Δευτέρα 22 Οκτωβρίου 2012

Υπόμνημα στον Ματθαίο - Ομιλία S ʹ





ΟΜΙΛΙΑ S ʹ. Πορευομένων δὲ αὐτῶν, ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν, ἀνήγγειλαν τοῖς ἀρχιερ εῦσιν ἅπαντα τὰ γενόμενα. Καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων, συμβούλιόν τε λαβόντες, ἀργύ ρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις, λέγοντες· Εἴ πατε ὅτι Οἱ μαθηταὶ αὐτοῦ ἐλθόντες νυκτὸς ἔκλε ψαν αὐτὸν, ἡμῶν κοιμωμένων. Καὶ ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν αὐτὸν, καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν.

αʹ. ∆ιὰ τούτους τοὺς στρατιώτας ὁ σεισμὸς ἐγένετο  ἐκεῖνος, ὥστε αὐτοὺς ἐκπλῆξαι, καὶ παρ' αὐτῶν γενέσθαι τὴν μαρτυρίαν· ὅπερ οὖν καὶ συνέβη. Καὶ γὰρ ἀνύποπτος ἡ ἀπαγγελία οὕτως ἐγένετο παρὰ τῶν φυλάκων  προφερομένη. Τῶν γὰρ σημείων τὰ μὲν κοινῇ τῇ οἰκουμένῃ ἐνεδείκνυτο, τὰ δὲ ἰδίᾳ τοῖς ἐκεῖ παροῦσι· κοινῇ μὲν τῇ οἰκουμένῃ τὸ σκότος, ἰδίᾳ δὲ τὸ τοῦ ἀγγέλου, τὸ τοῦ σεισμοῦ. Ἐπεὶ οὖν ἦλθον καὶ ἀπήγγειλαν,  (ἡ γὰρ ἀλήθεια παρὰ τῶν ἐναντίων  ἀνακηρυττομένη  διαλάμπει·) ἔδωκαν πάλιν ἀργύρια, ἵνα εἴπωσι, φησὶν, Ὅτι οἱ μαθηταὶ αὐτοῦ ἐλθόντες ἔκλεψαν αὐτόν. Πῶς ἔκλεψαν, ὦ πάντων ἀνοητότατοι; ∆ιὰ γὰρ τὸ λαμπρὸν τῆς ἀληθείας καὶ περιφανὲς, οὐδὲ πλάσαι δύνανται. Καὶ γὰρ σφόδρα ἀπίθανον τὸ λεγόμενον, καὶ οὐδὲ σχῆμα τὸ ψεῦδος εἶχε. Πῶς γὰρ ἔκλεπτον, εἰπέ μοι, οἱ μαθηταὶ, ἄνθρωποι πτωχοὶ καὶ ἰδιῶται, καὶ οὐδὲ φανῆναι τολμῶντες; Μὴ γὰρ οὐκ ἦν σφραγὶς ἐπικειμένη; μὴ γὰρ οὐ παρεκάθηντο   τοσοῦτοι  φύλακες,   καὶ   στρατιῶται   καὶ   Ἰουδαῖοι;   μὴ  γὰρ   οὐχ ὑπώπτευον  τοῦτο  αὐτὸ, καὶ ἐμερίμνων,  καὶ ἠγρύπνουν,  καὶ ἐφρόντιζον  ἐκεῖνοι; Τίνος δὲ ἕνεκεν καὶ ἔκλεπτον; ἵνα πλάσωσι τὸ τῆς ἀναστάσεως δόγμα; Καὶ πῶς ἂν ἐπῆλθεν  αὐτοῖς  τοιοῦτόν  τι πλάσαι, ἀνθρώποις  ἀγαπῶσιν,  ὅτι κρυπτόμενοι  ζῶσι; πῶς δ' ἂν τὸν λίθον ἀνεῖλον τὸν ἠσφαλισμένον; πῶς δ' ἂν τοὺς τοσούτους διέλαθον; Καίτοι εἰ καὶ θανάτου κατεφρόνουν, οὐκ ἂν ἐπεχείρησαν εἰκῆ καὶ μάτην κατατολμῆσαι τοσούτων ὄντων φυλάκων.  Ὅτι δὲ καὶ δειλοὶ ἦσαν, ἐδήλωσε τὰ ἔμπροσθεν γεγενημένα. Ὅτε γοῦν εἶδον αὐτὸν συνειλημμένον, ἅπαντες ἀπεπήδησαν.   Εἰ  τοίνυν   τότε   οὐδὲ   στῆναι   ἐτόλμησαν ζῶντα   ὁρῶντες,   πῶς ἀποθανόντος οὐκ ἂν ἐφοβήθησαν τοσούτων στρατιωτῶν πλῆθος; Μὴ γὰρ θύραν ἦν ἀνατρέψαι; μὴ γὰρ ἕνα λαθεῖν;  Λίθος ἐπέκειτο  μέγας, πολλῶν  δεόμενος  χειρῶν.


∆ικαίως  ἔλεγον·  Καὶ ἔσται  ἡ  ἐσχάτη  πλάνη  χείρων  τῆς  πρώτης·  καθ'  ἑαυτῶν ἀποφαινόμενοι   τοῦτο,  ὅτι  μετὰ  τοσαύτην  μανίαν  δέον  μετανοῆσαι,  οἱ  δὲ  καὶ ἐπαγωνίζονται  τοῖς προτέροις, καταγέλαστα πλάττοντες πλάσματα, καὶ ζῶντος μὲν τὸ αἷμα ὠνούμενοι,  σταυρωθέντος  δὲ καὶ ἀναστάντος  τὸν  περὶ τῆς  ἀναστάσεως πάλιν  διὰ χρημάτων  ὑπορύττοντες  λόγον.  Σὺ δέ μοι σκόπει πῶς δι' ὧν ποιοῦσιν ἁλίσκονται πανταχοῦ. Εἰ γὰρ μὴ προσῆλθον Πιλάτῳ, μηδὲ ᾔτησαν τὴν κουστωδίαν, μᾶλλον   ἠδύναντο τοιαῦτα   ἀναισχυντεῖν·   νυνὶ   δὲ   οὐκέτι.   Καὶ  γὰρ   ὥσπερ σπουδάζοντες   ἀποῤῥάψαι   τὰ   οἰκεῖα   στόματα,  οὕτω   πάντα   ἔπραξαν.   Εἰ  γὰρ γρηγορῆσαι οὐκ ἴσχυσαν μετ' αὐτοῦ. καὶ ταῦτα ὀνειδιζόμενοι  παρ' αὐτοῦ, πῶς ἂν τοῦτο ἐτόλμησαν; ∆ιατί δὲ μὴ πρὸ τούτου ἔκλεψαν, ἀλλ' ὅτε ὑμεῖς ἤλθετε; Εἰ γὰρ ἐβούλοντο  τοῦτο  ποιῆσαι, μηδέπω  φυλαττομένης  τῆς  θήκης  ἐποίησαν  ἂν  ἐν  τῇ πρώτῃ  νυκτὶ,  ὅτε  καὶ  ἀκίνδυνον  καὶ  ἀσφαλές.  Τῷ γὰρ  σαββάτῳ προσελθόντες ᾐτήσαντο παρὰ τοῦ Πιλάτου τὴν κουστωδίαν, καὶ ἐφύλαττον· τὴν δὲ πρώτην νύκτα οὐδεὶς τούτων  τῷ τάφῳ  παρῆν. βʹ. Τί δὲ βούλεται καὶ τὰ σουδάρια τὰ τῇ σμύρνῃ προσπεπηγότα; ταῦτα γὰρ εἶδεν ὁ Πέτρος κείμενα. Εἰ γὰρ ἐβούλοντο κλέψαι, οὐκ ἂν γυμνὸν ἔκλεψαν τὸ σῶμα· οὐ διὰ τὸ ὑβρίσαι μόνον, ἀλλ' ὥστε μὴ ἐν τῷ ἀποδύειν μέλλειν καὶ βραδύνειν, καὶ παρέχειν τοῖς βουλομένοις διαναστῆναι καὶ κατασχεῖν. Μάλιστα ὅτε σμύρνα ἦν, φάρμακον οὕτω κολλῶδες  τῷ σώματι, καὶ τοῖς ἱματίοις προσπεπηγός· ὅθεν οὐκ εὔκολον ἦν ἀποσπάσαι  τὰ ἱμάτια τοῦ σώματος, ἀλλὰ πολλοῦ  χρόνου  οἱ  τοῦτο  ποιοῦντες  ἐδέοντο·  ὥστε  κἀντεῦθεν  ἀπίθανον  τὸ  τῆς κλοπῆς. Μὴ γὰρ οὐκ ᾔδεσαν τὸν θυμὸν τὸν Ἰουδαϊκὸν, καὶ ὅτι εἰς αὐτοὺς τὴν ὀργὴν ἀφήσουσι; Τί δὲ ὅλως καὶ τὸ κέρδος ἦν αὐτοῖς, εἰ μὴ ἀνέστη; Ταῦτα δὴ πάντα καὶ οὗτοι συνειδότες ὅτι ἔπλασαν, ἔδωκαν ἀργύριον, καί φασιν Εἴπατε ταῦτα ὑμεῖς, καὶ ἡμεῖς πείσομεν τὸν ἡγεμόνα. ∆ημοσιευθῆναι γὰρ ἐβούλοντο τὴν φωνὴν,  εἰκῆ πρὸς τὴν ἀλήθειαν πυκτεύοντες, καὶ δι' ὧν αὐτὴν συσκιάζειν ἐπεχείρουν, διὰ τούτων καὶ ἄκοντες παρεσκεύαζον ἐκλάμπειν αὐτήν. Καὶ γὰρ καὶ τοῦτο τὴν ἀνάστασιν κυροῖ, τὸ αὐτοὺς ταῦτα εἰπεῖν, ὅτι οἱ μαθηταὶ ἔκλεψαν. Τοῦτο γὰρ ὁμολογούντων  ἐστὶν, ὅτι οὐκ ἦν ἐκεῖ τὸ σῶμα. Ὅταν οὖν αὐτοὶ μὲν ὁμολογῶσι μὴ εἶναι τὸ σῶμα ἐκεῖ, τὴν δὲ κλοπὴν δεικνύῃ ψευδῆ καὶ ἀπίθανον ἡ προσεδρεία αὐτῶν, καὶ τὰ σήμαντρα, καὶ ἡ τῶν μαθητῶν δειλία· ἀναμφισβήτητος κἀντεῦθεν ἡ τῆς ἀναστάσεως ἀπόδειξις φαίνεται. Ἀλλ' ὅμως οἱ ἀναίσχυντοι καὶ πάντα τολμῶντες, τοσούτων τῶν ἐπιστομιζόντων  αὐτοὺς,  Εἴπατε. φησὶ, καὶ  ἡμεῖς  πείσομεν,  καὶ  ὑμᾶς  ἀμερίμνους ποιήσομεν. Ὁρᾷς πάντας  διεφθαρμένους;  τὸν  Πιλάτον; αὐτὸς  γὰρ ἐπείσθη· τοὺς στρατιώτας; τὸν δῆμον τὸν Ἰουδαϊκόν; Ἀλλὰ μὴ θαυμάσῃς εἰ χρήματα στρατιωτῶν περιεγένετο. Εἰ γὰρ παρὰ τῷ μαθητῇ τοσαύτην ἐπεδείξατο τὴν ἰσχὺν, πολλῷ μᾶλλον παρὰ τούτοις. Καὶ διεφημίσθη ὁ λόγος οὗτος, φησὶν, ἕως τῆς σήμερον ἡμέρας. Εἶδες πάλιν  τῶν  μαθητῶν  τὸ  φιλάληθες;  πῶς  οὐδὲ  τοῦτο  αἰσχύνονται  λέγοντες,  ὅτι τοιοῦτος  ἐκράτησε  λόγος  κατ'  αὐτῶν;  Οἱ δὲ  ἕνδεκα  μαθηταὶ  ἀπῆλθον  εἰς  τὴν Γαλιλαίαν· καὶ οἱ μὲν προσεκύνησαν, οἱ δὲ ἰδόντες αὐτὸν ἐδίστασαν. Αὕτη μοι δοκεῖ ἐσχάτη ὄψις εἶναι ἐν τῇ Γαλιλαίᾳ, ὅτε αὐτοὺς ἐξέπεμπε βαπτίσοντας. Εἰ δὲ ἐδίστασάν τινες, κἀντεῦθεν πάλιν θαύμασον αὐτῶν τὴν ἀλήθειαν, πῶς οὐδὲ τὰ μέχρις ἐσχάτης ἡμέρας ἐλαττώματα  αὐτῶν  ἀποκρύπτονται.  Ἀλλ' ὅμως καὶ οὗτοι διὰ τῆς ὄψεως ἐβεβαιώθησαν. Τί οὖν φησιν ἰδὼν αὐτούς; Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Πάλιν ἀνθρωπινώτερον  αὐτοῖς διαλέγεται·  οὐδέπω γὰρ ἦσαν τὸ Πνεῦμα εἰληφότες τὸ δυνάμενον ὑψηλοὺς αὐτοὺς ποιῆσαι. Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην  ὑμῖν· τὸ μὲν περὶ δογμάτων,  τὸ δὲ περὶ ἐντολῶν  παραγγέλλων.  Καὶ Ἰουδαίων  μὲν οὐδὲν μέμνηται, οὐδὲ εἰς μέσον φέρει τὰ γεγενημένα,  οὐδὲ ὀνειδίζει Πέτρῳ τὴν ἄρνησιν, οὐδὲ τῶν ἄλλων   οὐδενὶ  τὴν  φυγήν·  κελεύει  δὲ  εἰς  τὴν  οἰκουμένην   ἐκχυθῆναι   πᾶσαν, σύντομον  διδασκαλίαν  ἐγχειρίσας, τὴν  διὰ τοῦ βαπτίσματος. Εἶτα ἐπειδὴ μεγάλα αὐτοῖς ἐπέταξεν, ἐπαίρων αὐτῶν  τὰ φρονήματα, φησίν· Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Εἶδες αὐθεντίαν πάλιν; εἶδες πῶς καὶ ἐκεῖνα συγκαταβάσεως ἕνεκεν εἴρηται; Οὐ μετ' ἐκείνων δὲ μόνον εἶπεν ἔσεσθαι, ἀλλὰ  καὶ  μετὰ  πάντων   τῶν  μετ'  ἐκείνους  πιστευόντων.   Οὐ γὰρ  δὴ  ἕως  τῆς συντελείας τοῦ αἰῶνος οἱ ἀπόστολοι μένειν ἔμελλον· ἀλλ' ὡς ἑνὶ σώματι διαλέγεται τοῖς πιστοῖς. Μὴ γάρ μοι τὴν δυσκολίαν, φησὶν, εἴπητε τῶν πραγμάτων· ἐγὼ γάρ εἰμι  μεθ' ὑμῶν, ὁ πάντα ποιῶν εὔκολα. Τοῦτο καὶ τοῖς προφήταις ἔλεγεν ἐν τῇ Παλαιᾷ συνεχῶς, καὶ τῷ  Ἱερεμίᾳ νεότητα  προβαλλομένῳ,  καὶ τῷ  Μωϋσῇ καὶ τῷ Ἰεζεκιὴλ ἀναδυομένοις· Ἐγὼ μεθ' ὑμῶν εἰμι· τοῦτο καὶ ἐνταῦθα τούτοις. Σκόπει δέ μοι κἀνταῦθα τὴν τούτων διαφοράν. Ἐκεῖνοι μὲν γὰρ εἰς ἓν ἔθνος ἀποστελλόμενοι, πολλάκις  παρῃτοῦντο· οὗτοι δὲ οὐδὲν  τοιοῦτον  ἐφθέγξαντο,  εἰς τὴν  οἰκουμένην πεμπόμενοι. Ἀναμιμνήσκει δὲ αὐτοὺς καὶ τῆς συντελείας, ἵνα μᾶλλον αὐτοὺς ἐφελκύσηται, καὶ μὴ τὰ παρόντα ὁρῶσι μόνον δεινὰ, ἀλλὰ καὶ τὰ μέλλοντα ἀγαθὰ τὰ ἀπέραντα. Τὰ μὲν γὰρ λυπηρὰ, φησὶν, ἅπερ ὑποστήσεσθε, τῷ παρόντι βίῳ συγκαταλύεται, ὅπου γε καὶ αὐτὸς ὁ αἰὼν οὗτος εἰς συντέλειαν ἥξει· τὰ δὲ χρηστὰ, ὧν  ἀπολαύσεσθε,  ἀθάνατα  μένει,  καθάπερ  πολλάκις   ἔμπροσθεν  εἶπον.  Οὕτως ἀλείψας καὶ ἐγείρας αὐτῶν τὰ φρονήματα καὶ τῇ μνήμῃ τῆς ἡμέρας ἐκείνης, ἐξέπεμψεν. Ἡ γὰρ ἡμέρα ἐκείνη τοῖς ἐν κατορθώμασι ζῶσι ποθεινὴ, ὥσπερ οὖν τοῖς ἐν ἁμαρτήμασι φοβερὰ, καθάπερ τοῖς καταδίκοις. Ἀλλὰ μὴ φοβώμεθα  μόνον  καὶ φρίττωμεν,  ἀλλὰ  καὶ μεταβαλλώμεθα  ἕως  ἐστὶ καιρὸς, καὶ ἀνενέγκωμεν  ἐκ τῆς πονηρίας·  δυνάμεθα  γὰρ,  ἂν  ἐθέλωμεν.  Εἰ γὰρ  πρὸ  τῆς  χάριτος  πολλοὶ  τοῦτο ἐποίησαν, πολλῷ  μᾶλλον  μετὰ τὴν  χάριν.  γʹ. Τί γὰρ φορτικὸν  ἐπετάγημεν;  ὄρη διατεμεῖν; ἢ πτῆναι πρὸς τὸν ἀέρα; ἢ περαιώσασθαι τὸ Τυῤῥηνικὸν πέλαγος; Οὐδαμῶς· ἀλλ' οὕτως εὔκολον πολιτείαν, ὡς μηδὲ ὀργάνων δεῖσθαι, ἀλλὰ ψυχῆς καὶ διαθέσεως μόνης.  Ποῖα γὰρ  ὄργανα εἶχον οἱ  ἀπόστολοι   οὗτοι,  τοσαῦτα κατορθώσαντες;  Οὐχὶ μονοχίτωνες  καὶ   ἀνυπόδετοι   περιῄεσαν,   καὶ   πάντων περιεγένοντο; Τί γὰρ δύσκολον τῶν ἐπιταγμάτων; Μηδένα ἔχε ἐχθρόν· μηδένα λέγε κακῶς. Τὰ ἐναντία  μὲν οὖν τούτων  τὰ δυσκολώτερα. Ἀλλ' εἶπε, φησὶ, Ῥῖψον  τὰ χρήματα. Τοῦτο οὖν ἐστι τὸ φορτικόν; Μάλιστα μὲν οὐκ ἐκέλευσεν, ἀλλὰ συνεβούλευσε. Πλὴν εἰ καὶ  ἐπίταγμα  ἦν,  τί  τὸ βαρὺ, μὴ περιφέρειν  φορτία  καὶ φροντίδας  ἀκαίρους; Ἀλλ', ὢ τῆς φιλαργυρίας! Πάντα χρήματα γέγονε· διὰ τοῦτο πάντα  ἄνω  καὶ  κάτω  γέγονε.  Κἂν  μακαρίσῃ  τίς  τινα,  τούτων   μέμνηται·  κἂν ταλανίσῃ, ἐντεῦθεν  ὁ ταλανισμός. Καὶ πάντες διὰ ταῦτα οἱ λόγοι γίνονται,  πῶς ὁ δεῖνα πλουτεῖ,  πῶς ὁ δεῖνα πένεται. Κἂν στρατείαν, κἂν γάμον, κἂν τέχνην,  κἂν ὁτιοῦν  μεταχειρίζῃ τις, οὐ πρότερον ἅπτεται τοῦ προκειμένου, ἕως ἂν ταῦτα ἴδοι ἰόντα  ῥαγδαίως αὐτῷ. Εἶτα οὐ συνελθόντες  βουλευσόμεθα, πῶς τὸ νόσημα τοῦτο ἀπελάσομεν; οὐκ αἰσχυνθησόμεθα τῶν πατέρων τὰ κατορθώματα; τῶν τρισχιλίων, τῶν πεντακισχιλίων,  οἳ κοινὰ πάντα εἶχον; Τί τὸ κέρδος τῆς παρούσης ζωῆς, ὅταν εἰς τὴν μέλλουσαν ἐμπορίαν αὐτῇ μὴ χρησώμεθα; Μέχρι πότε οὐ δουλοῦσθε τὸν δουλωσάμενον ὑμᾶς μαμωνᾶν; μέχρι πότε δοῦλοι χρημάτων; μέχρι τίνος οὐκ ἐρᾶτε ἐλευθερίας, καὶ διαῤῥήγνυτε τὰς ὠνὰς τῆς φιλοχρηματίας; Ἀλλὰ ἂν μὲν ἀνθρώπων γένησθε δοῦλοι, πάντα ποιεῖτε, εἴ τις ἐλευθερίαν ὑπόσχοιτο· φιλαργυρίας  δὲ ὄντες αἰχμάλωτοι, οὐδὲ ἐννοεῖτε πῶς τῆς πικρᾶς ταύτης ἀπαλλαγῆτε δουλείας. Καίτοι τὸ μὲν οὐδὲν δεινόν· τὸ δὲ τυραννὶς ἡ πικροτάτη. Ἐννοήσατε ἡλίκην τιμὴν ὑπὲρ ἡμῶν κατέθηκεν  ὁ Χριστός. Τὸ αἷμα τὸ ἑαυτοῦ ἐξέχεεν, ἑαυτὸν ἐξέδωκεν. Ὑμεῖς δὲ καὶ μετὰ ταῦτα πάντα ἀναπεπτώκατε, καὶ τὸ δὴ χαλεπώτερον,  ὅτι καὶ εὐφραίνεσθε τῇ  δουλείᾳ, ἐντρυφᾶτε τῇ ἀτιμίᾳ, καὶ ἐπέραστον γέγονε τὸ φευκτόν. Ἀλλ' ἐπειδὴ οὐκ  ἀποδύρεσθαι  χρὴ  μόνον  καὶ  ἐγκαλεῖν,  ἀλλὰ  καὶ  διορθοῦν,  ἴδωμεν  πόθεν ἐπέραστον ἡμῖν γέγονε τουτὶ τὸ πάθος καὶ τὸ κακόν. Πόθεν οὖν. πόθεν ἐπέραστον τουτὶ γέγονεν; Ὅτι ἐν δόξῃ, φησὶ, καὶ ἀσφαλείᾳ ποιεῖ. Ποίᾳ ἀσφαλείᾳ; εἰπέ μοι. Ἐν τῷ θαῤῥεῖν ὑπὲρ τοῦ μὴ πεινῇν,  μὴ ῥιγοῦν, μὴ βλάπτεσθαι, μὴ καταφρονεῖσθαι.
Οὐκοῦν ἐὰν ἐπαγγειλώμεθά  σοι τὴν ἀσφάλειαν ταύτην, ἀποστήσῃ τοῦ πλουτεῖν; Εἰ γὰρ διὰ τοῦτο ὁ πλοῦτος ἐπέραστος, ἂν ἐξῇ χωρὶς τούτου ἔχειν ἀσφάλειαν, τίς χρεία σοι τούτου λοιπόν; Καὶ πῶς δυνατὸν μὴ πλουτοῦντα, φησὶ, τούτων ἐπιτυχεῖν; Πῶς μὲν  οὖν  δυνατὸν  (ἐγὼ  γὰρ  τοὐναντίον   ἐρῶ)  πλουτοῦντα;  Καὶ γὰρ  κολακεύειν ἀνάγκη πολλοὺς, καὶ ἄρχοντας καὶ ἀρχομένους, καὶ δεῖσθαι μυρίων, καὶ δουλεύειν ἀγεννῶς,   καὶ   δεδοικέναι   καὶ   τρέμειν,   καὶ   ὑποπτεύειν   τοὺς   τῶν   βασκάνων ὀφθαλμοὺς, καὶ φοβεῖσθαι συκοφαντῶν     στόματα,    καὶ ἑτέρων φιλαργύρων ἐπιθυμίας. Ἀλλ' οὐχ ἡ πενία τοιοῦτον, ἀλλὰ τοὐναντίον  ἅπαν. Χωρίον ἄσυλόν ἐστι καὶ ἀσφαλὲς, λιμὴν εὔδιος, παλαίστρα καὶ γυμνάσιον φιλοσοφίας,  ἀγγελικοῦ βίου μίμημα. Ἀκούσατε, ὅσοι πένεσθε, τούτων, μᾶλλον δὲ καὶ ὅσοι πλουτεῖν ἐπιθυμεῖτε. Οὐ τὸ πένεσθαι δεινὸν, ἀλλὰ τὸ μὴ βούλεσθαι πένεσθαι. Μηδὲν δεινὸν νόμιζε εἶναι πενίαν, καὶ οὐκ ἔσται σοι δεινόν. Οὐδὲ γὰρ ἐν τῇ φύσει τοῦ πράγματος, ἀλλ' ἐν τῇ κρίσει τῶν μαλακοψύχων ἀνδρῶν τοῦτό ἐστι τὸ δέος. Μᾶλλον δὲ καὶ αἰσχύνομαι, εἰ τοσοῦτον ὑπὲρ πενίας ἔχοιμι λέγειν ὅτι οὐδέν ἐστι δεινόν· ἐὰν γὰρ φιλοσοφῇς, καὶ μυρίων ἀγαθῶν  ἔσται σοι πηγή. Καὶ εἴ τίς σοι ἀρχὴν, καὶ πολιτικὰς  δυνάμεις, καὶ πλοῦτον, καὶ τρυφὴν  προετίθει, εἶτα τὴν πενίαν  ἀντιτιθεὶς,  αἵρεσιν ἐδίδου λαβεῖν ὅπερ ἤθελες, ταύτην ἂν εὐθέως ἥρπασας, εἴγε αὐτῆς ἔγνως τὸ κάλλος. δʹ. Καὶ οἶδα μὲν ὅτι πολλοὶ γελῶσι τούτων  λεγομένων·  ἀλλ' ἡμεῖς οὐ θορυβούμεθα· ἀλλὰ καὶ ὑμᾶς ἀξιοῦμεν ἀνασχέσθαι, καὶ ταχέως ἡμῖν ψηφιεῖσθε. Ἐμοὶ γὰρ ἡ πενία κόρῃ τινὶ κοσμίῳ καὶ  καλῇ  καὶ  εὐειδεῖ  προσεοικέναι δοκεῖ· ἡ δὲ φιλαργυρία  θηριομόρφῳ γυναικὶ, Σκύλλῃ τινὶ καὶ Ὕδρᾳ, καὶ ἑτέροις τισὶ τοιούτοις τέρασι παρὰ μυθοποιῶν πλαττομένοις. Μὴ γάρ μοι τοὺς κατηγοροῦντας τῆς πενίας ἐνέγκῃς εἰς μέσον, ἀλλὰ τοὺς  δι' αὐτῆς  λάμψαντας.  Μετὰ ταύτης  Ἠλίας  τραφεὶς,  ἡρπάγη  τὴν  μακαρίαν ἐκείνην  ἁρπαγήν·  μετὰ  ταύτης  Ἑλισσαῖος ἔλαμψε·  μετὰ  ταύτης  Ἰωάννης,  μετὰ ταύτης οἱ ἀπόστολοι πάντες· μετὰ δὲ ἐκείνης, ὁ Ἀχαὰβ, ἡ Ἰεζάβελ, ὁ Γιεζῆ, ὁ Ἰούδας, ὁ Νέρων, ὁ Καϊάφας κατεκρίθησαν. Ἀλλ'  εἰ δοκεῖ, μὴ τοὺς ἐν πενίᾳ  λάμψαντας μόνον ἴδωμεν, ἀλλὰ καὶ αὐτὸ τῆς κόρης ταύτης τὸ κάλλος ἐπισκεψώμεθα. Καὶ γὰρ ὁ ὀφθαλμός  ἐστιν αὐτῇ καθαρὸς καὶ διειδὴς,  οὐδὲν  ἔχων  θολερὸν,  καθάπερ ὁ τῆς φιλαργυρίας  νῦν  μὲν  θυμοῦ γέμων,  νῦν  δὲ ἡδονῆς  ἐμπεπλησμένος,  νῦν  δὲ ἀπὸ ἀκρασίας τεταραγμένος. Ἀλλ' οὐχ ὁ τῆς πενίας τοιοῦτος, ἀλλ' ἥμερος, γαληνὸς, ἡδὺ πρὸς πάντας βλέπων, μειλίχιος προσηνὴς, οὐδένα μισῶν, οὐδένα ἀποστρεφόμενος. Ὅπου γὰρ χρήματα, ἐκεῖ ἔχθρας ὑπόθεσις καὶ μυρίων πολέμων. Στόμα πάλιν ἐκείνῃ μὲν ὕβρεων γέμει, τύφου τινὸς, ἀλαζονείας  πολλῆς, ἀρᾶς, δόλου· ταύτῃ δὲ καὶ στόμα καὶ  γλῶσσα  ὑγιὴς,  εὐχαριστίας  γέμουσα  διηνεκοῦς,  εὐλογίας,  προσηνῶν ῥημάτων,   φιλοστόργων,   θεραπευτικῶν,   ἐπαίνων,   ἐγκωμίων.   Εἰ  δὲ   καὶ   τὴν ἀναλογίαν ἐθέλοις αὐτῆς ἰδεῖν τῶν μελῶν, εὐμήκης τέ ἐστι καὶ ὑψηλοτέρα πολὺ τῆς εὐπορίας. Εἰ δὲ φεύγουσιν  αὐτὴν  πολλοὶ,  μὴ θαυμάσῃς· καὶ γὰρ καὶ τὴν  ἄλλην ἀρετὴν οἱ ἀνόητοι. Ἀλλ' ὑβρίζεται, φησὶν, ὁ πένης παρὰ τοῦ πλουτοῦντος. Πάλιν μοι τῆς πενίας τὸ ἐγκώμιον λέγεις. Τίς γὰρ, εἰπέ μοι, μακάριος; ὁ ὑβρίζων, ἢ ὁ ὑβριζόμενος;  ∆ῆλον  ὡς  ὁ  ὑβριζόμενος.  Οὐκοῦν ἐκείνη  μὲν  ὑβρίζειν  κελεύει  ἡ φιλαργυρία· αὕτη δὲ φέρειν παραινεῖ ἡ πενία. Ἀλλὰ πεινᾷ ὁ πένης, φησί. Καὶ Παῦλος ἐπείνα, καὶ ἐν λιμῷ ἦν. Ἀλλ' οὐκ ἔχει ἀνάπαυσιν. Οὐδὲ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ εἶχε ποῦ τὴν κεφαλὴν  κλῖναι. Εἶδες οἷ προέβη τῆς πενίας τὰ ἐγκώμια, καὶ ποῦ σε ἵστησι, πρὸς ποίους ἄνδρας ἀνάγει, καὶ πῶς τοῦ ∆εσπότου ποιεῖ μιμητήν; Εἰ καλὸν τὸ χρυσίον ἔχειν ἦν, τοῦτο ἂν ἔδωκε τοῖς μαθηταῖς ὁ Χριστὸς, ὁ τὰ ἀπόῤῥητα ἐκεῖνα δοὺς ἀγαθά. Νυνὶ δὲ οὐ μόνον οὐκ ἔδωκεν, ἀλλὰ καὶ ἔχειν ἀπηγόρευσε. ∆ιὸ καὶ ὁ Πέτρος οὐ μόνον  καταδύεται  πενίᾳ,  ἀλλὰ  καὶ  σεμνύνεται  λέγων·  Ἀργύριον  καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι, φησί. Τίς οὐκ ἂν ἠθέλησεν ὑμῶν  ῥῆξαι ταύτην  τὴν φωνήν;  Καὶ σφόδρα μὲν οὖν ἅπαντες, ἴσως εἴποι τις ἄν. Οὐκοῦν ῥῖψον τὸ ἀργύριον, ῥῖψον τὸ χρυσίον. Καὶ ἐὰν ῥίψω, φησὶ, λήψομαι  τὴν δύναμιν Πέτρου; Τί γὰρ Πέτρον μακάριον ἐποίησεν, εἰπέ μοι; ἆρα τὸ χωλὸν ἐγεῖραι; Οὐδαμῶς· ἀλλὰ τὸ μὴ ταῦτα ἔχειν, τοῦτο αὐτῷ τὸν οὐρανὸν προεξένησε. Τῶν μὲν γὰρ ταῦτα  ἐργασαμένων  πολλοὶ  εἰς  γέενναν  ἐνέπεσον· οἱ δὲ ἐκεῖνα  ποιήσαντες  βασιλείας ἐπέτυχον.  Καὶ τοῦτο καὶ ἐξ αὐτοῦ τοῦ Πέτρου μάνθανε.  ∆ύο γὰρ ἦν ἃ εἴρηκεν· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· καὶ, Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, ἔγειραι καὶ περιπάτει. Ποῖον οὖν αὐτὸν ἐποίησε λαμπρὸν καὶ μακάριον; τὸ ἐγεῖραι τὸν χωλὸν, ἢ τὸ ῥῖψαι τὰ χρήματα; Καὶ ταῦτα παρ' αὐτοῦ τοῦ ἀγωνοθέτου παιδεύου. Τί οὖν αὐτός φησι τῷ πλουσίῳ ζητοῦντι  τὴν  αἰώνιον  ζωήν; Οὐκ εἶπεν, Ἔγειρον χωλούς· ἀλλὰ, Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι· καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς. Καὶ ὁ Πέτρος δὲ πάλιν οὐκ εἶπεν, Ἰδοὺ ἐν τῷ ὀνόματί  σου ἐκβάλλομεν  δαίμονας·  καίτοι  ἦν  ἐκβάλλων·  ἀλλ',  Ἰδοὺ  ἀφήκαμεν πάντα,  καὶ ἠκολουθήσαμέν σοι· τί ἔσται ἡμῖν; Καὶ ὁ Χριστὸς πάλιν  πρὸς τοῦτον ἀποκρινόμενος, οὐκ εἶπεν, Ἐάν τις χωλὸν  ἐγείρῃ· ἀλλ',  Ὅστις ἀφῆκεν  οἰκίας καὶ ἀγροὺς, ἑκατονταπλασίονα λήψεται ἐν τῷ αἰῶνι τούτῳ, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Καὶ ἡμεῖς οὖν τοῦτον ζηλώσωμεν, ἵνα μὴ καταισχυνθῶμεν, ἀλλὰ ἵνα μετὰ παῤῥησίας παραστῶμεν τῷ βήματι τοῦ Χριστοῦ, ἵνα αὐτὸν ἐπισπασώμεθα εἶναι μεθ' ἡμῶν, ὡς καὶ μετὰ τῶν μαθητῶν ἦν. Ἔσται γὰρ καὶ μεθ' ἡμῶν, καθάπερ καὶ μετ' ἐκείνων ἦν, ἐὰν θέλωμεν ἐκείνους μιμήσασθαι, καὶ ζηλωταὶ γενέσθαι τοῦ βίου καὶ τῆς πολιτείας  αὐτῶν. Ἀπὸ τούτων  γὰρ καὶ ὁ Θεὸς στεφανοῖ καὶ ἀνακηρύττει, οὐκ ἀπαιτῶν σε νεκρὸν ἐγεῖραι, οὐδὲ χωλὸν διορθῶσαι. Οὐ γὰρ ταῦτα ποιεῖ κατὰ Πέτρον γενέσθαι, ἀλλὰ τὸ ῥῖψαι τὰ ὄντα· τοῦτο γὰρ τοῦ ἀποστόλου τὸ κατόρθωμα. Ἀλλ' οὐ δύνασαι ῥῖψαι; Μάλιστα μὲν δυνατόν· πλὴν οὐκ ἀναγκάζω, εἰ μὴ βούλει, οὐδὲ βιάζομαι· ἀλλ' ἐκεῖνο παρακαλῶ, κἂν κατὰ μέρος ἀναλίσκειν τοῖς δεομένοις, καὶ μηδὲν πλέον τῆς χρείας ἐπιζητεῖν. Οὕτω γὰρ καὶ ἐνταῦθα ἀπράγμονα βιωσόμεθα βίον καὶ ἀσφαλῆ, καὶ τῆς αἰωνίου  ζωῆς ἀπολαύσομεν· ἧς γένοιτο  πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.



Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |