πρῶτον, ἢ τὴν ἀναγωγήν; Τὴν ἱστορίαν ἄμεινον. Τί οὖν ἡ ἱστορία βούλεται; Ἀγνώμονες
ἦσαν οἱ Ἰουδαῖοι, καὶ συνεχῶς τοῦ Θεοῦ ἐπελανθάνοντο τῶν εὐεργεσιῶν. Βουλόμενος
οὖν καὶ ἄκοντας εἰς μνήμην αὐτῶν ἔρχεσθαι, τὸν τρόπον τῆς βρώσεως τοῦ πάσχα τοῦτον
νομοθετεῖ. Τί δήποτε; Ἵνα καθ' ἕκαστον χρόνον ἔχοντες ἀνάγκην τὴν νομοθεσίαν
τηρεῖν, μνημονεύωσιν ἀναγκαίως καὶ τοῦ αὐτοὺς ἐξαγαγόντος Θεοῦ. Οὐκ ἄρα οὖν τῷ
χρόνῳ μόνον κατέδησεν αὐτοῦ τὰς εὐεργεσίας ὁ Θεὸς, ἀλλὰ καὶ τῷ σχήματι τῶν ἐσθιόντων.
∆ιὰ τοῦτο γὰρ ἐζωσμένοι καὶ ὑποδεδεμένοι ἐσθίουσιν, ἵνα ἐρωτώμενοι λέγωσιν, ὅτι
Πρὸς ὁδοιπορίαν ἦμεν ἕτοιμοι, καὶ ὅτι Ἐμέλλομεν ἐξιέναι ἐκ τῆς Αἰγύπτου ἐπὶ τὴν
γῆν τῆς ἐπαγγελίας. Τοῦτο μὲν ὁ καθ' ἱστορίαν τύπος· ἡ δὲ ἀλήθεια, αὕτη. Καὶ ἡμεῖς
ἐσθίομεν πάσχα, τὸν Χριστόν· Τὸ γὰρ πάσχα ἡμῶν ἐτύθη Χριστὸς, φησίν. Ἄρα καὶ ἡμεῖς
πάσχα ἐσθίομεν πολὺ τοῦ νομικοῦ κρεῖττον. Οὐκοῦν καὶ ὑποδεδεμένοι καὶ ἐζωσμένοι
ὀφείλομεν ἐσθίειν. ∆ιὰ τί; Ἵνα καὶ ἡμεῖς ἕτοιμοι ὦμεν πρὸς τὴν ἔξοδον, πρὸς τὴν
ἐντεῦθεν ἀποδημίαν. Μηδεὶς τῶν τὸ πάσχα τοῦτο ἐσθιόντων πρὸς Αἴγυπτον βλεπέτω, ἀλλὰ
πρὸς τὸν οὐρανὸν, πρὸς τὴν ἄνω Ἱερουσαλήμ. ∆ιὰ τοῦτο ἐζωσμένος, διὰ τοῦτο ὑποδεδεμένος
ἐσθίεις, ἵνα μάθῃς ὅτι ἅμα τῷ ἄρξασθαι ἐσθίειν τὸ πάσχα, ἀποδημεῖν ὀφείλεις καὶ
ὁδεύειν. ∆ύο δὲ αἰνίττεται· καὶ τὸ δεῖν ἐξιέναι ἀπὸ Αἰγύπτου, καὶ τὸ μένοντας, ὡς
εἰς ἀλλοτρίαν λοιπὸν μένειν· Ἡμῶν γὰρ, φησὶ, τὸ πολίτευμα ἐν οὐρανοῖς, καὶ τὸ πάντα
τὸν βίον ἀεὶ ἐμπαρασκεύους εἶναι, ὥστε κληθέντας μὴ ἀναβάλλεσθαι, ἀλλὰ λέγειν· Ἑτοίμη
ἡ καρδία ἡμῶν. Ἀλλὰ τοῦτο μὲν Παῦλος ἠδύνατο λέγειν, ὁ μηδὲν ἑαυτῷ συνειδώς· ἐγὼ
δὲ ὁ πολλοῦ χρόνου δεόμενος εἰς μετάνοιαν, οὐ δύναμαι εἰπεῖν. Ὅτι δὲ τὸ ἐζῶσθαι
γρηγορούσης ψυχῆς, ἄκουε τοῦ Θεοῦ λέγοντος τῷ δικαίῳ ἐκείνῳ· Μὴ, ἀλλὰ ζῶσαι ὥσπερ
ἀνὴρ τὴν ὀσφύν σου· ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι. Τοῦτο καὶ πρὸς πάντας ἁγίους
φησὶ, τοῦτο δὲ καὶ πρὸς τὸν Μωϋσέα. Καὶ αὐτὸς δὲ φαίνεται ἐζωσμένος ἐν τῷ Ἰεζεκιήλ·
μᾶλλον δὲ καὶ οἱ ἄγγελοι ἡμῖν ἐζωσμένοι φαίνονται, ἅτε στρατιῶται ὄντες. Ἀπὸ τοῦ
περιζώσασθαι. τὸ στῆναι γίνεται γενναίως, ὥσπερ ἀπὸ τοῦ στῆναι, τὸ ζώσασθαι. Οὐκοῦν
καὶ ἑαυτοὺς περιζώσωμεν· καὶ γὰρ καὶ ἡμεῖς ἐξιέναι μέλλομεν, καὶ πολλὰ μεταξὺ τὰ
χαλεπά. Ὅταν τὸ πεδίον τοῦτο διέλθωμεν, ὁ διάβολος ἐφέστηκεν εὐθέως, πάντα ποιῶν
καὶ μηχανώμενος, ὥστε τοὺς ἐξ Αἰγύπτου σωθέντας, ὥστε τοὺς τὴνἘρυθρὰν θάλασσαν
διαβάντας, τοὺς ἀπὸ τῶν δαιμόνων καὶ τῶν μυρίων πληγῶν ἅμα ἀπολυομένους, τούτους
λαβὼν ἀπολέσαι. Ἀλλ', ἐὰν νήφωμεν, ἔχομεν καὶ ἡμεῖς στῦλον πυρὸς, τὴν τοῦ Πνεύματος
χάριν· ὁ αὐτὸς καὶ φωτίζει, καὶ σκιάζει· ἔχομεν μάννα· μᾶλλον δὲ οὐ μάννα, ἀλλὰ
πολλῷ πλέον τοῦ μάννα ἔχομεν· πόμα πνευματικὸν, οὐχ ὕδωρ ἀπὸ πέτρας ἔξεισιν. Ἔχομεν
καὶ παρεμβολὴν, τὴν ἔρημον οἰκοῦντες καὶ νῦν. Ὄντως γὰρ, ὄντως ἔρημος καὶ νῦν τῆς
ἀρετῆς ἡ γῆ γέγονε, καὶ μᾶλλον ἢ ἐκείνη. ∆ιὰ τί ἐκείνη ἡ ἔρημος φευκτὴ ἦν; ἆρ'
οὐχ ὅτι σκορπίους εἶχεν ἐν ἑαυτῇ καὶ ἔχεις; ἐν ᾗ, φησὶν, οὐ διῆλθεν ἄνθρωπος. Ἀλλ'
οὐκ ἔστιν, οὐκ ἔστιν οὕτως ἄφορος ἐκείνη καρπῶν, ὡς ἡ ἀνθρωπίνη φύσις. γʹ. Νῦν
πόσοι σκορπίοι, πόσαι ἔχεις κατὰ τὴν ἔρημον ταύτην, πόσοι ὄφεις, πόσοι γεννήματα
ἐχιδνῶν οὗτοι, οὓς νῦν διήλθομεν; Ἀλλὰ μὴ φοβηθῶμεν· τῆς γὰρ ἐξόδου ταύτης
στρατηγεῖ, οὐ Μωϋσῆς, ἀλλὰ Ἰησοῦς. Πῶς οὖν μὴ τὰ αὐτὰ πάθωμεν; Μὴ τὰ αὐτὰ δράσωμεν,
καὶ οὐ πεισόμεθα τὰ αὐτά. Ἐκεῖνοι ἐγόγγυζον, ἐκεῖνοι ἀγνώμονες ἦσαν· μὴ τοίνυν
ταῦτα πάθωμεν ἡμεῖς.
Πῶς ἔπεσον ἐκεῖνοι
πάντες; Ἐξουθένησαν τὴν γῆν τὴν ἐπιθυμητήν. Πῶς ἐξουθένησαν; καὶ μὴν ἐθαύμαζον.
Τῷ μαλακισθῆναι, καὶ μὴ θελῆσαι πόνους ὑπὲρ αὐτῆς ἀναδέξασθαι. Μὴ τοίνυν ἡμεῖς ἐξουθενήσωμεν
τὸν οὐρανόν· τοῦτο ἐξουθένησίς ἐστιν. Ἠνέχθη καὶ παρ' ἡμῖν καρπὸς ἀπὸ τοῦ οὐρανοῦ,
οὐκ ἐν ἀμφορεῦσι βασταζόμενος βότρυς, ἀλλ' ὁ ἀῤῥαβὼν τοῦ Πνεύματος, τὸ πολίτευμα
τὸ ἐν τοῖς οὐρανοῖς, ὃ Παῦλος ἐπαίδευσε, ὃ πᾶς τῶν ἀποστόλων χορὸς, οἱ θαυμάσιοι
γεωργοί. Οὐ Χάληβ ὁ τοῦ Ἰεφονῆ, οὐδὲ Ἰησοῦς ὁ τοῦ Ναυῆ τοὺς καρποὺς ἤνεγκε τούτους,
ἀλλ' ὁ Ἰησοῦς ὁ τοῦ Πατρὸς τῶν οἰκτιρμῶν, ὁ τοῦ ὄντως Θεοῦ Υἱὸς, ἤνεγκε πᾶσαν τὴν
ἀρετήν, πάντας τοὺς ἐκεῖθεν καρποὺς ἡμῖν κατήνεγκεν, τοὺς ὕμνους λέγω τοὺς ἐπουρανίους.
Ἃ γὰρ τὰ Χερουβὶμ ἄνω λέγει, ταῦτα καὶ ἡμῖν προσέταξε λέγειν, Ἅγιος, ἅγιος, ἅγιος.
Ἤνεγκεν ἡμῖν τῶν ἀγγέλων τὴν πολιτείαν· Οὐ γαμοῦσιν, οὐδὲ γαμίζονται οἱ ἄγγελοι·
τοῦτο καὶ ἐνταῦθα ἐφύτευσε τὸ καλόν· χρημάτων οὐκ ἐρῶσιν, οὐδὲ τῶν ἄλλων ἐκεῖνοι·
καὶ τοῦτο ἡμῖν ἐγκατέσπειρεν· οὐκ ἀποθνήσκουσιν ἐκεῖνοι· τοῦτο καὶ ἡμῖν ἐχαρίσατο·
οὐκέτι γὰρ θάνατος ὁ θάνατος, ἀλλ' ὕπνος. Ἄκουε γὰρ αὐτοῦ λέγοντος· Λάζαρος ὁ φίλος
ἡμῶν κεκοίμηται. Εἶδες τοὺς καρποὺς τῆς ἄνω Ἱερουσαλήμ; Καὶ τὸ δὴ θαυμαστότερον,
ὅτι οὔπω ὁ πόλεμος ἐκρίθη, ἀλλὰ πρὸ τῆς ἐπαγγελίας πάντα ταῦτα ἡμῖν δεδώρηται. Ἐκεῖνοι
μὲν γὰρ καὶ εἰς τὴν γῆν τῆς ἐπαγγελίας ἐλθόντες, ἐπόνουν· μᾶλλον δὲ οὐκ ἐπόνουν·
εἰ γὰρ ἐβούλοντο πείθεσθαι τῷ Θεῷ, χωρὶς ὅπλων καὶ παρατάξεως πάσας ἂν εἷλον τὰς
πόλεις· τὴν γοῦν Ἱεριχὼ, χορευόντων μᾶλλον ἢ πολεμούντων τὸ σχῆμα ἔχοντες, ἐτροπώσαντο.
Ἡμεῖς δὲ οὐ πολεμοῦμεν μετὰ τὸ εἰσελθεῖν εἰς τὴν γῆν ἐπαγγελίας, τουτέστιν, εἰς
τὸν οὐρανὸν, ἀλλ' ἕως ἂν ὦμεν ἐν τῇ ἐρήμῳ, τουτέστιν, ἐν τῷ παρόντι βίῳ. Ὁ γὰρ
εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὑτοῦ, κατέπαυσεν ἀπὸ τῶν ἔργων αὑτοῦ, ὥσπερ ἀπὸ τῶν
ἰδίων ὁ Θεός. Μὴ τοίνυν ἀποκάμωμεν τὸ καλὸν ποιοῦντες· καιρῷ γὰρ ἰδίῳ θερίσομεν,
μὴ ἐκλυόμενοι. Ὁρᾷς πῶς καθάπερ ἐκείνους ἤγαγεν, οὕτω καὶ ἡμᾶς; Ἐκεῖ ἐπὶ τοῦ μάννα
καὶ τῆς ἐρήμου, φησὶν, Ὁ τὸ πολὺ, οὐκ ἐπλεόνασε· καὶ ὁ τὸ ὀλίγον, οὐκ ἠλαττόνησε.
Καὶ ἡμεῖς τοῦτο προστετάγμεθα, μὴ θησαυρίζειν ἐπὶ τῆς γῆς. Ἂν δὲ θησαυρίζωμεν,
οὐκέτι σκώληξ ὁ αἰσθητὸς λυμαίνεται, καθάπερ ἐπὶ τοῦ μάννα, ἀλλ' ὁ τῷ πυρὶ
συνδιαιωνίζων. Πάντα οὖν κατεργασώμεθα, ἵνα μὴ τῷ σκώληκι τροφὴν εὐτρεπίσωμεν· Ὁ
τὸ πολὺ γὰρ, φησὶν, οὐκ ἐπλεόνασε. Καὶ τοῦτο γὰρ καὶ ἐφ' ἡμῖν γίνεται ἐφ' ἑκάστης·
πάντες γὰρ τὸ αὐτὸ μέτρον πληροῦμεν τῆς γαστρός· τὸ δὲ περιττὸν, προσθήκη φροντίδων
ἀνοήτων ἐστίν. Ὅπερ γὰρ ἔμελλε μετὰ ταῦτα παραδιδόναι, λέγων, Ἀρκετὸν τῇ ἡμέρᾳ ἡ
κακία αὐτῆς, τοῦτο ἄνωθεν ἤδη ἐπαίδευσε, καὶ οὐδὲ οὕτως ἐδέξαντο. Ἀλλ' ἡμεῖς μὴ
ἄπληστοι ὦμεν, μὴ ἀγνώμονες, μὴ οἰκίας ζητῶμεν λαμπράς· ὁδεύομεν γὰρ, οὐκ οἰκοῦμεν.
Ὥστε εἴ τις οἶδεν ὅτι ὁ παρὼν βίος ὁδός τίς ἐστι καὶ στρατεία, καὶ ὡς ἂν εἴποι
τις τὸ λεγόμενον παρ' αὐτοῖς φωσσάτον, οὐ ζητήσει οἰκοδομὰς λαμπράς. Τίς γὰρ, εἰπέ
μοι, κἂν σφόδρα εὔπορος ᾖ, αἱρήσεται ἐπὶ τοῦ λεγομένου φωσσάτου οἰκοδομεῖν οἰκίας
λαμπράς; Οὐδὲ εἷς· κατάγελως γὰρ ἔσται, καὶ τοῖς ἐχθροῖς οἰκοδομήσει, καὶ μᾶλλον
αὐτοὺς ἐπισπάσεται· ὥστε ἐὰν νήφωμεν, οὐδὲ ἡμεῖς. Οὐδὲν στρατείας καὶ φωσσάτου ὁ
παρὼν βίος διενήνοχε. ∆ιὸ παρακαλῶ, πάντα πράττωμεν, ὥστε μηδὲν ἐνταῦθα θησαυρίζειν·
ἂν γὰρ ἔλθῃ ὁ κλέπτων, ταχέως ἀπαναστησόμεθα. Γρηγορεῖτε, φησὶν, ὅτι οὐκ οἴδατε
ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται· τὸν θάνατον οὕτω καλῶν. Πρὶν ἢ τοίνυν ἔλθῃ, πάντα ἀποπέμπωμεν
εἰς τὴν πατρίδα τὴν ἡμετέραν. Ὧδε δὲ εὔζωνοι ὦμεν, ἵνα δυνηθῶμεν περιγενέσθαι τῶν
ἐχθρῶν· ὧν γένοιτο περιγεγονότας ἡμᾶς κατὰ τὴν ἡμέραν τῶν στεφάνων τῆς ἀφθάρτου
δόξης ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ
τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, καὶ τὰ ἑξῆς.
Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.