Εμφάνιση αναρτήσεων με ετικέτα εις την προς ρωμαιους επιστολή - ιωάννης χρυσόστομος. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα εις την προς ρωμαιους επιστολή - ιωάννης χρυσόστομος. Εμφάνιση όλων των αναρτήσεων

Πέμπτη 6 Ιουνίου 2013

ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ.

0 σχόλια


In epistulam ad Romanos (homiliae 1-32)
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ.
αʹ.  Συνεχῶς  ἀκούων  ἀναγινωσκομένων   τῶν   Ἐπιστολῶν  τοῦ  μακαρίου Παύλου, καὶ καθ' ἑκάστην ἑβδομάδα δὶς, πολλάκις δὲ καὶ τρὶς καὶ τετράκις, ἡνίκα ἂν μαρτύρων ἁγίων μνήμας ἐπιτελῶμεν, χαίρω μὲν τῆς σάλπιγγος ἀπολαύων τῆς πνευματικῆς,   καὶ   διανίσταμαι,   καὶ   θερμαίνομαι   τῷ   πόθῳ,   τὴν   ἐμοὶ   φίλην ἐπιγινώσκων φωνὴν, καὶ μονονουχὶ παρόντα αὐτὸν δοκῶ φαντάζεσθαι, καὶ διαλεγόμενον  ὁρᾷν· ἀλγῶ  δὲ καὶ ὀδυνῶμαι,  ὅτι  τὸν  ἄνδρα τοῦτον  οὐχ  ἅπαντες ἴσασιν,  ὥσπερ  εἰδέναι  χρὴ,  ἀλλ'  οὕτω  τινὲς  αὐτὸν  ἀγνοοῦσιν,  ὡς  μηδὲ  τῶν Ἐπιστολῶν τὸν ἀριθμὸν εἰδέναι σαφῶς. Τοῦτο δὲ γίνεται  οὐ παρὰ ἀμαθίαν, ἀλλὰ παρὰ τὸ μὴ βούλεσθαι συνεχῶς ὁμιλεῖν τῷ μακαρίῳ τούτῳ. Οὐδὲ γὰρ ἡμεῖς ὅσαπερ ἴσμεν, εἴπερ τινὰ ἴσμεν, δι' εὐφυΐαν καὶ ὀξύτητα διανοίας ἐπιστάμεθα, ἀλλὰ διὰ τὸ συνεχῶς  ἔχεσθαι  τοῦ  ἀνδρὸς,  καὶ  σφόδρα  διακεῖσθαι  περὶ  αὐτόν. 

Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

ΟΜΙΛΙΑ Αʹ.

0 σχόλια


In epistulam ad Romanos (homiliae 1-32)
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ.
ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ.

ΟΜΙΛΙΑ Αʹ.

Παῦλος,  δοῦλος  Ἰησοῦ  Χριστοῦ, κλητὸς  ἀπόστο  λος,  ἀφωρισμένος   εἰς Εὐαγγέλιον Θεοῦ, ὃ προ επηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις. αʹ. Μωϋσῆς μὲν πέντε βιβλία συγγράψας, οὐδαμοῦ τὸ ὄνομα τὸ ἑαυτοῦ τέθεικεν, οὐδὲ οἱ μετ'  ἐκεῖνον  τὰ μετ'  ἐκεῖνον  συνθέντες,  ἀλλ'  οὐδὲ Ματθαῖος, οὐδὲ Ἰωάννης,  οὐ Μάρκος, οὐ Λουκᾶς· ὁ δὲ μακάριος Παῦλος πανταχοῦ  τῶν  ἐπιστολῶν  αὐτοῦ  τὸ ὄνομα αὐτοῦ προτίθησι. Τί δήποτε; Ὅτι ἐκεῖνοι μὲν παροῦσιν ἔγραφον, καὶ περιττὸν ἦν ἑαυτοὺς δηλοῦν παρόντας· οὗτος δὲ διὰ μακροῦ τὰ γράμματα διεπέμπετο, καὶ ἐν ἐπιστολῆς σχήματι· διὸ καὶ ἀναγκαία ἦν ἡ τοῦ ὀνόματος 
προσθήκη.
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

ΟΜΙΛΙΑ Βʹ.

0 σχόλια



In epistulam ad Romanos (homiliae 1-32)
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ.
ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ.


ΟΜΙΛΙΑ Βʹ.

Πρῶτον μὲν εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χρι στοῦ ὑπὲρ πάντων ὑμῶν, ὅτι ἡ πίστις ὑμῶν κατ αγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ. αʹ. Πρέπον τῇ μακαρίᾳ ψυχῇ τὸ προοίμιον, καὶ ἱκανὸν ἅπαντας παιδεῦσαι καὶ ἔργων καὶ λόγων ἀγαθῶν ἀπάρχεσθαι τῷ Θεῷ, καὶ μὴ μόνον ὑπὲρ τῶν οἰκείων, ἀλλὰ καὶ ὑπὲρ τῶν ἀλλοτρίων εὐχαριστεῖν κατορθωμάτων,  ὃ καὶ φθόνου  καὶ βασκανίας καθαρὰν ποιεῖ τὴν  ψυχὴν,  καὶ τὸν Θεὸν ἐπισπᾶται μειζόνως πρὸς τὴν τῶν εὐχαριστούντων  εὔνοιαν. ∆ιὸ καὶ ἀλλαχοῦ φησιν· Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ  πνευματικῇ.  Εὐχαριστεῖν δὲ δεῖ οὐχὶ  πλουτοῦντας  μόνον, ἀλλὰ  καὶ πενομένους,  οὐχ ὑγιαίνοντας,  ἀλλὰ  καὶ νοσοῦντας, οὐκ εὐημεροῦντας, ἀλλὰ καὶ τἀναντία ὑπομένοντας· τὸ μὲν γὰρ ἐξ οὐρίας τῶν πραγμάτων φερομένων εὐχαριστεῖν,  θαυμαστὸν  οὐδέν·  ὅταν  δὲ  πολὺ  τὸ  κλυδώνιον   ᾖ,  καὶ  τὸ  σκάφος

Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

ΟΜΙΛΙΑ Γʹ

0 σχόλια
In epistulam ad Romanos (homiliae 1-32)
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ.
ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ.

 ΟΜΙΛΙΑ Γʹ.

Ἀποκαλύπτεται γὰρ ὀργὴ Θεοῦ ἀπ' οὐρανοῦ ἐπὶ πᾶ σαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων  τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων.  αʹ. Ὅρα τὴν Παύλου σύνεσιν, πῶς ἀπὸ τῶν χρηστοτέρων προτρέψας, ἐπὶ τὰ φοβερώτερα τρέπει τὸν λόγον. Εἰπὼν γὰρ, ὅτι σωτηρίας αἴτιον τὸ Εὐαγγέλιον, ὅτι ζωῆς, ὅτι Θεοῦ δύναμις, ὅτι σωτηρίας καὶ δικαιοσύνης ποιητικὸν,  λέγει καὶ τὰ φοβῆσαι δυνάμενα τοὺς οὐ προσέχοντας.
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

ΟΜΙΛΙΑ ∆ʹ.

0 σχόλια


In epistulam ad Romanos (homiliae 1-32)
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ.
ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ.
 ΟΜΙΛΙΑ ∆ʹ.


∆ιὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτι μίας. Αἵ τε γὰρ θήλειαι αὐτῶν  μετήλλαξαν  τὴν  φυσικὴν  χρῆσιν  εἰς  τὴν  παρὰ φύσιν.  Ὁμοίως  δὲ καὶ  οἱ ἄῤῥενες, ἀφέντες τὴν φυσικὴν χρῆσιν 60.416 τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους. Πάντα μὲν οὖν ἄτιμα τὰ πάθη, μάλιστα δὲ ἡ κατὰ 60.417 τῶν ἀῤῥένων μανία· καὶ γὰρ πάσχει ἐν τοῖς ἁμαρτήμασιν ἡ ψυχὴ μᾶλλον καὶ καταισχύνεται,  ἢ  τὸ  σῶμα  ἐν  τοῖς  νοσήμασι. Θέα δὲ  πῶς  αὐτοὺς  καὶ  ἐνταῦθα συγγνώμης  ἀποστερεῖ, καθάπερ ἐπὶ τῶν  δογμάτων,  ἐπὶ μὲν  τῶν  θηλειῶν  εἰπὼν,
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

ΟΜΙΛΙΑ Εʹ.

0 σχόλια




In epistulam ad Romanos (homiliae 1-32)
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ.
ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ.


ΟΜΙΛΙΑ Εʹ.

Καθὼς οὐκ ἐδοκίμασαν τὸν  Θεὸν ἔχειν  ἐν ἐπιγνώ  σει, παρέδωκεν  ὁ Θεὸς αὐτοὺς  εἰς  ἀδόκιμον  νοῦν,  ποιεῖν  τὰ  μὴ  καθήκοντα.  αʹ. Ἵνα  μὴ  δόξῃ  αὐτοὺς αἰνίττεσθαι,  ἐπὶ πολὺ τῷ τῆς παιδεραστίας ἐνδιατρίβων  λόγῳ, μετέβη λοιπὸν  ἐφ' ἕτερα εἴδη ἁμαρτημάτων· διὸ καὶ ἐφ' ἑτέρων προσώπων προάγει τὸν λόγον ἅπαντα. Καὶ ὥσπερ ἀεὶ τοῖς πιστοῖς διαλεγόμενος περὶ ἁμαρτημάτων, καὶ βουλόμενος ταῦτα δεῖξαι φευκτὰ, παράγει εἰς μέσον τὰ ἔθνη, λέγων· Μὴ ἐν πάθει ἐπιθυμίας, καθάπερ καὶ τὰ λοιπὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν· καὶ πάλιν, Μὴ λυπεῖσθε, ὥσπερ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα· οὕτω καὶ ἐνταῦθα δείκνυσιν ἐκείνων τὰ ἁμαρτήματα ὄντα, καὶ πάσης αὐτοὺς
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

ΟΜΙΛΙΑ ΣΤ ʹ.

0 σχόλια




In epistulam ad Romanos (homiliae 1-32)
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ.
ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ.
 

ΟΜΙΛΙΑ ΣΤ ʹ.

Ἴδε, σὺ Ἰουδαῖος ἐπονομάζῃ, καὶ ἐπαναπαύῃ τῷ νόμῳ, καὶ καυχᾶσαι ἐν Θεῷ, καὶ γινώσκεις  τὸ θέλημα, καὶ δοκιμάζεις  τὰ διαφέροντα,  κατ ηχούμενος  ἐκ τοῦ νόμου. αʹ. Εἰπὼν, ὅτι οὐδὲν λείπει τῷ Ἕλληνι πρὸς τὸ σωθῆναι, ἐὰν τοῦ νόμου ᾖ ποιητὴς, καὶ τὴν θαυμαστὴν σύγκρισιν ποιησάμενος ἐκείνην, τίθησι λοιπὸν καὶ τὰ σεμνὰ τῶν Ἰουδαίων, ἀφ' ὧν κατὰ τῶν Ἑλλήνων 60.432 ἐφρόνουν. Καὶ πρῶτον αὐτὸ τὸ  ὄνομα  ὃ  σφόδρα  σεμνὸν  ἦν,  ὥσπερ  νῦν  ὁ  Χριστιανισμός· καὶ  γὰρ  ἀπὸ  τῆς προσηγορίας πολλὴ ἦν ἡ διαφορὰ καὶ τότε· διὸ καὶ ἐντεῦθεν ἄρχεται. Καὶ ὅρα πῶς αὐτὸ καθαιρεῖ. Οὐ γὰρ εἶπε, Σὺ Ἰουδαῖος εἶ, ἀλλ', Ἐπονομάζῃ, καὶκαυχᾶσαι ἐν Θεῷ· τουτέστιν,  ὡς  φιληθεὶς   παρ'  αὐτοῦ,  καὶ  προτιμηθεὶς  τῶν   ἄλλων   ἀνθρώπων. Ἐνταῦθα δέ μοι ἠρέμα δοκεῖ εἰς ἀπόνοιάν τε αὐτοὺς σκώπτειν,
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

ΟΜΙΛΙΑ Ζʹ.

0 σχόλια




In epistulam ad Romanos (homiliae 1-32)
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ.
ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ.


ΟΜΙΛΙΑ Ζʹ.

Τί οὖν;  προεχόμεθα;  Οὐ πάντως·  προῃτιασά  μεθα  γὰρ  Ἰουδαίους  τε  καὶ Ἕλληνας πάντας ὑφ' ἁμαρτίαν εἶναι· καθὼς γέγραπται· Οὐκ ἔστι δίκαιος οὐδὲ εἷς, οὐκ  ἔστιν  ὁ  συνιῶν,  οὐκ  ἔστιν  ὁ  ἐκζητῶν  τὸν  Θεόν. Πάντες  ἐξέκλιναν,  ἅμα ἠχρειώθησαν· οὐκ ἔστι ποιῶν χρηστότη τα, οὐκ ἔστιν ἕως ἑνός. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦ σαν, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει, ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα· σύντριμμα
 καὶ ταλαιπω ρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν· οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι  τῶν  ὀφθαλμῶν  αὐτῶν.  αʹ.
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

ΟΜΙΛΙΑ Ηʹ.

0 σχόλια



In epistulam ad Romanos (homiliae 1-32)
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ.
ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ.



ΟΜΙΛΙΑ Ηʹ.

Τί οὖν ἐροῦμεν Ἀβραὰμ τὸν πατέρα ἡμῶν  εὑρη κέναι κατὰ σάρκα; Εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ' οὐ πρὸς τὸν Θεόν. αʹ. Εἰπὼν, ὅτι ὑπόδικος ἐγένετο ὁ κόσμος τῷ Θεῷ, καὶ ὅτι πάντες ἥμαρτον, καὶ ὅτι οὐκ ἔνι σωθῆναι ἑτέρως, ἀλλ' ἢ διὰ πίστεως, σπουδάζει δεῖξαι λοιπὸν, ὅτι οὐδὲ αἰσχύνης ἡ σωτηρία αὕτη, ἀλλὰ καὶ δόξης λαμπρᾶς αἰτία, καὶ μείζονος τῆς διὰ τῶν ἔργων. Ἐπειδὴ γὰρ τὸ μετ' αἰσχύνης  σώζεσθαι εἶχέ τινα  καὶ ἀθυμίαν,  καὶ ταύτην  ἀναιρεῖ  τὴν  ὑποψίαν λοιπόν· καίτοι γε καὶ ἤδη αὐτὸ ᾐνίξατο, οὐ σωτηρίαν μόνον, ἀλλὰ καὶ δικαιοσύνην καλέσας·  ∆ικαιοσύνη  γὰρ  Θεοῦ, φησὶν,  ἐν  αὐτῷ  ἀποκαλύπτεται·  ὁ  γὰρ  οὕτω σωζόμενος, ὡς δίκαιος μετὰ παῤῥησίας σώζεται. Καὶ οὐ δικαιοσύνην μόνον, ἀλλὰ καὶ ἔνδειξιν  Θεοῦ· Θεὸς δὲ ἐν  τοῖς  ἐνδόξοις  ἐνδείκνυται  καὶ λαμπροῖς  καὶ μεγάλοις.
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

ΟΜΙΛΙΑ Θʹ.

0 σχόλια




In epistulam ad Romanos (homiliae 1-32)
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ.
ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ.



ΟΜΙΛΙΑ Θʹ.

Οὐκ ἐγράφη δὲ δι' αὐτὸν μόνον, ὅτι ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην· ἀλλὰ καὶ δι' ἡμᾶς, οἷς μέλλει  λογίζεσθαι, τοῖς  πιστεύουσιν  ἐπὶ  τὸν  ἐγείραντα  Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν. αʹ. Πολλὰ καὶ μεγάλα περὶ τοῦ Ἀβραὰμ εἰπὼν, καὶ περὶ τῆς πίστεως αὐτοῦ καὶ τῆς δικαιοσύνης καὶ τῆς παρὰ τοῦ Θεοῦ τιμῆς, ἵνα μὴ λέγῃ ὁ ἀκροατὴς, Καὶ τί πρὸς ἡμᾶς; ἐκεῖνος γάρ ἐστιν ὁ δικαιωθείς· ἵστησιν ἡμᾶς ἐγγὺς τοῦ πατριάρχου πάλιν. Τοσαύτη τῶν πνευματικῶν  λόγων ἡ δύναμις. Τὸν γὰρ ἐξ ἐθνῶν, τὸν ἄρτι προσελθόντα, τὸν οὐδὲν ἐργασάμενον, οὐ μόνον τοῦ Ἰουδαίου τοῦ πιστοῦ οὐδὲν  ἔφησεν  ἔλαττον  ἔχειν,  ἀλλ'  οὐδὲ  τοῦ  πατριάρχου·  μᾶλλον  δὲ, εἰ  χρή  τι θαυμαστὸν εἰπεῖν, καὶ πολλῷ πλέον. Τοσαύτη γὰρ ἡμῶν ἡ εὐγένεια, ὡς τὴν ἐκείνου πίστιν τῆς ἡμετέρας τύπον εἶναι. Καὶ οὐκ εἶπεν, Εἰ δὲ ἐκείνῳ ἐλογίσθη, εἰκὸς ὅτι καὶ ἡμῖν,  ἵνα  μὴ  ποιήσῃ  αὐτὸ  συλλογισμόν·
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

ΟΜΙΛΙΑ Ιʹ.

0 σχόλια




In epistulam ad Romanos (homiliae 1-32)
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ.
ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ.


.ΟΜΙΛΙΑ Ιʹ.

∆ιὰ τοῦτο, ὥσπερ δι' ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος· καὶ οὕτως εἰς πάντας ἀνθρώπους διῆλ θεν ὁ θάνατος, ἐφ' ᾧ πάντες ἥμαρτον. αʹ. Καθάπερ οἱ τῶν  ἰατρῶν ἄριστοι τὴν ῥίζαν ἀεὶ πολυπραγμονοῦσι τῶν νοσημάτων, καὶ ἐπ' αὐτὴν ἔρχονται τὴν πηγὴν τοῦ κακοῦ· οὕτω καὶ ὁ μακάριος Παῦλος. Εἰπὼν γὰρ, ὅτι ἐδικαιώθημεν,  καὶ δείξας ἀπὸ τοῦ πατριάρχου καὶ ἀπὸ τοῦ Πνεύματος καὶ ἐκ τοῦ ἀποθανεῖν τὸν Χριστὸν (οὐδὲ γὰρ ἂν ἀπέθανεν, εἰ μὴ ἔμελλε δικαιοῦν), κατασκευάζει λοιπὸν καὶ ἑτέρωθεν τὰ διὰ τούτων ἀποδειχθέντα, καὶ ἀπὸ τῶν ἐναντίων  συνιστὰς τὸ προκείμενον, τουτέστιν, ἀπὸ τοῦ θανάτου καὶ τῆς ἁμαρ 60.474 τίας, πῶς καὶ τίνι τρόπῳ ζητεῖ, καὶ πόθεν εἰσῆλθεν ὁ θάνατος, καὶ πῶς ἐκράτησε. Πῶς οὖν εἰσῆλθεν ὁ θάνατος, καὶ ἐκράτησε; ∆ιὰ τῆς ἁμαρτίας τοῦ ἑνός.
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

ΟΜΙΛΙΑ ΙΑʹ.

0 σχόλια



In epistulam ad Romanos (homiliae 1-32)
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ.
ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ.
 ΟΜΙΛΙΑ ΙΑʹ.


Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θα νάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσό μεθα. αʹ. Ὅπερ καὶ ἔμπροσθεν ἔφθην εἰπὼν, τοῦτο καὶ νῦν ἐρῶ, ὅτι εἰς τὸν  ἠθικὸν  συνεχῶς  ἐκβαίνει  λόγον,  οὐχ ὥσπερ ἐν  ταῖς  ἄλλαις  Ἐπιστολαῖς, διαιρῶν αὐτὰς εἰς δύο, τὸ μὲν πρῶτον τοῖς δόγμασιν ἀφορίζει, τὸ δὲ ἕτερον τῇ τῶν ἠθῶν ἐπιμελείᾳ· ἀλλ' οὐκ ἐνταῦθα οὕτως, ἀλλὰ δι' ὅλης αὐτῆς ἀναμὶξ τοῦτο ποιεῖ, ὥστε εὐπαράδεκτον γενέσθαι τὸν λόγον. ∆ύο τοίνυν ἐνταῦθα νεκρώσεις εἶναί φησι, καὶ θανάτους δύο· καὶ τὴν μὲν ὑπὸ τοῦ Χριστοῦ γεγενῆσθαι ἐν τῷ βαπτίσματι, τὴν δὲ ὑφ' ἡμῶν ὀφείλειν  γίνεσθαι διὰ τῆς μετὰ ταῦτα σπουδῆς
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

ΟΜΙΛΙΑ ΙΒʹ.

0 σχόλια




In epistulam ad Romanos (homiliae 1-32)
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ.
ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ.




ΟΜΙΛΙΑ ΙΒʹ.

Ἀνθρώπινον  λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν. Ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη τῆς σαρκὸς ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν. αʹ. Ἐπειδὴ πολλὴν ἀπῄτησεν ἀκρίβειαν τοῦ βίου, νεκροὺς εἶναι κελεύων τῷ κόσμῳ, καὶ τεθνηκέναι τῇ πονηρίᾳ, καὶ ἀκινήτους μένειν πρὸς τὴν τῶν ἁμαρτημάτων ἐνέργειαν,  καὶ ἐδόκει μέγα  τι  καὶ βαρὺ λέγειν  καὶ τὴν  ἀνθρωπίνην  ὑπερβαῖνον φύσιν· δεῖξαι βουλόμενος, ὅτι οὐδὲν ὑπέρογκον ἀπαιτεῖ, οὐδὲ ὅσον ἐχρῆν τὸν τοσαύτης ἀπολαύσαντα δωρεᾶς, ἀλλὰ καὶ σφόδρα σύμμετρον καὶ κοῦφον, ἀπὸ τῶν ἐναντίων  αὐτὸ κατασκευάζει, καί φησιν, Ἀνθρώπινον  λέγω·  ὡσανεὶ ἔλεγεν,  ἀπὸ ἀνθρωπίνων  λογισμῶν, ἀπὸ τῶν ἐν συνηθείᾳ γινο 60.494 μένων· τὸ γὰρ σύμμετρον τῇ προσηγορίᾳ τοῦ ἀνθρωπίνου  δηλοῖ· καὶ γὰρ καὶ ἀλλαχοῦ φησι· Πειρασμὸς ὑμᾶς
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

ΟΜΙΛΙΑ ΙΓʹ.

0 σχόλια
In epistulam ad Romanos (homiliae 1-32)
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ.
ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ.

ΟΜΙΛΙΑ ΙΓʹ.

Οἴδαμεν  γὰρ,  ὅτι  ὁ  νόμος  πνευματικός   ἐστιν·  ἐγὼ   δὲ  σαρκικός  εἰμι, πεπραμένος  ὑπὸ τὴν  ἁμαρτίαν. αʹ. Ἐπειδὴ εἶπεν,  ὅτι μεγάλα γέγονε  κακὰ, καὶ ἡ ἁμαρτία δυνατωτέρα κατέστη τῆς ἐντολῆς ἐπιλαβομένη, καὶ τοὐναντίον οὗπερ ἐσπούδαζεν ὁ νόμος ἐξέβη, καὶ εἰς πολλὴν τὸν ἀκροατὴν ἐνέβαλεν ἀπορίαν, λέγει καὶ τὸν λογισμὸν λοιπὸν, καθ' ὃν ταῦτα γέγονε, πρότερον ἀπαλλάξας τὸν νόμον τῆς πονηρᾶς ὑποψίας. Ἵνα γὰρ μὴ ἀκούων, ὅτι διὰ τῆς ἐντολῆς  ἡ ἁμαρτία ἀφορμὴν ἔλαβε, καὶ ὅτι ἐλθούσης αὐτῆς ἡ ἁμαρτία ἀνέζησε, καὶ ὅτι δι' αὐτῆς ἐξηπάτησε καὶ ἀπέκτεινεν·  ἵν' οὖν  μὴ τὸν  νόμον  τῶν  κακῶν  τούτων  αἴτιον  νομίσῃ  τις  εἶναι, πρότερον τὴν ὑπὲρ αὐτοῦ τίθησιν ἀπολογίαν μετὰ πολλῆς τῆς περιουσίας, οὐ μόνον κατηγορίας  αὐτὸν  ἀπαλλάττων,  ἀλλὰ  καὶ ἐγκώμιον  αὐτῷ  πλέκων  μέγιστον
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

ΟΜΙΛΙΑ Ι∆ʹ.

0 σχόλια




In epistulam ad Romanos (homiliae 1-32)
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ.
ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ.




ΟΜΙΛΙΑ Ι∆ʹ.

Ἄρα οὖν, ἀδελφοὶ, ὀφειλέται ἐσμὲν οὐ τῇ σαρκὶ, τοῦ κατὰ σάρκα ζῇν. Εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνήσκειν· εἰ δὲ Πνεύματι τὰς πρά ξεις τοῦ σώματος θανατοῦτε,  ζήσεσθε. αʹ. ∆είξας ὅσον τὸ ἔπαθλον  τοῦ  πνευματικοῦ  βίου, καὶ  ὅτι Χριστὸν ἔνοικον  ποιεῖ, καὶ ὅτι ζωοποιεῖ τὰ θνητὰ σώματα, καὶ πρὸς τὸν οὐρανὸν πτεροῖ, καὶ τὴν ὁδὸν τῆς ἀρετῆς εὐκολωτέραν ἐργάζεται, ἀναγκαίως λοιπὸν ἐπάγει τὴν παραίνεσιν λέγων· Οὐκοῦν οὐκ ὀφείλομεν ζῇν κατὰ σάρκα. Ἀλλ' οὕτω μὲν οὐκ εἶπε, ἐπιπληκτικώτερον  δὲ πολλῷ  καὶ δυνατώτερον  εἰπών·  Ὀφειλέται  ἐσμὲν τῷ
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

ΟΜΙΛΙΑ ΙΕʹ.

0 σχόλια




In epistulam ad Romanos (homiliae 1-32)
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ.
ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ.





ΟΜΙΛΙΑ ΙΕʹ.

Οἴδαμεν δὲ, ὅτι  τοῖς  ἀγαπῶσι  τὸν  Θεὸν πάντα  συνεργεῖ  εἰς  ἀγαθόν.  αʹ. Ἐνταῦθά μοι δοκεῖ πρὸς τοὺς ἐν κινδύνοις ὄντας ἅπαν τοῦτο κεκινηκέναι τὸ χωρίον· μᾶλλον δὲ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὰ μικρῷ πρὸ τούτων εἰρημένα. Καὶ γὰρ τὸ, Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι,  καὶ τὸ, τὴν κτίσιν ἅπασαν στενάζειν, καὶ τὸ λέγειν, ὅτι Τῇ ἐλπίδι ἐσώθημεν, καὶ τὸ, ∆ι' ὑπομονῆς ἀπεκδεχόμεθα, καὶ τὸ, Τί προσευξώμεθα καθ' ὃ δεῖ, οὐκ οἴδαμεν· ἅπαντα ταῦτα πρὸς ἐκείνους εἴρηται. Παιδεύει γὰρ αὐτοὺς μὴ ἅπερ ἂν αὐτοὶ νομίσωσιν εἶναι συμφέροντα, ταῦτα αἱρεῖσθαι πάντως,  ἀλλ' ἅπερ ἂν τὸ Πνεῦμα ὑποβάλῃ. Καὶ γὰρ πολλὰ αὐτοῖς δοκοῦντα λυσιτελεῖν,
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

ΟΜΙΛΙΑ ΙΣΤ ʹ.

0 σχόλια




In epistulam ad Romanos (homiliae 1-32)
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ.
ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ.





ΟΜΙΛΙΑ ΙΣΤ ʹ.

Ἀλήθειαν λέγω  ἐν Χριστῷ, οὐ ψεύδομαι, συμ μαρτυρούσης μοι τῆς συνειδήσεώς  μου  ἐν  Πνεύματι  ἁγίῳ.  αʹ. Ἆρα οὐ  μεγάλα  τινὰ  καὶ  ὑπερφυῆ  τῇ προτεραίᾳ περὶ τῆς τοῦ Παύλου περὶ τὸν Χριστὸν ἀγάπης ἐδόκουν ὑμῖν εἰρηκέναι; Καὶ γὰρ ἦν φύσει μεγάλα, καὶ πάντα ὑπερβαίνοντα  λόγον· ἀλλ' ὅμως τὰ σήμερον  λεχθέντα τοσαύτην ἔχει τὴν ὑπερβολὴν πρὸς ἐκεῖνα, ὅσην ἐκεῖνα πρὸς τὰ ἡμέτερα. Καίτοι γε οὐκ ᾤμην αὐτὰ ἔχειν ὑπερβολὴν, ἀλλ' ὅμως ἐπελθόντα τὰ σήμερον ἡμῖν ἀναγνωσθέντα   πολὺ  πάντων  ἐκείνων  ἐφάνη  λαμπρότερα·  ὅπερ  οὖν  καὶ  αὐτὸς συνιδὼν,  ἀπὸ  τῶν  60.548 προοιμίων  αὐτὸ  ἐνέφηνεν,  ἅτε  εἰς  μείζονα  ἐμβαίνειν μέλλων  καὶ ἀπιστεῖσθαι παρὰ τῶν  πολλῶν.  Πρότερον δὲ διαβεβαιοῦται  περὶ ὧν μέλλει λέγειν· ὅπερ πολλοῖς ἔθος ποιεῖν, ὅταν μέλλωσί τι λέγειν παρὰ τοῖς πολλοῖς ἀπιστούμενον, καὶ ὑπὲρ οὗ σφόδρα ἑαυτούς εἰσι πεπεικότες.
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

ΟΜΙΛΙΑ ΙΖʹ.

0 σχόλια



In epistulam ad Romanos (homiliae 1-32)
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ.
ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ.


ΟΜΙΛΙΑ ΙΖʹ.

Ἀδελφοὶ, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας, καὶ ἡ δέησίς μου ἡ πρὸς Θεὸν, ὑπὲρ αὐτῶν ἐστιν εἰς σωτηρίαν. αʹ. Μέλλει πάλιν αὐτῶν καθάπτεσθαι σφοδρότερον, ἢ πρότερον· διὸ πάλιν  ἀναιρεῖ πάσης ἀπεχθείας ὑπόνοιαν, καὶ πολλῇ κέχρηται τῇ προδιορθώσει. Μὴ γὰρ προσέχετε τοῖς λόγοις, φησὶ, μηδὲ ταῖς κατηγορίαις, ἀλλ' ὅτι οὐκ ἀπὸ διανοίας  ἐχθρᾶς  ταῦτα  φθέγγομαι.  Οὐ γάρ ἐστι τοῦ  αὐτοῦ  σωθῆναί  τε αὐτοὺς ἐπιθυμεῖν, καὶ μὴ μόνον ἐπιθυμεῖν, ἀλλὰ καὶ εὔχεσθαι, καὶ πάλιν μισεῖν καὶ ἀποστρέφεσθαι· καὶ γὰρ εὐδοκίαν ἐνταῦθα τὴν σφοδρὰν ἐπιθυμίαν φησί. Καὶ ὅρα καὶ τὴν δέησιν πῶς ποιεῖται ἀπὸ διανοίας. Οὐ γὰρ ὥστε ἀπαλλαγῆναι  κολάσεως μόνον, ἀλλ' ὥστε καὶ σωθῆ 60.564 ναι αὐτοὺς, πολλὴν  καὶ τὴν σπουδὴν ποιεῖται καὶ τὴν εὐχήν.
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

ΟΜΙΛΙΑ ΙΗʹ.

0 σχόλια





In epistulam ad Romanos (homiliae 1-32)
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ.
ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ.




ΟΜΙΛΙΑ ΙΗʹ.

Πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν;  πῶς  δὲ  ἀκούσουσι χωρὶς  κηρύσσοντος; πῶς  δὲ  κηρύ  ξουσιν,  ἐὰν  μὴ ἀποσταλῶσι; καθὼς γέγραπται. αʹ. Πάλιν ἀναιρεῖ τὴν συγγνώμην αὐτῶν. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Μαρτυρῶ αὐτοῖς, ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν· καὶ, ὅτι Ἀγνοοῦντες τὴν τοῦ Θεοῦ δικαιοσύνην, οὐχ ὑπετάγησαν, δείκνυσι λοιπὸν, ὅτι καὶ αὐτῆς τῆς ἀγνοίας δίκην ὀφείλουσι τῷ Θεῷ. Καὶ οὐ λέγει μὲν οὕτω, κατασκευάζει δὲ τοῦτο κατὰ ἐρώτησιν προάγων τὸν λόγον, καὶ σαφέστερον ποιῶν τὸν ἔλεγχον  τῷ κατὰ  ἀντίθεσιν  καὶ  60.572.50 λύσιν  ἅπαν  ὑφᾶναι  τουτὶ  τὸ  χωρίον.  Σκόπει  δέ· Ἄνωθεν, φησὶν, Εἶπεν ὁ προφήτης, ὅτι Πᾶς, ὃς ἐὰν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται. Ἀλλ' ἴσως ἔχοι τις ἂν εἰπεῖν·
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

ΟΜΙΛΙΑ ΙΘʹ

0 σχόλια





In epistulam ad Romanos (homiliae 1-32)
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ.
ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ.


ΟΜΙΛΙΑ ΙΘʹ.

Τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραὴλ, τούτου οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν· οἱ δὲ λοιποὶ ἐπωρώθησαν. αʹ. Εἶπεν, ὅτι οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὑτοῦ, καὶ δεικνὺς πῶς οὐκ ἀπώσατο, πάλιν ἐπὶ τοὺς προφήτας κατέφυγε· καὶ δι' αὐτῶν δηλώσας, ὅτι τὸ πλέον μέρος τῶν Ἰουδαίων ἀπόλωλεν, ἵνα μὴ δόξῃ πάλιν οἴκοθεν ἐκφέρειν τὴν κατηγορίαν, καὶ ἐπαχθῆ τὸν λόγον ποιεῖν, καὶ ὡς ἐχθρὸς αὐτῶν καθάπτεσθαι, ἐπὶ τὸν ∆αυῒδ καὶ τὸν Ἡσαΐαν καταφεύγει, λέγων· Καθὼς γέγραπται· Ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα  κατανύξεως.  Μᾶλλον δὲ ἄνωθεν  ἡμῖν  ἀρκτέον τοῦ λόγου. Καὶ γὰρ εἰπὼν τὰ κατὰ τὸν Ἠλίαν, καὶ δείξας τί ποτέ ἐστι χάρις, ἐπήγαγε· Τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραὴλ, τούτου οὐκ ἐπέτυχε. Τοῦτο δὲ οὐκ ἐρωτῶντος μᾶλλόν ἐστιν, ἢ ἐγκαλοῦντος. Ἑαυτῷ γὰρ μάχεται, φησὶν, ὁ Ἰουδαῖος, ζητῶν δικαιοσύνην, ἣν οὐ βούλεται λαβεῖν.
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>
 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |