Τρίτη 23 Οκτωβρίου 2012

ΕΙΣ ΤΟΝ ΚΗʹ ΨΑΛΜΟΝ



Homiliae super Psalmos

Ψαλμὸς τῷ ∆αβὶδ ἐξοδίου σκηνῆς. Ὁ εἰκοστὸς ὄγδοος ψαλμὸς ἔχει μὲν καὶ τὸ κοινὸν  τῆς  ἐπιγραφῆς·  Ψαλμὸς  γὰρ,  φησὶ,  τῷ  ∆αβίδ·  ἔχει  δέ  τι  καὶ  ἰδιάζον· πρόσκειται γὰρ, Ἐξοδίου σκηνῆς. Τί δὲ τοῦτό ἐστι; Νοήσωμεν τί τὸ ἐξόδιον, καὶ τίς ἡ σκηνὴ, ἵνα ἐν τῷ βουλήματι τοῦ ψαλμοῦ δυνηθῶμεν  γενέσθαι. Πρὸς μὲν οὖν  τὴν  ἱστο ρίαν  δόξει τοῖς  ἱερεῦσι καὶ τοῖς  Λευΐταις ἀφεμένοις  τοῦ ἔργου τὸ παράγγελμα δίδοσθαι τοῦτο, ὥστε μεμνῆσθαι τῶν ὀφειλόντων  αὐτοῖς παρασκευασθῆναι πρὸς τὴν λατρείαν. Ἐξοδεύουσι γὰρ ἀπὸ τῆς σκηνῆς καὶ ἐξιοῦσι λοιπὸν  ὁ λόγος διαμαρτύρεται ἅτινα αὐτοὺς ἑτοιμάσαντας προσῆκε, τίνα ἔχοντας πρὸς τὴν ἑξῆς ἀπαντῆσαι· ὅτι, υἱοὺς κριῶν· ὅτι, δόξαν καὶ τιμήν· ὅτι, δόξαν ὀνόματι αὐτοῦ· ὅτι, οὐδαμοῦ ἀλλα χοῦ λατρεύειν ἢ ἐν τῇ αὐλῇ τοῦ Κυρίου καὶ ἐν τῷ τόπῳ τοῦ ἁγιάσματος προσῆκε. Πρὸς δὲ τὸν ἡμέτερον νοῦν τὸν τὰ ὑψηλὰ θεωροῦντα, καὶ διὰ τῆς με γαλοφυοῦς  καὶ πρεπούσης τῇ θείᾳ Γραφῇ διανοίας οἰκειοῦντα ἡμῖν τὸν
νόμον, ἐκεῖνα ἡμῖν ὑποπίπτει· οὔτε κριὸς τὸ ἄῤῥεν ἐν τοῖς προβάτοις νοεῖται, οὔτε σκηνὴ τὸ ἐκ τῆς ἀψύχου ταύτης ὕλης συμπηγνύμε νον οἴκημα, οὔτε ἔξοδος σκηνῆς ἡ ἀπὸ τοῦ ναοῦ ἀναχώρησις, ἀλλὰ σκηνὴ μὲν ἡμῖν τὸ σῶμα τοῦτο, ὡς ὁ Ἀπόστολος ἡμᾶς ἐδίδαξε λέγων, ὅτι Οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν· καὶ πάλιν ὁ ψαλμός·
Καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου. Ἐξ όδιον δὲ σκηνῆς ἡ ἀπὸ τοῦ βίου τούτου ἀναχώρησις, πρὸς ἣν παρασκευάζεσθαι ἡμᾶς ὁ λόγος παρεγγυᾷ, τάδε τινὰ καὶ τάδε κομίζοντας τῷ Κυρίῳ· ἐπείπερ ἡ ἐνταῦθα ἐργασία ἐφόδιόν ἐστι πρὸς τὸ μέλλον. Καὶ ὁ ἐνταῦθα  διὰ τῶν  ἀγαθῶν  ἔργων  δόξαν φέρων  καὶ τιμὴν  τῷ Κυρίῳ, οὗτος δόξαν ἑαυτῷ καὶ τιμὴν κατὰ τὴν δικαίαν τοῦ κριτοῦ ἀνταπόδοσιν θησαυρίζει. Ἐν πολλοῖς μέντοι τῶν ἀντιγράφων  προσκείμενον εὕρο μεν τὸ, Ἐνέγκατε τῷ Κυρίῳ, υἱοὶ Θεοῦ. Καὶ ἐπεί  περ  οὐ  παντὸς  δῶρον  εὐπρόσδεκτον  τῷ  Θεῷ, ἀλλὰ  τοῦ  ἀπὸ  καρδίας προσάγοντος καθαρᾶς· Οὐ γὰρ ἁγναὶ,  φησὶν, εὐχαὶ  ἀπὸ μισθώματος ἑταίρας· καὶ πάλιν Ἱερεμίας, Μὴ εὐχαὶ, φησὶ, καὶ κρέα ἅγια ἀφελοῦσί σου τὰς κακίας, ἢ τούτοις ἔσῃ καθα ρός; διόπερ ὁ ψαλμὸς πρότερον ἡμᾶς βούλεται υἱοὺς εἶναι Θεοῦ, εἶτα τότε ἀπαντᾷν ἐπὶ τὸ προσκομίζειν τὰ δῶρα τῷ Θεῷ, καὶ ταῦτα οὐ τὰ τυχόντα, ἀλλ' οἷα αὐ τὸς διετάξατο. Πρότερον εἰπὲ, Πάτερ, εἶτα αἴτησον τὰ ἐφεξῆς. ∆οκίμασον δὲ σεαυτὸν ἐκ ποταποῦ βίου ἀπήν τηκας· εἰ ἄξιος εἶ Θεὸν τὸν ἅγιον πατέρα σεαυτοῦ ὀνομάζειν.
∆ι' ἁγιασμοῦ ἐστιν ἡμῖν ἡ πρὸς τὸν ἅγιον οἰκείωσις. Εἰ βούλει ἀεὶ υἱὸς τοῦ ἁγίου εἶναι, ἁγιασμός σε υἱοθετείτω. Ἐνέγκατε οὖν τῷ Κυρίῳ οὐχ οἱ τυχόντες, οὐδὲ οἱ ἐκ τῶν  τυχόντων,  ἀλλ' υἱοὶ τοῦ Θεοῦ. Μεγάλα μέλλει ἐπιζητεῖν  τὰ δῶρα· διὰ τοῦτο μεγάλους   ἐκλέγεται   τοὺς  προσφέροντας.  Ἵνα  γάρ  σου  μὴ  ῥίψῃ  χαμαὶ   τοὺς λογισμοὺς, μηδέ σε ποιήσῃ κριὸν τὸ ἄλογον τοῦτο τετράπουν καὶ βλη χητικὸν ζῶον ἐπιζητεῖν, ὡς ἐκ τῆς τούτου θυσίας  προσδοκᾷν ἱλεοῦσθαι τὸν Θεὸν, Ἐνέγκατε, φησὶ,τῷ Κυρίῳ, υἱοὶ Θεοῦ. Οὐ γὰρ υἱοῦ χρεία, ἵνα υἱὸν αὐ τὸν προσφέρῃ, ἀλλ' εἰ μέγα τι ὁ υἱὸς, μέγα τι καὶ ἐπάξιον  τῆς τε υἱοῦ διαθέσεως καὶ τῆς πατρικῆς  ἀξίας τὸ προσφερόμενον εἶναι προσῆκεν. Υἱοὺς οὖν, φησὶν, ἐνέγκατε κριῶν· ἵνα καὶ αὐτοὶ οἱ προσφε ρόμενοι παρ' ὑμῶν  ἀπὸ τοῦ εἶναι  υἱοὶ  κριῶν  εἰς τὸ γενέσθαι  υἱοὶ  Θεοῦ μεταβάλωνται.   Ὁ  κριὸς  τοίνυν   ἡγεμονικόν   ἐστι  ζῶον,  καθ  ηγούμενον   τῶν προβάτων ἐπί τε νομὰς τροφίμους καὶ ἀναπαύσεις ὑδάτων, καὶ πάλιν ἐπὶ σηκοὺς καὶ ἐπαύλεις. Τοιοῦτοι δέ τινες καὶ οἱ τῆς ποίμνης τοῦ Χριστοῦ προεστῶτες· προάγοντες μὲν ἐπὶ τὰς εὐαν θεῖς καὶ εὐώδεις τῆς πνευματικῆς διδασκαλίας τρο φὰς, καὶ ὕδατι ζῶντι τῇ ἐπιχορηγίᾳ τοῦ Πνεύματος ἄρδοντες καὶ ὑψοῦντες καὶ πρὸς καρποφορίαν ἐκτρέ φοντες·  ὁδηγοῦντες  δὲ πρὸς ἀνάπαυσιν, καὶ τὴν ἀπὸ τῶν  ἐπιβουλευόντων ἀσφάλειαν. Τούτων οὖν τοὺς υἱοὺς παρὰ τῶν υἱῶν τοῦ Θεοῦ προσάγεσθαι βούλεται τῷ Κυρίῳ ὁ λόγος. Εἰ δὲ κριοὶ οἱ προηγούμενοι τῶν λοιπῶν, υἱοὶ ἂν τούτων εἶεν οἱ πρὸς τὸν κατ' ἀρετὴν βίον διὰ τῆς τῶν ἀγαθῶν ἔργων σπουδῆς ἐκ τῆς διδασκαλίας
τῶν προεστώτων μεμορφωμένοι. Ἐνέγκατε οὖν τῷ Κυρίῳ, υἱοὶ Θεοῦ, ἐνέγκατε τῷ Κυρίῳ υἱοὺς κριῶν. Ἔμαθες τίνι διαλέγεται; ἔμαθες περὶ τίνων; Ἐνέγκατε τῷ Κυρίῳ, φησὶ, δόξαν καὶ τιμήν. Πῶς οὖν ἡμεῖς, ἡ γῆ καὶ σποδὸς, τῷ μεγάλῳ Κυρίῳ δόξαν προσφέρομεν; πῶς δὲ καὶ τιμήν; ∆όξαν μὲν διὰ τῶν ἀγαθῶν ἔργων, ὅταν λάμπῃ τὰ ἔργα ἡμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὥστε ἰδόντας τοὺς ἀνθρώπους τὰ ἔργα ἡμῶν δοξάσαι τὸν  Πατέρα ἡμῶν  τὸν  ἐν  τοῖς  οὐρανοῖς.  Καὶ διὰ σω φροσύνης  καὶ τοῦ ἐπιβάλλοντος  τοῖς τὴν εὐσέβειαν ἐπαγγελλομένοις  ἁγιασμοῦ δοξάσαι δυνατόν ἐστι τὸν Θεὸν κατὰ τὴν τοῦ Παύλου παραίνεσιν, λέγοντος· ∆οξάσατε δὴ τὸν Θεὸν ἐν τοῖς μέλεσιν  ὑμῶν.  Ταύτην  καὶ  ἀπαιτεῖ  παρὰ  τῶν  εἰς  αὐτὸν  πιστευόντων   καὶ  τῷ χαρίσματι τῆς υἱοθεσίας τετιμημένων  τὴν δόξαν ὁ Κύριος. Υἱὸς γὰρ, φησὶν, δοξάζει πατέρα· καὶ, Εἰ πατήρ εἰμι ἐγὼ, ποῦ ἔστιν ἡ δόξα μου; Τιμὴν δὲ φέρει τῷ Θεῷ ὁ κατὰ τὴν Παροιμίαν τιμῶν τὸν Θεὸν ἀπὸ τῶν δικαίων ἑαυτοῦ πόνων, καὶ ἀπαρ χόμενος αὐτῷ ἀπὸ καρπῶν αὐτοῦ δικαιοσύνης. Καὶ πᾶς δὲ ὁ ἐπιτεταγμένως θεολογῶν, ὡς μὴ ἀπο πίπτειν  τῆς ὀρθῆς περὶ Πατρὸς ἐννοίας, καὶ περὶ τῆς τοῦ Μονογενοῦς θεότητος, καὶ περὶ τῆς τοῦ ἁγίου Πνεύματος δόξης, οὗτος φέρει τῷ Κυρίῳ δόξαν καὶ τιμήν.  Ἐπιτείνει  δὲ  τὴν  δόξαν  ὁ δυνάμενος  τοὺς  λό  γους  ἀποδιδόναι  καθ' οὓς ἔκτισται τὰ σύμπαντα, καὶ καθ' οὓς συγκρατεῖται, τῆς ἀπ' αὐτοῦ προνοίας μέχρι τῶν μικροτάτων  διικνουμένης,  καὶ καθ' οὓς μετὰ τὴν ὧδε οἰκονομίαν  ὑπὸ τὴν κρίσιν ἀχθήσεται. Ὁ τρα νοῖς καὶ ἀσυγχύτοις λογισμοῖς αὐτός τε θεωρῆσαι τὰ καθ' ἕκαστον δυνηθεὶς,  καὶ μετὰ τὸ αὐτὸς  τεθεωρη  κέναι,  δυνάμενος  καὶ ἑτέροις τὰ περὶ τῆς ἀγαθότη τος τοῦ Θεοῦ καὶ τῆς δικαίας κρίσεως αὐτοῦ παραστῆσαι, οὗτός ἐστιν ὁ φέρων   τῷ  Κυρίῳ  δόξαν  καὶ  τιμὴν,  καὶ  ὁ  τῷ  ἁρμόζοντι  τῇ  τοιαύτῃ  θεωρίᾳ κεχρημένος βίῳ. Τοῦ γὰρ τοιούτου λάμπει τὸ φῶς ἔμπροσθεν τῶν ἀνθρώπων,  καὶ λόγῳ καὶ ἔργῳ καὶ διὰ παντοδαπῶν ἀνδραγαθημάτων δοξαζομένου τοῦ ἐν οὐρανοῖς Πατρός. Οὐ φέρει δὲ τῷ Κυρίῳ δόξαν καὶ τιμὴν ὁ περὶ τὴν ἀνθρωπίνην  ἐπτοημένος δόξαν· οὐδὲ ὁ τιμῶν  ἀργύριον· οὐδὲ ὁ τὰς ἡδονὰς  τιμῶν  τοῦ σώ ματος· οὐδὲ ὁ θαυμάζων τὰ ἀλλότρια τῆς θεοσεβείας δόγματα. Ὥσπερ γὰρ διὰ τῶν ἀγαθῶν ἔργων δόξαν φέρομεν  τῷ Κυρίῳ, οὕτω διὰ τῶν  πονηρῶν  ἔργων  τὸ ἐναντίον.  Τοῖς γὰρ ἁμαρτάνουσι τί λέγει; Τὸ ὄνομά μου δι' ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσι. Καὶ πάλιν ὁ Ἀπόστολος· ∆ιὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις. Ὕβρις γάρ ἐστι τῷ νο μοθέτῃ ἡ τῶν νόμων ὑπεροψία καὶ καταφρόνησις. Καὶ οἰκίας κακῶς οἰκουμένης ἐν ᾗ θυμὸς καὶ κραυγὴ, ὕβρις καὶ γέλως, τρυφὴ καὶ ἀσωτία, ἀκαθαρσία καὶ ἀσέλγεια, ἐπὶ  τὸν  κρατοῦντα  αὐτῆς  ἡ  ἀτιμία  καὶ  ἡ  αἰσχύνη  τῶν  γινομένων   ἐπάνεισιν. Ἀκόλουθον δὲ νοεῖν  ἡμᾶς, ὅτι, ὥσπερ ἐν τοῖς ἀγαθοῖς  ἔργοις δοξά ζεται ὁ Θεὸς, οὕτως ἐν τοῖς πονηροῖς δοξάζεται ὁ ἐχθρός. Ὅταν γὰρ, ἄρας τὰ μέλη τοῦ Χριστοῦ, ποιήσω μέλη πόρνης, μετήνεγκα τὴν δόξαν ἐπὶ τὸν ἀπολλύντα με ἀπὸ τοῦ σώζοντός με. Καὶ ὁ ἄπι στος μεταλλάσσει τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν εἰ κόνι φθαρτοῦ ἀνθρώπου,  καὶ πετεινῶν,  καὶ τετραπό δων  καὶ ἑρπετῶν  τῶν  ἐπὶ  τῆς  γῆς. Καὶ ὁ σεβόμενος καὶ ὁ λατρεύων  τῇ κτίσει παρὰ τὸν κτίσαντα, οὐ τῷ Θεῷ φέρει δόξαν, ἀλλὰ τοῖς κτίσμασιν. Ὥστε ὁ κτίσμα λέγων  τι, εἶτα προσκυνῶν, γνωριζέτω ἑαυτοῦ τὴν  μερίδα μεθ' ἧς  τετάξεται.  Φοβηθῶμεν οὖν  μὴ, δόξαν  καὶ  καύχημα  διὰ  τῆς ἁμαρτίας ἡμῶν τῷ δια βόλῳ προσφέροντες, μετ' αὐτοῦ τῇ αἰωνίᾳ αἰσχύ νῃ παραδοθῶμεν. Ὅτι γὰρ ἡ ἁμαρτία ἡμῶν δόξα τῷ ἐνεργοῦντι αὐτὴν ἐν ἡμῖν γίνεται, νόησον δι' εἰκόνος τὸ λεγόμενον. ∆ύο στρατηγῶν ἀντεπιόντων ἀλλήλοις, ὅταν μὲν τοῦτο  νικᾷ  τὸ  τάγμα,  ὁ στρατοπεδάρχης αὐτοῦ  τὴν  δόξαν  φέρεται·  ὅταν  δὲ  τὸ ἐναντίον ἐπι κρατῇ, ἐπ' ἐκεῖνον πάλιν ἡ τιμὴ μεταπίπτει. Οὕτως ἐν μὲν τοῖς ἀγαθοῖς σου ἔργοις Κύριός ἐστιν ὁ δοξα 29.288 ζόμενος, ἐν δὲ τοῖς ἐναντίοις ὁ ἐναντίος. Καὶ μὴ  μα  κράν  μοι  περινόει   τοὺς  πολεμίους,  μηδὲ  πόῤῥω  θεν  ἀποσκόπει  τοὺς στρατηγούς·  ἀλλὰ  σεαυτὸν  ἐπί  σκεψαι,  καὶ  πᾶσαν  τὴν  ἀλήθειαν   τῆς  εἰκόνος εὑρήσεις. Ὅταν γὰρ νοῦς παλαίῃ τῷ πάθει, ἐὰν μὲν δι' εὐτο νίας καὶ προσεχείας ἐπικρατῇ, φέρεται κατὰ τοῦ πάθους τὰ νικητήρια, καὶ οἱονεὶ στεφανοῖ δι' ἑαυ τοῦ τὸν Θεόν. Ὅταν δὲ καταμαλακισθεὶς ὑποκύψῃ τῇ ἡδονῇ, δοῦλος καὶ αἰχμάλωτος ταῖς ἁμαρτίαις γενόμενος, καύχημα καὶ ἔπαρσιν καὶ ὑπερηφανίας  προσ τίθησι τῷ ἐχθρῷ. Προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐ τοῦ. Μετὰ τὴν καρποφορίαν τῶν ἐπιζητουμένων, ἀναγκαία ἡ προσκύνησις. Προσκύνησις δὲ ἡ οὐκ ἔξω τῆς Ἐκκλησίας, ἀλλ'  ἐν  αὐτῇ  τῇ  αὐλῇ  τοῦ  Θεοῦ τελου  μένη.  Μή μοι,  φησὶν,  ἰδίας  αὐλὰς  καὶ συναγωγὰς  ἐπινοεῖτε.  Μία ἐστὶν αὐλὴ ἁγία τοῦ Θεοῦ. Ἦν αὐλὴ πρότερον ἡ τῶν Ἰουδαίων συναγωγή· ἀλλὰ μετὰ τὴν εἰς Χριστὸν ἁμαρτίαν ἐγένετο ἡ ἔπαυλις αὐτῶν ἠρη μωμένη. ∆ιὰ τοῦτο καὶ ὁ Κύριος· Καὶ ἄλλα πρό βατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης. Τοὺς ἀπὸ τῶν ἐθνῶν προωρισμένους εἰς σωτηρίαν λέγων, δείκνυσιν ἰδίαν  αὐλὴν  παρὰ  τὴν  τῶν  Ἰουδαίων.  Οὐ τοίνυν  ἔξω  τῆς  ἁγίας  ταύτης  αὐλῆς προσκυνεῖν προσ ῆκε τῷ Θεῷ, ἀλλ' ἔνδον αὐτῆς γενόμενον· ἵνα μὴ ἔξω τις αὐτῆς ὢν, μηδὲ ἑλκόμενος ὑπὸ τῶν ἔξω, ἀπ ολέσῃ τὸ εἶναι ἐν αὐλῇ Κυρίου. Πολλοὶ γὰρ ἑστᾶσιν ἐν σχήματι μὲν προσευχῆς, οὔκ εἰσι δὲ ἐν τῇ αὐλῇ, διὰ τὴν τοῦ νοῦ περιφορὰν καὶ τὸν ἀφελκυσμὸν τῆς δια νοίας αὐτῶν ὑπὸ τῆς ἐν τῇ ματαιότητι μερίμνης. ∆υνατὸν δὲ  αὐλὴν  ἔτι  ἐπαναβεβηκότως  νοῆσαι  τὴν  ἐπουράνιον  διαγωγήν.  ∆ιὰ τοῦτο  οἱ Πεφυτευμέ νοι ἐνταῦθα ἐν τῷ οἴκῳ Κυρίου, ἥτις ἐστὶν Ἐκ κλησία Θεοῦ ζῶντος, ἐκεῖ Ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν. Ὁ δὲ θεοποιῶν κοιλίαν, ἢ δό ξαν, ἢ ἀργύριον, ἢ ἄλλο τι, ὃ πάντων μᾶλλον τετίμη κεν, οὔτε προσκυνεῖ τῷ Κυρίῳ, οὔτε ἐν τῇ αὐλῇ ἐστι τῇ ἁγίᾳ, κἂν ἄξιος τῶν αἰσθητῶν συνάξεων εἶναι δοκῇ. Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων. Πολλαχοῦ ἂν εὕροις τὸ τῆς φωνῆς ὄνομα κείμενον. Ὥστε ὑπὲρ τοῦ νοῆσαι, τίς ἐστι τοῦ Κυρίου ἡ φωνὴ, ἄξιόν ἐστι συναγαγεῖν ἡμᾶς κατὰ τὸ δυνατὸν ἐκ τῆς θείας Γραφῆς τὰ γεγραμμένα περὶ φωνῆς· ὡς ἐν τῷ πρὸς Ἀβραὰμ χρηματισμῷ· Καὶ εὐθέως  φωνὴ  ἐγένετο  λέγουσα·  Οὐ κληρονομήσει  σε οὗτος·  καὶ  ἐπὶ Μωϋσεῖ· Καὶ πᾶς ὁ λαὸς ἑώρα τὴν φωνὴν  καὶ τὰς λαμπάδας· καὶ παρὰ τῷ Ἡσαΐᾳ πάλιν·  Φωνὴ λέγοντος·  Βόησον. Ἡ μὲν  οὖν  παρ' ἡμῖν  φωνὴ  ἢ ἀήρ ἐστι πεπλη γμένος, ἢ τὸ γινόμενον εἶδος περὶ τὸν ἀέρα, πρὸς ὃ βούλεται τυποῦν ὁ ἐκφωνῶν.  Τί οὖν ἡ φωνὴ τοῦ Κυρίου; πότερον πληγὴ περὶ τὸν ἀέρα νοοῖτο; ἢ ἀὴρ πεπληγμένος φθάνων  μέχρι τῆς ἀκοῆς τοῦ πρὸς ὃν γίνεται ἡ φωνή; Ἢ οὐδέτερον τούτων, ἀλλ' ἑτερογε νής τίς ἐστιν αὕτη, φαντασιουμένου τοῦ ἡγεμονικοῦ τῶν ἀνθρώπων οὓς ἂν ἀκούειν βούληται  τῆς ἰδίας φωνῆς  ὁ Θεός· ὥστε ἀναλογίαν  ἔχειν  τὴν φαντασίαν ταύτην πρὸς τὴν ἐν τοῖς ὀνείροις γινομένην  πολλάκις. Ὥσπερ γὰρ, οὐ πληττομένου τοῦ ἀέρος, λαμβάνομέν  τινα  ἐν ταῖς καθ' ὕπνον  φαντασίαις  ῥημάτων  τινῶν  καὶ φθόγγων  μνήμην, οὐ διὰ τῆς ἀκοῆς δεξά μενοι τὴν φωνὴν, ἀλλ' αὐτῆς τῆς καρδίας ἡμῶν  τυ  πωθείσης· τοιαύτην  τινὰ  χρὴ  νομίζειν  καὶ τὴν  παρὰ τοῦ Θεοῦ φωνὴν ἐγγίνεσθαι τοῖς προφήταις. Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων. Ὡς μὲν πρὸς τὸ αἰσθητὸν, ἐπειδὴ αἱ νεφέλαι, ἐπειδὰν ὕδατος ὦσι πλήρεις, ἦχον καὶ ψόφον ἀποτελοῦσι συγκρουόμεναι πρὸς ἀλλήλας, Φωνὴ, φησὶ, Κυρίου ἐπὶ τῶν ὑδάτων. Ἀλλὰ καὶ εἴ που ψόφος ὑδάτων  περιῤῥηγνυμένων  τισὶ τῶν  ἀντιτύπων  γίγνοιτο,  καὶ εἰ ἡ θάλασσα πνεύμασι τα ρασσομένη κυμαίνοιτο, καὶ βίαιον ἦχον ἐκπέμποι, τὰ ἄψυχα ταῦτα τὴν παρὰ τοῦ Κυρίου ἔχει φωνὴν,  δει κνύντος τοῦ λόγου, ὅτι πᾶσα ἡ κτίσις μονονουχὶ βοᾷ τὸν ἑαυτῆς δημιουργὸν ἀναγγέλλουσα. Κἂν βροντὴ δὲ ἀπὸ νεφῶν  ἐκραγῇ, οὐκ ἄλλο τι χρὴ νομίζειν, ἢ ὅτι ὁ Θεὸς τῆς δόξης ἐβρόντησε, καὶ ὅτι Κύριός ἐστιν ὁ τὴν ὑγρὰν φύσιν συνέχων δι' ἑαυτοῦ. Κύριος ἐπὶ ὑδάτων πολλῶν. Μεμαθήκαμεν γὰρ ἐν τῇ κοσμο γενείᾳ ὕδωρ ἐπάνω τῶν οὐρανῶν, ὕδωρ πάλιν τὸ τῆς ἀβύσσου, ἕτερον τὰ συστήματα τῶν θαλασσῶν. Τίς οὖν ἐστιν ὁ συγκρατῶν ταῦτα, καὶ μὴ ἐῶν αὐτὰ τῇ φυσικῇ ῥοπῇ φέρεσθαι πρὸς τὰ κάτω, ἢ ὁ Κύριος ὁ τοῖς πᾶσιν ἐμβεβηκὼς, ὃς καὶ τῶν ὑδάτων ἔχει τὸ κράτος; Τάχα δὲ καὶ μυστικώτερον, Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, ὅτε βαπτισθέντι  τῷ Ἰησοῦ ἐγένετο  ἄνωθεν  φωνὴ,  ὅτι Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός. Τότε γὰρ ὁ Κύριος μὲν ἦν ἐπὶ ὑδάτων πολλῶν, ἁγιάζων τὰ ὕδατα διὰ τοῦ βαπτίσματος· ὁ δὲ Θεὸς τῆς δόξης τῇ μεγαλοφωνίᾳ  τῆς μαρτυρίας ἄνωθεν ἐπεβρόντησε. Καὶ τοῖς βαπτιζομένοις  δὲ ἡ παρὰ τοῦ Κυρίου καταλειφθεῖσα  φωνὴ ἐπιλέγεται· Πορευθέντες γὰρ, φησὶ, βαπτίζετε εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύ ματος. Φωνὴ οὖν Κυρίου ἐπὶ τῶν ὑδάτων. Συνίσταται δὲ ἡ βροντὴ, ὅταν πνεῦμα ξηρὸν καὶ βίαιον κοιλότησι νεφέλης ἐναποληφθὲν,  καὶ ὑπὸ εὐτο νίας τοῖς κοιλώμασι τῶν νεφῶν  ἐνστρεφόμενον, ζητῇ διέξοδον πρὸς τὰ ἔξω. Ἀντέχουσαι μὲν οὖν ὑπὸ τῆς ἄγαν πιλήσεως αἱ νεφέλαι, τὸν τραχὺν ἐκεῖνον ἐκ τῆς τοῦ πνεύματος  παρατρίψεως  ἀποτελοῦσιν  ἦχον·  ἐπει  δὰν  δὲ ὥσπερ πομφόλυγες περιταθεῖσαι τῷ πνεύματι ἐπιπλέον ἀντέχειν καὶ στέγειν ἀδυνατήσωσι, βιαίως ἀποῤῥηγνύμεναι  καὶ  πρὸς τὴν  ἔξω  ἀναπνοὴν  διεῖσαι τὸ πνεῦμα,  τοὺς  κατὰ  τὰς βροντὰς ἀποτε λοῦσι ψόφους. Τοῦτο δὲ καὶ ἀστραπὴν ἐργάζεσθαι πέφυκε. Κύριος οὖν  ἐστιν ὁ καὶ ἐπὶ τῶν  ὑδάτων  ὢν,  καὶ ὁ τοὺς μεγάλους  ψόφους  τῆς βροντῆς ἐνεργῶν,  ἐν  ἀπαλῇ  τοῦ  ἀέρος φύσει  τοσαύτην  ψόφου  ὑπερβολὴν  ἐργαζόμενος.
∆υνατὸν  δέ  σοι  καὶ  κατὰ  τὸν  ἐκκλησια  στικὸν  λόγον  τὴν  μετὰ  τὸ  βάπτισμα γινομένην   ἐκ  τῆς   μεγαλοφωνίας   τοῦ  Εὐαγγελίου   ἐν   ταῖς   ψυχαῖς   τῶν   ἤδη τελειουμένων παράδοσιν βροντὴν ὀνομάζειν. Ὅτι γὰρ βροντὴ τὸ Εὐαγγέλιον, δηλοῦσιν οἱ παρὰ τοῦ Κυρίου μετονομασθέντες  μαθηταὶ καὶ υἱοὶ βρον τῆς χρηματίζοντες. ∆ιὰ τοῦτο οὐκ ἐν τῷ τυχόντι τῆς τοιαύτης βροντῆς ἡ φωνὴ, ἀλλ' ἐάν τις ἄξιος ᾖ ὀνο μάζεσθαι τροχός. Φωνὴ γὰρ τῆς βροντῆς σου, φησὶν, ἐν τῷ τροχῷ. Ἐάν τις ᾖ τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος,  ὥσπερ ὁ τροχὸς, ὀλίγῳ  μέρει τῆς γῆς ἐφαπτόμενος, καὶ ὅλως τοιοῦτος, ὁποῖος ἦν περὶ οὗ ἔλεγεν Ἰεζεκιήλ· Καὶ εἶδον, καὶ ἰδοὺ τροχὸς εἷς ἐπὶ γῆς ἐχόμενος τῶν ζώων τοῖς τέσ σαρσι, καὶ τὸ εἶδος αὐτῶν καὶ ἡ ποίησις  αὐτῶν  ὡς  εἶδος  Θαρσεῖς. Ὁ Θεὸς οὖν  τῆς  δόξης  ἐβρόντησε, Κύριος ἐπὶ ὑδάτων  πολλῶν.  Ὕδατά εἰσι καὶ οἱ ἅγιοι, διότι  ποταμοὶ ῥέουσιν ἐκ τῆς κοιλίας αὐτῶν, τουτέστι, πνευματικὴ διδασκαλία ἄρδουσα τὰς ψυχὰς τῶν ἀκουόντων.  Καὶ πάλιν, λαμβάνουσιν ὕδωρ ἁλλόμενον εἰς ζωὴν αἰώνιον, ὅπερ γίνεται ἐν τοῖς καλῶς λαβοῦσι πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Ἐπὶ τῶν τοιούτων οὖν ὑδάτων ὁ Κύριος. Μνήσθητι δὲ καὶ τῆς ἱστορίας Ἠλίου, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἔτη τρία καὶ μῆνας ἕξ· ὅτε, αἰθρίας οὔσης ἐπὶ τὴν κορυφὴν τοῦ Καρμήλου, ἤκουσε φωνῆς ὑδάτων πολλῶν· εἶτα ἐπηκο λούθησε τὸ καὶ βροντὴν γενέσθαι ἐκ νεφελῶν καὶ ὕδωρ ῥυῆναι. Κύριος οὖν ἐπὶ ὑδάτων πολλῶν. Φωνὴ Κυ ρίου ἐν ἰσχύϊ. Ὥσπερ ἐν τῷ τροχῷ ἡ φωνὴ γίνεται, οὕ τως ἐν ἰσχύϊ ἡ φωνὴ συνίσταται τοῦ Κυρίου. Ὁ γὰρ πάντα ἰσχύων ἐν τῷ ἐνδυναμοῦντι  αὐτὸν  Χριστῷ, οὗ τος ἀκούει τῶν  ἐντολῶν  τοῦ Κυρίου, καὶ ποιεῖ. Φωνὴ οὖν Κυρίου, οὐκ ἐν τῇ ἀσθενεῖ καὶ ἐκλελυμένῃ ψυχῇ, ἀλλ' ἐν τῇ εὐτόνως καὶ ἰσχυρῶς  κατεργαζομένῃ  τὸ  ἀγαθόν.  Φωνὴ  Κυρίου ἐν  μεγαλοπρεπείᾳ.  Ἡ  μεγα λοπρέπεια ἀρετή ἐστιν ἐκπρεπῶς μεγάλη. Ὁ οὖν πρεπόντως ἀποδιδοὺς τὰς περὶ τῶν μεγάλων  πράξεων ἐνεργείας, ὁ τοιοῦτος ἀκούει μεγαλοπρε πής. Ὅταν οὖν ψυχὴ ἀδούλωτος ᾖ τῷ φρονήματι τῆς σαρκὸς, μέγεθος δὲ καὶ ἀξίωμα πρέπον ἑαυτῇ ἐκ τῆς συναισθήσεως τῶν προσόντων αὐτῇ ἀπὸ Θεοῦ ἀναλάβῃ, ἐν ταύτῃ γίνεται ἡ φωνὴ τοῦ Κυρίου. Οἱ οὖν μεγαλοφυεῖς μὲν ἔχοντες τὰς περὶ Θεοῦ ἐννοίας, ὑψηλῶς δὲ  τεθεωρηκότες  τοὺς  περὶ  κτίσεως  λόγους,  καὶ  δυνηθέντες   ἐπὶ  ποσὸν  γοῦν ἐπιβαλεῖν τῷ ἀγαθῷ τῆς τοῦ Θεοῦ προνοίας, καὶ προσέτι ἐν ταῖς δαπάναις ἀφειδεῖς, καὶ μεγαλόδωροι  ἐν τῷ  τὰς τῶν  ἀδελφῶν  χρείας ἐπανορθοῦσθαι, οὗτοί εἰσιν οἱ μεγαλοπρεπεῖς,   ἐν   οἷς   ἡ  φωνὴ   τοῦ   Κυρίου  ἐμπολιτεύεται.   Τῷ  ὄντι   γὰρ  ὁ μεγαλοπρεπὴς  ὑπερορᾷ πάντα τὰ σωματικὰ, οὐδενὸς εἶναι ἄξια κρίνων  λόγου τῇ παραθέσει τῶν ἀοράτων. Τὸν μεγαλοπρεπῆ οὐδεμία λυπήσει περί στασις· οὐδὲ ὅλως πάθος τι αὐτὸν ἐκταράξει, οὐδὲ ἀνθρωπαρίων  φαύλων  καὶ εὐκαταφρονήτων  ἁμαρ τήματα κινήσει· οὐδὲ ἀκαθαρσία τῆς σαρκὸς αὐτὸν ταπεινώσει. ∆υσπρόσιτος γάρ ἐστι τοῖς ταπεινωτι  κοῖς πάθεσιν, οὐδὲ προσβλέπειν αὐτῷ δυναμένοις  διὰ τὸ ὕψος τῆς γνώμης. Λέγεται δέ τις καὶ Θεοῦ με γαλοπρέπεια· ὡς τὸ, Ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. Οἱ οὖν τὰ μεγάλα περὶ Θεοῦ δοξάζοντες, οὗτοι ὑπεραίρουσιν αὐτοῦ τὴν με γαλοπρέπειαν. Φωνὴ Κυρίου συντρίβοντος κέδρους. Ἡ κέ δρος ποτὲ μὲν ὡς μόνιμον, καὶ σήψεως βέλτιον, καὶ εὐῶδες, καὶ σκέπην ἱκανὸν παρέχεσθαι  παρὰ  τῆς  Γραφῆς ἐπαινεῖται·  ποτὲ  δὲ  ὡς  ἄκαρπον  καὶ  δυσκαμ  πὲς διαβάλλεται, ὡς καὶ εἰκόνα πληροῦν τοῦ ἀσεβοῦς. Εἶδον γὰρ τὸν ἀσεβῆ ὑπερυψούμενον   καὶ  ἐπαιρό  μενον   ὡς  τὰς  κέδρους  τοῦ  Λιβάνου.  Καθ'   ὃ  τὸ σημαινόμενον  καὶ νῦν  παρελήφθη.  Ἡ γὰρ φωνὴ  τοῦ Κυρίου συντρίβει  κέδρους. Ὥσπερ γὰρ ἐν τῇ μεγαλοπρεπεῖ ψυχῇ γίνεται, οὕτω τοὺς εἰκῆ φυ σιουμένους, τοὺς ἐπαίροντας ἑαυτοὺς ἐν τοῖς νο μιζομένοις ὑψώμασι τοῦ κόσμου τούτου, πλούτου, ἢ δόξης, ἢ δυναστείας, ἢ κάλλους σώματος, ἢ δυ νάμεως, ἢ ἰσχύος. συντρίβειν λέγεται. Καὶ συν τρίψει  Κύριος τὰς  κέδρους τοῦ  Λιβάνου. Οἱ τοῖς  ἀλλοτρίοις  πράγμασιν ἐπιβαίνοντες, καὶ ἀπ' ἐκείνων ἑαυτοῖς τὴν ἀλαζονείαν συνάγοντες, οὗτοί εἰσι κέδροι τοῦ Λιβάνου. Ὥσπερ γὰρ αἱ κέδροι, καθ' ἑαυτὰς οὖ σαι ὑψηλαὶ, τῷ ἐπ' ὄρους ὑψηλοῦ πεφυκέναι, ἐκ τῆς προσθήκης τοῦ ὄρους περιφανέστεραι γίνονται· οὕτω καὶ οἱ τοῖς φθαρτοῖς τοῦ κόσμου πράγμασιν ἐπερει δόμενοι κέδροι μέν εἰσι διὰ τὴν ἀλαζονείαν καὶ  τὸ  τῆς  διανοίας  ἔπαρμα,  Λιβάνου δὲ  κέδροι  προσαγορεύον  ται,  διὰ  τὸ  τῷ ἀλλοτρίῳ ὑψώματι ἐπαγάλλεσθαι, καὶ ὑπὸ γῆς καὶ τῶν γηίνων πραγμάτων, οἷον ὑπὸ τῆς κορυφῆς τοῦ Λιβάνου, πρὸς ἀλαζονείαν  ἐπαίρεσθαι. Οὐ πάσας δὲ τὰς κέδρους συντρίβει ὁ Κύριος, ἀλλὰ  τὰς τοῦ Λιβάνου. Ἐπειδὴ γὰρ εἰδωλολατρείας  τόπος ὁ Λίβανος, ὅσαι ψυχαὶ  ἐπαίρονται  κατὰ  τῆς  γνώσεως   τοῦ  Θεοῦ, αὗται  τοῦ Λιβάνου ὀνομάζονται, καὶ συντριβῆς ἀξιοῦνται. Εἰσὶ γάρ τινες κέδροι τοῦ Θεοῦ, ἃς αἱ ἀναδενδράδες τῆς ἀπ' Αἰγύπτου μετατεθείσης ἀμπέλου καλύπτουσιν, ὡς ἐν Ψαλμοῖς μεμαθήκα μεν· Ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς, καὶ αἱ ἀνα δενδράδες αὐτῆς τὰς κέδρους τοῦ Θεοῦ. Ἐπεὶ οὖν  μετὰ τῶν  ἄλλων  τῶν  περὶ Χριστοῦ ἐννοιῶν  καὶ ἄμπελος  ὁ Κύριος ἡμῶν λέγεται· Ἐγὼ γάρ εἰμι, φησὶν, ἡ ἄμπελος, ὑμεῖς τὰ κλήμα τα· κέδροι εἰσὶ τοῦ Θεοῦ οἱ τέως μὲν ἄκαρποι καὶ πρὸς καῦσιν ἐπιτήδειοι, ὑπελθόντες δὲ τὴν σκέπην τοῦ Χριστοῦ, καὶ οἱονεὶ ἐνδυσάμενοι αὐτὸν, ἐκ τῆς παρ' αὐτοῦ χάριτος τὸ ἄκαρπον τῆς ἑαυτῶν  ζωῆς συγκαλύπτουσι. Τὰς μὲν οὖν κέδρους τοῦ Θεοῦ ἀνα δενδράδες εὔκαρποι  περιπλακεῖσαι  φυλάττουσι·  τὰς  δὲ  κέδρους  τοῦ  Λιβάνου συντρίβει  ὁ Κύριος. Καὶ λε πτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον. Μνή σθητι τοῦ μόσχου τοῦ ἐν τῇ Ἐξόδῳ, ὃν κατὰ τὴν εἰ δωλολατρείαν  ἀνέπλασαν, ὃν ἐλέπτυνε  Μωϋσῆς καὶ ἐπότισε τὸν λαόν. Ἐκείνῳ τοίνυν τῷ μόσχῳ παρα πλησίως ὅλον τὸν Λίβανον καὶ τὴν ἐν αὐτῷ κρατοῦ σαν συνήθειαν τῆς εἰδωλολατρείας  ἐξαφανίσει. Καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων. Ὁ μονογενὴς Υἱὸς, ὁ διδοὺς ζωὴν τῷ κόσμῳ, ὅταν μὲν προσ φέρῃ θυσίαν καὶ προσφορὰν ἑαυτὸν τῷ Θεῷ ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, καὶ ἀμνὸς ὀνομάζεται τοῦ Θεοῦ καὶ πρόβατον. Ἴδε γὰρ, φησὶν, ὁ ἀμνὸς τοῦ Θεοῦ· καὶ πάλιν· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη. Ὅταν δὲ ἀμύνασθαι δέῃ καὶ καθ ελεῖν τὴν δυναστείαν τὴν ἐπιφυομένην τῷ γένει τῶν ἀνθρώπων, ἐκτεθηριωμένην τινὰ καὶ ἀπηγριωμένην δύναμιν,   τότε   υἱὸς   μονοκερώτων   ὀνομάζεται.   Ζῶον   γὰρ,   ὡς   ἐν   τῷ   Ἰὼβ μεμαθήκαμεν, ὁ μονόκερώς  ἐστιν ἄμαχον τὴν δύναμιν,  ἀνυπότακτον  τοῖς ἀνθρώ ποις. Οὐ γὰρ δήσεις αὐτὸν, φησὶν, ἱμάντι, οὐδὲ κοιμηθήσεται ἐπὶ φάτνης. Καὶ πολλὰ περὶ τοῦ ἐλευθεριάζειν τὸ ζῶον καὶ μὴ ὑπείκειν τοῖς ἀνθρώ ποις ἐν ἐκείνῳ τῷ μέρει τῆς προφητείας εἴρηται. Καὶ παρατετήρηται, ὅτι ἐπ' ἀμφότερα κέχρηται τῇ εἰκόνι τοῦ μονοκέρωτος ἡ Γραφή· ποτὲ μὲν ἐπαινε τῶς, ἄλλοτε δὲ διαβεβλημένως. Ῥῦσαι γὰρ, φησὶν, ἐκ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου. Τὸν πολεμο ποιὸν λαὸν διαβάλλων  ταῦτά φησι παρὰ τὸν καιρὸν τοῦ πάθους ἐπαναστάντα αὐτῷ. Πάλιν δὲ, Ὑψω θήσεται, φησὶν, ὡς μονοκέρωτος τὸ κέρας μου.
Ἔοικεν οὖν διὰ μὲν τὸ ἀμυντικὸν τοῦ ζώου ἐπὶ τὴν τῶν χειρόνων  εἰκασίαν πολλάκις  παραλαμβάνε  σθαι, διὰ δὲ τὸ ὑψίκερων  καὶ  ἐλευθέριον  πρὸς τὴν  τοῦ βελτίονος  ἄγεσθαι εἰκασίαν. Καὶ ὅλως, ἐπειδὴ τὸ κέρας ὑπὸ τῆς Γραφῆς ἀντὶ τῆς δόξης πολλαχοῦ  παρει λημμένον  ἔστιν εὑρεῖν, ὡς τὸ, Ὑψώσει κέρας λαοῦ αὐτοῦ· καὶ, Τὸ κέρας αὐτοῦ ὑψωθήσεται  ἐν δόξῃ· ἢ καὶ ἐπειδὴ τὸ κέρας ἀντὶ  δυνάμεως πολλάκις  παραλαμβάνεται·  ὡς  τὸ,  Ὑπερασπιστής μου  καὶ  κέρας  σωτηρίας  μου· Χριστὸς δὲ Θεοῦ δύναμις· διὰ τοῦτο ὡς ἓν ἔχων κέρας, τουτέστι μίαν δύναμιν ἔχων τὴν  τοῦ  Πατρὸς, μονόκερως  προσηγόρευται. Φωνὴ  Κυρίου διακόπτοντος  φλόγα πυρός. ∆ιεκόπη μὲν καὶ κατὰ τὴν ἱστορίαν τῶν παίδων τῶν τριῶν ἐν τῇ Βαβυλωνίᾳ ἡ φλὸξ  τοῦ πυρὸς, ὅτε ὑπερεξεχύθη  μὲν  τεσσαρακονταεννέα  πήχεις  ἡ κάμι νος, ἐνεπύριζε δὲ τοὺς κύκλῳ πάντας· διακοπεῖσα δὲ τῷ προστάγματι τοῦ Θεοῦ, πνεῦμα ἐδέξατο ἐν ἑαυ τῇ, ἡδίστην ἀναπνοὴν  καὶ ἀνάψυξιν, ὥσπερ ἐν σκιᾷ τινι φυτῶν, ἐν εἰρηνικῇ  καταστάσει παρεχομένη  τοῖς  παισίν. Ἐγένετο  γὰρ, φησὶν,  ὡσεὶ πνεῦμα δρόσου διασυρίζον.  Καὶ θαυμαστότερόν  γε  πολλῷ  πυ  ρὸς  φύσιν  διακοπῆναι,  ἢ καταδιαιρεθῆναι  τὴν Ἐρυ θρὰν θάλασσαν εἰς διαιρέσεις. Ἀλλ' ὅμως ἡ φωνὴ  τοῦ Κυρίου καὶ τὸ συνεχὲς τῇ φύσει καὶ ἡνωμένον τοῦ πυρὸς διακόπτει. Καίτοι ἄτμητον καὶ ἀδιαίρετον ἐπινοίαις  ἀνθρωπίναις  τὸ πῦρ εἶναι δοκεῖ, ἀλλ' ὅμως προστάγματι Κυρίου διακόπτεται καὶ διίσταται. Οἶμαι δὲ, ὅτι τὸ πῦρ τὸ ἡτοιμασμένον εἰς κόλασιν τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ διακόπτεται τῇ φω νῇ τοῦ Κυρίου· ἵνα, ἐπειδὴ δύο εἰσὶν ἐν τῷ πυρὶ δυνά μεις, ἥ τε καυστικὴ καὶ ἡ φωτιστικὴ, τὸ μὲν δριμὺ καὶ κολαστικὸν τοῦ πυρὸς τοῖς ἀξίοις τῆς καύ σεως προσαπομείνῃ, τὸ δὲ φωτιστικὸν αὐτοῦ καὶ λαμπρὸν τῇ φαιδρότητι  τῶν  εὐφραινομένων  ἀποκλη ρωθῇ. Φωνὴ οὖν Κυρίου διακόπτοντος φλόγα πυρὸς καὶ μερίζοντος, ὡς ἀλαμπὲς μὲν εἶναι τὸ πῦρ τῆς κολάσεως, ἄκαυστον δὲ τὸ φῶς τῆς ἀναπαύσεως ἀπο μεῖναι. Φωνὴ Κυρίου συσσείοντος ἔρημον. Ἐπ' εὐεργεσίᾳ τῆς ἐρήμου ὁ συσσεισμὸς αὐτῇ παρὰ τοῦ Κυρίου οἰκονομεῖται,  ἵνα, μεταβαλοῦσα ἀπὸ τοῦ ἔρη μος εἶναι, γένηται  γῆ κατοικουμένη, καὶ ἀποθεμένη τὸ τῆς ἀτεκνίας ὄνειδος, τῆς πολυπαιδίας λάβῃ τὸν ἔπαινον (Πολλὰ γὰρ τὰ τέκνα τῆς ἐρήμου, μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα), καὶ τῶν ὑδάτων τοῦ πνεύματος πληρωθεῖσα, γένηται ἡ πρὸ τούτου ἔρημος εἰς λίμνας ὑδάτων. Καὶ συσσείσει Κύριος τὴν ἔρη μον Κάδης. Οὐ πᾶσαν οὖν ἔρημον ὁ Κύριος συσσεί σει, ἀλλὰ τὴν Κάδης, τουτέστι, τὸν ἁγιασμόν· Κάδης γὰρ ἁγιασμὸς ἑρμηνεύεται. Φωνὴ Κυρίου καταρτιζομένη  ἐλάφους. Ὁμότιμα χρὴ τοῖς προ29.300 άγουσιν ἀποδοθῆναι  καὶ τὰ περὶ τοῦ καταρτι σμοῦ τῶν ἐλάφων, ὃν ἡ φωνὴ τοῦ Κυρίου ἐνεργεῖ. Ἐπεὶ τοίνυν ἡ ἔλαφος  τοιαύτης  ἔτυχε τῆς κατα σκευῆς ὡς κρείττων  εἶναι  τῆς ἐκ τῶν  ἑρπετῶν βλάβης, ἀλλὰ καὶ καθαρτήριον αὐτῇ ἐστιν, ὥς φασιν οἱ τὰ τοιαῦτα τετηρηκότες, τὸ τῆς ἐχίδνης βρῶμα, πάντα δὲ τὰ ἰοβόλα πρὸς τὴν τῶν πονηρῶν καὶ ἀντι κειμένων δυνάμεων  εἰκόνα λαμβάνεται  (τοῦ Κυ ρίου λέγοντος·  ∆έδωκα ὑμῖν  τὴν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων, καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· καὶ τοῦ ψαλμοῦ  πάλιν  ἐπαγ  γελλομένου  τῷ  προφήτῃ,  ὅτι  Ἐπὶ ἀσπίδα καὶ  βασι λίσκον ἐπιβήσῃ)· ἀνάγκη, ὅταν ἐλάφου ὄνομα ἀκούω μεν ἐν τῇ Γραφῇ, πρὸς τὴν βελτίονα εἰκόνα τὸν λόγον ἕλκειν. Ὄρη γὰρ τὰ ὑψηλὰ ταῖς ἐλάφοις· καὶ, Ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων. Ἐπεὶ οὖν καὶ πᾶς δίκαιος ἐν ὑψηλοῖς ἔχει τὴν δια τριβὴν, Κατὰ σκοπὸν διώκων  ἐπὶ τὸ βραβεῖον τῆς ἄνω  κλήσεως, καὶ πρὸς τὰς ποτίμους πηγὰς ἀνατρέχει, τὰς πρώτας ἀρχὰς τῆς θεολογίας ἀναζη τῶν. Ἕλκει δὲ ἡ ἔλαφος τῇ ἀναπνοῇ  τοῦ στόματος τὰ φωλεύοντα  τῶν  ἰοβόλων, καὶ ἀπὸ τῶν  καταδύσεων ἐξ άγει τῇ βίᾳ τοῦ πνεύματος. Ὥσπερ οὖν ἀετὸς λέγεται ὁ ἅγιος διὰ τὸ μετεωροπόρον, καὶ  διὰ  τὸ διηρμένον  ἀπὸ γῆς  ἐπὶ  πλεῖον·  καὶ  ὡς  πρόβατον  διὰ  τὸ ἥμερον  καὶ μεταδοτικὸν  ὧν ἔχει· καὶ κριὸς διὰ τὸ ἡγεμονικόν· καὶ περιστερὰ διὰ τὸ ἄκακον· οὕτω καὶ ἔλαφος διὰ τὴν πρὸς τὰ πονηρὰ ἐναντίωσιν.  ∆ιὸ καὶ ὁ Σολομών φησιν· Ἔλαφος φιλίας, καὶ πῶλος σῶν χαρίτων  ὁμιλείτω  σοι· διδάσκων ἡμᾶς τοὺς προει ρημένους  ἐλάφους  ἐπιτηδείους  εἶναι  πρὸς θεολογίας  διδασκαλίαν.  Φωνὴ Κυρίου καταρτιζομένη ἐλάφους. Ὅταν οὖν ἴδωμέν τινα ἅνθρωπον Θεοῦ τέλειον καὶ κατηρτι σμένον, τὴν ἀπὸ τῆς ὁμιλίας αὐτοῦ ὠφέλειαν  μετα διώκωμεν.  Ὅπου γὰρ ἐλάφου παρουσία, φυγαδεύεται  πᾶσα τῶν  ἑρπετῶν  ἡ κακία. Οὐ γὰρ φέρει τὴν ὀσμὴν τοῦ ζώου τὰ ἰοβόλα, ὅπου γε καὶ τοῖς κέρασιν αὐτῶν  ὑποθυμιωμένοις  ὑποχωρεῖ. Καὶ ἀποκαλύψει δρυ μούς. Πρῶτον ἡ φωνὴ τοῦ Κυρίου καταρτίζεται τὰς ἐλάφους· ἔπειτα ἀποκαλύπτει δρυμοὺς, τοὺς συμ φύτους καὶ ἀπὸ ἀγρίας καὶ ἀκάρπου ὕλης πεπυκνω μένους τόπους, οἷς μάλιστα προσφεύγειν τὰ ἰοβόλα πέφυκεν. Ἐπεὶ οὖν ἤδη τετελείωται  διὰ τὸν παρὰ τοῦ Κυρίου γενόμενον  καταρτισμὸν ἡ ἔλαφος, ὁ ταύτῃ ὁμοιούμενος   δίκαιος   ἀποκαλύπτει    τοὺς   δρυμοὺς,   ἵνα   γυμνοὶ   καὶ   ἕτοιμοι παραδοθῶσιν οἱ φθαρτικοὶ τῆς ζωῆς ἡμῶν. Καὶ ἐπειδὴ Πᾶν ξύλον μὴ ποιοῦν  καρπὸν  καλὸν  ἐκκόπτεται  ὑπὸ  τῆς  ἀξίνης,  καὶ  εἰς  πῦρ βάλλεται,  ἀναγκαίως  οἱ δρυμοὶ ἀνακαθαίρον  ται, αἱ ὑλώδεις  ψυχαὶ, ἐν αἷς, ὥσπερ τινὰ θηρία, τὰ ποικίλα πάθη τῶν  ἁμαρτιῶν  ἐμφωλεύει,  ὑπὸ τοῦ λό γου, ὅς ἐστι τομώτερος  ὑπὲρ πᾶσαν μάχαιραν δίστο μον. Ἐπεὶ δὲ πολλοὶ τῶν ἀνθρώπων, πεφορτι σμένοι ταῖς βιωτικαῖς μερίμναις, οἷόν τινα γῆν ἀκανθοφόρον  τὰς ἑαυτῶν ψυχὰς ἔχουσι, καὶ οὐκ ἐῶ σιν αὐτὰς εἰς τὴν  τοῦ λόγου  καρποφορίαν  ἐντρέφεσθαι,  ἀποκαλύπτει  ὁ Κύριος τοὺς δρυμοὺς, τουτέστι, τὸ ἄσχημον καὶ ἀπρεπὲς καὶ βλαβερὸν τῶν  ἐν τῷ βίῳ τούτῳ φροντίδων, ἵνα, τρανωθέντος  τοῦ περὶ τοῦ ἀγα θοῦ καὶ κακοῦ τόπου, μὴ ἔχωσιν οἱ ἄνθρωποι ὑπὸ ἀμαθίας τὰς περὶ τῶν πραγμάτων κρίσεις ἐνηλ λαγμένας. Πολλοὶ γὰρ τὰ μὲν ἀγαθὰ, ὅταν ἐπίπονα ᾖ, κακὰ νομίζουσι· τὰ δὲ κακὰ διὰ τὴν προσοῦσαν αὐτοῖς ἡδονὴν  ὡς ἀγαθὰ μεταδιώκουσι· καὶ ἀμύθη τος ἐν ἀνθρώποις  ἡ περὶ τὰ τοιαῦτα πλάνη. Ἔστι μὲν οὖν τῆς τῶν ἀγαθῶν φύσεως ξύλα καρπο φόρα καὶ πᾶσαι κέδροι, ἃ καὶ πρὸς τὸν αἶνον  παρα λαμβάνεται· τῶν  δὲ κακῶν οἱ δρυμοὶ, οὓς, ὑπὲρ τοῦ μὴ ἀπατηθῆναι   τοὺς   νομίζοντας   εὑρήσειν   τινὰ   καρ   πὸν   χρήσιμον   ἐν   αὐτοῖς, ἀποκαλύπτει  καὶ φανεροῖ ἡ τοῦ Θεοῦ φωνή.  Καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέ γει δόξαν. Ἀκουέτωσαν τῶν ῥημάτων τοῦ ψαλμοῦ, καὶ ἐντραπήτωσαν οἱ τοῖς μακροῖς λόγοις ἑαυτοὺς ἐπιδιδόντες. Τί φησιν ὁ ψαλμός; Ὁ ἐν τῷ ναῷ τοῦ Θεοῦ γενόμενος οὐ κακολογίαν, οὐ ματαιότητα, οὐκ αἰσχρῶν πραγμάτων γέμοντα ῥήματα ἀπαγγέλλει, ἀλλ' ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν. Ἑστή κασιν οἱ ἀπογραφόμενοι τὰ ῥήματα ἅγιοι  ἄγγε  λοι·  πάρεστιν  ὁ  Κύριος τὰς  διαθέσεις  τῶν  εἰσιόντων  ἐπισκοπῶν.  Ἡ προσευχὴ ἑκάστου πεφανέρωται Θεῷ· τίς ἐκ διαθέσεως, τίς ἐπιστημόνως ἐπιζητεῖ τὰ ἐπουράνια· τίς ἀφωσιωμένως ἄκροις τοῖς χείλεσι τὰ ῥήματα φθέγγεται, ἡ δὲ καρδία αὐτοῦ  πόῤῥω  ἀπέχει  ἀπὸ  Θεοῦ. Κἂν εὔχηται,  ὑγίειαν  σαρκὸς, καὶ  σωματι  κὸν πλοῦτον, καὶ δόξαν ἀνθρωπίνην ἐπιζητεῖ. ∆εῖ δὲ οὐδὲν τούτων, ὡς ὁ λόγος διδάσκει, ἀλλ' ἐν τῷ ναῷ  αὐτοῦ πᾶς τις λέγει  δόξαν. Οἱ οὐρανοὶ διηγοῦνται  δόξαν Θεοῦ. Ἀγγέλοις ἔργον δοξολογεῖν Θεόν. Πάσῃ τῇ στρατιᾷ τῶν ἐπουρανίων ἓν τοῦτο ἔργον, δό ξαν ἀναπέμπειν τῷ κτίσαντι. Ἡ κτίσις πᾶσα, ἥ τε σιωπῶσα, καὶ ἡ φθεγγομένη, ἥ τε  ὑπερκόσμιος, ἥ  τε  περίγειος  δοξάζει  τὸν  κτίσαντα.  Ἄνθρωποι  δὲ  ἐλεει  νοὶ, καταλιπόντες τοὺς οἴκους καὶ ἐπὶ τὸν ναὸν συν δραμόντες, ὡς δή τι ἑαυτοὺς ὠφελήσοντες, οὐχ ὑπ έχουσι τὰς ἀκοὰς λόγοις Θεοῦ, οὐ λαμβάνουσιν αἴσθησιν τῆς ἑαυτῶν φύσεως, οὐ λυποῦνται  προλη φθέντες ὑπὸ τῆς ἁμαρτίας· οὐ λυποῦνται  εἰς  μνήμην   τῶν   ἁμαρτιῶν   ἀφικνούμενοι,   οὐ  τρέμουσι  τὴν   κρίσιν·  ἀλλὰ μειδιῶντες,  καὶ τὰς δεξιὰς ἀλλήλοις  ἐμβάλλοντες,  τόπον  μακρολογίας  τὸν οἶκον ποιοῦνται  τῆς  προσευχῆς, παρακούοντες  τοῦ ψαλμοῦ  τοῦ δια μαρτυρομένου καὶ λέγοντος, ὅτι Ἐν τῷ ναῷ τοῦ Θεοῦ πᾶς τις λέγει δόξαν. Σὺ δὲ οὐ μόνον οὐ λέ γεις, ἀλλὰ  καὶ  ἑτέρῳ  ἐμπόδιον  γίνῃ  ἐπιστρέφων  πρὸς  ἑαυτὸν,  καὶ  τῷ  ἰδίῳ  θορύβῳ ὑπερηχῶν τὴν δι δασκαλίαν τοῦ Πνεύματος. Ὅρα μή ποτε ἀπέλθῃς, ἀντὶ τοῦ μισθὸν λαβεῖν  ἐπὶ  δοξολογίᾳ,  τοῖς  τὸ  ὄνομα  τοῦ  Θεοῦ βλασφημοῦσι συγκαταδικασθείς. Ψαλμὸν  ἔχεις,  προφητείαν  ἔχεις,  εὐαγγελικὰ  παραγγέλματα,  τὰ τῶν  ἀποστόλων κηρύγματα. Ἡ γλῶσσα ψαλλέ τω, ὁ νοῦς ἐρευνάτω τὴν διάνοιαν τῶν εἰρημένων, ἵνα ψάλλῃς τῷ πνεύματι, ψάλλῃς δὲ καὶ τῷ νοΐ. Μὴ γὰρ δόξης ἐπιδέεται ὁ Θεὸς, ἀλλά σε βούλεται ἄξιον εἶναι τοῦ δοξασθῆναι. ∆ιότι Ὃ σπείρει ἄνθρωπος, τοῦτο καὶ θερίσει.
Σπεῖρον δοξολογίαν, ἵνα θερίσῃς στεφάνους καὶ τιμὰς καὶ ἐπαίνους ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ταῦτα οὐκ ἀχρήστως ἐν παρεκβάσει εἴρηται εἰς τὸ, Ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν, διὰ τὸ τοὺς ἐν τῷ ναῷ τοῦ Θεοῦ ἄπαυστα γλωσσαλγοῦντας καὶ ἀνωφελῶς    εἰσιόντας·   εἴθε   δὲ   ἀν   ωφελῶς   καὶ   μὴ   ἐπιβλαβῶς.   Κύριος  τὸν κατακλυσμὸν κατοικιεῖ. Κα τακλυσμὸς ὕδατός ἐστιν ἐπίκλυσις ἐξαφανίζοντος  πᾶν τὸ ὑποκείμενον, καὶ καθαρίζοντος ἅπαν τὸ προεῤῥυ πωμένον. Τὴν οὖν τοῦ βαπτίσματος χάριν κατακλυ  σμὸν ὀνομάζει, ὥστε τὴν ἀποπλυναμένην  τὰ ἁμαρτή ματα ψυχὴν, καὶ ἀποκαθηραμένην τὸν παλαιὸν ἄν θρωπον, ἐπιτηδείαν εἶναι λοιπὸν πρὸς  κατοικητήριον  τοῦ  Θεοῦ ἐν  Πνεύματι.  Συνᾴδει  δὲ  τούτῳ  καὶ  τὰ  ἐν  τῷ τριακοστῷ  πρώτῳ  ψαλμῷ  εἰρημένα.  Μετὰ γὰρ  τὸ  εἰπεῖν,  ὅτι  Τὴν  ἀνομίαν  μου ἐγνώρισα, καὶ τὴν ἁμαρτίαν μου οὐκ ἐκάλυψα· καὶ τὸ, ὅτι Ὑπὲρ αὐτῆς προσεύξεται πρὸς σὲ πᾶς ὅσιος· ἐπ ήγαγε· Πλὴν ἐν κατακλυσμῷ ὑδάτων πολλῶν πρὸς αὐτὸν οὐκ ἐγγιοῦσιν. Οὐ γὰρ ἐγγιοῦσιν αἱ ἁμαρτίαι τῷ λαβόντι τὸ βάπτισμα τῆς ἀφέσεως τῶν παραπτωμάτων  διὰ τοῦ ὕδατος καὶ τοῦ Πνεύματος. Συγγενὲς δὲ τούτῳ καὶ ἐν τῇ προφητείᾳ  Μιχαίου εὕρηται· Ὅτι θελητὴς  ἐλέους  ἐστὶν, ἐπιστρέψει  καὶ ἐλεήσει ἡμᾶς· καταδύσει τὰς ἁμαρτίας ἡμῶν, καὶ ἀποῤῥιφήσονται εἰς τὰ βάθη τῆς θα λάσσης. Καὶ καθιεῖται  Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα. Τῇ λαμπούσῃ ψυχῇ ἀπὸ τοῦ κατακλυσμοῦ ἐνιδρυθεὶς  ὁ Θεὸς, οἱονεὶ θρόνον αὐτὴν ἑαυτῷ ἀπεργάζεται. Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει· Κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήγῃ. Ἀπὸ μὲν τοῦ  ἁμαρτωλοῦ  λαοῦ  ἀφελεῖ  Κύριος ἰσχύοντα  καὶ  ἰσχύουσαν,  τῷ  δὲ δικαιοπραγοῦντι  δίδω σιν ἰσχύν. ∆ιότι Τῷ ἔχοντι παντὶ δοθήσεται. Ἐν δυναμωθεὶς δὲ πρὸς τὴν τῶν ἀγαθῶν ἔργων ἐνέργειαν, ἄξιος γίνεται τῆς ἀπὸ τοῦ Θεοῦ εὐλογίας. Ἔοικε  δὲ  τελειοτάτη   τῶν  εὐλογιῶν   εἶναι  ἡ  εἰρήνη,  εὐστάθειά  τις  οὖσα  τοῦ ἡγεμονικοῦ· ὥστε τὸν εἰρηνικὸν ἄνδρα ἐν τῷ κατεστάλθαι τὰ ἤθη χαρακτηρίζεσθαι· τὸν δὲ πολεμούμενον ὑπὸ τῶν παθῶν μήπω τῆς ἀπὸ Θεοῦ εἰρήνης μετεσχηκέναι, ἣν ὁ Κύριος ἔδωκε τοῖς ἑαυ τοῦ μαθηταῖς, ἥτις, ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς ψυχὰς  τῶν  ἀξίων.  Ταύτην  καὶ ὁ Ἀπόστολος ἐπεύχεται  ταῖς  Ἐκκλησίαις, λέγων· Χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη. Γένοιτο οὖν ἡμῖν καλῶς ἀγωνι σαμένοις, καὶ τὸ φρόνημα τῆς σαρκὸς καταστρεψαμέ νοις, ὅ ἐστιν ἔχθρα εἰς Θεὸν, ἐν γαληνιώσει καὶ ἀκύ μονι καταστάσει τῆς ψυχῆς γενομένης, εἰρήνης ἡμᾶς υἱοὺς χρηματίζειν, καὶ τῆς εὐλογίας τοῦ Θεοῦ μετα σχεῖν ἐν εἰρήνῃ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας






Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |