Δευτέρα 16 Δεκεμβρίου 2013

Περί Νηστείας και Ελεημοσύνης




ΙΩΑΝΝΗΣ Ο ΧΡΥΣΟΣΤΟΜΟΣ
Περί Νηστείας και Ελεημοσύνης
De jejunio et eleemosyna

Καλὴ νηστεία, καλὴ καὶ τῶν Γραφῶν ἀνάγνωσις· καλὴ δέ ἐστιν, ὅταν καὶ ἐκ ταύτης πρᾶξις ἕπηται, ἐπεὶ, ἐὰν ἀναγινώσκῃς μὲν, μὴ ποιῇς δὲ, γίνεταί σοι εἰς κρῖμα ἀνάγνωσις,  καὶ εἰς ἐφόδιον  κολάσεως. Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ γόμου, φησὶ, δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ' οἱ ποιηταὶ  τοῦ νόμου δικαιωθήσονται· καὶ πάλιν  ὁ Χριστός· Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὑτῶν.
Μακάριος δὲ ὁ λέγων εἰς ὦτα ἀκουόντων, ὅταν μάλιστα τὸν τόκον καταβάλωσι· τόκος δέ ἐστιν ἡ ὑπακοὴ, καὶ ἡ τῶν ἐντολῶν  τοῦ Θεοῦ ἐργασία, καθώς φησιν ὁ Κύριος· Κἀγὼ ἐλθὼν  ἀπῄτησα  ἂν  τὸ  ἐμὸν  σὺν  τόκῳ.  Τί οὖν  συνήγαγες,  ἀδελφὲ,  ἀπὸ  τῆς νηστείας; ἐπεὶ καὶ γεωργὸς  διὰ τοῦτο σπείρει, ἵνα θερίσῃ, καὶ ἔμπορος διὰ τοῦτο τὰς ἀποδημίας ἀποτελεῖ, ἵνα χρήματα συναγάγῃ, καὶ κυβερνήτης διὰ τοῦτο πολλὰ πελάγη διαπερᾷ, ἵνα τὸ σκάφος φορτίων  ἐμπλήσῃ. Μή μοι εἴπῃς, ὅτι Τόσας ἡμέρας ἐνήστευσα, τὸ καὶ τὸ οὐκ ἔφαγον, οἶνον οὐκ ἔπιον, ἀλουσίαν ὑπέμεινα, ἀλλὰ δεῖξόν μοι, εἰ θυμώδης ὢν, πρᾶος ἐγένου, καὶ εἰ ὠμὸς ὢν, ἐγένου φιλάνθρωπος. Ἐπεὶ ἐὰν μεθύῃς τῷ θυμῷ, τί τὴν  σάρκα  καταθλίβεις;  ἐὰν  φθόνος     ἔνδον  καὶ  πλεονεξία,   τίς    ὠφέλεια   τῆς ὑδροποσίας; Οὐ ζητῶ νῦν ποταπὴ ἡ τράπεζα, ἀλλ' εἰ γνώμης κακῆς ἐγένετο μεταβολή. Ἐὰν    δέσποινα,   ψυχὴ  λέγω,  πορνεύῃ,  τί  τὴν  θεράπαιναν,   τὴν  γαστέρα  φημὶ, μαστίζεις; εἰ ἡ ψυχὴ  παρασύρεται, τί τὸ σῶμα τήκεις;  48.1060 Ταῦτα λέγω  οὐχ ὑμῶν κατηγορῶν, ἀλλὰ διὰ τοὺς ῥᾳθύμους. Ὅσον γὰρ ἐὰν ἴδω ὑμᾶς πετομένους, ἔτι βούλομαι ὑμᾶς ἀνωτέρω πέτασθαι· τοιαύτη γὰρ ἡ τῆς ἀγάπης τυραννίς. Καὶ ὥσπερ οἱ φιλάργυροι, ὅσον ἐὰν συναγάγωσι χρυσίον, πλέον
ἐπιζητοῦσιν· οὕτω καὶ ἡμεῖς πλέον ὀρεγόμεθα τῆς ὑμετέρας προκοπῆς. Εἰ οὖν θέλεις παρὰ Θεῷ προσδεχθῆναι, νήστευσον ὡς οἱ Νινευῗται, ἀδελφέ·  ἐκεῖνοι  νόμον  οὐκ ἔλαβον· περὶ ὧν  φησιν  ὁ Παῦλος· Ὅταν γὰρ ἔθνη  τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν, οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόμος. Μὴ τοίνυν ἀργὴν τὴν νηστείαν ἐπιδείκνυσο· οὐ γὰρ ἀναβαίνει  μόνη εἰς τὸν οὐρανὸν ἡ νηστεία, ἐὰν μὴ ἔχῃ τὴν ἀδελφὴν αὐτῆς τὴν ἐλεημοσύνην· ξυνωρὶς γὰρ αὐτῆς ἐστι, καὶ οὐ μόνον ἀδελφότης καὶ ξυνωρὶς, ἀλλὰ καὶ ὄχημα.
Καὶ πόθεν  τοῦτο;  Τῷ Κορνηλίῳ  ἔλεγεν  ὁ ἄγγελος·  Αἱ προσευχαί  σου καὶ  αἱ ἐλεημοσύναι  σου ἀνέβησαν  εἰς μνημόσυνον  ἐνώπιον  τοῦ Θεοῦ. Πτερὸν γάρ ἐστι τῆς εὐχῆς ἡ ἐλεημοσύνη· ἐὰν οὖν μὴ ποιήσῃς πτερὸν τῇ εὐχῇ, οὐ πέταται· ὅταν δὲ πτερωθῇ ἡ ψυχή  σου, ἵπταται  εἰς τὸν οὐρανόν.  Ἕως πότε ἡ φιλαργυρία  καὶ τῶν  κτημάτων  ἡ ἐπιθυμία; Ταῦτα πάντα, ἀδελφὲ, συγκαταλύεται τῷ παρόντι βίῳ. Ἀλλὰ πάντως μοι ἐρεῖς· Ταῦτα σεαυτῷ λέγε. Καὶ ἐμαυτῷ  λέγω,  ἀδελφὲ,  καὶ ὑμῖν· κοινὸν  γὰρ τὸ συμβούλιον. Ἐγὼ ταῦτα  ἀκούων,  καὶ διορθούμενος,  παρ' ὑμῶν  χάριν  λαμβάνω·  κἂν  δοῦλος  ᾖ ὁ λέγων, δέχομαι τὴν συμβουλὴν, κἂν ἐλεύθερος ᾖ, προθύμως ἀκούω. Οὐ 48.1061 γὰρ τὸ διάφορον τῶν προσώπων, ἀλλ' ἡ χρῆσις τῆς συμβουλῆς ποιεῖ με δέχεσθαι τὰ λεγόμενα. Εἰ γὰρ Μωϋσῆς ἐκεῖνος,  ὁ τηλικοῦτος,  ὁ τῷ Θεῷ ὁμιλήσας, τὰς τοῦ κηδεστοῦ αὐτοῦ συμβουλίας οὐκ ἀπεστράφη, καὶ τούτου βαρβάρου ὄντος, ἀλλὰ  κἀκεῖνος  κατεδέξατο, καὶ  ὁ Θεὸς ἐβεβαίωσε· πόσῳ μᾶλλον  ἡμεῖς; Οὐ λέγω  σοι, ἀκτήμων  γενοῦ,  ἀλλὰ  τὸ περισσὸν  εἰς  τοὺς  πένητας  ἀνάλωσον,  ἵνα    περισσεία σου ὑπόθεσις  σωτηρίας  σοι γένηται.  Οὐχ ὁρᾶτε  πολλοὺς  κατὰ  τὴν  ὁδὸν  πένητας,  πῶς  μένουσι  νοσοῦντες  καὶ γυμνητεύοντες; καὶ ὁ μὲν νεώτερος, ὁ δὲ πρεσβύτερος, καὶ ἄλλος ὑφ' ἑτέρου στηρίζεται, καὶ πολλὴ ἡ τούτων τραγῳδία. ∆ὸς οὖν τῷ συνδούλῳ, ἵνα ἔχῃς τὸν ∆εσπότην χρεωφειλέτην, τὸν ἡδέως χρεωστοῦντα, τὸν διδόντα τὸ κεφάλαιον  μετὰ τοῦ τόκου· ἐπὶ μὲν  γὰρ τῶν  ἔξω  ἔγκλημα  ὁ τόκος, ἐπὶ  δὲ τοῦ  Θεοῦ ἔπαινος.  Οὐ δίδως  τῷ  πένητι; πρόσεχε τῷ  δι' αὐτοῦ  αἰτοῦντι,  καὶ αἰδέσθητι  τὸ ἀξίωμα  τοῦ λαμβάνοντος·  ὁ πένης λαμβάνει, καὶ ὁ Θεὸς δανείζεται. Ἐννόησον ποῦ κατέβη ὁ ∆εσπότης σου δι' ἐκεῖνο, ἵνα σε ἐπικάμψῃ μὴ εἶναι ὠμὸν καὶ ἀπάνθρωπον.  Πεινῶντα μὲν γὰρ, φησὶν, εἴδετέ με, καὶ οὐκ ἐθρέψατε· διψῶντα,  καὶ οὐκ ἐποτίσατε· ξένον, καὶ οὐ συνηγάγετε· γυμνὸν,  καὶ οὐ περιεβάλετε, καὶ τὰ ἑξῆς. Οὐ δίδως οὖν πεινῶντι  τῷ Χριστῷ; Σὺ καὶ ὁ πένης τὸ σῶμα αὐτοῦ κοινῶς ἐκ τῆς τραπέζης μεταλαμβάνετε, τοῦ ποτηρίου αὐτοῦ ὁμοίως μετέχετε· ἐν τοῖς μεγάλοις σοι καὶ φρικτοῖς κοινωνεῖ, καὶ τῶν μικρῶν αὐτῷ οὐ μεταδίδως;
Μὴ γὰρ τὰ σὰ αὐτῷ παρέχεις; Κἂν γὰρ παρὰ τῶν γονέων  ἐδέξω, κἂν παρὰ τῶν προγόνων,  τοῦ Θεοῦ εἰσι. Τί καταχωννύεις αὐτὰ εἰς τὴν γῆν; ∆ὸς τῷ πένητι, καὶ μετὰ πολλῆς  τῆς  ἀσφαλείας  φυλάττει  σοι αὐτὰ  ὁ ∆εσπότης. Οὐχ ὁρᾷς τοὺς  γηπόνους  τί ποιοῦσιν;  ὅτι  πολλάκις  ὑπὸ  πενίας  μὴ ἔχων  σπόρον, τίθησιν  αὐτοῦ  τὸ ἱμάτιον,  καὶ λαμβάνει ὃ βούλεται, καὶ τῇ γῇ καταπιστεύει; καίτοι πολλάκις ἦλθε καιρῶν ἀνωμαλία, καὶ ἀπῆλθε μηδὲν θερίσας, καὶ ὅμως πιστεύει τῇ γῇ διὰ τὴν ἐλπίδα. Ὅπερ οὖν ἡ γῆ ποιεῖ, τοῦτο ὁ ∆εσπότης οὐ δύναται ποιῆσαι; Μίμησαι ἐκείνην  τὴν ἐν τῇ Παλαιᾷ χήραν, τὴν ἔχουσαν δράκα ἀλεύρου ἐν τῇ ὑδρίᾳ, καὶ ὀλίγον  ἔλαιον ἐν τῷ καμψάκῃ, ὅτι ἐξ αὐτῶν τὸν προφήτην ἐξενοδόχησεν· ἢ ταύτην τὴν ἐν τῷ Εὐαγγελίῳ, ἥτις δύο ὀβολοὺς βαλοῦσα πάντας  ὑπερηκόντισεν·  ὅλον γὰρ τὸν πλοῦτον  ἑαυτῆς ἔβαλεν. Ἀλλὰ τί λέγεις; Πένης εἰμὶ καὶ οὐκ ἔχω χρήματα. ∆ύο ὀβολοὺς οὐκ ἔχεις; Εἰ δὲ καὶ οὐκ ἔχεις, γνώμης  ἀγαθῆς περιουσίαν ζητεῖ ὁ Θεός. ∆ιὰ τοῦτο ἔλεγεν, Ὅστις ἐὰν δῷ ποτήριον ψυχροῦ ὕδατος, οὐ μὴ ἀπολέσει τὸν μισθὸν αὐτοῦ. Βλέπε, τί λέγει· ψυχροῦ ὕδατος, οὐ θερμοῦ, ἵνα μὴ διὰ τὴν δαπάνην τῶν ξύλων στερηθῇς τοῦ μισθοῦ. Καὶ βασιλεὺς μὲν ὅσον ἐὰν ἐπιβάλῃ σοι χρυσίον, κρεμώμενος, σχοινιζόμενος,  δίδως ὅπερ βούλεται· κἂν πένης ᾖς, οὐ προσέχει τῇ δυνάμει τῶν προσώπων, ἀλλὰ τῷ ἰδίῳ κέρδει. Ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλὰ κατὰ τὴν ἑκάστου δύναμιν  ἀπαιτεῖ. ∆ιὰ τί γάρ εἰσι πένητες; μὴ γὰρ οὐκ ἠδύνατο ὁ Θεὸς ὄμβρον χρυσοῦν κατενεγκεῖν;  ἀλλ' ἵνα σοι ἡ ἐκείνου πενία παραμυθία τῶν ἁμαρτημάτων  σου γένηται. Μέγα ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων· βλέπε πόσον ἐστὶν ἡ ἐλεημοσύνη. Ἑαυτῷ παραβάλλει  ὁ Θεὸς τὸν ἐλεήμονα·  Γίνεσθε γὰρ, φησὶν, οἰκτίρμονες,  ὡς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων  ἐστίν. Ἐὰν ἔλθῃ ὁ θάνατος, ὧδε μένει τὰ χρήματα· διὰ  τί  οὖν  οὐ προαποστέλλεις  σεαυτῷ  ἐκεῖ, ἵνα  ἐν  ἐκείνῃ  τῇ  ἡμέρᾳ παραστῶσί σοι πένητες,  ὅπου  ῥήτωρ  οὐκ ἔστιν,  οὐδὲ συνήγορος; Ἐπιδείκνυνται  γὰρ οἱ πένητες  τὰ ἱμάτια, καὶ τὰ στρόφια, καὶ ἁρπάζουσί σε τοῦ πυρός. Οὐχ οὕτως ἥλιος εἰς πάγος ἐλθὼν λύει  αὐτὸ, ὡς ἐλεημοσύνη  ἐμπεσοῦσα εἰς πλῆθος  ἁμαρτιῶν  ἀφανίζει  αὐτάς. Ἵνα  δὲ μάθῃς τῆς ἐλεημοσύνης τὸ ὕψος, τί τῆς παρθενίας ἐπιπονώτερον; Οὐδέν· πολλαί εἰσιν αἱ ἀρεταὶ, αἱ μὲν μεγάλαι, αἱ δὲ μείζους, αἱ δὲ ἐλάττονες, τῆς δὲ παρθενίας οὐδὲν ἐπιπονώτερον· πρὸς τὴν φύσιν παλαίει· ὁ πόλεμος οὗτος ἀνοχὴν  οὐκ ἔχει· μάχη ἐστὶν εἰρήνην μηδέποτε ἔχουσα, εἰ μὴ διὰ τοῦ ἐλέους τοῦ Χριστοῦ. Ἕστηκεν ἡ παρθένος τὴν κάμινον πρὸς ἑαυτὴν συνάγουσα, καὶ μὴ καιομένη· παρ48.1062 θένος ἐπὶ τῶν ἀνθράκων ἑστῶσα οὐ κατακαίεται·  ἐν τῇ καμίνῳ  οὖσα οὐ φλέγεται,  δρόσον ἔχουσα καθάπερ οἱ τρεῖς παῖδες· πρὸς τὰς ἀοράτους δυνάμεις ἁμιλλωμένη,  τὸν Μιχαὴλ μιμεῖται, καὶ πρὸς τὸν  Γαβριὴλ ἁμιλλᾶται.  Ἐν  τῷ  παραδείσῳ  ἦν    παρθενία,  καὶ  ὑπὸ  τοῦ  δράκοντος
 κατεφθάρη. ∆ιὰ τοῦτο ἐν τοῖς μέσοις χρόνοις οὐκ ἐφαίνετο· ὅτε δὲ ἦλθεν ὁ ἐκ παρθένου γεννηθεὶς  Ἰησοῦς Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, τότε ἐφάνη  πάλιν.  Θέλεις δὲ γνῶναι  τῆς παρθενίας  τὸ  μέγεθος;  Μωϋσῆς  τὴν  θάλασσαν  ἔσχισε,  τὸν  ἀέρα  μετέβαλε,  μάννα κατήγαγε, καὶ κατελάλησαν αὐτοῦ περὶ τῆς ἰδίας γυναικὸς, τῆς Αἰθιοπίσσης, ὅτι γυναῖκα εἶχε· καὶ Ἀβραὰμ δὲ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, ἀλλὰκαὶ Ἰωσὴφ, εἰ καὶ σωφρονῶν, ἀλλ' ὅμως μετὰ ταῦτα γυναῖκα ἔσχε. Βούλει μαθεῖν, ὅσον ἐστὶν ἡ παρθενία; Ὁ Χριστὸς ἐλθὼν  οὐ κατέδησεν αὐτὴν ἀνάγκῃ· ὁμοῦ γὰρ τὰς ἄλλας ἐπιτείνας ἀρετὰς, ταύτην οὐκ ἐπέτεινεν, ἵνα, ἐὰν ἑκουσίως κατορθώσῃς, στεφανωθῇς.
Οἱ ἐγκράτειαν ἀσκοῦντες, καὶ τὴν ἀκτημοσύνην πρώτην αὐτὴν μεταχειρίζονται. Εἰσὶ   γὰρ   εὐνοῦχοι,    οἵτινες    ἐγεννήθησαν    οὕτω·   καὶ   εἰσὶν   εὐνοῦχοι,    οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων· καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν  βασιλείαν  τῶν  οὐρανῶν,  οὐ τὰ μόρια κόψαντες,  ἀλλὰ  τὴν ἀκόλαστον  ἐπιθυμίαν ἀποκοψάμενοι.  Ὁ δυνάμενος  χωρεῖν,  χωρείτω.  Καὶ ὁ Ἀπόστολος τὰς ἀρετὰς ἐπελθὼν πάσας, εἰδὼς αὐτῆς τὸ πέλαγος, λέγει· Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω. Εἶδες πῶς μεγάλη ἡ παρθενία; Καὶ ὅμως χωρὶς ἐλεημοσύνης οὐκ ἔσωσεν· ἐλεημοσύναι δὲ χωρὶς παρθενίας ἔσωσαν. Αἱ πέντε παρθένοι αἱ μωραὶ, ἐπειδὴ ἔλαιον οὐκ εἶχον, ἀλλὰ μόνην τὴν παρθενίαν, οὐκ ἐσῆλθον εἰς τὸν νυμφῶνα· λέγουσι γὰρ ταῖς φρονίμοις· ∆ότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν. ∆ικαίως δὲ ἐκλήθησαν μωραὶ, ὅτι τὸ ἐπιπονώτερον κατορθώσασαι, τὸ χωρὶς  πόνου  οὐκ ἐποίησαν·  τὸν μέγαν  ἀνταγωνιστὴν κατήνεγκαν, καὶ ὑπὸ τοῦ ἐλάττονος ἡττήθησαν. Καὶ ἐλθόντος τοῦ νυμφίου, εἰσῆλθον αἱ φρόνιμοι εἰς τὸν νυμφῶνα· καὶ ἦλθον κἀκεῖναι κρούουσαι· καὶ λέγει αὐταῖς· Οὐκ οἶδα ὑμᾶς. ∆ιὰ τί; Ὅτι  πεινῶντά   με  εἴδετε,  καὶ  οὐκ  ἐθρέψατε.  Ἡμᾶς  δὲ  μὴ  γένοιτο  ἀκοῦσαι  φωνῆς τοιαύτης· τοῖς  δὲ  τὴν  ἐλεημοσύνην  κατορθώσασι  λέγει·  ∆εῦτε, οἱ  εὐλογημένοι  τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.
∆ιὰ τί; ὅτι παρθενίαν ἐτήρησαν; Οὐδαμῶς· ἀλλ' ὅτι Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με· γυμνὸς, καὶ περιεβάλετέ με· ἀσθενὴς καὶ ἐν φυλακῇ, καὶ ἐπεσκέψασθέ με. Ἵνα δὲ μάθῃς πόσον ἐστὶν ἡ ἐλεημοσύνη, βούλομαι  πάλιν  ὑμᾶς ὑπομνῆσαι  τῆς ἱστορίας ταύτης.  ∆έκα παρθένοι  ἦσαν, αἱ πέντε φρόνιμοι,  καὶ αἱ πέντε  μωραί· καὶ φωνὴ  ἐγένετο  κατὰ τὸ μεσονύκτιον.  Ἀνάστητε, ὁ νυμφίος  ἔρχεται.  Τὸ μεσονύκτιον    ἀνάστασίς  ἐστιν,  ὅτε  οἱ  ἄγγελοι  πάντας  ἡμᾶς ἐπεγείρωσιν. Ἀναστᾶσαι δὲ αἱ παρθένοι ἐκόσμησαν τὰς λαμπάδας ἑαυτῶν. Ἡ δὲ λαμπὰς ἡ παρθενία ἐστὶ, τὸ καθαρὸν, τὸ ὀξὺ, τὸ φωτεινόν.  Λέγουσιν αἱ μωραὶ ταῖς φρονίμοις·
∆ότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν. Λέγουσιν αὐταῖς αἱ φρόνιμοι· Φοβούμεθα μή ποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν (ἀλλ' οὐχὶ βασκαίνουσαι οὐκ ἔδωκαν· ἐκεῖ γὰρ τίς χρεία χρυσίου λοιπόν; οὐ γάρ ἐστιν ἐκεῖ πλούσιος καὶ πένης), ἀλλ' ἀπελθοῦσαι ἀγοράσατε. Καὶ τίνες οἱ πωλοῦντες;  Πένητες· σὺ γὰρ μᾶλλον  λαμβάνεις  ἢ δίδως·  δίδως  αὐτῷ  σὺ γήϊνα,  καὶ λαμβάνεις  ἐπουράνια. Ὡς οὖν ἀπῆλθον  ἀγοράσαι, ἦλθεν  ὁ νυμφίος·  καὶ εἰσῆλθον  εἰς τὸν νυμφῶνα  αἱ ἕτοιμοι, καὶ ἐκλείσθησαν αἱ θύραι. Ἐλθοῦσαι δὲ ἐκεῖναι ἔκρουσαν, καὶ λέγει αὐταῖς· Οὐκ οἶδα ὑμᾶς.
Ὁρᾷς, ἐπειδὴ ἐλεημοσύνην  οὐκ εἶχον, καὶ τοῦ πόνου τῆς παρθενίας ἀπέτυχον, καὶ ἔξω τοῦ νυμφῶνος  ἔμειναν.  Μαθόντες οὖν τῆς ἐλεημοσύνης  τὸ κέρδος, ἀδελφοὶ, ποιήσωμεν ἐλεημοσύνην, ἵνα καὶ τοῦ νυμφῶνος  ἐπιτύχωμεν,  καὶ τῶν αἰωνίων  ἀγαθῶν ἀπολαύσωμεν, χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα σὺν τῷ ἁγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |