Κατά μεθυόντων, καί εις τήν άνάστασιν λεχθείς τη άγία καί μεγάλη Κυριακή τού Πάσχα
Κυριακή 12 Απριλίου 2015
Κατά μεθυόντων, καί εις τήν άνάστασιν λεχθείς τη άγία καί μεγάλη Κυριακή τού Πάσχα
Κατά μεθυόντων, καί εις τήν άνάστασιν λεχθείς τη άγία καί μεγάλη Κυριακή τού Πάσχα
ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ
αʹ. Ἀπεθέμεθα τῆς νηστείας
τὸ φορτίον, ἀλλὰ μὴ ἀποθώμεθα τῆς νηστείας τὸν καρπόν· ἔστι γὰρ φορτίον ἀποθέσθαι
νηστείας, καὶ καρπὸν δρέπεσθαι νηστείας. Παρῆλθεν ὁ πόνος τῶν ἀγώνων, ἀλλὰ μὴ παρέλθῃ ἡ σπουδὴ τῶν κατορθωμάτων· ἀπῆλθεν
ἡ νηστεία, ἀλλὰ μενέτω ἡ εὐλάβεια· μᾶλλον δὲ οὐδὲ ἡ νηστεία ἀπῆλθεν. Ἀλλὰ μὴ
φοβηθῆτε· τοῦτο γὰρ εἶπον οὐχὶ ἑτέραν ὑμῖν κηρύσσων Τεσσαρακοστὴν, ἀλλὰ τὴν αὐτὴν
ὑμῖν ἀρετὴν καταγγέλλων. Παρῆλθεν ἡ
νηστεία ἡ σωματικὴ, ἀλλ' οὐ παρῆλθεν ἡ νηστεία ἡ πνευματική· αὕτη βελτίων ἐκείνης, κἀκείνη διὰ ταύτην ἐγένετο. Ὥσπερ, ὅτε
ἐνηστεύετε, ἔλεγον ὑμῖν ὅτι ἔστι νηστεύοντα μὴ νηστεύειν, οὕτω καὶ νῦν λέγω ὅτι ἔστι μὴ
νηστεύοντα νηστεύειν. Τάχα αἴνιγμα εἶναι δοκεῖ τὸ λεγόμενον, ἀλλ' ἐγὼ τὴν λύσιν ἐπάγω
τῷ ζητήματι· Πῶς ἔστι
νηστεύοντα μὴ νηστεύειν; Ὅταν τις
βρωμάτων μὲν ἀπέχηται, ἁμαρτημάτων δὲ μὴ ἀπέχηται. Πῶς ἔστι μὴ νηστεύοντα νηστεύειν;
Ὅταν τις τροφῆς
μὲν ἀπολαύῃ, ἁμαρτίας
δὲ μὴ γεύηται. Αὕτη βελτίων
ἐκείνης ἡ νηστεία,
οὐ βελτίων δὲ μόνον, ἀλλὰ
καὶ κουφοτέρα· ἐπ' ἐκείνης τῆς νηστείας ἀσθένειαν προεβάλλοντο πολλοὶ
σωματικὴν, κνησμὸν χαλεπόν. Ψώρας ἐμπέπλησμαι, φησὶν, ἀλουσίαν οὐχ ὑπομένω, ἡ ὑδροποσία
με διαφθείρει, λαχάνων ἀπογεύεσθαι οὐ δύναμαι. Πολλὰ τοιαῦτα ἤκουον τότε λεγόντων πολλῶν· ἐπὶ τῆς νηστείας ταύτης οὐδὲν τοιοῦτον
ἔστιν εἰπεῖν. Ἀπόλαυε λουτρῶν, μέτεχε τραπέζης, οἰνοποσίᾳ κέχρησο συμμέτρῳ, κἂν
κρεῶν ἀπογεύεσθαι μέλλῃς, ὁ κωλύων οὐδείς· πάντων ἀπόλαυσον, μόνον ἁμαρτίας ἀπόστηθι.
Εἶδες πῶς πᾶσιν αὕτη ῥᾳδία ἡ νηστεία; Οὐκ ἔστι σώματος ἀσθένειαν προβάλλεσθαι·
τῆς ψυχῆς καθαρόν ἐστι τὸ κατόρθωμα. Ἔστι καὶ μὴ πίνοντα οἶνον, μεθύειν, καὶ πίνοντα
οἶνον σωφρονεῖν· καὶ ὅτι ἔστιν ἄνευ οἴνου μέθη, ἄκουσον τοῦ προφήτου λέγοντος·
Οὐαὶ οἱ μεθύοντες ἄνευ οἴνου· καὶ πῶς ἔστιν
ἄνευ οἴνου μεθύειν; Ὅταν τὸ ἄκρατον τῶν παθῶν μὴ κεράσῃς εὐσεβεῖ λογισμῷ. Ἔστι
καὶ πίνοντα οἶνον μὴ μεθύειν· καὶ εἰ μὴ τοῦτο ἦν, οὐκ ἂν τοῦτο ἐπέταξεν ὁ Παῦλος
τῷ Τιμοθέῳ γράφων οὕτως· Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου
ἀσθενείας. Μέθη γὰρ οὐδὲν ἕτερόν ἐστιν ἀλλ' ἢ ἔκστασις
τῶν κατὰ
φύσιν φρενῶν, παρατροπὴ
λογισμῶν, ἐρημία διανοίας, πενία
συνέσεως. Ταῦτα δὲ οὐχ ἡ μέθη ποιεῖ μόνη ἡ ἐξ οἴνου, ἀλλὰ καὶ μέθη ἡ ἐξ ὀργῆς
καὶ ἐπιθυμίας ἀτόπου. Καθάπερ γὰρ πυρετὸν
μὲν ποιεῖ ἀγρυπνία, ποιεῖ δὲ κόπος, ποιεῖ δὲ ἀθυμία, ποιεῖ δὲ χυμὸς
διεφθαρμένος, καὶ διάφορος μὲν ἡ ὑπόθεσις, ἓν δὲ τὸ πάθος καὶ τὸ νόσημα· οὕτω
καὶ ἐπὶ τούτων· ποιεῖ μὲν οἶνος μέθην, ποιεῖ δὲ ἐπιθυμία, ποιεῖ δὲ χυμὸς
διεφθαρμένος, καὶ διάφορος μὲν ἡ ὑπόθεσις, ἓν δὲ τὸ πάθος καὶ τὸ νόσημα. Ἀπεχώμεθα
μέθης· οὐ λέγω ἀπεχώμεθα οἴνου, ἀλλ' ἀπεχώμεθα
μέθης· οὐκ οἶνος ποιεῖ μέθην· κτίσμα
γάρ ἐστι Θεοῦ, Θεοῦ δὲ κτίσμα οὐδὲν ποιεῖ πονηρὸν, ἀλλὰ προαίρεσις πονηρὰ ποιεῖ
μέθην. Καὶ ὅτι ἔστι καὶ ἄλλως μεθύειν οὐχὶ οἴνῳ μόνῳ, ἄκουσον τί φησιν ὁ Παῦλος·
Μὴ μεθύσκεσθε οἴνῳ· δεικνὺς ὅτι ἔστι καὶ ἄλλως μεθύσκεσθαι·
Μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία. Θαυμασίως ἐν βραχεῖ ῥήματι πᾶσαν τῆς
μέθης τὴν κατηγορίαν εἶπε. Τί ἐστι, Μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν
ἀσωτία; Ἀσώτους τῶν νέων ἐκείνους καλοῦμεν, τοὺς πατρῷον διαδεξαμένους κλῆρον,
καὶ πάντα ἀθρόον ἐκφοροῦντας, καὶ μὴ λογιζομένους, τίνι χρὴ δοῦναι, καὶ πότε δοῦναι,
ἀλλ' ἁπλῶς, καὶ ἱμάτια, καὶ χρυσίον, καὶ ἀργύριον, καὶ πάντα τὸν πατρῷον πλοῦτον
διανέμοντας εἰς πόρνας καὶ λάγνους.Τοιοῦτόν ἐστιν ἡ μέθη· ὥσπερ ἄσωτον λαβοῦσα
νέον τὴν διάνοιαν τῶν μεθυόντων, καὶ αἰχμαλωτίσασα τὸν λογισμὸν, ἅπασαν ἡμῶν τὴν
οὐσίαν τῶν νοημάτων ἀπερισκέπτως καὶ χωρίς τινος ἀκριβείας ἐκχέειν καταναγκάζει.
Ὁ μεθύων οὐκ οἶδε τί μὲν εἰπεῖν χρὴ, τί δὲ σιγῆσαι, ἀλλ' ἀθύρωτον αὐτοῦ τὸ στόμα
διηνεκῶς· μοχλὸς οὐκ ἐπίκειται, οὐδὲ θύρα τοῖς χείλεσιν· ὁ μεθύων
οὐκ οἶδεν οἰκονομῆσαι
τοὺς λόγους αὐτοῦ ἐν κρίσει, οὐκ οἶδε διαθεῖναι τὸν πλοῦτον τῆς διανοίας,
οὐκ οἶδε τὰ μὲν ἀποθέσθαι, τὰ δὲ ἀναλῶσαι, ἀλλὰ πάντα ἐκεῖνα δαπάνη καὶ ἔξοδος.
Ἑκούσιος μανία μέθη, προδοσία λογισμῶν· μέθη συμφορὰ καταγελωμένη, νόσημα
χλευαζόμενον, δαίμων αὐθαίρετος, καὶ παραφροσύνης χαλεπωτέρα.
βʹ. Βούλει μαθεῖν πῶς ὁ
μεθύων καὶ τοῦ
δαιμονῶντός ἐστι χείρων; Τὸν δαιμονῶντα πάντες ἐλεοῦμεν, τοῦτον δὲ μισοῦμεν· ἐκείνῳ
συναλγοῦμεν, τούτῳ δὲ ὀργιζόμεθα καὶ ἀγανακτοῦμεν. Τί δήποτε; Ἐκείνῳ μὲν ἐπήρεια,
τούτῳ δὲ ῥᾳθυμία τὸ πάθος· ἐκείνῳ ἐπιβουλὴ ἐχθρῶν, τούτῳ δὲ ἐπιβουλὴ λογισμῶν·
καὶ τοιαῦτα πάσχει τῷ δαιμονῶντι ὁ
μεθύων, ὁμοίως περιφέρεται, ὁμοίως
ἐξέστηκεν, ὁμοίως καταπίπτει, ὁμοίως
διαστρέφει τὰς κόρας, ὁμοίως
σπαίρει κείμενος ἐπὶ τῆς γῆς·
ἀφρὸν ἐκ τοῦ στόματος προΐεται, καὶ οὕτως ἐκχεῖ
σίελον σεσηπότα, καὶ δυσωδίας ἐμπέπλησται
τὸ στόμα ἀφορήτου. Φίλοις ἀηδὴς ὁ τοιοῦτος, ἐχθροῖς καταγέλαστος, οἰκέταις εὐκαταφρόνητος,
γυναικὶ ἀτερπὴς, πᾶσι φορτικὸς, τῶν ἀλόγων αὐτῶν ἀτερπέστερος. Τὰ ἄλογα μέχρι τότε
πίνει ἕως ἂν διψῇ, καὶ τῇ χρείᾳ τὴν ἐπιθυμίαν ἵστησιν· οὗτος δὲ τῇ ἀκολασίᾳ παρέρχεται
τὴν ἐπιθυμίαν, καὶ γέγονε τῶν ἀλόγων ἀλογώτερος·
καὶ τὸ δὴ χαλεπώτερον, ὅτι νόσημα τοσούτων γέμον κακῶν καὶ τοσαύτας ἔχον συμφορὰς οὐδὲ ἔγκλημα
εἶναι νομίζεται· ἀλλ' ἐν ταῖς τῶν πλουτούντων
τραπέζαις ἅμιλλα καὶ ἀγὼν ὑπὲρ τῆς ἀσχημοσύνης γίνεται ταύτης, καὶ
φιλονεικοῦσι μειζόνως πρὸς ἀλλήλους, τίς ἑαυτὸν παραδειγματίσει, τίς
πλείονα παράσχῃ γέλωτα, τίς μᾶλλον διαλύσει τὰ νεῦρα, τίς μᾶλλον καταλύσει
τὴν δύναμιν, τίς τὸν κοινὸν
∆εσπότην παροξυνεῖ πλέον· καὶ ἔστιν
ἰδεῖν στάδιον καὶ ἅμιλλαν διαβολικήν. Ὁ
μεθύων τῶν νεκρῶν ἀθλιώτερος· ἐκεῖνος μὲν γὰρ ἀναίσθητος κεῖται, καὶ πρὸς τὰ
καλὰ καὶ πρὸς τὰ κακὰ ἀνενέργητος· οὗτος
δὲ πρὸς τὴν τῶν κακῶν ἐργασίαν ἐστὶν ἐπιτήδειος· καὶ
καθάπερ ἐν μνήματι
τῷ σώματι τὴν
ψυχὴν κατορύξας, νεκρὸν περιφέρει
τὸ σῶμα. Εἶδες
πῶς τοῦ δαιμονῶντός
ἐστιν ἀθλιώτερος; πῶς τῶν νεκρῶν
ἀναισθητότερος; Βούλει τὸ πάντων
τούτων μεῖζον εἴπω καὶ χαλεπώτερον; Μεθύων
ἄνθρωπος εἰς βασιλείαν
οὐρανῶν εἰσελθεῖν οὐ δύναται· τίς ταῦτά φησι; Παῦλος. Μὴ πλανᾶσθε·
οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε
κλέπται, οὔτε πλεονέκται, οὐ μέθυσοι, οὐ
λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν Θεοῦ κληρονομήσουσιν. Ἤκουσας εἰς ποῖον αὐτὸν ἔταξε
χορόν; Μετὰ τῶν ἡταιρηκότων, μετὰ τῶν
πορνευσάντων, μετὰ τῶν εἰδωλολατρῶν, μετὰ τῶν μοιχῶν, μετὰ τῶν λοιδόρων, μετὰ τῶν
πλεονεκτῶν, μετὰ τῶν ἁρπάγων. Τί οὖν, φησίν; ὁ μεθύων καὶ ὁ ἡταιρηκὼς τὸ αὐτό; ὁ
μεθύων καὶ ὁ εἰδωλολάτρης τὸ αὐτό; Μή μοι λέγε ταῦτα, ἄνθρωπε· νόμους ἀνέγνων θείους, ἐμὲ τὰς εὐθύνας μὴ ἀπαίτει· Παῦλον ἐρώτησον,
καὶ αὐτὸς ἀποκρίνεται. Εἰ μὲν γὰρ σὺν αὐτοῖς ἢ μὴ μετ' αὐτῶν κατατάττεται τῇ
κολάσει, οὐκ ἔχω λέγειν· ὅτι δὲ καὶ ὁμοίως τῷ
εἰδωλολάτρῃ τῆς βασιλείας
τῶν οὐρανῶν ἐκπίπτει,
τοῦτο σφόδρα ἂν διισχυρισαίμην· τούτου
δὲ ὁμολογουμένου, τί
λοιπὸν ἐμὲ εὐθύνας ἀπαιτεῖς
τοῦ μέτρου τῆς ἁμαρτίας; Ὅταν γὰρ ἔξω μείνῃ τῶν θυρῶν, ὅταν ἐκπέσῃ τῆς
βασιλείας, ὅταν ἔρημος γένηται τῆς σωτηρίας, ὅταν εἰς τὴν κόλασιν αἰώνιον παραπεμφθῇ· τί μοι μέτρα ἁμαρτημάτων καὶ ζυγὰ
καὶ στάθμια προτείνεις; Ὄντως, ἀγαπητοὶ, δεινὸν ἡ μέθη καὶ χαλεπὸν πάνυ. Οὐ πρὸς
ὑμᾶς λέγω· μὴ γένοιτο· πάνυ γὰρ πέπεισμαι, ὅτι καθαρὰ ὑμῶν ἡ ψυχὴ
τοῦ νοσήματος καὶ τοῦ πάθους τούτου, καὶ τεκμήριον τῆς ὑγείας ἡ ἐνταῦθα
διατριβὴ, ἡ μετὰ σπουδῆς σύνοδος, ἡ νήφουσα ἀκρόασις· οὐδεὶςγὰρ οἴνῳ μεθύων ἐπιθυμεῖν
θείων λογίων δύναται. Μὴ μεθύσκεσθε οἴνῳ ἐν ᾧ ἐστιν ἀσωτία· ἀλλὰ πληροῦσθε ἐν
Πνεύματι. Αὕτη ἡ καλὴ μέθη· κάρωσόν σου τὴν ψυχὴν τῷ Πνεύματι,
ἵνα μὴ καρώσῃς
τῇ μέθῃ· προκατάλαβε
τὴν διάνοιαν καὶ τοὺς
λογισμοὺς, ἵνα μὴ εὕρῃ χώραν ἐκεῖνο τὸ πάθος τὸ ἀναίσχυντον. ∆ιὰ τοῦτο οὐκ εἶπε,
Μετέχετε Πνεύματος, ἀλλὰ Πληροῦσθε Πνεύματος. Ἕως ἄνω τὴν διάνοιαν καθάπερ ποτήριον
τοῦ Πνεύματος πλήρωσον, ἵνα μηδὲν ἐμβαλεῖν δυνηθῇ λοιπὸν ὁ διάβολος· οὐ γὰρ ἁπλῶς δεῖ
μετέχειν λοιπὸν τοῦ
Πνεύματος, ἀλλὰ πληροῦσθαι Πνεύματος,
ψαλμοῖς, ὕμνοις, ᾠδαῖς
πνευματικαῖς, ὧν ἐπληρώθητε
σήμερον. ∆ιὰ τοῦτο θαῤῥῶ περὶ τῆς σωφροσύνης ὑμῶν. Ἔστιν ἡμῖν ποτήριον μέθης
καλὸν, ἔστι ποτήριον μέθης σωφροσύνην ποιοῦν, οὐ παράλυσιν. Ποῖον δὲ τοῦτο; Τὸ
ποτήριον τὸ πνευματικὸν, τὸ ποτήριον τὸ ἄχραντον τοῦ αἵματος τοῦ ∆εσποτικοῦ. Ἐκεῖνο
οὐ ποιεῖ μέθην, ἐκεῖνο οὐ ποιεῖ παράλυσιν· οὐ γὰρ παραλύει δύναμιν, ἀλλ' ἐγείρει
δύναμιν· ἐκεῖνο οὐ καταλύει τὰ νεῦρα, ἀλλὰ τονοῖ τὰ νεῦρα· ἐκεῖνο γὰρ νῆψιν
ποιεῖ, ἐκεῖνο αἰδέσιμον ἀγγέλοις, φοβερὸν
δαίμοσι, τίμιον τοῖς
ἀνθρώποις, ἐπέραστον τῷ ∆εσπότῃ. Ὁρᾷς πῶς φησιν ὁ ∆αυῒδ περὶ τοῦ
ποτηρίου τούτου τοῦ πνευματικοῦ τοῦ ἐν τῇ τραπέζῃ ταύτῃ κειμένου; Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, ἐξ ἐναντίας τῶν θλιβόντων
με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον ὡσεὶ
κράτιστον. Ἵνα γὰρ μὴ ἀκούσας μέθης ὄνομα φοβηθῇς εὐθέως, καὶ νομίσῃς ἀσθενείας
εἶναι ποιητικὸν, ἐπήγαγεν ὅτι κράτιστόν ἐστι καὶ ἰσχυρόν. Καινὸς τρόπος μέθης, ἰσχὺν
ἐντίθησιν, ἐγκρατῆ ποιεῖ καὶ δυνατόν· ἀπὸ γὰρ τῆς πέτρας ἔῤῥευσε τῆς πνευματικῆς·
οὐκ ἔστι
παρατροπὴ λογισμῶν, ἀλλὰ
προσθήκη λογισμῶν πνευματικῶν.
γʹ. Ταύτην μεθύωμεν τὴν μέθην· ἐκείνης δὲ ἀπεχώμεθα, ἵνα μὴ καταισχύνωμεν τὴν παροῦσαν ἑορτήν· ἑορτὴ γὰρ ἡ παροῦσα οὐχὶ τῆς γῆς μόνον, ἀλλὰ
καὶ τοῦ οὐρανοῦ. Σήμερον ἐν γῇ χαρὰ, σήμερον ἐν οὐρανῷ χαρά· εἰ γὰρ ἑνὸς ἁμαρτωλοῦ ἐπιστρέφοντος, χαρὰ ἐπὶ γῆς
καὶ οὐρανοῦ, πολλῷ
μᾶλλον τῆς οἰκουμένης ἁπάσης ἐξαρπασθείσης
τῶν χειρῶν τοῦ διαβόλου χαρὰ ἔσται ἐν οὐρανῷ. Νῦν σκιρτῶσιν ἄγγελοι, νῦν χαίρουσιν
ἀρχάγγελοι, νῦν τὰ Χερουβὶμ καὶ τὰ Σεραφὶμ μεθ'
ἡμῶν ἑορτάζει τὴν παροῦσαν ἑορτήν· οὐκ ἐπαισχύνονται τοὺς συνδούλους, ἀλλὰ συγχαίρουσι τοῖς ἡμετέροις
ἀγαθοῖς. Εἰ γὰρ ἡμετέρα
ἡ χάρις ἡ παρὰ τοῦ ∆εσπότου, ἀλλὰ κοινὴ καὶ ἐκείνων ἡ ἡδονή.
Καὶ τί λέγω τοὺς συνδούλους; Αὐτὸς ὁ ∆εσπότης αὐτῶν τε καὶ ἡμῶν οὐκ ἐπαισχύνεται
συνεορτάζειν. Καὶ τί χρὴ λέγειν, ὅτι οὐκ ἐπαισχύνεται; Ἐπιθυμίᾳ, φησὶν, ἐπεθύμησα
τὸ Πάσχα τοῦτο μεθ' ὑμῶν φαγεῖν· εἰ δὲ τὸ Πάσχα ἐπεθύμησεν ἡμῖν συνεορτάσαι, δῆλον
ὅτι καὶ τὴν ἀνάστασιν. Ὅταν οὖν ἄγγελοι χαίρωσι, καὶ ἀρχάγγελοι, καὶ πασῶν τῶν
οὐρανίων δυνάμεων ὁ ∆εσπότης ἡμῖν
συνεορτάζῃ, τίς λείπεται
λοιπὸν εἰς ἀθυμίαν
λόγος; Μηδεὶς πένης ἔστω
κατηφὴς διὰ τὴν πενίαν· ἑορτὴ γὰρ αὕτη πνευματική· μηδεὶς πλούσιος ἐπαιρέσθω διὰ τὸν
πλοῦτον· οὐδὲν γὰρ ἀπὸ τῶν
χρημάτων εἰς τὴν ἡδονὴν τῆς ἑορτῆς
εἰσενεγκεῖν δύναται ταύτης. Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν ἑορτῶν τῶν βιωτικῶν, ἔνθα
πολὺς ἄκρατος, ἔνθα τράπεζα πλήθουσα καὶ ἀδηφαγία, ἔνθα ἀσχημοσύνη, καὶ γέλως, ἔνθα
πᾶσα πομπὴ Σατανικὴ, εἰκότως ὁ μὲν πένης κατηφὴς, ὁ δὲ πλούσιος ἐν φαιδρότητι· τί δήποτε; Ὅτι ὁ μὲν
πλούσιος δαψιλῆ παρατίθεται
τράπεζαν, καὶ μᾶλλον ἀπολαύει
τρυφῆς, ὁ δὲ πένης ἀπὸ τῆς πενίας
κωλύεται· τὴν αὐτὴν φιλοτιμίαν ἐπιδείξασθαι· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον· μία
τράπεζα καὶ τῷ πλουσίῳ καὶ τῷ πένητι, κἂν πλούσιός τις ᾖ, οὐδὲν τῇ τραπέζῃ
προσθεῖναι δύναται· κἂν πένης, οὐδὲν ἔλαττον παρὰ τῆς πενίας τὰ τῆς κοινωνίας
διακείσεται· θεία γάρ ἐστιν ἡ χάρις· καὶ
τί θαυμάζεις εἰ
πλουσίῳ καὶ πένητι;
Αὐτῷ γὰρ τῷ βασιλεῖ
τῷ τὸ διάδημα περικειμένῳ, τῷ τὴν ἁλουργίδα ἔχοντι, τῷ τὴν ἐξουσίαν ἐγκεχειρισμένῳ τῆς γῆς, ἐκείνῳ τῷ
βασιλεῖ, καὶ τῷ πτωχῷ
τῷ πρὸς τὴν ἐλεημοσύνην καθεζομένῳ
μίατράπεζα πρόκειται. Τοιαῦτα τὰ δῶρα τὰ ∆εσποτικά· οὐ τοῖς ἀξιώμασι
διαιρεῖ τὴν κοινωνίαν, ἀλλὰ τῇ προαιρέσει
καὶ τῇ διανοίᾳ. Ὅταν γὰρ ἴδῃς ἐν ἐκκλησίᾳ πένητα πλουσίῳ παρεστῶτα, ἰδιώτῃ ἄρχοντα
εὐτελῆ τῷ ὑπερέχοντι, τὸν ἔξω τρέμοντα τὴν δυναστείαν, ἔσω ἀδεῶς συμπαρεστῶτα τῇ
δυναστείᾳ, νόησον τί ἐστι, Τότε συμβοσκηθήσεται λύκος μετὰ ἀρνῶν. Λύκον τοίνυν καλεῖ ἡ Γραφὴ τὸν πλούσιον, ἀρνίον τὸν
πτωχόν. Καὶ πόθεν τοῦτο,
ὅτι Κοινωνήσει λύκος ἀρνίῳ,
ὃν τρόπον πλούσιος μετὰ πτωχοῦ;
Πρόσεχε ἀκριβῶς. Ἕστηκε πολλάκις πλούσιος καὶ πένης ἐν ἐκκλησίᾳ· κατέλαβεν
ἡ ὥρα τῶν θείων μυστηρίων·
ἐξωθεῖται ὁ πλούσιος
ὡς ἀμύητος, ἵσταται δὲ ὁ πένης ἐντὸς τῶν οὐρανίων σκηνῶν,
καὶ οὐκ ἀγανακτεῖ ὁ πλούσιος· οἶδε γὰρ ἑαυτὸν ἀλλότριον
τῶν θείων μυστηρίων.
Ἀλλ' ὢ τῆς θείας χάριτος! οὐ μόνον ὁμοτιμία ὑπάρχει ἐν τῇ
ἐκκλησίᾳ διὰ τὴν τοῦ Θεοῦ χάριν, ἀλλὰ καὶ ἡνίκα ἵστανται, πολλάκις ὁ πένης τὸν πλούσιον πρωτεύει ἐν τῇ εὐσεβείᾳ,
καὶ οὐδὲν ὠφέλησεν ὁ πλοῦτος
τὸν ἔχοντα ἐκτὸς εὐσεβείας, οὐδὲ πενία τὸν
πιστὸν ἐζημίωσε παρεστῶτα αὐτὸν
μετὰ θάῤῥους τῷ ἁγίῳ θυσιαστηρίῳ.
Ταῦτα δὲ λέγω, ἀγαπητοὶ, περὶ τῶν κατηχουμένων,
καὶ οὐ περὶ τῶν ἁπλῶς πλουσίων. Ἐννόησον, ἀγαπητὲ, πῶς ὑποχωρεῖ
τῆς ἐκκλησίας δεσπότης, καὶ παρεδρεύει τοῖς μυστηρίοις πιστὸς οἰκέτης·
ἀναχωρεῖ δέσποινα, καὶ μένει ἡ θεράπαινα· Πρόσωπον
γὰρ ἀνθρώπου Θεὸς οὐ λαμβάνει. Οὐκ ἔστι τοίνυν ἐν τῇ Ἐκκλησίᾳ δοῦλος καὶ
ἐλεύθερος· ἀλλ' ἐκεῖνον οἶδε δοῦλον ἡ
Γραφὴ τὸν τῇ ἁμαρτίᾳ δεδουλωμένον. Ὁ γὰρ
ποιῶν, φησὶ, τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας· καὶ ἐκεῖνον οἶδεν ἐλεύθερον
τὸν ὑπὸ τῆς θείας χάριτος ἠλευθερωμένον. Μετὰ τῆς αὐτῆς παῤῥησίας καὶ ὁ βασιλεὺς
καὶ ὁ πένης πρὸς τὴν τράπεζαν ἔρχονται ταύτην, μετὰ τῆς αὐτῆς τιμῆς, πολλάκις δὲ ὁ πένης
καὶ μετὰ πλείονος
τιμῆς· τί δήποτε;
Ὅτι ὁ μὲν
βασιλεὺς μυρίοις ἐμπεπλεγμένος πράγμασιν,
ὥσπερ ναῦς πανταχόθεν περιῤῥαντίζεται, καὶ
πολλὰ προστρίβεται ἁμαρτήματα· ὁ δὲ πένης ὑπὲρ ἀναγκαίας φροντίζων μόνον
τροφῆς, καὶ τὸν ἀπράγμονα καὶ ἡσύχιον ἐπανῃρημένος βίον,
ἠρεμῶν, ὥσπερ ἐν
λιμένι καθήμενος μετὰ πολλῆς
τῆς ἀσφαλείας τῇ
τραπέζῃ προσέρχεται. Πάλιν ἐν ταῖς ἑορταῖς ταῖς ἔξωθεν ὁ μὲν πένης ἐν
κατηφείᾳ, ὁ δὲ πλούσιος ἐν φαιδρότητι, οὐ διὰ τὴν τράπεζαν μόνον, ἀλλὰ καὶ διὰ
τὰ ἱμάτια· ὅπερ γὰρ ἐπὶ τῆς τραπέζης πάσχουσι, τοῦτο καὶ ἐπὶ τῶν ἱματίων
ὑπομένουσιν. Ὅταν γὰρ ἴδῃ ὁ πένης τὸν εὔπορον καὶ πολυτελεστέραν περιβεβλημένον στολὴν,
πλήττεται, καὶ ταλανίζει
παρὰ πάντας ἑαυτόν. Ἐνταῦθα δὲ καὶ αὕτη ἡ ἔνδεια ἀνῄρηται· ἓν γὰρ παρὰ πᾶσίν
ἐστιν ἱμάτιον, τὸ λουτρὸν
τὸ σωτήριον· Ὅσοι γὰρ,
φησὶν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Μὴ
τοίνυν καταισχύνωμεν τὴν ἑορτὴν ταύτην τῇ μέθῃ· καὶ γὰρ ὁ ∆εσπότης ἡμῶν πλουσίους
καὶ πένητας ὁμοίως ἐτίμησε, καὶ δούλους καὶ δεσπότας· ἀλλὰ ἀμειψώμεθα τὸν ∆εσπότην
τῆς περὶ ἡμᾶς εὐνοίας· ἀμοιβὴ δὲ ἀρίστη, πολιτεία καθαρὰ, καὶ ψυχὴ νήφουσα. Αὕτη
ἡ ἑορτὴ καὶ ἡ πανήγυρις οὐ χρημάτων δεῖται, οὐδὲ δαπάνης, ἀλλὰ προαιρέσεως καὶ
διανοίας ἀρίστης· τοιαῦτα γὰρ ἐνταῦθα τὰ
ὤνια. Οὐδὲν σωματικὸν ἐνταῦθα πωλεῖται, ἀλλὰ ἀκρόασις θείων λογίων, εὐχαὶ Πατέρων,
εὐλογίαι ἱερέων, ὁμόνοια,
καὶ εἰρήνη καὶ συμφωνία,
πνευματικὰ τὰ δῶρα, πνευματικὸς ὁ μισθός. Ἑορτάσωμεν τὴν ἑορτὴν
ταύτην τὴν μεγίστην καὶ λαμπρὰν, ἐν ᾗ ἀνέστη ὁ Κύριος· ἑορτάσωμεν δὲ αὐτὴν
φαιδρῶς ὁμοῦ καὶ θεοσεβῶς· ἀνέστη γὰρ ὁ Κύριος, καὶ τὴν οἰκουμένην ἑαυτῷ συνανέστησεν·
αὐτὸς μὲν ἀνέστη, τοῦ θανάτου τὰ δεσμὰ διαῤῥήξας. Ἥμαρτεν Ἀδὰμ καὶ ἀπέθανεν· ἀλλ'
οὐχ ἥμαρτεν ὁ Χριστὸς, καὶ ἀπέθανε. Καινὸν καὶ παράδοξον τοῦτο· ἐκεῖνος ἥμαρτε, καὶ ἀπέθανεν, οὗτος οὐχ ἥμαρτε, καὶ ἀπέθανε· διὰ τίς Ἵνα ὁ ἁμαρτὼν
καὶ ἀποθανὼν διὰ τοῦ μὴ ἁμαρτόντος μὲν, ἀποθανόντος δὲ, δυνηθῇ τοῦ θανάτου τὰς λαβὰς ἀποδύσασθαι.
Οὕτω καὶ ἐπὶ χρημάτων γίνεται· Ὀφείλει τις πολλάκις,
καὶ οὐκ ἔχων καταβαλεῖν κατέχεται
ἐν δεσμοῖς· ἄλλος οὐκ ὀφείλων,
δυνάμενος δὲ καταβαλεῖν,
καταθεὶς, ἀπέλυσε τὸνὑπεύθυνον·
οὕτω καὶ ἐπὶ τοῦ Ἀδὰμ γέγονεν·
Ὤφειλεν ὁ Ἀδὰμ, κατείχετο ὑπὸ τοῦδιαβόλου, ἀλλ' οὐκ εἶχε καταβαλεῖν· οὐκ
ὤφειλεν ὁ Χριστὸς, οὐδὲ κατείχετο ὑπὸ τοῦ διαβόλου, ἀλλ' ἠδύνατο καταθεῖναι τὸ
χρέος. Ἦλθε, κατέβαλε θάνατον ὑπὲρ τοῦ κατεχομένου ὑπὸ τοῦ διαβόλου, ἵνα ἐκεῖνον
ἀπολύσῃ.
δʹ. Εἶδες τῆς ἀναστάσεως τὰ
κατορθώματα; ∆ιπλοῦν ἀπεθάνομεν
ἡμεῖς θάνατον, οὐκοῦν διπλῆν
προσδοκήσωμεν τὴν ἀνάστασιν. Αὐτὸς
ἁπλοῦν ἀπέθανε θάνατον· διὰ τοῦτο καὶ ἁπλῆν
ἀνέστη ἀνάστασιν· πῶς; Ἐγὼ λέγω· Ἀπέθανεν ὁ Ἀδὰμ καὶ τῷ σώματι, καὶτῇ ψυχῇ· ἀπέθανε καὶ τῇ ἁμαρτίᾳ καὶ τῇ φύσει· Ἧ ἂν ἡμέρᾳ φάγητε ἀπὸ τοῦ ξύλου, θανάτῳ ἀποθανεῖσθε.
Καὶ μὴν οὐκ αὐτῇ τῇ ἡμέρᾳ ἀπέθανε τῇ φύσει, ἀλλὰ τῇ ἁμαρτίᾳ ἀπέθανεν· ἐκεῖνος ὁ
θάνατος τῆς ψυχῆς, οὗτος ὁ θάνατος τοῦ σώματος. Ὅταν δὲ ἀκούσῃς ὅτι θάνατος ψυχῆς,
μὴ νομίσῃς ψυχὴν ἀποθνήσκειν· ἀθάνατος γάρ ἐστι· θάνατος δὲ ψυχῆς, ἁμαρτία καὶ
κόλασις αἰωνία. ∆ιὰ τοῦτο καὶ ὁ Χριστός φησι, Μὴ φοβηθῆτε ἀπὸ τῶν
ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων
ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν
καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ· τὸ δὲ ἀπολλύμενον ὑφέστηκε
μὲν, ἕξω δὲ τῆς
ὄψεως τοῦ ἀπολέσαντός ἐστιν. Ἀλλ'
ὅπερ ἔλεγον, ἐφ' ἡμῶν διπλοῦς ὁ θάνατος· οὐκοῦν καὶ τὴν ἀνάστασιν διπλῆν γενέσθαι
δεῖ. Ἐπὶ τοῦ Χριστοῦ ἁπλοῦς ὁ θάνατος· οὐ γὰρ ἥμαρτεν ὁ Χριστός· ἀλλὰ καὶ αὐτὸς
ὁ ἁπλοῦς θάνατος δι' ἡμᾶς· οὐ γὰρ ὤφειλε τὸν θάνατον ἐκεῖνος· οὐ γὰρ ἦν ὑπεύθυνος
ἁμαρτίᾳ, διὸ οὐδὲ θανάτου· διὰ τοῦτο ἐκεῖνος μὲν ἀνέστη
τὴν ἀνάστασιν τὴν ἀπὸ τοῦ ἁπλοῦ θανάτου·
ἡμεῖς δὲ διπλοῦν ἀποθανόντες θάνατον, διπλῆν καὶ τὴν ἀνάστασιν
ἀνιστάμεθα· μίαν μὲν ἀνέστημεν τέως τὴν ἀπὸ τῆς ἁμαρτίας· συνετάφημεν γὰρ αὐτῷ ἐν
τῷ βαπτίσματι, καὶ συνηγέρθημεν αὐτῷ διὰ τοῦ βαπτίσματος. Μία αὕτη ἀνάστασις ἀπαλλαγὴ
ἁμαρτημάτων· δευτέρα δὲ ἀνάστασις ἡ τοῦ σώματος· ἔδωκε τὴν μείζονα, προσδόκα καὶ
τὴν ἐλάττονα· αὕτη γὰρ πολὺ μείζων ἐκείνης· πολὺ γὰρ μεῖζον ἁμαρτιῶν ἀπαλλαγῆναι,
ἢ σῶμα ἰδεῖν ἀνιστάμενον. ∆ιὰ τοῦτο ἔπεσε τὸ σῶμα, ἐπειδὴ ἥμαρτεν· οὐκοῦν εἰ ἀρχὴ
τοῦ πεσεῖν ἡ ἁμαρτία, ἀρχὴ τοῦ ἀναστῆναι
τὸ ἀπαλλαγῆναι τῆς ἁμαρτίας. Ἀνέστημεν λοιπὸν
τὴν μείζονα ἀνάστασιν, τὸν χαλεπὸν
θάνατον τῆς ἁμαρτίας ῥίψαντες, καὶ
ἀποδυσάμενοι τὸ παλαιὸν ἱμάτιον· μὴ τοίνυν ὑπὲρ τῆς ἐλάττονος ἀπαγορεύσωμεν. Ταύτην
καὶ ἡμεῖς πάλαι τὴν ἀνάστασιν ἀνέστημεν, ὅτε ἐβαπτίσθημεν· καὶ οἱ τὴν τοῦ βαπτίσματος
δὲ νῦν ἑσπέραν καταξιωθέντες, τὰ καλὰ ταῦτα ἀρνία. Πρὸ τῆς χθὲς ὁ Χριστὸς ἐσταυρώθη,
ἀλλ' ἀνέστη τῇ παρελθούσῃ νυκτί· καὶ οὗτοι πρὸ τῆς χθὲς ὑπὸ τῆς ἁμαρτίας κατείχοντο,
ἀλλὰ συνανέστησαν· ἐκεῖνος σώματι ἀπέθανε, καὶ σώματι ἀνέστη· οὗτοι
ἁμαρτίᾳ ἦσαν τεθνηκότες,
καὶ ἀπὸ ἁμαρτιῶν ἀνέστησαν ἐλευθερωθέντες. Ἡ μὲν οὖν γῆ κατὰ τὸν καιρὸν τοῦτον τοῦ ἔαρος
ῥόδα καὶ ἴα καὶ τὰ ἄλλα ἡμῖν ἐκδίδωσιν
ἄνθη· τὰ δὲ ὕδατα τῆς γῆς ἡμῖν τερπνότερον λειμῶνα ἔδειξε. Μὴ θαυμάσῃς εἰ ἀπὸ τῶν ὑδάτων ἐβλάστησαν
ἄνθη· οὐδὲ ἡ γῆ κατὰ τὴν οἰκείαν φύσιν,
ἀλλὰ κατὰ τὸ ἐπίταγμα τοῦ
∆εσπότου τὴν βλάστην ἐκδίδωσιν. Ἐξέδωκε καὶ ἐν ἀρχῇ τῶν
ὑδάτων ἡ φύσις ζῶα κινούμενα· Ἐξαγαγέτω γὰρ, φησὶ, τὰ
ὕδατα ἑρπετὰ ψυχῶν
ζωσῶν, καὶ τὸ ἐπίταγμα ἔργον ἐγένετο, καὶ ἡ ἄψυχος ἐκείνη οὐσία ἔμψυχα
ζῶα ἐξέφερεν· οὕτω καὶ νῦν, ἐξαγαγέτω τὰ ὕδατα, οὐχὶ ἑρπετὰ ψυχῶν ζωσῶν, ἀλλὰ
πνευματικὰ χαρίσματα. Ἐξήγαγε τότε τὰ ὕδατα ἰχθύας ἀλόγους
καὶ ἀφώνους, ἐξέβαλε νῦν ἰχθύας
λογικοὺς καὶ πνευματικοὺς, ἰχθύας
ὑπὸ τῶν ἀποστόλων ἁλιευθέντας· ∆εῦτε γὰρ, φησὶ, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων·
ταύτην ἔλεγε τὴν ἁλιείαν τότε. Καινὸς ὄντως τῆς ἁλιείας ὁ τρόπος· οἱ ἁλιεύοντες
ἐκ τῶν ὑδάτων ἐκβάλλουσιν, ἡμεῖς εἰς τὰ ὕδατα ἐνεβάλλομεν, καὶ οὕτως ἡλιεύσαμεν.
Ἦν ποτε καὶ ἐπὶ τῶν Ἰουδαίων κολυμβήθρα· μάθε τί ἴσχυσεν ἡ κολυμβήθρα
ἐκείνη, ἵνα μάθῃς
τὴν πτωχείαν τὴν Ἰουδαϊκὴν, ἵνα μάθῃς τὸν πλοῦτον τῆς Ἐκκλησίας. Κολυμβήθρα ὑδάτων ἦν,
καὶ κατήρχετο ἄγγελος ἐκεῖ, καὶἐτάρασσε τὰ ὕδατα· εἶτα μετὰ τὴν ταραχὴν τοῦ ὕδατος
ἐπέβαινεν εἷς ἀσθενῶν καὶ ἐθεραπεύετο· εἷς μόνος τοῦ ἐνιαυτοῦ ἐθεραπεύετο, καὶ
εὐθέως ἀνηλοῦτο ἡ χάρις, οὐ διὰ τὴν πτωχείαν τοῦ διδόντος, ἀλλὰ διὰ τὴν ἀσθένειαν
τῶν λαμβανόντων. Κατέβαινεν ἄγγελος τοίνυν εἰς τὴν κολυμβήθραν, καὶ ἐτάρασσε τὸ ὕδωρ, καὶ εἷς ἐθεραπεύετο·
κατῆλθεν ὁ τῶν ἀγγέλων
∆εσπότης εἰς τὸν Ἰορδάνην, καὶ ἐτάραξε τὸ ὕδωρ, καὶ τὴν οἰκουμένην ἅπασαν
ἐθεράπευσε. ∆ιὰ τοῦτο ἐκεῖ μὲν μετὰ τὸν πρῶτον ὁ δεύτερος κατελθὼν οὐκ ἐθεραπεύετο· Ἰουδαίοις γὰρ ἐδίδοτο ἡ χάρις
τοῖς ἀσθενέσι, τοῖς πτωχοῖς·
ἐνταῦθα δὲ μετὰ τὸν πρῶτον
ὁ δεύτερος, μετὰ τὸν δεύτερον ὁ τρίτος, μετὰ τὸν τρίτον ὁ τέταρτος, κἂν
δέκα, κἂν εἴκοσι, κἂν ἑκατὸν, κἂν μυρίους, κἂν τὴν οἰκουμένην ἅπασαν ἐμβάλῃς εἰς
τὴν κολυμβήθραν, οὐκ ἀναλίσκεται ἡ χάρις· οὐ δαπανᾶται ἡ δωρεά· οὐ ῥυποῦται τὰ
νάματα. Καινὸς καθάρσεως τρόπος· οὐ γάρ ἐστι σωματικός· ἐπὶ μὲν γὰρ τῶν σωμάτων
ὅταν πλείονας ἀποπλύνῃ τὰ νάματα, πλείονα τὴν κηλῖδα δέχεται· ἐνταῦθα δὲ ὅσῳ πλύνει
πλείονας, τοσούτῳ καθαρώτερα γίνεται. εʹ. Εἶδες μέγεθος δωρεᾶς; ∆ιατήρησον τὸ μέγεθος
τῆς δωρεᾶς ταύτης, ὦ ἄνθρωπε. Οὐκ ἔξεστί σοι ἀδιαφόρως ζῇν· νόμον σαυτῷ θὲς μετὰ
ἀκριβείας ἁπάσης· ἀγών ἐστι καὶ παλαίσματα· ὁ δὲ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται. Εἴπω
σοι τρόπον ἕνα ἄριστον καὶ ἀσφαλῆ κατορθωμάτων; Τὰ ἀδιάφορα μὲν εἶναι δοκοῦντα, τίκτοντα δὲ ἁμαρτίας,
ἐκβάλωμεν τῆς διανοίας. Ἔστι γὰρ τῶν πραγμάτων τὰ μὲν ἁμαρτήματα, τὰ δὲ οὐχ ἁμαρτήματα,
ἁμαρτημάτων δὲ αἴτια· οἷον γέλως μὲν ἁμάρτημα οὐκ ἔστι φύσει, γίνεται δὲ ἁμάρτημα προενεχθεὶς ἐπὶ πλέον· ἀπὸ γὰρ γέλωτος
εὐτραπελία, ἀπὸ εὐτραπελίας αἰσχρολογία, ἀπὸ αἰσχρολογίας αἰσχρὰ πράγματα, ἀπὸ πραγμάτων αἰσχρῶν
κολάσεις καὶ τιμωρίαι. Ἄνελε οὖν τὴν ῥίζαν ἄνωθεν, ἵνα ἀνέλῃς ὅλον τὸ νόσημα· ἐὰν γὰρ τὰ ἀδιάφορα
φυλαττώμεθα, οὐδέποτε εἰς τὰ κεκωλυμένα ἐμπεσούμεθα. Οὕτω καὶ γυναῖκας ἰδεῖν ἀδιάφορον
εἶναι δοκεῖ πολλοῖς, ἀλλ' ἀπὸ τούτου ἐπιθυμία ἀκόλαστος τίκτεται, ἐκ τῆς ἐπιθυμίας
πορνεία, ἀπὸ πορνείας πάλιν κόλασις καὶ τιμωρία. Οὕτω δὲ τρυφᾷν οὐδὲν δεινὸν
εἶναι δοκεῖ, ἀλλ' ἐντεῦθεν μέθη καὶ τὰ ἐκ τῆς μέθης μυρία κακά. Ἀνέλωμεν τοίνυν
πανταχοῦ τὰς ἀρχὰς
τῶν ἁμαρτημάτων. ∆ιὰ τοῦτο
συνεχοῦς ἀπολαύετε διδασκαλίας καθ' ἡμέραν· διὰ τοῦτο ἑπτὰ ἡμέρας ἐφεξῆς
σύναξιν ἐπιτελοῦμεν, τὴν πνευματικὴν ὑμῖν παρατιθέμενοι τράπεζαν, ποιοῦντες ὑμᾶς
ἀπολαύειν θείων λογίων,
ἀλείφοντες ὑμᾶς καθ' ἑκάστην ἡμέραν,
καθοπλίζοντες ὑμᾶς κατὰ τοῦ διαβόλου· ἀγριώτερον γὰρ νῦν
ἐπιτίθεται· ὅσῳ μείζων ἡ δωρεὰ, τοσούτῳ μείζων καὶ ὁ πόλεμος. Εἰ γὰρ
ἐν τῷ παραδείσῳ ἕνα ὁ διάβολος ἰδὼν οὐκ ἤνεγκεν, ἐν τῷ οὐρανῷ τοσούτους ὁρῶν πῶς
οἴσει, εἰπέ μοι; Ἐξηγρίανας τὸ θηρίον, ἀλλὰ μὴ φοβηθῇς· μείζονα δύναμιν ἔλαβες,
μάχαιραν ἠκονημένην· ἐκείνῃ κέντησον τὸν ὄφιν. ∆ιὰ τοῦτο ὁ Θεὸς ἀφῆκεν αὐτὸν ἀγριωθῆναι
κατὰ σοῦ, ἵνα διὰ τῆς πείρας αὐτῆς μάθῃς τῆς ἰσχύος τῆς σῆς τὴν δύναμιν. Καὶ
καθάπερ παιδοτρίβης ἄριστος τινὰ ῥυπῶντα,
ἐκνενευρισμένον ἀθλητὴν, ἠμελημένον
λαβὼν, ἀλείψας, γυμνάσας, εἰς εὐσαρκίαν
ἀγαγὼν, οὐκ ἀφίησιν ἡσυχάζειν λοιπὸν, ἀλλ' εἰς τοὺς ἀγῶνας κατιέναι κελεύει, ἵνα
αὐτὸν διδάξῃ διὰ τῆς πείρας ὅσην ἐνέθηκεν αὐτῷ δύναμιν· οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν.
Ἠδύνατο μὲν γὰρ ἐχθρὸν ἐκ τοῦ μέσου λαβεῖν· ἀλλ' ἵνα σὺ μάθῃς τῆς χάριτος τὴν ὑπερβολὴν,
τῆς πνευματικῆς δυνάμεως τὸ μέγεθος, ἢν ἔλαβες
ἐκ τοῦ βαπτίσματος, ἀφίησιν αὐτὸν συμπλέκεσθαι, πολλάς σοι τῶν στεφάνων παρέχων τὰς ὑποθέσεις.
∆ιὰ τοῦτο ἑπτὰ ἡμέρας ἐφεξῆς
ἀπολαύετε διδασκαλίας, ὥστε ἀκριβῶς
μαθεῖν τὰ παλαίσματα. Ἄλλως δὲ καὶ γάμος ἐστὶ πνευματικὸς τὰ γινόμενα· ἐπὶ δὲ γάμων ἕως ἑπτὰ ἡμερῶν αἱ
παστάδες ἑστήκασι. ∆ιὰ τοῦτο καὶ ἡμεῖς ἑπτὰ ἡμέρας ὑμῖν ἐνομοθετήσαμεν ἐνταῦθα
πρὸς τὰς ἱερὰς ἑστάναι παστάδας. Ἀλλ' ἐκεῖ μὲν μετὰ τὰς ἑπτὰ ἡμέρας λύονται, ἐνταῦθα δὲ ἂν θέλῃς διὰ παντὸς ἐπὶ τῆς ἱερᾶς ἵστασαι
παστάδος· καὶ ἐπὶ μὲν τῶν ἔξωθεν γάμων ἡ
νύμφη μετὰ πρότερονμῆνα ἢ καὶ δεύτερον οὐκ
ἔστιν οὕτως ἐπέραστος τῷ νυμφίῳ· ἐνταῦθα δὲ οὐχ οὕτως· ἀλλ' ὅσῳ ὁ χρόνος πρόεισι,
τοσούτῳ θερμότεροι οἱ ἔρωτες τοῦ νυμφίου, τοσούτῳ γνησιώτεραι αἱ περιπλοκαὶ, τοσούτῳ πνευματικωτέρα ἡ συνουσία, ἐὰν νήφωμεν. Πάλιν ἐπὶ τῶν σωμάτων
μετὰ νεότητα γῆρας· ἐνταῦθα μετὰ γῆρας νεότης,
καὶ νεότης οὐδέ ποτε τέλος ἔχουσα, ἐὰν θέλωμεν. Μεγάλη ἡ χάρις, ἀλλ' ἔσται μείζων, ἐὰν θέλωμεν· καὶ ὁ Παῦλος μέγας
ἦν ὅτε ἐβαπτίζετο, ἀλλὰ πολλῷ μείζων ἐγένετο
μετὰ ταῦτα, ὅτε ἐκήρυσσε,
συνέχυνε τοὺς Ἰουδαίους·
μετὰ ταῦτα εἰς παράδεισον ἡρπάγη·
εἰς τρίτον ἀνῆλθεν
οὐρανόν. Ὥστε ἔξεστι καὶ ἡμῖν, ἐὰν θέλωμεν,
αὐξῆσαι, καὶ τὴν δοθεῖσαν ἡμῖν χάριν μεγαλῦναι
διὰ τοῦ βαπτίσματος· αὔξεται δὲ δι' ἔργων ἀγαθῶν, καὶ λαμπροτέρα γίνεται
καὶ φαιδρότερον ἡμῖν παρέχει τὸ φῶς. Κἂν τοῦτο γένηται, μετὰ πολλῆς τῆς παῤῥησίας
εἰς τὸν νυμφῶνα συνελευσόμεθα τῷ νυμφίῳ,
καὶ τῶν ἀγαθῶν ἀπολαύσομεν τῶν ἀποκειμένων τοῖς ἀγαπῶσιν αὐτόν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι δόξα καὶ προσκύνησις εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.
Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.