![]() |
| ΜΕΓΑΛΟΥ ΑΘΑΝΑΣΙΟΥ ΕΙΣ ΤΟ ΠΑΘΟΣ. |
.«Ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωσέως.» Ἄρτι δὲ τολμήσας κατὰ τοῦ Κυρίου, θεωρεῖ ἑαυτὸν ἐκβληθέντα τοῦ παντὸς, καὶ ὑπὸ πάντων καταπατούμενον, καὶ συντριβόμενον ὑπὸ τοὺς πόδας ἡμῶν· τό γε μὴν μέγα καὶ παράδοξον, ὅτι καὶ ἐπ' αὐτοῦ τοῦ σταυροῦ κρεμαμένου τοῦ Κυρίου, (αὐτοῦ γὰρ ἦν τὸ σῶμα, καὶ ἐν αὐτῷ ἦν ὁ Λόγος·) ὁ μὲν ἥλιος ἐσκοτίσθη, ἡ δὲ γῆ ἐτρόμαξεν, αἱ πέτραι ἐσχίσθησαν, καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη, καὶ πολλὰ σώματα τῶν προκεκοιμωμένων ἀνέστη· καὶ οὐδεὶς, ὥσπερ νῦν Ἀρειανοὶ τολμῶσι, διελογίσατο εἰ δεῖ σαρκωθέντι τῷ Λόγῳ πείθεσθαι· ἀλλὰ καὶ ἄνθρωπον βλέποντες, ἐπεγίνωσκον αὐτὸν ὄντα δημιουργὸν αὐτῶν· καὶ ἀνθρωπίνης φωνῆς ἀκούοντες, οὐ διὰ τὸ ἀνθρώπινον ἔλεγον ὅτι ὁ Λόγος κτίσμα ἐστίν·
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>


















