ΟΜΙΛΙΑ ΙΕʹ.
Περὶ πίστεως.
Θεοῦ μεμνῆσθαι μὲν διηνεκῶς, εὐσεβὲς καὶ κόρον οὐκ ἔχον τῇ φιλοθέῳ ψυχῇ· λόγῳ δὲ διεξιέναι τὰ περὶ Θεοῦ, τολμηρόν· τῆς μὲν διανοίας πολλῷ τῷ μέτρῳ τῆς ἀξίας τῶν πραγμάτων ἀποπιπτούσης, πάλιν δὲ τοῦ λόγου ἀμυδρῶς παριστῶντος τὰ νοη θέντα. Εἰ οὖν ἡ μὲν διάνοια ἡμῶν παρὰ πολὺ τοῦ μεγέθους τῶν πραγμάτων ἀπολιμπάνεται, ὁ δὲ λόγος ἐλάττων ἐστὶ καὶ αὐτῆς τῆς διανοίας· πῶς οὐκ ἀναγκαία ἡ σιωπὴ, μήποτε ἐν τῇ τῶν ῥημάτων εὐτελείᾳ δόξῃ κινδυνεύειν τῆς θεολογίας τὸ θαῦμα; Ἡ μὲν οὖν τοῦ δοξάζειν τὸν Θεὸν ἐπιθυμία πᾶσι τοῖς λογικοῖς κατὰ φύσιν ἐνέσπαρται· τοῦ δὲ πρὸς ἀξίαν εἰπεῖν πάντες ὁμοίως ἀπολιμπάνονται. Τῇ δὲ περὶ τὴν εὐσέβειαν προθυμίᾳ ἕτερος ἑτέρου διενηνό χαμεν· οὐδεὶς δὲ οὕτως τετύφλωται, καὶ φρε ναπατᾷ ἑαυτὸν, ὥστε οἴεσθαι ἐπὶ τὸ ἀκρότατον ἀνα βεβηκέναι τῆς καταλήψεως· ἀλλ' ὅσῳπερ ἂν δόξῃ προκόπτειν ἐπὶ τὴν γνῶσιν, τοσούτῳ πλέον αὐ τοῦ τῆς ἀσθενείας αἰσθήσεται. Τοιοῦτος ἦν Ἀβραὰμ, τοιοῦτος ἦν Μωϋσῆς· ὅτε ἰδεῖν Θεὸν ἠδυνήθησαν, ὡς ἰδεῖν δυνατὸν ἀνθρώπῳ, τότε μάλιστα ἑαυτὸν ἑκά τερος ἐξηυτέλιζεν· ὁ μὲν Ἀβραὰμ γῆν καὶ σποδὸν ἑαυτὸν ὀνομάζων, ὁ δὲ Μωϋσῆς ἰσχνόφωνον λέγων καὶ βραδύγλωσσον. Ἑώρα γὰρ τῆς γλώσσης αὐτοῦ τὸ ἀσθενὲς, ὑπηρετεῖν τῷ μεγέθει τῶν νοηθέν των μὴ δυναμένης. Πλὴν ἀλλ' ἐπειδὴ πᾶσα ἀκοὴ ἤνοικται νῦν πρὸς θεολογίας ἀκρόασιν, καὶ κόρος οὐκ ἔστι τῇ Ἐκκλησίᾳ τῶν τοιούτων ἀκροαμάτων, βεβαιούσῃ τὸν τοῦ Ἐκκλησιαστοῦ λόγον, ὅτι Οὐ πλη ρωθήσεται οὖς ἀπὸ ἀκροάσεως. ἀναγκαῖον λέγειν εἰς δύναμιν. Ἐροῦμεν δὲ, οὐχ ὅσος ἐστὶν ὁ Θεὸς, ἀλλ' ὅσον ἡμῖν ἐφικτόν.
Οὐδὲ γὰρ, ἐπειδὴ τὸν μεταξὺ οὐρανοῦ καὶ γῆς τόπον διαβῆναι ὅλον τοῖς ὀφθαλμοῖς ἀδυνατοῦμεν, ἤδη καὶ ὅσον δυνάμεθα καθορᾷν παραιτούμεθα· οὕτω καὶ νῦν διὰ μικρῶν ῥημάτων τὴν εὐσέβειαν ἀποπληρώσωμεν, τῷ δὲ μεγαλείῳ τῆς φύσεως συγχωρήσωμεν ἔχειν κατὰ παντὸς λόγου τὰ νικητήρια. Οὐδὲ γὰρ αἱ τῶν ἀγγέ λων γλῶσσαι, αἵτινές ποτέ εἰσιν, οὐδὲ αἱ τῶν ἀρχαγγέλων, μετὰ πάσης ὁμοῦ τῆς λογικῆς φύσεως συναχθεῖσαι, πολλοστοῦ μέρους ἐφικέσθαι δυνήσον ται, μὴ ὅτι τῷ παντὶ ἑαυτὰς ἐξισῶσαι. Σὺ δὲ, εἰ βούλει περὶ Θεοῦ λέγειν τι ἢ ἀκούειν, ἄφες τὸ σῶμα σεαυτοῦ, ἄφες τὰς σωματικὰς αἰσθήσεις, κατάλειπε τὴν γῆν, κατάλειπε τὴν θάλασσαν, κάτω σεαυ τοῦ ποίησον τὸν ἀέρα, παράδραμε ὥρας, καιρῶν εὐταξίας, τὰς περὶ γῆν διακοσμήσεις· ὑπὲρ τὸν αἰθέρα γενοῦ· διάβηθι τοὺς ἀστέρας, τὰ περὶ αὐτοὺς θαύματα, τὴν εὐκοσμίαν αὐτῶν, τὰ μεγέθη, τὰς χρείας ὅσας παρέχονται τῷ παντὶ, τὴν εὐταξίαν, τὴν λαμπρότητα, τὴν θέσιν, τὴν κίνησιν· ὅπως πρὸς ἀλλήλους σχέσεως ἢ ἀποστάσεως ἔχουσι.
Πάντα δια βὰς τῷ λόγῳ, τὸν οὐρανὸν ὑπερκύψας, καὶ ὑπεράνω τούτου γενόμενος, μόνῃ διανοίᾳ περίβλεψαι τὰ ἐκεῖ κάλλη, στρατιὰς ἐπουρανίους, χοροστασίας ἀγγέλων, τὰς τῶν ἀρχαγγέλων ἐπιστασίας, τὰς δόξας τῶν κυ ριοτήτων, τὰς προεδρίας τῶν θρόνων, τὰς δυνάμεις, τὰς ἀρχὰς, τὰς ἐξουσίας. ∆ιαδραμὼν τὰ σύμπαντα, καὶ ὑπὲρ πᾶσαν τὴν κτίσιν ἀνανεύσας τοῖς λογισμοῖς, καὶ ἐπέκεινα τούτων τὸν νοῦν ἀνυψώσας, ἐννόη σον τὴν θείαν φύσιν· ἑστῶσαν, ἄτρεπτον, ἀναλλοίω τον, ἀπαθῆ, ἁπλῆν, ἀσύνθετον, ἀδιαίρετον, φῶς ἀπρόσιτον, δύναμιν ἄφατον, μέγεθος ἀπεριόρι στον, δόξαν ὑπεραστράπτουσαν, ἀγαθότητα ἐπιθυ μητὴν, κάλλος ἀμήχανον, σφοδρῶς μὲν τῆς τετρω μένης ψυχῆς καθαπτόμενον, λόγῳ δὲ δηλωθῆναι πρὸς ἀξίαν ἀδύνατον.
Ἐκεῖ Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα, ἡ ἄκτιστος φύσις, τὸ δεσποτικὸν ἀξίωμα, ἡ φυσικὴ ἀγαθότης. Πατήρ· ἡ πάντων ἀρχὴ, ἡ αἰτία τοῦ εἶναι τοῖς οὖσιν, ἡ ῥίζα τῶν ζώντων. Ὅθεν προῆλθε ἡ πηγὴ τῆς ζωῆς, ἡ σοφία, ἡ δύναμις, ἡ εἰκὼν ἡ ἀπαράλλακτος τοῦ ἀοράτου Θεοῦ, ὁ ἐκ τοῦ Πατρὸς γεννηθεὶς Υἱὸς, ὁ ζῶν Λόγος, ὁ Θεὸς ὢν, καὶ πρὸς τὸν Θεὸν ὤν· ὢν, οὐχὶ προσγενόμενος· ὑπάρχων πρὸ τῶν αἰώνων, οὐχὶ προσκτηθεὶς ὕστερον· Υἱὸς, οὐχὶ κτῆμα· ποιητὴς, οὐχὶ ποίημα· κτίστης, οὐχὶ κτίσμα· πάντα ὢν ὅσα ἐστὶν ὁ Πατήρ· Υἱὸς, εἶπον, καὶ Πατήρ. Φύλασσέ μοι ταύτας τὰς ἰδιότητας. Μένων οὖν ἐν τῷ εἶναι Υἱὸς, πάντα ἐστὶν ὅσα ἐστὶν ὁ Πατὴρ, κατὰ τὴν φωνὴν αὐτοῦ τοῦ Κυρίου εἰπόντος· Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι. Τῷ ὄντι γὰρ τῆς εἰκόνος ἐστὶ πάντα, ὅσα πρόσ εστι τῇ πρωτοτύπῳ μορφῇ. Ἐθεασάμεθα γὰρ, φησὶν ὁ εὐαγγελιστὴς, τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός· τουτέστιν, οὐκ ἐκ δω ρεᾶς καὶ χάριτος δοθέντων αὐτῷ τῶν θαυμάτων, ἀλλ' ἐκ τῆς κατὰ φύσιν κοινωνίας ἔχοντος τοῦ Υἱοῦ τῆς πατρικῆς θεότητος τὸ ἀξίωμα.
Τὸ μὲν γὰρ λαβεῖν κοινὸν καὶ πρὸς τὴν κτίσιν· τὸ δὲ ἔχειν ἐκ φύσεως ἴδιον τοῦ γεννηθέντος. Ὡς μὲν οὖν Υἱὸς, φυσικῶς κέκτηται τὰ τοῦ Πατρός· ὡς δὲ Μονογενὴς, ὅλα ἔχει ἐν ἑαυτῷ συλλαβὼν, οὐδενὸς καταμεριζομένου πρὸς ἕτερον.
Ἐξ αὐτῆς τοίνυν τῆς Υἱοῦ προσηγορίας διδασκόμεθα, ὅτι τῆς φύσεώς ἐστι κοινωνός· οὐ προσ τάγματι κτισθεὶς, ἀλλ' ἐκ τῆς οὐσίας ἐκλάμψας ἀδιαστάτως, ἀχρόνως τῷ Πατρὶ συνημμένος, ἴσος ἐν ἀγαθότητι, ἴσος ἐν δυνάμει, κοινωνὸς τῆς δόξης. Καὶ τί γὰρ, ἀλλ' ἢ σφραγὶς καὶ εἰκὼν, ὅλον ἐν ἑαυτῷ δεικνὺς τὸν Πατέρα; Ὅσα δέ σοι μετὰ ταῦτα ἀπὸ τῆς σωματικῆς κατασκευῆς διαλέγεται, τὴν τῶν ἀνθρώπων σωτηρίαν οἰκονομῶν, ἣν διὰ σαρκὸς ἐπιφανεὶς ἡμῖν ἐπεδείξατο, ἀποστελλόμενον λέγων ἑαυτὸν, καὶ μηδὲν δυνάμενον ἀφ' ἑαυτοῦ ποιεῖν, καὶ ἐντολὴν λαβόντα, καὶ ὅσα τοιαῦτα, μή σοι παρεχέτω ἀφορμὰς πρὸς τὸ κατασμικρύνειν τοῦ Μονογενοῦς τὴν θεότητα. Οὐ γὰρ ἡ πρὸς τὸ σὸν ἀσθενὲς συγκατά βασις ἐλάττωσις ὀφείλει γίνεσθαι τῆς ἀξίας τοῦ δυ νατοῦ· ἀλλὰ τὴν μὲν φύσιν νόει θεοπρεπῶς, τὰ δὲ ταπεινότερα τῶν ῥημάτων δέχου οἰκονομικῶς.
Περὶ ὧν εἰ βουληθείημεν ἐν τῷ παρόντι πρὸς ἀκρίβειαν διηγεῖσθαι, λάθοιμεν ἂν ἑαυτοὺς πολύ τι καὶ ἀπέ ραντον πλῆθος λόγων ἐπεισάγοντες τῇ ὑποθέσει. Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανίωμεν. Ὅτι διά νοια ἡ δυνηθεῖσα τῶν τε ὑλικῶν καθαρεῦσαι παθῶν, καὶ τὴν νοητὴν κτίσιν πᾶσαν καταλιπεῖν, καὶ οἷόν τις ἰχθὺς ἀπὸ τοῦ βυθοῦ πρὸς τὴν ἄνω ἐπιφά νειαν ἀνανήξασθαι, ἐν τῷ καθαρῷ τῆς κτίσεως γενο μένη, ἐκεῖ ὄψεται τὸ Πνεῦμα τὸ ἅγιον, ὅπου Υἱὸς, καὶ ὅπου Πατὴρ, πάντα ἔχον καὶ αὐτὸ συνουσιω μένως κατὰ τὴν φύσιν, τὴν ἀγαθότητα, τὴν εὐ θύτητα, τὸν ἁγιασμὸν, τὴν ζωήν. Τὸ Πνεῦμα γάρ σου, φησὶν, τὸ ἀγαθόν· καὶ πάλιν, Πνεῦμα εὐθές· καὶ πάλιν, Τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ ὁ Ἀπόστο λος· Ὁ νόμος τοῦ Πνεύματος τῆς ζωῆς. Τού των οὐδὲν ἐπίκτητον αὐτῷ, οὐδὲ ὕστερον ἐπιγενό μενον πρόσεστιν· ἀλλ' ὥσπερ ἀχώριστον τῷ πυρὶ τὸ θερμαίνειν, καὶ τῷ φωτὶ τὸ λάμπειν· οὕτω καὶ τῷ Πνεύματι τὸ ἁγιάζειν, τὸ ζωοποιεῖν, ἡ ἀγαθότης, ἡ εὐθύτης.
Ἐκεῖ τοίνυν ἕστηκε τὸ Πνεῦμα, ἐκεῖ, ἐν τῇ μακαρίᾳ φύσει, οὐ μετὰ πλήθους ἀριθμούμενον, ἀλλ' ἐν τῇ Τριάδι θεωρούμενον· μοναδικῶς ἐξαγγελλόμε νον, οὐκ ἐμπεριειλημμένον τοῖς συστήμασιν. Ὡς γὰρ Πατὴρ εἷς, καὶ Υἱὸς εἷς· οὕτως ἓν καὶ τὸ ἅγιον Πνεῦμα. Τὰ δὲ λειτουργικὰ πνεύματα καθ' ἕκαστον τάγμα πλῆθος ἡμῖν ὑποφαίνει δυσεξαρίθμητον. Μὴ τοίνυν ζήτει ἐν τῇ κτίσει τὸ ὑπὲρ τὴν κτίσιν· μὴ καταγάγῃς τὸ ἁγιάζον μετὰ τῶν ἁγιαζομένων. Τοῦτο πληροῖ ἀγγέλους, πληροῖ ἀρχαγγέλους, ἁγιάζει δυνά μεις, ζωοποιεῖ τὰ σύμπαντα. Τοῦτο εἰς πᾶσαν κτίσιν μεριζόμενον, καὶ ἄλλως ὑπ' ἄλλου μετεχόμενον, οὐδὲν ἐλαττοῦται παρὰ τῶν μετεχόντων. Πᾶσι μὲν τὴν παρ' ἑαυτοῦ χάριν δίδωσιν· οὐκ ἀναλίσκεται δὲ εἰς τοὺς μετέχοντας· ἀλλὰ καὶ οἱ λαβόντες πληροῦν ται, καὶ αὐτό ἐστιν ἀνενδεές. Καὶ ὥσπερ ὁ ἥλιος ἐπιλάμπων τοῖς σώμασι, καὶ ποικίλως ὑπ' αὐτῶν μετεχόμενος, οὐδὲν ἐλαττοῦται παρὰ τῶν μετεχόντων· οὕτω καὶ τὸ Πνεῦμα πᾶσι τὴν παρ' ἑαυτοῦ χάριν παρέχον, ἀμείωτον μένει καὶ ἀδιαίρετον.
Πάντας φωτίζει πρὸς τὴν τοῦ Θεοῦ κατανόησιν, ἐμπνεῖ τοῖς προφήταις, νομοθέτας σοφίζει, ἱερέας τελειοῖ, ἐνισχύει βασιλεῖς, καταρτίζει δικαίους, σεμνύνει σώφρονας, ἐνεργεῖ χαρίσματα ἰαμάτων, ζωοποιεῖ τοὺς νεκροὺς, λύει τοὺς πεπεδημένους, υἱοθετεῖ τοὺς ἠλλοτριωμένους. Ταῦτα διὰ τῆς ἄνωθεν γεννήσεως ἐνεργεῖ. Ἐὰν τελώνην λάβῃ πιστεύοντα, εὐαγγελιστὴν ἀποδείκνυσιν· ἐὰν ἐν ἁλιεῖ γένηται, θεολόγον ἀποτελεῖ· ἐὰν διώκτην εὕρῃ μετανοοῦντα, ἀπόστολον ἐθνῶν ἀπεργάζεται, κήρυκα πίστεως, σκεῦος ἐκλογῆς.
∆ι' αὐτοῦ οἱ ἀσθενεῖς ἰσχυροί· οἱ πτωχοὶ πλουτίζουσιν· οἱ ἰδιῶται τῷ λόγῳ σοφώτεροί εἰσι τῶν σοφῶν. Παῦλος ἀσθενὴς, ἀλλὰ διὰ τὴν παρουσίαν τοῦ Πνεύματος τὰ σουδάρια τοῦ χρωτὸς αὐτοῦ ἴασιν παρεῖχε τοῖς ὑποδεχομένοις. Πέτρος καὶ αὐτὸς σῶμα περικείμενος ἀσθενείας, ἀλλὰ διὰ τὴν ἐνοικοῦσαν χάριν τοῦ Πνεύματος ἡ ἐκπίπτουσα τοῦ σώματος σκιὰ ἀπεδίωκε τὰς νόσους τῶν καταπονου- μένων. Πτωχὸς Πέτρος καὶ Ἰωάννης· οὐ γὰρ εἶχον ἀργύριον, οὐδὲ χρυσίον· ἀλλ' ἐχαρίζοντο ὑγίειαν πολλῶν χρυσίων τιμιωτέραν. Παρὰ πολλῶν γὰρ λαβὼν χρυσίον ὁ χωλὸς, ἔτι προσαίτης ἦν· παρὰ δὲ Πέτρου δεξάμενος τὴν χάριν, ἐπαύσατο προσαιτῶν, ἁλλόμενος ὥσπερ ἔλαφος, καὶ αἰνῶν τὸν Θεόν. Οὐκ ᾔδει Ἰωάννης τὴν τοῦ κόσμου σοφίαν, ἀλλ' ἐφθέγξατο ῥήματα τῇ δυνάμει τοῦ Πνεύματος, οἷς οὐδεμία σοφία προσβλέψαι δύναται.
Τοῦτο καὶ ἐν οὐρανῷ ἕστηκε, καὶ τὴν γῆν πεπλήρωκε, καὶ πανταχοῦ πάρεστι, καὶ οὐδαμοῦ περιέχεται. Ὅλον ἑκάστῳ ἐνοικεῖ, καὶ ὅλον ἐστὶ μετὰ τοῦ Θεοῦ. Οὐ λειτουργικῶς διακονεῖ τὰς δωρεὰς, ἀλλ' αὐθεντικῶς διαιρεῖ τὰ χαρίσματα. ∆ιαιρεῖ γὰρ, φησὶν, ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται. Ἀποστέλλεται μὲν οἰκονομικῶς, ἐνεργεῖ δὲ αὐτεξουσίως. Τοῦτο παρεῖναι ταῖς ψυχαῖς ἡμῶν εὐξώμεθα, καὶ μηδένα καιρὸν ἡμᾶς ἀπολιμπάνειν ἐν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας
0 σχόλια :
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.