Ἡ θεία Εὐχαριστία εἶναι μυστήριον, ἐν ᾧ ὑπὸ τὰ εἴδη τοῦ ἄρτου καὶ τοῦ οἴνου ἀληθῶς καὶ κυρίως μεταδίδοται τοῖς μεταλαμβάνουσι τὸ σῶμα καὶ αἷμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅστις ἀοράτως ἐστὶ παρὼν ἐν τῷ μυστηρίῳ. Ὁ Ἰὼβ ἐν τῷ περὶ Ὀφφικίων λέγει: «Εὐχαριστία ἐστὶ μυστήριον λήψεως τοῦ μετουσιωθέντος ἄρτου καὶ οἴνου εἰς τὴν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ σάρκα καὶ αἷμα, ἅπερ ἐναργῶς παριστῶσι τὴν ταφὴν καὶ τὴν τοῦ Κυρίου ἀνάστασιν». Τὸ Μυστήριον τῆς Εὐχαριστίας λέγεται λειτουργία, διότι πᾶς ἱερεὺς καὶ πᾶσα τέλεσις τοῦ μυστηρίου ὑπὲρ παντὸς τοῦ πιστοῦ λαοῦ γίνεται καὶ ὑπὲρ πάντων τῶν ζώντων καὶ ἐν Χριστῷ κεκοιμημένων ἐν τῷ Θεῷ προσφέρεται. Τὴν λειτουργίαν ταύτην πρῶτος ἐτέλεσεν ὁ ἄκρος καὶ μόνος ἅγιος Ἀρχιερεύς, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὅστις προσήγαγε θυσίαν ἑαυτὸν τῷ Θεῷ καὶ Πατρί, θύτης καὶ θῦμα γενόμενος. Ἡ λειτουργία λέγεται καὶ διακονία, ὑπηρεσία, ὑπουργία, ἱερουργία, λέγεται ἔτι θυσία ἀναίμακτος, προσφορὰ καὶ λατρεία λογική, τίμια δῶρα καὶ ἁγία κοινωνία. Τελικὸν αἴτιον τῆς θείας λειτουργίας εἶναι τὸ μεταβαλεῖν τὴν τοῦ ἄρτου καὶ τοῦ οἴνου οὐσίαν καὶ γενέσθαι αὐτὰ σάρκα καὶ αἷμα Χριστοῦ.
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>


















