Εμφάνιση αναρτήσεων με ετικέτα πατρολογία - ιωάννης χρυσόστομος - υπόμνημα στον ματθαίο. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα πατρολογία - ιωάννης χρυσόστομος - υπόμνημα στον ματθαίο. Εμφάνιση όλων των αναρτήσεων

Δευτέρα 22 Οκτωβρίου 2012

Υπόμνημα εις τον Ματθαίον

0 σχόλια


ΟΜΙΛΙΑ ΠΘʹ

. Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶ μετὰ τὴν παρασκευὴν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλάτον, λέγοντες· Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖ νος ὁ πλάνος εἶπεν ἔτι ζῶν, ὅτι Μετὰ τρεῖς ἡ μέρας ἐγείρομαι. Κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόν τες οἱ μαθηταὶ αὐτοῦ κλέψωσιν αὐτὸν, καὶ εἴπωσι τῷ λαῷ, ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν· καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης.

αʹ. Πανταχοῦ ἡ πλάνη ἑαυτῇ περιπίπτει, καὶ τῇ ἀληθείᾳ ἄκουσα συνηγορεῖ. Σκόπει δέ. Ἔδει πιστευθῆναι, ὅτι ἀπέθανε, καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἀνέστη· καὶ ταῦτα πάντα διὰ τῶν  ἐχθρῶν γίνεται.  Ὅρα γοῦν τὰ ῥήματα ταῦτα τούτοις μαρτυροῦντα ἅπασιν.  Ἐμνήσθημεν,  φησὶν,   ὅτι   εἶπεν   ὁ  πλάνος   ἐκεῖνος   ἔτι   ζῶν·  οὐκοῦν ἐτελεύτησεν·  ὅτι  Μετὰ τρεῖς  ἡμέρας ἐγείρομαι. Κέλευσον οὖν  σφραγισθῆναι  τὸν τάφον·  οὐκοῦν  ἐτάφη·  μήποτε  ἔλθωσιν  οἱ μαθηταὶ  αὐτοῦ, καὶ κλέψωσιν  αὐτόν. Οὐκοῦν ὁ τάφος  ἐὰν  σφραγισθῇ, οὐκ ἔσται τις  κακουργία. Οὐ γὰρ οὖν. Οὐκοῦν ἀναντίῤῥητος  ἡ  ἀπόδειξις  τῆς  ἀναστάσεως,  δι'  ὧν  ὑμεῖς  προετείνατε,  γέγονεν. Ἐπειδὴ γὰρ ἐσφραγίσθη, οὐδεμία γέγονε κακουργία. Εἰ δὲ οὐδεμία γέγονε κακουργία, εὕρηται δὲ ὁ τάφος κενὸς, δῆλον ὅτι ἀνέστη σαφῶς καὶ ἀναντιῤῥήτως. Εἶδες πῶς καὶ ἄκοντες συναγωνίζονται  τῇ τῆς ἀληθείας ἀποδείξει; Σὺ δέ μοι σκόπει τῶν μαθητῶν τὸ φιλάληθες·  πῶς τῶν  λεγομένων  παρὰ τῶν  ἐχθρῶν  οὐδὲν
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

Υπόμνημα στόν Ματθαίο - Ομιλία Πς ʹ

0 σχόλια


ΟΜΙΛΙΑ Πς ʹ. Ὁ δὲ Ἰησοῦς ἔστη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν, λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ Ἰησοῦς ἔφη· Σὺ λέγεις. Καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων, οὐδὲν ἀπεκρίνατο.

αʹ. Ὁρᾷς τί πρῶτον ἐξετάζεται; ὃ μάλιστα ἄνω καὶ κάτω συνεχῶς ἔστρεφον. Ἐπειδὴ γὰρ εἶδον  τὸν  Πιλάτον  οὐδένα  ποιούμενον  λόγον  τῶν  νομικῶν,  ἐπὶ  τὰ δημόσια ἐγκλήματα τὴν κατηγορίαν ἄγουσιν. Οὕτω καὶ ἐπὶ τῶν ἀποστόλων ἐποίουν, ταῦτα ἀεὶ προβαλλόμενοι, καὶ λέγοντες ὅτι περιέρχονται κηρύττοντες βασιλέα τινὰ Ἰησοῦν,  ὡς  περὶ  ἀνθρώπου  τινὸς  ψιλοῦ  διαλεγόμενοι,  καὶ  τυραννίδος  ὑποψίαν αὐτοῖς περιτιθέντες. Ὅθεν δῆλον, ὅτι καὶ τὸ διαῤῥῆξαι τὸν χιτωνίσκον, καὶ ἐκπλαγῆναι,  σκῆψις ἦν. Πάντα δὲ ἐκύκων  καὶ ἔστρεφον, ὥστε αὐτὸν εἰς θάνατον ἐμβαλεῖν.  Τοῦτο γοῦν  καὶ ὁ Πιλάτος ἠρώτησε τότε. Τί οὖν  ὁ Χριστός; Σὺ εἶπας. Ὡμολόγησεν εἶναι βασιλεὺς, ἀλλὰ βασιλεὺς οὐράνιος· ὃ καὶ ἀλλαχοῦ  σαφέστερον ἔλεγε,  πρὸς τὸν  Πιλάτον  ἀποκρινόμενος,  ὅτι  Ἡ ἐμὴ βασιλεία οὐκ ἔστιν  ἐκ τοῦ κόσμου τούτου· ἵνα  μηδὲ     ἐκεῖνοι,     μηδὲ οὗτος ἀπολογίαν ἔχωσι τοιαῦτα κατηγοροῦντες.
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

Υπόμνημα στον Ματθαίο - Ομιλία S ʹ

0 σχόλια



ΟΜΙΛΙΑ S ʹ. Πορευομένων δὲ αὐτῶν, ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν, ἀνήγγειλαν τοῖς ἀρχιερ εῦσιν ἅπαντα τὰ γενόμενα. Καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων, συμβούλιόν τε λαβόντες, ἀργύ ρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις, λέγοντες· Εἴ πατε ὅτι Οἱ μαθηταὶ αὐτοῦ ἐλθόντες νυκτὸς ἔκλε ψαν αὐτὸν, ἡμῶν κοιμωμένων. Καὶ ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν αὐτὸν, καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν.

αʹ. ∆ιὰ τούτους τοὺς στρατιώτας ὁ σεισμὸς ἐγένετο  ἐκεῖνος, ὥστε αὐτοὺς ἐκπλῆξαι, καὶ παρ' αὐτῶν γενέσθαι τὴν μαρτυρίαν· ὅπερ οὖν καὶ συνέβη. Καὶ γὰρ ἀνύποπτος ἡ ἀπαγγελία οὕτως ἐγένετο παρὰ τῶν φυλάκων  προφερομένη. Τῶν γὰρ σημείων τὰ μὲν κοινῇ τῇ οἰκουμένῃ ἐνεδείκνυτο, τὰ δὲ ἰδίᾳ τοῖς ἐκεῖ παροῦσι· κοινῇ μὲν τῇ οἰκουμένῃ τὸ σκότος, ἰδίᾳ δὲ τὸ τοῦ ἀγγέλου, τὸ τοῦ σεισμοῦ. Ἐπεὶ οὖν ἦλθον καὶ ἀπήγγειλαν,  (ἡ γὰρ ἀλήθεια παρὰ τῶν ἐναντίων  ἀνακηρυττομένη  διαλάμπει·) ἔδωκαν πάλιν ἀργύρια, ἵνα εἴπωσι, φησὶν, Ὅτι οἱ μαθηταὶ αὐτοῦ ἐλθόντες ἔκλεψαν αὐτόν. Πῶς ἔκλεψαν, ὦ πάντων ἀνοητότατοι; ∆ιὰ γὰρ τὸ λαμπρὸν τῆς ἀληθείας καὶ περιφανὲς, οὐδὲ πλάσαι δύνανται. Καὶ γὰρ σφόδρα ἀπίθανον τὸ λεγόμενον, καὶ οὐδὲ σχῆμα τὸ ψεῦδος εἶχε. Πῶς γὰρ ἔκλεπτον, εἰπέ μοι, οἱ μαθηταὶ, ἄνθρωποι πτωχοὶ καὶ ἰδιῶται, καὶ οὐδὲ φανῆναι τολμῶντες; Μὴ γὰρ οὐκ ἦν σφραγὶς ἐπικειμένη; μὴ γὰρ οὐ παρεκάθηντο   τοσοῦτοι  φύλακες,   καὶ   στρατιῶται   καὶ   Ἰουδαῖοι;   μὴ  γὰρ   οὐχ ὑπώπτευον  τοῦτο  αὐτὸ, καὶ ἐμερίμνων,  καὶ ἠγρύπνουν,  καὶ ἐφρόντιζον  ἐκεῖνοι; Τίνος δὲ ἕνεκεν καὶ ἔκλεπτον; ἵνα πλάσωσι τὸ τῆς ἀναστάσεως δόγμα; Καὶ πῶς ἂν ἐπῆλθεν  αὐτοῖς  τοιοῦτόν  τι πλάσαι, ἀνθρώποις  ἀγαπῶσιν,  ὅτι κρυπτόμενοι  ζῶσι; πῶς δ' ἂν τὸν λίθον ἀνεῖλον τὸν ἠσφαλισμένον; πῶς δ' ἂν τοὺς τοσούτους διέλαθον; Καίτοι εἰ καὶ θανάτου κατεφρόνουν, οὐκ ἂν ἐπεχείρησαν εἰκῆ καὶ μάτην κατατολμῆσαι τοσούτων ὄντων φυλάκων.  Ὅτι δὲ καὶ δειλοὶ ἦσαν, ἐδήλωσε τὰ ἔμπροσθεν γεγενημένα. Ὅτε γοῦν εἶδον αὐτὸν συνειλημμένον, ἅπαντες ἀπεπήδησαν.   Εἰ  τοίνυν   τότε   οὐδὲ   στῆναι   ἐτόλμησαν ζῶντα   ὁρῶντες,   πῶς ἀποθανόντος οὐκ ἂν ἐφοβήθησαν τοσούτων στρατιωτῶν πλῆθος; Μὴ γὰρ θύραν ἦν ἀνατρέψαι; μὴ γὰρ ἕνα λαθεῖν;  Λίθος ἐπέκειτο  μέγας, πολλῶν  δεόμενος  χειρῶν.
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>
 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |