Εμφάνιση αναρτήσεων με ετικέτα Εἰς τὴν δευτέραν παρουσίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Εἰς τὴν δευτέραν παρουσίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Εμφάνιση όλων των αναρτήσεων

Δευτέρα 25 Νοεμβρίου 2013

Εἰς τὴν δευτέραν παρουσίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

0 σχόλια
Εἰς τὴν δευτέραν παρουσίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ εἰς τὸ, Πάντες παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, καὶ ἕκαστος ὑπὲρ ἑαυτοῦ λόγον δώσει τῷ Θεῷ.
αʹ. Ἐνόμιζον μεγάλα τινὰ καὶ ὑπερφυῆ τῇ προτέρα ἡμέρᾳ ὑμῖν εἰρηκέναι· καὶ γὰρ  ἦν  φύσει  μεγάλα,  καὶ  πάντα  ὑπερβαίνοντα  λόγον·  ἀλλ'  ὅμως  τὰ  σήμερον λεχθέντα τοσαύτην ἔχει τὴν ὑπερβολὴν πρὸς ἐκεῖνα, ὅσην ἐκεῖνα πρὸς τὰ ἡμέτερα. Καίτοι γε  οὐκ  ᾤμην  αὐτὰ  ἔχειν  ὑπερβολήν·  ἀλλ'  ὅμως  ἐπελθόντα  τὰ  σήμερον ἀναγνωσθέντα πολὺ πλέον ἐκείνων ἐφάνησαν λαμπρότερα. Τίνα δέ εἰσι τὰ σήμερον ἀναγνωσθέντα; Ὅτι Πάντες μὲν παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ· γέγραπται γὰρ, Ζῶ ἐγὼ, λέγει  Κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ. Ἄρα οὖν ἕκαστος ἡμῶν περὶ αὑτοῦ λόγον  δώσει τῷ Θεῷ. Βλέπε, οὐκ εἶπεν ἁπλῶς, Προσκυνήσει ἕκαστος, ἀλλὰ καὶ Ἐξομολογήσεται ἕκαστος,  τουτέστιν,  εὐθύνας  δώσει  τῶν  πεπραγμένων.   Ἔσο τοίνυν,   ἄνθρωπε, ἐναγώνιος πάντοτε, τὸν κοινὸν ∆εσπότην ὁρῶν ἐπὶ τοῦ βήματος καθήμενον, καὶ μὴ σχίζε καὶ μέριζε τὴν Ἐκκλησίαν, τῆς χάριτος ἀποῤῥηγνύμενος· καὶ γὰρ ὁ Χριστὸς καὶ σὲ καὶ πᾶσαν τὴν ἀνθρωπίνην  φύσιν ἀπαιτήσει λόγον. Ἵνα δὲ μὴ δόξῃ ὡς ἐπίτηδες φοβῶν ἡμᾶς ταῦτα λέγειν, ἐκ τῆς προκειμένης ἀκολουθίας πάλιν ἔχεται τῆς αὐτῆς  ὑποθέσεως,  λέγων·  Μηκέτι οὖν  ἀλλήλους  κρίνωμεν,  ἀλλὰ  τοῦτο  κρίνετε μᾶλλον, τὸ μὴ τιθέναι τινὰ πρόσκομμα τῷ ἀδελφῷ  αὐτοῦ ἢ σκάνδαλον. Τοῦτο δὲ οὐκ ἐκείνου  μᾶλλόν  ἐστιν, ἢ τούτου. ∆ιὸ ἀμφοτέροις  ἁρμόζειν δύναται,  καὶ τοῦ τελείου σκανδαλιζομένου τῇ τῶν βρωμάτων παρατηρήσει, καὶ τοῦ ἀτελοῦς προσκόπτοντος ἐπὶ τῇ σφοδρᾷ ἐπιπλήξει. Σὺ δέ μοι σκόπει, ἀγαπητὲ, πόσην δώσομεν τιμωρίαν οἱ σκανδαλίζοντες ἁπλῶς. Εἰ γὰρ ἔνθα παράνομον ἦν τὸ γινόμενον, διὰ τὸ ἀκαίρως ἐπιτιμᾷν, ἐκώλυσε τοῦτο γίνεσθαι, ὥστε μὴ σκανδαλισθῆναι καὶ προσκόψαι τὸν ἀδελφὸν, ὅταν μηδὲ διορθοῦντες σκανδαλίζωμέν τινα, τίνος ἐσμὲν ἄξιοι; Εἰ γὰρ τὸ μὴ σῶσαι, ἔγκλημα (καὶ δείκνυσιν ὁ τὸ τάλαντον κατορύξας), τὸ σκανδαλίσαι τί οὐκ ἐργάζεται; Τί οὖν, ἐὰν οἴκοθεν, φησὶ, σκανδαλίζηται ἀσθενὴς ὤν; ∆ι' αὐτὸ μὲν οὖν  τοῦτο  ἂν  εἴη  δίκαιον  πάντα  ὑπομένειν.  Εἰ γὰρ 
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>
 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |