ΑΠΟ ΤΗΝ «ΒΥΖΑΝΤΙΝΗΝ ΙΣΤΟΡΙΑΝ» ΤΟΥ ΔΟΥΚΑ
ΔΥΟ ΙΣΤΟΡΙΚΑ ΚΕΙΜΕΝΑ
α) Αἱ πρὸ τῆς ᾽Αλώσεως διαπραγματεύσεις
«Τὴν δὲ πόλιν σοι δοῦναι οὔτ’ ἐμόν ἐστιν οὔτ’ ἄλλου τῶν κατοικούντων ἐν αὐτῆ... »
Ἀπαρτίσας οὗν τὰ πάντα, ὡς αὐτῷ ἐδόκει καλῶς, ἔπεμψεν (ὁ Μωάμεθ) ἔνδον λέγων τῷ βασὶλεῖ :
« Γίνωσκε τὰ τοῦ πολέμου ἤδη ἀπηρτίσθαι, καὶ καιρός ἐστιν ἀπὸ τοῦ νῦν πρᾶξαι τὸ ἐνθυμηθὲν* πρὸ πολλοῦ παρ’ ἡμῖν νῦν, τὴν δὲ ἔκβασιν τοῦ σκοποῦ τῷ Θεῷ ἀφίεμεν. Τί λέγεις; Βούλει καταλείπειν τὴν πόλιν καἵ ἀπελθεῖν ἔνθα καὶ βούλει μετὰ τῶν σῶν ἀρχόντων καὶ τῶν ὑπαρχόντων αὐτοῖς, καταλιπὼν τὸν δῆμον ἀζήμιον εἶναι καὶ παρ’ ἡμῶν καὶ παρὰ σοῦ, ἢ ἀντιστῆναι καὶ σὺν τῆ, ζωῇ καὶ τὰ ὑπάρχοντα ἀπολέσεις, σύ τε καὶ οἱ μετὰ σοῦ, ὁ δὲ δῆμος αἰχμαλωτισθεὶς παρὰ τῶν Τούρκων διασπαρῶσιν ἐν πάσῃ τῇ γῇ; ».
Ὁ βασιλεὺς δὲ ἀπεκρίνατο σὺν τῇ συγκλήτῳ:
« Εἰ μέν βούλει, καθὼς οἱ πατέρες σου ἔζησαν, εἰρηνικῶς σὺν ἡμῖν συζῆναι καὶ σύ, τῷ Θεῷ χάρις. ᾽Εκεῖνοι γὰρ τοὺς ἐμοὺς γονεῖς ὡς πατέρας ἐλόγιζον καὶ οῦτως ἐτίμων, τὴν δὲ πόλιν ταύτην ὡς πατρίδα. Καὶ γὰρ ἐν καὶρῷ περιστάσεως ἄπαντες ἐντὸς ταύτης εἰσιόντες ἐσώθησαν, καὶ οὐδεὶς ὁ ἀντισταίνων ἐμακροβίω. ῎Εχε δὲ καὶ τὰ παρ᾽ ἡμῖν ἀρπαχθέντα ἀδίκως κάστρα καὶ γῆν ὡς δίκαια, καὶ ἀπόκοψον καὶ τοὺς φόρους τόσους, ὅσους κατὰ τὴν ἡμετέραν δύναμιν κατ’ ἔτος τοῦ δοῦναί σοι, καὶ ἄπελθε ἐν εἰρήνῃ. Τί γὰρ οἶδας, εἴ θαρρῶν κερδᾶναι εὑρεθῇς κερδανθείς; Τὸ δὲ τὴν πόλιν σοι δοῦναι οὔτ’ ἐμόν ἔστιν οὔτ’ ἄλλου τῶν κατοικούντων ἐν ταύτῃ˙ κοινῇ γὰρ γνώμῃ πάντες αὐτοπροαιρέτως ἀποθανοῦμεν καὶ οὐ φεισόμεθα τῆς ζωῆς ἡμῶν».
Ταῦτα ἀκούσας ὁ τύραννος, καὶ ἀπογνοὺς τὴν εἰρηνικὴν τῆς πόλεως παραδοσίαν, ὥρισε διαλαλίας γενέσθαὶ ἐν πάσῃ τῇ στρατιᾷ καὶ ἐδήλωσε τὴν ἡμέραν τοῦ πολέμου, ὀμόσας ὡς οὐκέτι ἄλλο χρῄζει κέρδος πλὴν τὰς οἰκοδομὰς καὶ τὰ τείχη τῆς πόλεως, « τὸν δὲ ἄλλον ἄπαντα θησαυρὸν καὶ αἰχμαλωσίαν ἔστωσαν ὑμῶν κέρδη ». Τότε οἱ πάντες εὐφήμησαν.
(ΔΟΥΚΑ, Βυζαντινὴ ῾Ιστορία, ἔκδ. Βόννης, 1834 κεφ. 39 )
β) Ὁ θρῆνος
Εἰς τὸ κατωτέρω ἀπόσπασμα τῆς «Βυζαντινῆς ῾Ιστορίας» του ὁ Δούκας ἐκσπᾷ είς θρῆνον, εἰς τὸν ὁποῖον ἐκφράζει τὸν πόνον καὶ τὴν ὀδύνην τῆς ἐθνικῆς ψυχῆς διὰ τὴν μεγάλην συμφορὰν καὶ ἀπαριθμεῖ τὰς γενομόνας καταστροφὰς τῆς Βασιλίδος τῶν πόλεων.
῟Ω πόλις, πόλις, πόλεων πασῶν κεφαλή! ῏Ω πόλις, πόλις, κέντρον τῶν τεσσάρων τοῦ κόσμου μερῶν! ῏Ω πόλις, πόλις, χριστιανῶν καύχημα καὶ βαρβάρων ἀφανισμός! ῏Ω πόλις, πόλις, ἄλλη παράδεισος φυτευθεῖσα πρὸς δυσμάς, ἔχουσα ἔνδον φυτὰ παντοῖα βρίθοντα καρποὺς πνευματικούς! Ποῦ σοῦ τὸ κάλλος παρέδυσε; Ποῦ σοῦ ἡ τῶν χαρίτων τοῦ πνεύματος εὐεργετικὴ ρῶσὶς ψυχῆς τε καὶ σώματος; Ποῦ τὰ τῶν Ἀποστόλων τοῦ Κυρίου μου σώματα, ἔχοντα ἐν μέσῳ τὸ πορφυροῦν ἱμάτιον, τὴν λόγχην, τὸν σπόγγον, τὸν κάλαμον, ἅτινα ἀσπαζόμενοι ἐφανταζόμεθα τὸν ἐν τῷ Σταυρῷ ὑψωθέντα ὁρᾶν; Ποῦ τὰ τῶν ὁσίων λείψανα, ποῦ τὰ τῶν μαρτύρων; Ποῦ τὰ τοῦ Μεγάλου Κωνσταντίνου καὶ τῶν λοιπῶν βασιλέων πτώματα; Αἱ ἀγυιαί, τὰ περίαυλα, αἱ τρίοδοι, οἱ ἀγροί, οἱ τῶν ἀμπέλων περιφραγμοί, τὰ πάντα πλήρη καὶ μεστὰ λειψάνων ἁγίων, σωμάτων εὐγενῶν, σωμάτων ἀγνῶν, ἀσκητῶν, ἀσκητριῶν. ῏Ω τῆς ζημίας! ῎Εθεντο, Κύριε, τὰ θνησιμαῖα* τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς κύκλῳ τῆς νέας Σιών, καὶ οὐκ ἦν ὁ θάπτων.
῟Ω ναέ! ὧ ἐπίγεὶε οὐρανέ, ὦ οὐράνιον θυσιαστήριον, ὧ θεῖα καὶ ἵερὰ τεμένη, ὧ κάλλος ἐκκλησιῶν, ὦ βίβλοι ἱεραῖ καὶ Θεοῦ λόγια, ὦ νόμοι παλαιοί τε καὶ νέοι, ὦ πλάκες γραφεῖσαι Θεοῦ δακτύλῳ, ὦ εὐαγγέλια λαληθέντα Θεοῦ στόματι, ὦ Θεολογίαι σαρκοφόρων ἀγγέλων, ὦ διδασκαλίαι πνευματοφόρων ἀνθρώπων, ὦ παιδαγωγίαι ἡμιθέων ἡρώων, ὦ πολιτεία, ὦ δῆμος, ὦ στρατός, ὑπὲρ μέτρον τὸ πρίν, νῦν δὲ ἀφανισθεὶς ὡς ποντιζομένη ναῦς ἐν τῷ πλεῖν. ῟Ω οἰκίαι
καὶ παντοδαπὰ παλάτια καὶ ἱερὰ τείχη, σήμερον συγκαλῶ πάντα καὶ ὡς ἔμψυχα συνθρηνῶ, τὸν ῾Ιερεμίαν ἔχων ἔξαρχον τῆς ἐλεεινῆς τραγωδίας...
Οὖτοι οἱ θρῆνοι καὶ οἱ κοπετοί, οὓς ἐκόψατο ἐν τῇ ἁλώσει τῆς Παλαιᾶς ῾Ιερουσαλήμ, οἶμαι δὲ καὶ περὶ νέας, καλῶς τὸ πνεῦμα τῷ προφήτῃ ὑπέδειξε. Ποία τοίνυν γλῶσσα ἐξισχύσει τοῦ εἰπεῖν καὶ λαλῆσαι τὴν γευομένην ἐν τῇ πόλει συμφορὰν καὶ τὴν δεινὴν αἰχμαλωσίαν καὶ τὴν πὶκρὰν μετοικίαν... Φρῖξον ἥλιε, καὶ σύ, γῆ, στέναξον εἰς τὴν παντελῆ ἐγκατάλειψιν τῶν γενομένων ἐν τῇ ἡμετέρᾳ γενεᾷ παρὰ τοῦ δικαιοτάτου Θεοῦ διὰ τὰς ἁμαρτίας ἡμῶν. Οὐκ ἐσμὲν ἄξιοι ἀτενίσαι τὸ ὄμμα εἰς τὸν οὐρανόν, εἰ μὴ μόνον κάτω νενευκότες καὶ εἰς γῆν τὰ πρόσωπα θέντες κράξομεν : « Δίκαιος εἶ, Κύριε, καὶ δικαία ἡ κρίσις Σου...».
Μεθ’ ἡμέρας οὖν τρεῖς τῆς ἁλώσεως ἀπέλυσεν (ὁ τύραννος) τὰ πλοῖα, πορεύεσθαι ἔκαστον εἰς τὴν αὐτῶν ἐπαρχίαν καὶ πόλιν, φέροντα φόρτον, ὥστε βυθίζεσθαι. ῾Ο δὲ φόρτος τί; ῾Ιματισμὸς πολυτελής, σκεύη ἀργυρᾶ, χρυσᾶ, χαλκᾶ, καττιτερένια, βιβλία ὑπὲρ ἀριθμόν, αἰχμάλωτοι καὶ ἱερεῖς καὶ λαϊκοὶ καὶ μονάζουσαι καὶ μονα- χοί. Τὰ πάντα πλήρη φόρτου, αἱ δὲ σκηναὶ τοῦ φουσσάτου πλήρεις αἰχμαλωσίας καὶ τῶν ἄνωθεν ἀριθμηθέντων παντοίων εἰδῶν.
Καὶ ἦν ἰδεῖν ἐν μέσῳ τῶν βαρβάρων ἔνα φοροῦντα σάκκον ἀρχιερατικόν, καὶ ἔτερον ζωννύμενον ἐπιτραχήλιον χρυσοῦν, ἔλκοντα κύνας ἐνδεδημένους... Ἄλλοι ἐν συμποσίοις καθήμενοι καὶ τοὺς ἱεροὺς δίσκους ἔμπροσθεν σὺν διαφόροις ὀπώραις ἐσθίοντες, καὶ τὸν ἄκρατον πίνοντες ἀπὸ τῶν ἱερῶν κρατήρων. Τὰς δὲ βίβλους ἁπάσας ὑπὲρ ἀριθμὸν ὑπερβαινούσας, ταῖς ἀμάξαις φορτηγήσαντες ἁπανταχοῦ ἐν τῇ ᾽Ανατολῇ καὶ Δύσει διέσπειραν.
Δι’ ἐνὸς νομίσματος δέκα βίβλοι ἐπιπράσκοντο, ἀριστοτελικοί, πλατωνικοί, θεολογικοὶ καὶ ἄλλο πᾶν εἶδος βιβλίου Εὐαγγέλια μετὰ κόσμου παντοίου ὑπὲρ μέτρον, ἀνασπῶντες τὸν χρυσὸν καὶ τὸν ἄργυρον, ἄλλα ἐπώλουν, ἄλλα ἔρριπτον. Τὰς εἰκόνας πυρὶ παρεδίδουν· σὺν τῆ, ἀναφθείσῃ φλογὶ κρέη ἑψῶντες ἤσθιον.
ΔΟΥΚΑ, Βυζαντινὴ ᾽Ιστορία, ἔκδ. Βόννης 1834
ΧΡΟΝΙΚΟΝ
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>


















