α´. Μαρτυρίαι ἐκ τῶν Πατέρων τῆς Ἐκκλησίας
Ὁ Ἅγιος Ἰωάννης ὁ Δαμασκηνὸς ὁμιλῶν περὶ τῶν ὑπὸ τῆς Ἐκκλησίας τελουμένων ἱερῶν μνημοσύνων ἐν τῷ λόγῳ αὐτοῦ «Περὶ τῶν ἐν πίστει κεκοιμημένων» (τόμ. Α´. σελ. 585-595) ἀναπτύσσει θαυμασίως τὸ περὶ μνημοσύνων κεφάλαιον ὡς ἑξῆς: «Ἴδετε γὰρ τί φησιν ἡ θεία Γραφή: Ὡς Ἰούδας ὁ Μακκαβαῖος ἐν τῇ Σιὼν τῇ πόλει τοῦ Βασιλέως τοῦ Μεγάλου, ὁπηνίκα τεθανατωμένον εἶδε τὸν ὑπ᾿ αὐτῶν λαὸν ὑπὸ τῶν ἀλλοφύλων ἐχθρῶν, ἐρευνήσας αὐτῶν τοὺς κόλπους καὶ τούτων ἔνδοθεν εὑρὼν εἰδωλεῖα, ἑξιλασμὸν αὐτίκα ὑπὲρ ἑκάστου τούτων πρὸς τὸν εἰς οἶκτον ἕτοιμον Κύριον προσενήνοχε. πανευσεβῶς ποιήσας καὶ φιλαδέλφως λίαν», ὅθεν καὶ παρὰ τῇ θείᾳ Γραφῇ, ὡς ἐν πᾶσι, καὶ ἐν τούτῳ τεθαύμασται. Οἱ δέ γε μύσται καὶ αὐτόπται τοῦ λόγου, οἱ τὸν τοῦ κόσμου γύρον ζωγρήσαντες μαθηταὶ τοῦ Σωτῆρος καὶ θεῖοι Ἀπόστολοι, ἐπὶ τῶν φρικτῶν καὶ ἀχράντων καὶ ζωοποιῶν μυστηρίων μνήμην ποιεῖσθαι τῶν πιστῶς κοιμηθέντων ἐθέσπισαν, ὃ καὶ κατέχει βεβαίως καὶ λίαν, ἀναντιρρήτως ἡ του Χριστοῦ καὶ Θεοῦ ἀπὸ περάτων μέχρι περάτων Ἀποστολικὴ καὶ Καθολικὴ Ἐκκλησία ἔκτοτε μέχρι τοῦ νῦν καὶ τῆς τοῦ κόσμου λήξεως ἄχρι, οὐκ ἀλογίστως πάντως, οὐδὲ ματαίως, οὐδὲ εἴκῃ καὶ ὡς ἔτυχε, τοῦτο θεσπίσαντες. Οὐδὲν γὰρ ἀνόνητον ἡ τῶν Χριστιανῶν ἀπλανὴς θρησκεία παρείληφε καὶ εἰς αἰῶνα κατέσχεν ἀπαρασάλευτον, ἀλλὰ πάντα ἐπωφελῆ καὶ θεάρεστα καὶ λίαν ὀνησιφόρα, καὶ σωτηρίας μεγίστης πρόξενα». «Μετὰ δὲ τοῦτον αὖθις ὁ τῆς θεολογίας ἐπώνυμος θεορρήμων Γρηγόριος ἐν τῷ εἰς Καισάριον τὸν ἀδελφὸν ἐπιταφίῳ λόγῳ, περὶ τῆς ἰδίας μητρός,
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>


















