ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ ΔΑΜΑΣΚΗΝΟΣ
ΕΚΔΟΣΙΣ ΑΚΡΙΒΗΣ ΟΡΘΟΔΟΞΟΥ ΠΙΣΤΕΩΣ
Ὅτι μέν ἐστι Θεός, ἱκανῶς ἀποδέδεικται· καὶ ὅτι ἀκατάληπτός ἐστιν ἡ Αὐτοῦ οὐσία·ὅτι δὲ εἷς ἐστὶ καὶ οὐ πολλοί, τοῖς μὲν τῇ θείᾳ πειθομένοις Γραφῇ, οὐκ ἀμφιβάλλεται· φησὶ γὰρ ὁ Κύριος ἐν τῇ τῆς νομοθεσίας ἀρχῇ· Ἐγὼ Κύριος ὁ Θεός σου ὁ ἐξαγαγὼν σεἐκ γῆς Αἰγύπτου· οὐκ ἔσονταί σοι Θεοὶ ἕτεροι πλὴν ἐμοῦ· καὶ πάλιν, ἄκουε Ἰσραήλ· Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι· καὶ διὰ Ἠσαΐου τοῦ Προφήτου· Ἐγὼ γάρ φησί Θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταύτα, καὶ πλὴν Ἐμοῦ οὐκ ἔστι θεός· ἔμπροσθέν μου οὐκἐγένετο ἄλλος θεός, καὶ μετ' ἐμὲ οὐκ ἔσται· καὶ πλὴν Ἐμοῦ οὐκ ἔστιν· καὶ ὁ Κύριος δὲἐν τοῖς Εὐαγγελίοις, οὕτω φησὶ πρὸς τὸν Πατέρα· αὕτη ἐστὶν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί Σε τὸν μόνον ἀληθινὸν Θεόν· Τοῖς δὲ τῇ θείᾳ μὴ πειθομένοις Γραφῇ, οὕτω διαλεξώμεθα.
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>


















