Κυριακή 5 Μαΐου 2013

Εσπερινός του Πάσχα


Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΚΥΡΙΑΚῌ 
ΤΟΥ ΠΑΣΧΑ Ε Σ Π Ε Ρ Α Σ

Εἰς τὸ Λυχνικόν, ἀλλάσσει ὁ Ἱερεὺς πᾶσαν τὴν ἱερατικὴν στολὴν αὐτοῦ, καὶ στὰς κατενώπιον τῆς ἁγίας Τραπέζης μετὰ τοῦ θυμιατοῦ, σφραγίζει σταυροειδῶς, καὶ ἐκφωνεῖ λέγων...

Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἦχος πλ. α’

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Λέγεται δὲ τοῦτο τρὶς ὑπὸ τοῦ προεξάρχοντος Ἀρχιερέως ἢ Ἱερέως ἄνευ στίχων. Εἴθ’ οὕτω λέγει τοὺς ἑπομένους στίχους ὁ προεξάρχων, καθ’ ἕκαστον δὲ στίχον ψάλλεται ὁμοίως ὑπὸ τῶν Χορῶν τὸ αὐτὸ Τροπάριον.

Στίχ. α’ Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

ὁ α’χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

Στίχ. β’ Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

ὁ β’χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

Στίχ. γ’ Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

ὁ α’χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

Στίχ. δ’ Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

ὁ β’χορὸς

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

ὁ α’χορὸς

Δόξα Πατρὶ …

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

ὁ β’χορὸς

Καὶ νῦν…

Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

Εἶτα ὁ προεξάρχων, γεγονωτέρᾳ φωνῇ

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας…

ὁ β’χορὸς

…καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.


Συναπτὴ μεγάλη

ὁ α’ χορός

Ἦχος β’ Ψαλμὸς ρμ’ (140)
Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι μὲ πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

ὁ β’ χορός
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

ὁ α’ χορός

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Ἦχος β’

Τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα τὸν Θεὸν λόγον σαρκωθέντα, ἐκ Παρθένου Μαρίας, δεῦτε προσκυνήσωμεν, Σταυρὸν γὰρ ὑπομείνας, τῇ ταφῇ παρεδόθη, ὡς αὐτός ἠθέλησε, καὶ ἀναστὰς ἐκ νεκρῶν, ἔσωσέ με τὸν πλανώμενον ἄνθρωπον.

ὁ β’ χορός

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

ἦχος ὁ αὐτὸς

Χριστὸς ὁ Σωτὴρ ἡμῶν, τὸ καθ’ ἡμῶν χειρόγραφον, προσηλώσας τῷ Σταυρῷ, ἐξήλειψε καὶ τοῦ θανάτου τὸ κράτος κατήργησε, Προσκυνοῦμεν αὐτοῦ, τὴν τριήμερον Ἔγερσιν.

ὁ α’ χορός

Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

ἦχος ὁ αὐτὸς

Σὺν Ἀρχαγγέλοις ὑμνήσωμεν, Χριστοῦ τὴν Ἀνάστασιν, αὐτὸς γὰρ λυτρωτὴς ἐστι καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ ἐν δόξῃ φοβερᾷ, καὶ κραταιᾷ δυνάμει, πάλιν ἔρχεται, κρῖναι κόσμον ὃν ἔπλασεν.

ὁ β’ χορός

Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

ἦχος ὁ αὐτὸς

Σὲ τὸν σταυρωθέντα καὶ ταφέντα Ἄγγελος ἐκήρυξε Δεσπότην, καὶ ἔλεγε ταῖς Γυναιξί, Δεῦτε ἴδετε, ὅπου ἔκειτο ὁ Κύριος, ἀνέστη γὰρ καθὼς εἶπεν, ὡς παντοδύναμος, διὸ σε προσκυνοῦμεν τὸν μόνον ἀθάνατον, Ζωοδότα Χριστὲ ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε τὸν Kύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

ἦχος ὁ αὐτὸς

Ἐν τῷ Σταυρῷ σου κατήργησας, τὴν τοῦ ξύλου κατάραν, ἐν τῇ ταφῇ σου ἐνέκρωσας τοῦ θανάτου τὸ κράτος, ἐν δὲ τῇ ἐγέρσει σου ἐφώτισας τὸ γένος τῶν ἀνθρώπων, διὰ τοῦτό σοι βοῶμεν, Εὐεργέτα Χριστέ, ὁ Θεὸς ἡμῶν δόξα σοι.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Kυρίου μένει εἰς τὸν αἰῶνα.

ἦχος ὁ αὐτὸς

Ἠνοίγησάν σοι Κύριε φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν, πύλας γὰρ χαλκᾶς συνέτριψας καὶ μοχλοὺς σιδηροῦς συνέθλασας καὶ ἐξήγαγες ἡμᾶς ἐκ σκότους καὶ σκιᾶς θανάτου, καὶ τοὺς δεσμοὺς ἡμῶν διέῤῥηξας.

ὁ α’ χορός

Δόξα Πατρί…

Τὸν σωτήριον ὕμνον ᾄδοντες, ἐκ στομάτων ἀναμέλψωμεν, δεῦτε πάντες ἐν οἴκῳ Κυρίου προσπέσωμεν λέγοντες, ὁ ἐπὶ ξύλου σταυρωθείς, καὶ ἐκ νεκρῶν ἀναστὰς καὶ ὢν ἐν κόλποις τοῦ Πατρὸς ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον.

Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου τῆς χάριτος ἐλθούσης, ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω Παρθένος ἔτεκες, καὶ Παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡσωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἴσοδος μετὰ τοῦ Εὐαγγελίου

Εἴσοδος.

Σοφία Ὀρθοί !

ἦχος β’

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲδοξάζει.

Ἑσπέρας προκείμενον!

Ἦχος βαρὺς

Τίς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν, σὺ εἶ ὁ Θεός, ὁ ποιῶν θαυμάσια μόνος.

Στίχ. Ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου.

Τίς Θεὸς μέγας,..

Στίχ. Καὶ εἶπα, Νῦν ἠρξάμην, αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου.

Τίς Θεὸς μέγας,…

Στίχ. Ἐμνήσθην τῶν ἔργων Κυρίου.

Τίς Θεὸς μέγας…

Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου κτλ.

Εὐαγγέλιον κατὰ Ἰωάννην

Οὔσης ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνῃγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων , ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς, Εἰρήνη ὑμῖν. καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ΄ ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τόν Κύριον.

Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν , Εἰρήνη ὑμῖν, καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς.καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς, Λάβετε Πνεῦμα Ἅγιον. ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφιένται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται.

Θωμᾶς δέ, εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ’ αὐτῶν ὅτε ἦλθεν Ἰησοῦς, ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί, Ἑωράκαμεν τὸν Κύριον. ὁ δὲ εἶπεν αὐτοῖς, Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἣλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἣλων, καὶ βάλω μου τὴν χεῖρα εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω.

Εἶτα Ἐκτενής, τό, Εἴπωμεν πάντες… Καταξίωσον Κύριε… Πληρώσωμεν τὴν ἑσπερινήν, κτλ.

Μετὰ δὲ τὴν ἐκφώνησιν, ψάλλομεν τῆς ὀκτωήχου τὸ ΣτιχηρὸνἈναστάσιμον τῶν Ἀποστίχων.

ὁ α’ χορός

Ἦχος β’ (Μέλος Στιχηραρικόν)

Ἡ Ἀνάστασίς σου Χριστὲ Σωτὴρ ἅπασαν ἐφώτισε τὴν οἰκουμένην, καὶ ἀνεκαλέσω τὸ ἴδιον πλάσμα, Παντοδύναμε Κύριε, δόξα σοι.

ὁ β’ χορός

Ἦχος πλ. α’

Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.

ὁ α’ χορός

Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τὴ Σιὼν εἴπατε, Δέχου παρ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.

ὁ β’ χορός

Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε΄ Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.

ὁ α’ χορός

Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὢ Πάσχα λύτρον λύπης, καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ γύναια χαρᾶς ἔπλησε λέγων, κηρύξατε Ἀποστόλοις.

ὁ β’ χορός

Δόξα Πατρί…

ὁ α’ χορός

Καὶ νῦν…

ὁ β’ χορός

ἦχος ὁ αὐτὸς

Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα΄ Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς΄ Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν,…

ὁ α’ χορός

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

ὁ β’ χορός

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

ὁ α’ χορός

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

᾽Απόλυσις: Διαλογική· «῾Ο ἀναστάς ἐκ νεκρῶν…».

ὁ Προεξάρχων: πρός τόν λαόν· «Χριστός ἀνέστη».

῾Ο Λαός: «᾽Αληθῶς ἀνέστη», τό αὐτό ἐπαναλαμβάνεται ἄλλας δύο φοράς καί ἀκολούθως ἐκφωνεῖ·

ὁ Προεξάρχων: Τό· «Δόξα τῇ Αὐτοῦ τριημέρῳ ἐγέρσει».

῾Ο Λαός: ᾽Αποκρίνεται διά τοῦ· «Προσκυνοῦμεν Αὐτοῦ τήν τριήμερον ἔγερσιν».
ὁ Προεξάρχων: Κατακλείει διά τοῦ· «Χριστός ἀνέστη…» (ὅλον), καὶ

῾Ο Λαός: ᾽Αντιφωνεῖ· «᾽Αληθῶς ἀνέστη ὁ Κύριος».
agioskosmasoaitolos.wordpress.com

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |