Εμφάνιση αναρτήσεων με ετικέτα πατρολογία - ιωάννης χρυσόστομος. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα πατρολογία - ιωάννης χρυσόστομος. Εμφάνιση όλων των αναρτήσεων

Τρίτη 19 Μαρτίου 2013

"Ἐγὼ Κύριος ὁ Θεὸς ἐποίησα φῶς καὶ σκότος, ποιῶν εἰρήνην, καὶ κτίζων κακά."

0 σχόλια




ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ - ΕΛΛΗΝΙΚΗ ΠΑΤΡΟΛΟΓΙΑ 

Εις τήν προφητικήν ρήσιν τήν λέγουσαν 

"Ἐγὼ Κύριος ὁ Θεὸς ἐποίησα φῶς καὶ σκότος, ποιῶν εἰρήνην, καὶ κτίζων κακά."

In illud Isaiae: Ego dominus deus feci lumen

56.141
αʹ. Ὀλίγα μὲν τὰ εἰρημένα, γλυκεῖα δὲ τοῦ μέλιτος ἡ πηγὴ, μέλιτος κόρον οὐκ ἔχοντος. Τοῦτο μὲν γὰρ τὸ αἰσθητὸν μέλι ἐν τῇ γλώττῃ  καταλύει τὴν ἡδονὴν, καὶ εἰς φθορὰν χωρεῖ· τὸ δὲ τῆς διδασκαλίας μέλι ἐγκεύθεται τῷ συνειδότι, διηνεκῆ τὴν εὐφροσύνην παρασχὸν, καὶ πρὸς ἀφθαρσίαν ἡμᾶς χειραγωγοῦν. Καὶ τὸ μὲν ἀπὸ βοτανῶν συντίθεται, τὸ δὲ ἀπὸ τῶν θείων Γραφῶν ὑφαίνεται. Τοῦτο σήμερον ὑμᾶς ἐν έπλησεν ὁ καλῶς εἰρηκὼς, καὶ τῆς ὑπακοῆς τὸ βρα βεῖον ἥρπασε, καὶ τῆς ἀγάπης τὴν ἰσχὺν ὑπέδειξε καὶ τῆς πίστεως τὴν εὐγένειαν.

Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

∆εῖ δὲ καὶ αἱρέσεις εἶναι ἐν ὑμῖν, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται

0 σχόλια

ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ - ΕΛΛΗΝΙΚΗ ΠΑΤΡΟΛΟΓΙΑ

ΕΙΣ ΤΟ ΑΠΟΣΤΟΛΙΚΟΝ ΡΗΤΟΝ Τὸ λέγον·

"∆εῖ δὲ καὶ αἱρέσεις εἶναι ἐν ὑμῖν, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται."

In dictum Pauli: Oportet haereses esse



51.251
αʹ. Ἱκανῶς πρώην ἡμῖν διεθερμάνθη τὸ πνευματικὸν τοῦτο θέατρον, ὅτε τὴν
Ἱερουσαλὴμ εἰσήγαγον ὑμῖν τῷ λόγῳ θρηνοῦσαν, καὶ τὰς οἰκείας ἐξαγγέλλουσαν
51.252 συμφοράς. Καὶ γὰρ  εἶδον  ὑμῶν  τοὺς  ὀφθαλμοὺς  τότε  ὠδίνοντας  πηγὰς ἀφιέναι   δακρύων·  εἶδον,  ἐξ  ὧν  ἔπασχον,  τὴν  ἑκάστου  διάνοιαν   ὀλοφυρμῶν γέμουσαν  καὶ 51.253 συγκεχυμένην.  ∆ιὸ καὶ ταχέως  αἰσθόμενος  συνέστειλα  τὴν τραγῳδίαν, ἥρπασα ἐκ τοῦ μέσου τὸν λόγον, ὥστε τὸν θρῆνον ἐκεῖνον τῆς ἑκάστου καρδίας ἐκρήγνυσθαι μέλλοντα προκατασχεῖν.
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

Ομοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως."

0 σχόλια

ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ - ΕΛΛΗΝΙΚΗ ΠΑΤΡΟΛΟΓΙΑ
In illud: Simile est regnum caelorum grano sinapis

Ζʹ. Τοῦ αὐτοῦ εἰς τὸ,

"Ομοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως."

64.21

Τί μεῖζον βασιλείας οὐρανῶν, καὶ τί μικρότερον κόκκου σινάπεως; πῶς τὴν ἀμέτρητον βασιλείαν τῶν οὐρανῶν τῷ εὐμετρήτῳ καὶ βραχυτάτῳ κόκκῳ σινά πεως παρείκασεν; Ἀλλ' ἐὰν ἐννοήσωμεν τίς ἐστιν ἡ τῶν οὐρανῶν βασιλεία, καὶ τίς ἐστιν ὁ κόκκος τοῦ σινάπεως, εὑρήσομεν πῶς καλῶς καὶ εὐφυῶς ἕκαστον ἑκάστῳ παρείκασται. Τίς ἐστιν ἡ τῶν οὐρανῶν βασι λεία, ἢ πάντως Χριστός; λέγει γὰρ περὶ ἑαυτοῦ· Ἰδοὺ ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστιν. Τί δὲ μεῖ 64.22 ζον Χριστοῦ κατὰ τὴν θεότητα; ὡς ἔστι τοῦ προφήτου ἀκοῦσαι λέγοντος· Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσε ται ἕτερος πρὸς αὐτόν.

Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

Εἰς τὸ, Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω ἀπ' ἐμοῦ

0 σχόλια


 ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ - ΕΛΛΗΝΙΚΗ ΠΑΤΡΟΛΟΓΙΑ


Εἰς τὸ, Πάτερ,
Eἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω ἀπ' ἐμοῦ. 

Τῇ μεγάλῃ Παρασκευῇ.

In illud: Pater si possibile est 


61.751

Οὐδὲν ἀπεοίκασιν οἱ τῆς Ἐκκλησίας διδάσκαλοι μητρὶ φιλοτέκνῳ,  πάντα πόνον καὶ κάματον ὑπομενούσῃ διὰ τὴν τῶν φιλτάτων  τέκνων ἀνατροφήν. Ὡς γὰρ ἐκείνη τὸν μασθὸν προΐσχουσα, τὴν τοῦ γάλακτος ἀκάματον τροφὴν  τῷ φιλτάτῳ παρέχει, ὡσαύτως καὶ ὁ τῆς Ἐκκλησίας διδάσκαλος τὴν θηλὴν τῆς διανοίας προβαλλόμενος τοῖς παισὶ τῆς Ἐκκλησίας, πόθῳ ψυχῆς ὑφέλκειν τὸ γάλα τοῦ λόγου παρακαλεῖ. Καὶ ὥσπερ ἡ μήτηρ μετὰ τὴν ἐκ τοῦ γάλακτος ἀνατροφῆς διαγωγὴν, καὶ τὸν δύσθρυπτον ἄρτον διαλύει, καὶ τὰ λαχανικὰ βρώματα ἀρτύμασι νοστήσασα, καὶ πυρὶ  περιλειώσασα, ὑπηρέτις  τῆς  ζωῆς  τῶν  οἰκείων  τέκνων  γίνεται·  τὸν  αὐτὸν τρόπον καὶ ὁ διδάσκαλος μετὰ τὴν κατήχησιν τῶν θείων λογίων, καὶ οἱονεὶ μετὰ τὴν γαλακτοτροφίαν,   καὶ  τὸν   δυσερμήνευτον   ἄρτον  τοῦ  λόγου   τῇ  μαχαίρᾳ  τοῦ πνεύματος διαλύσας, καὶ τῶν ποικίλων καὶ διαφόρων ἑρμηνειῶν καὶ θεωριῶν Γραφικῶν εἰς μίαν κρᾶσιν διδασκαλίας συναγαγὼν,  νόστιμον τὸν λόγον  τοῖς ὑπ' αὐτοῦ τρεφομένοις παισὶ μεταδίδωσι.
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

Πέμπτη 28 Φεβρουαρίου 2013

Ὁ Ἐκκλησιασμός

0 σχόλια
Ὁ Ἐκκλησιασμός
Ἅγιος Ἰωάννης Χρυσόστομος

Πρόλογος

Ἡ πίστη στὸ Θεὸ καὶ ἡ συμμετοχὴ στὴ θεία λατρεία, προπαντὸς στὴν εὐχαριστιακὴ σύναξη, ἀποτελοῦν γιὰ κάθε ζωντανὸ μέλος τῆς Ἐκκλησίας δυὸ πραγματικότητες ἀξεχώριστες. Ὁ ἀληθινὸς χριστιανὸς δὲν μπορεῖ νὰ ζήσει χωρὶς τὴ θεία Λειτουργία. Τὰ ὑπερῷα τοῦ Μυστικοῦ Δείπνου καὶ τῆς Πεντηκοστῆς, ποὺ συνέχειά τους εἶναι οἱ ἱεροὶ ναοί, ἀποτελοῦν κατεξοχὴν τοὺς τόπους τῆς παρουσίας τοῦ Θεοῦ καὶ τὴν διανομῆς τῶν θείων χαρισμάτων. Ἡ «ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό» προσκαρτέρηση τῶν πιστῶν ἐκφράζει τὴν ἑνότητα τοῦ ἐκκλησιαστικοῦ σώματος, ποὺ ἐδῶ καὶ τώρα προγεύεται τὰ ἀγαθά της βασιλείας τοῦ Θεοῦ. Αὐτὴ τὴν ἀλήθεια ἀπηχοῦν καὶ οἱ ἅγιοι Πατέρες τῆς Πενθέκτης Συνόδου (691), ὅταν παραγγέλλουν ν᾿ ἀποκόπτεται ἀπὸ τὸ σῶμα τῆς Ἐκκλησίας ἐκεῖνος πού, χωρὶς σοβαρὸ λόγο, δὲν ἐκκλησιάζεται γιὰ τρεῖς συνεχεῖς Κυριακές.
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

Σάββατο 12 Ιανουαρίου 2013

Κατὰ αἱρετικῶν, καὶ εἰς τὴν ἁγίαν Θεοτόκον.

0 σχόλια

αʹ. Πάλιν τῇ παῤῥησίᾳ τοῦ ἁγίου Πνεύματος διασπῶν τὰς σειρὰς τῆς ἀμαθίας τὸν διδασκαλικὸν καταλαμβάνω θρόνον, οὐκ αἰδούμενός μου τὴν πτωχείαν· φιλόπτωχοι  γὰρ ὄντες οἰκτείρετέ με διὰ τὴν τῆς ἀγάπης φιλοτιμίαν.  Πένης γὰρ ὢν πλουσίοις  ἐπεκτείνομαι,  οὐκ  ἀλαζονείας  ὑποθέμενος  νόσον, ἀλλὰ  τῆς  φιλοθέου ὑμῶν  ψυχῆς  ἀποπληρῶν  τὸν ἔρωτα. Τέρπεσθε γάρ μου τοῖς λόγοις, ἐπειδὴ κἀγὼ εὐφραίνομαι ὑμῶν τοῖς τρόποις. Οὐκ οἶδά μου τὴν πτωχείαν, καὶ μογιλάλον φωνὴν, τὸ καλὸν τοῦτο καὶ ἐπέραστον θεωρῶν θέατρον. Οἶδα γὰρ, ὡς οὐ κριταί μου τῶν  λόγων,  ἢ  θεαταὶ  τῶν  ἀγώνων  συνέρχεσθε, ἀλλ'  ἵνα  τῷ  παιδὶ  ὡς  πατέρες συνεπισχύσητε. Ἐγὼ γὰρ τῇ γλώττῃ λαλῶ, ὑμεῖς δὲ τῇ καρδίᾳ φθέγγεσθε πρὸς τὸν Θεὸν τοῦτο, δοθῆναι ἡμῖν λόγον ἐν ἀνοίξει τοῦ στόματος· φιλόπαιδες γὰρ ὄντες καὶ φιλότεκνοι  τοὺς ἡμετέρους πόνους  οἰκείους λογίζεσθε στεφάνους. ∆ιὸ οὐκ ὀκνῶ πρὸς τὸ λέγειν·  λύει γάρ μου τὸν ὄκνον  ὁ περὶ ὑμᾶς πόθος, μεταβάλλει  μου τὴν ἀμάθειαν  εἰς  ἐνάρετον  διδασκαλίαν  ἡ  εὐαγὴς  προσευχή.  Ἀλλὰ  ταῦτα  μὲν  ἐν προοιμίῳ εἰρήσθω. Ἐγὼ δὲ σήμερον περιζωσάμενος τὴν ὀσφὺν τῆς  ἀληθείας, καὶ ἐνδυσάμενος τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενος τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης, ἄρχομαι κατὰ τῶν αἱρετικῶν ἀναδεξάμενος ἀγῶνα.  Ἐφάπτομαι  τῶν  ἀγώνων,   οὐ  λόγοις  λόγους  συνάπτων,  οὐδὲ  ῥητορικῇ δεινότητι  τὰς σειρὰς τῶν  προτάσεων διαλύων,  ἀλλὰ τῇ τελείως  ἐπαναγνωσθείσῃ φωνῇ τὰ εὐμήχανα τῶν αἱρετικῶν προβλήματα, ὡς ἱστὸν ἀράχνης, διασπῶν.

Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

Τρίτη 6 Νοεμβρίου 2012

Πλήν μάτειν ταράσσεται πάς άνθρωπος ζών

0 σχόλια


In illud: Verumtamen frustra conturbatur


ΕΙΣ ΤΟ ΠΡΟΦΗΤΙΚΟΝ ΡΗΤΟΝ ΤΟ ΛΕΓΟΝ,

 "Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν"· καὶ περὶ ἐλεημοσύνης.

αʹ. Προτρέπεται καὶ κόλπος βύθιος ἁλιέα, ὅταν τὸ δίκτυον ῥίψας, καὶ πολλὴν τῶν ἐναλίων ἄγραν περιλαβὼν, κάμνουσαν τῷ φόρτῳ τὴν σαγήνην ἐφέλκηται· καὶ θηρατὴν   ὕλη   θηροτρόφος,   ὅταν   ὄρη  διερευνήσας,  καὶ   κορυφὴν   κατάκομον ἀναπτύξας, μετὰ λαμπρᾶς καὶ πλουσίας ἐπανέλθῃ τῆς ἄγρας. Εἰ δὲ τοῖς περὶ κέρδη καὶ θήραν ἐπτοημένοις γλυκὺς ὁ περὶ ταῦτα πόνος ὑπάρχει, πόσῳ μᾶλλον τοῖς τῶν ἐκκλησιαστικῶν ἁλιεῦσι κόλπων, οἷς τὸ κέρδος οὐχ ἡμερινὸν, οὐδὲ πρόσγειον, ἀλλ' αὐτὴ τῶν οὐρανῶν ἡ βασιλεία καθέστηκε; Φέρε οὖν, ἀγαπητὲ, ∆αυϊδικῆς κιθάρας τὸ ψαλμικὸν  ἀνακρούσωμεν  μέλος, καὶ κατὰ τοῦ ∆αυῒδ τὴν  ἀνθρωπίνην  εὐτέλειαν στηλιτεύσαντες, εἴπωμεν· Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν· Ταράσσεται, καὶ τὸ τέλος  ἀπόλλυται·  ταράσσεται, καὶ πρὶν  καταστῆναι  καταποθεῖται·  ὡς πῦρ ἀνακαίεται, καὶ ὡς καλάμη ἀποτεφροῦται· ὡς θύελλα ἐπαίρεται, καὶ ὡς κόνις ἐδαφίζεται· ὡς φλὸξ ἀναῤῥιπίζεται, καὶ ὡς καπνὸς διαλύεται· ὡς ἄνθος ὡραΐζεται, καὶ ὡς χόρτος ξηραίνεται· ὡς νέφος ὑπεραπλοῦται, καὶ ὡς σταγὼν ἀπομειοῦται· ὡς πομφόλυξ  ὀγκοῦται, καὶ ὡς σπινθὴρ ἀποσβέννυται· ταράσσεται, καὶ τῇ ἀπληστίᾳ κερδαίνει τὴν δυσωδίαν· ταράσσεται, καὶ τῶν  ἀπὸ τῆς ταραχῆς οὐδὲν λαμβάνων ἀπέρχεται.
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

Παρασκευή 2 Νοεμβρίου 2012

Bαρύ τής τοῦ Θεού φιλανθρωπίας καταφρονείν.

0 σχόλια

Quod grave sit dei clementiam contemnere


∆ʹ. Τοῦ αὐτοῦ, ὅτι βαρὺ τῆς τοῦ Θεοῦ φιλανθρωπίας καταφρονεῖν.

Ἐῤῥέθη δὲ τῆς τῶν μυρίων ταλάντων ἀναγνωσθείσης παραβολῆς. Καὶ κατὰ Ἰουδαίων, τοῦ σεισμοῦ γενομένου.


Ἡ μὲν τῆς ∆εσποτικῆς φιλανθρωπίας  ἀρτίως ἀκουομένη φιλοτιμία  πολλὴν καὶ  μυρίων  ἁμαρτίας  ταλάντων   χρεοκοπίαν  εἰργάσατο  ἁμαρτωλοῖς  δωρουμένη· πολλοὶ δὲ πολλάκις  τῆς ∆εσποτικῆς κατασκιρτῶντες  χρηστότητος, καὶ κακῶς ταῖς παρ' αὐτῆς δωρεαῖς κεχρημένοι, τὸν τῆς φιλανθρωπίας  κατασκευάζουσι πλοῦτον θησαυρισμὸν ἑαυτοῖς τιμωρίας. Οὐ γὰρ σκορπίζων ἁπλῶς τοὺς οἰκτιρμοὺς ὁ Θεὸς, οὐδὲ νοσῶν ἀσωτίαν φιλοτιμίας, τὸν τῆς φιλανθρωπίας  ἐπιδείκνυται πλοῦτον, ἀλλὰ τῇ τῶν δωρεῶν δυσωπῶν ἀφθονίᾳ· ὅταν δὲ ἴδῃ μάτην αὐτῷ τὰ τῆς φιλανθρωπίας ῥιπτούμενα, συστέλλει τῶν  ἀγαθῶν τὰς πηγὰς, κατέχει τῆς φιλανθρωπίας τοὺς ὄμβρους, ὀκνεῖ  χαριζόμενος.  Πόσοις ποτὲ τοὺς Ἰουδαίων  δήμους ἀγαθῶν  ὑετοῖς ἐπικλύζων,  ὡς εἶδεν ἀκάρπους πρὸς εὐχαριστίας καρποὺς, ὥσπερ ἐμπλησθεὶς τῆς ἐκείνων  ἀγνωμοσύνης,  ἐβόα· Ἐγένεσθέ  μοι  εἰς  πλησμονήν.  Τῆς ἐμῆς  εἰς  ὑμᾶς ὤφθητε,  φησὶ, πρός με φιλανθρωπίας  φιλονεικότεροι·  ἔκαμνον ὑμῖν χαριζόμενος· Ἐγένεσθέ μοι εἰς πλησμονήν. Εὐλόγως τῆς ἐπ' αὐτοῖς μακροθυμίας ὁ κόρος· οὐ γὰρ εὑρίσκεται τρόπος τῆς αὐτῶν διορθώσεως

Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

Περί παρθενίας και παραινετικός είς τάς εκπεσούσας

0 σχόλια
In evangelii dictum et de virginitate


Ιʹ. Τοῦ αὐτοῦ εἰς τὸ τοῦ Εὐαγγελίου ῥητὸν, καὶ περὶ παρθενείας, καὶ παραινετικὸς εἰς τὰς ἐκπεσούσας.


Οὐδὲν ὁ θεῖος λόγος ἀσκόπως, οὐδὲ ξένον τῆς ἡμετέρας σωτηρίας παρέδωκεν αἴνιγμα.  Ὅθεν  ποῦ μου τὸν,  νοῦν  ἐκπετάσω, τὸ πυκνὸν  τῆς  ἐννοίας  ἐρευνῆσαι προετρέψατο, καὶ ἰδεῖν  τί ἄρα βούλεται τὸ ἐν τῷ Εὐαγγελίῳ παρὰ τοῦ ∆εσπότου λεγόμενον. Πολλοῖς μὲν γὰρ πολλὰ διὰ παραβολῆς ἐλάλησε, τοῖς μὲν σαφηνίζων τὰ δυσχερῆ,  τοῖς   δὲ  ἀποκαλύπτων   τὰ  εὔδηλα   ἡμῖν,   τὸν   περὶ  σωτηρίας  λόγον ποιούμενος, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος  τρανὴν  καὶ ἀσύγχυτον  τὴν πεῖραν τῶν αἰνιγμάτων   παρέδωκε·  πῆ   μὲν   ἀπὸ   τῶν   καθ'  ἡμέραν   πραγμάτων   διεξιέναι δυναμένους  τὴν  ἔμφασιν,  πῆ  δὲ καὶ  ἀπ' αὐτῆς  τῆς  ἐννοίας  τοῦ  λεγομένου  τὴν αἴσθησιν ὑποδέξασθαι.

Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

Εγκώμιον εἰς τὸν ἅγιον Ἰωάννην τὸν Εὐαγγελιστήν

0 σχόλια

Encomium in sanctum Joannem evangelistam

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου ἐγκώμιον εἰς τὸν ἅγιον Ἰωάννην τὸν Εὐαγγελιστήν.

Πάλιν ἡμῖν ἐξ οὐρανοῦ ἐπεδήμησεν ὁ μέγας καὶ μόνος θεολόγος Ἰωάννης· πάλιν Θεὸν Λόγον ἀνακηρύττει καὶ τὴν οἰκουμένην ἅπασαν εἰς οὐρανοὺς ἀναβλέπειν παρασκευάζει. Ἰωάννης ἡμῖν σήμερον ἐξ οὐρανῶν ἐπεδήμησεν, ὁ ἁλιεὺς ὁ ῥίψας τὴν σαγήνην καὶ λαβὼν τὸ εὐαγγέλιον, Ἰωάννης, ὁ ἀφεὶς τὸν κάλαμον καὶ μεταχειρισάμενος τὸν λόγον, Ἰωάννης, ὁ Μωϋσέως ὑψηλότερα δόγματα τὴν οἰκουμένην διδάξας. Ὁ μὲν γὰρ ἔλεγεν· ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· οὗτος δὲ τὰ κτίσματα καταλιπὼν  ἐπὶ τὸν δημιουργὸν ἀναβαίνει. Ἐν ἀρχῇ  ἦν  ὁ Λόγος καὶ  ὁ Λόγος ἦν  πρὸς τὸν  Θεὸν καὶ  Θεὸς ἦν  ὁ Λόγος, Λόγος ἐνυπόστατος, Λόγος ἐν ὑστέροις καιροῖς φανερωθεὶς καὶ τὴν οἰκουμένην διασώσας, Λόγος τῆς τοῦ Πατρὸς οὐσίας ἀπαράλλακτος.

Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

Καὶ περὶ τοῦ ποίας δεῖ ἄγεσθαι γυναῖκας

0 σχόλια

Quales ducendae sint uxores


ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΜΑΞΙΜΟΝ Καὶ περὶ τοῦ ποίας δεῖ ἄγεσθαι γυναῖκας.


αʹ. Ὅτι μὲν ἀπελείφθην  ὑμῶν  τῇ παρελθούσῃ συνάξει, ἤλγησα· ὅτι δὲ πλουσιωτέρας ἀπελαύσατε τραπέζης, ἥσθην. Ὁ γὰρ μετ' ἐμοῦ τὸν ζυγὸν ἕλκων, τήν τε αὔλακα  πρώην  ἡμῖν  ἀνέτεμε,  καὶ  τὰ σπέρματα κατέβαλε  δαψιλεῖ  γλώττῃ,  καὶ  μετὰ πολλῆς τῆς ἐπιμελείας ἐγεώργησε τὰς     ὑμετέρας ψυχάς. Εἴδετε    γλῶτταν ἐκκεκαθαρμένην,  ἠκούσατε λόγον  ἀποτετορνευμένον,  ἀπελαύσατε ὕδατος ἁλλομένου εἰς  ζωὴν  αἰώνιον,  εἴδετε  πηγὴν  ποταμοὺς  ἀφιεῖσαν  χρυσίου  καθαροῦ.  Λέγεταί  τις ποταμὸς χρυσίου ψήγματα φέρειν τοῖς περιοικοῦσιν αὐτὸν ἀνθρώποις, οὐ τῆς φύσεως τῶν ὑδάτων τὸ χρυσίον τικτούσης, ἀλλ' ἐπειδὴ τοῦ ποταμοῦ τὰς πηγὰς ἐν μεταλλικοῖς ὄρεσι διέρχεσθαι  συνέβη, δι' ἐκείνων  τῶν  ὀρέων  ὁ ποταμὸς  ῥέων  καὶ τὴν  χρυσῖτιν παρασύρων  γῆν,  θησαυρὸς  τοῖς  παροικοῦσι  γίνεται,   ἐσχεδιασμένον   παρέχων   τὸν πλοῦτον.  Τοῦτον καὶ ὁ διδάσκαλος οὗτος ἐμιμήσατο πρώην  τὸν ποταμὸν,  ὥσπερ διὰ μεταλλικῶν  ὀρέων, τῶν Γραφῶν ῥέων, καὶ τὰ χρυσίου παντὸς τιμιώτερα νοήματα ταῖς ὑμετέραις  κομίζων  ψυχαῖς.
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

Πέμπτη 1 Νοεμβρίου 2012

Είς το Γυνή δέδεται νόμῳ

0 σχόλια


De libello repudii


ΕΙΣ ΤΟ Γυνὴ δέδεται νόμῳ, ἐφ' ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ. Μακαριωτέρα δέ ἐστιν, ἐὰν οὕτω μείνῃ.


αʹ. Περὶ γάμου πρώην ἡμῖν ὁ μακάριος Παῦλος ἐνομοθέτει, καὶ τῶν τοῦ γάμου δικαιωμάτων,  Κορινθίοις οὕτω  γράφων  καὶ λέγων·  Περὶ δὲ ὧν  ἐγράψατέ  μοι, καλὸν ἀνθρώπῳ  γυναικὸς  μὴ ἅπτεσθαι· διὰ  δὲ τὰς  πορνείας  ἕκαστος τὴν  ἑαυτοῦ  γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω, ∆ιὰ τοῦτο καὶ ἡμεῖς τὴν διάλεξιν ἅπασαν εἰς ταῦτα τὰ ῥήματα ἀναλώσαμεν. Οὐκοῦν ἀνάγκη καὶ σήμερον περὶ τῆς αὐτῆς ὑμῖν ὑποθέσεως διαλεχθῆναι  πάλιν, ἐπειδὴ καὶ σήμερον περὶ τῶν αὐτῶν ὁ αὐτὸς διαλέγεται Παῦλος. Καὶ γὰρ ἠκούσατε αὐτοῦ βοῶντος καὶ λέγοντος· Γυνὴ δέδεται νόμῳ, ἐφ' ὅσον χρόνον  ζῇ  ὁ  ἀνὴρ  αὐτῆς·  ἐὰν  δὲ  κοιμηθῇ  ὁ  ἀνὴρ  αὐτῆς,  ἐλευθέρα  ἐστὶν  ᾧ  θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ.

Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

Εἰς τὴν σύναξιν τῶν ἀρχαγγέλων.

0 σχόλια

In synaxim archangelorum


Εἰς τὴν σύναξιν τῶν ἀρχαγγέλων.

Ἀγγέλους ἐγκωμιάζειν χρή. Καὶ γὰρ αὐτοὶ τὸν ∆ημιουργὸν ὑμνοῦντες, ἵλεων αὐτὸν καὶ εὐμενῆ τοῖς ἀνθρώποις παρέχουσιν. Ἀγγέλους δέ φημι, τοὺς ἡμετέρους συμμάχους, τοὺς κατὰ τῶν ἀντικειμένων  δυνάμεων ἐκστρατεύοντας, ὧν εἷς ἐστιν ὁ ἀρχάγγελος     Μιχαὴλ     πρὸς    μὲν     τὸν     διάβολον     ὑπὲρ    Μωϋσέως    σώματος ἀντιταττόμενος,  πρὸς δὲ τοῦ ἄρχοντος τῶν Περσῶν ὑπὲρ τῆς τοῦ λαοῦ ἐλευθερίας ἀνθιστάμενος· ὧν ἐστιν ἐκεῖνος ὁ τὴν ὄνον καταστρέφων, καὶ Βαλαὰμ τῆς ἀτόπου μανίας εἴργων· καὶ ἐπείπερ ὁ μάντις οὐκ ἐνενόει τὸ πραττόμενον, ἀλόγου φωνὴ τὸ λογικὸν  ἐσωφρόνιζεν· ὧν ἐστιν ὁ τὴν μάχαιραν σπασάμενος, καὶ τὸν Ἰησοῦν τοῦ Ναυῆ συμπλέκεσθαι τοῖς πολεμίοις προτρεπόμενος· ὧν ἐστιν ὁ τὰς πέντε καὶ ὀγδοήκοντα καὶ ἑκατὸν χιλιάδας τῶν Ἀσσυρίων ἐν μιᾷ νυκτὶ πατάξας, καὶ τῷ ὕπνῳ τῶν βαρβάρων συνάψας τὸν θάνατον· ὧν ἐστιν ὁ τὸν προφήτην Ἀμβακοὺμ ἀερίστῳ μετακοσμήσας πηδήματι, ἵνα τὸν προφήτην ∆ανιὴλ ἐν μέσῳ τῶν ἀγεύστων λεόντων γεύσῃ τροφῆς.
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

Eγκώμιον εἰς τοὺς ἁγίους πάντας

0 σχόλια


In omnes sanctos

Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου ἐγκώμιον εἰς τοὺς ἁγίους πάντας.


∆εῦτε σήμερον, ἀδελφοί, τῶν ἁγίων μαρτύρων τὴν μνήμην φαιδρῶς πανηγυρίσωμεν. ∆εῦτε κοινωνήσωμεν αὐτῆς τῆς ἐπουρανίου χάριτος· μάρτυρες γὰρ τῆς ἐν παραδείσῳ προδοσίας ἀπολογία, τῆς σφαλείσης ἱλαστήρια φύσεως, τῆς προσκρουσάσης ἀνθρωπότητος δῶρα, τοῦ γένους τοῦ σαλευθέντος ὑπογραφαί, τῆς τοῦ ληστάρχου διορυγῆς προμαχίονες, τῆς τῶν πιστῶν ἐλπίδος ἐνέχυρα, καρτερίας θεόγραφοι πίνακες, μυστικαὶ χριστιανισμοῦ βελοθῆκαι, τόξα τοῦ προσταυρωθέντος ἀπόρρητα, ἰσχυροὶ τῆς εὐσεβείας βραχίονες, δένδρα μετὰ τομὴν ἀνθηρότερα, ῥίζαι μετὰ φθορὰν εὐθαλέστεραι, κεχωσμένα τοῖς δαίμοσι δίκτυα· οὐχ οὕτω ταῖς ἀρούραις ἐμπεριπατοῦντες   στρουθοὶ  τοῖς  κεχωσμένοις  συλλαμβάνονται  βρόχοις  ὡς  ταῖς φυλαῖς τῶν ἁγίων μαρτύρων ἐμβοσκώμενοι δαίμονες τῇ κεχωσμένῃ περιπυροῦντες τέφρᾳ καὶ πάσχουσι τοῦ Κάϊν παρόμοιον· οὓς γὰρ ἔσφαξαν φρίττουσιν, ὡς ἐκεῖνος ἐσφαγμένον τὸν Ἄβελ.

Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

Ἐμνήσθην τοῦ Θεού καί ηὐφράνθην

0 σχόλια

In illud: Memor fui dei

Εἰς τὸ, "Ἐμνήσθην τοῦ Θεοῦ καὶ ηὐφράνθην."


Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην, ὁ μελῳδὸς ἐμαρτυρήσατο ∆αυΐδ. Οὐκ ἐξ οἰκείας φύσεως ἐμαρτύρατο, ἀλλ' ἐξ ἁγίου Πνεύματος τοῦ Θεοῦ ἐκελάδησεν· οὐχ ἁπλῶς ἐμνημόνευσεν, ἀλλὰ καὶ σοφῶς ὁ ∆αυῒδ ἐλιτάνευσεν· οὐκ ἀπὸ χειλέων μόνον ἐμέμνητο, ἀλλὰ καὶ ἡ καρδία ἐδίδαξεν· οὐκ ἐν νυκτὶ ἢ ἡμέρᾳ ἐπελανθάνετο ὁ ∆αυῒδ, ἀλλὰ καὶ ταῦτα αἰτῶν κατὰ πᾶσαν ὥραν ἐμέμνητο.
Καὶ ἵνα  μάθῃς  ὅτι  ἀλήθειαν  καὶ  οὐ ψεῦδος  διαγράφομεν,  ἀπ' αὐτῆς  τῆς ἐγγράφου ἱστορίας τὰς μελωδίας τοῦ ἁγίου Πνεύματος τρυγήσωμεν. Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην, εἶπεν ὁ ∆αυΐδ. Καὶ εἰ θέλεις γνῶναι ἀληθῶς, ὅτι καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ ἐμέμνητο ὁ ∆αυῒδ τοῦ Θεοῦ, καὶ μνημονεύων ηὐφραίνετο, μετὰ πολλῆς φιληκοΐας πρόσεχε τὰ λεγόμενα· Ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, Κύριε· καὶ, Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ· Μεσονύκτιον ἐξεγειρόμην τοῦ ἐξομολογήσασθαί σοι, Κύριε· Ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ. Ἑσπέρας καὶ πρωῒ
καὶ μεσημβρίας διηγήσομαι καὶ ἀπαγγελῶ· Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. Καὶ πάλιν, Τοῦ ἀναγγέλλειν  τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. Ὁρᾷς ὅτι οὐκ ἔστιν ὥρα ἀργὴ, ἐν ᾗ ἐπελανθάνετο;  οὐχ ἑωθινὴ, ἢ νυκτερινή. Εἴ γε θέλεις μαθεῖν ἀληθῶς, ὅτι οὐχ ἁπλῶς ἐμνημόνευσε τοῦ Θεοῦ ὁ ∆αυῒδ, ἀλλὰ μετὰ συνοχῆς καρδίας, ἄκουε· Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, ἐξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας. Καὶ ἵνα πασῶν τῶν ὡρῶν πέρας ἐπάγῃ ὁ ∆αυῒδ, εἶτα λέγει·

Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

Τετάρτη 31 Οκτωβρίου 2012

Ἐπίστευσα, διὸ ἐλάλησα

0 σχόλια

In illud: Credidi propter quod locutus sum


Τοῦ ἐν ἁγίοις Ιωάννου τοῦ Χρυσοστόμου· Εἰς τὸ Επίστευσα, διὸ ἐλάλησα.

Φασί ποτε τὴν μέλισσαν κούφοις πτεροῖς δένδρεσι καὶ βοτάναις ἀνθοφόροις ἐφιπταμένην καὶ τὴν ἐν ταῖς τῶν ἀνθῶν ἰδέαις ἐγκειμένην νοτίδα ἀβλαβῶς λῃστεύουσαν τὸ γλυκύτατον κηρίον τοῦ μέλιτος τοῖς ἀνθρώποις ἐκεῖθεν πορίζεσθαι. Τοιοῦτοί εἰσιν οἱ τῆς ἐκκλησίας διδάσκαλοι· κούφῳ γὰρ τῷ πτερῷ τῆς διανοίας ἐπὶ τὸ καλλίχλοον  ἔαρ τῶν γραφῶν  ἐφιπτάμενοι  καὶ τὴν ἐν τῷ γράμματι ἐγκειμένην νοτίδα  τοῦ  πνεύματος  ἀρυόμενοι  τὸ  γλυκύτατον  τῆς  πίστεως  μέλι  εἰς  τὰς  τῶν ὑπηκόων  καρδίας ἠρέμα ἐνραίνουσιν. ∆εῦρο δὴ καὶ ἡμεῖς, ἀγαπητοί, μιμησάμενοι τὴν μέλισσαν καὶ ταῖς ἀκτῖσι τοῦ ἡλίου τῆς δικαιοσύνης τὸν νοῦν ἐκθερμάναντες ἐπὶ τὸν ἀνθηρότατον  λειμῶνα  τῆς ψαλμῳδίας  θερμῷ τῷ πνεύματι  καταδράμωμεν. Τί γὰρ ἡμῖν ὁ ὑποψαλθεὶς ἀρτίως ψαλμὸς ἔλεγεν; Ἐπίστευσα, διὸ ἐλάλησα. Ποίαν δὲ ἔχει  δύναμιν  ὁ λόγος; Ἀναγκαῖόν  ἐστι τὸ ἐν  τῷ  βάθει τοῦ γράμματος  κείμενον μελισταγὲς νόημα ἀρυσαμένους ἡμᾶς πᾶσιν ὑμῖν τοῖς διψῶσι, καθ' ὃ μὲν ἰσχύομεν, πότιμον τὸ ῥεῦμα τοῦ λόγου κεράσαι.

Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

Ἐξελού με Κύριε, ἐξ ἀνθρώπου πονηρού

0 σχόλια

In Psalmum 139 [Sp.]


ΕΙΣ ΤΟ Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ.

αʹ. Θαυμάζω τί δήποτε ὁ προφήτης οὐκ ηὔξατο ῥυσθῆναι ἀπὸ δαιμόνων, ἢ λεόντων, ἢ δρακόντων, ἀλλ' ἐξ ἀνθρώ που πονηροῦ. ∆ῆλον οὖν ὅτι χείρονές εἰσιν οἱ πονηροὶ  ἄνθρωποι  τῶν  λεόντων.  Οἱ μὲν  γὰρ λέοντες  τὸν  ∆ανιὴλ  ἐνετράπησαν, Ἰουδαῖοι δὲ τὸν Κύριον ἐσταύρωσαν· οἱ κόρακες τὸν Ἠλίαν ἐν τῷ ὄρει διέτρεφον, τὸν  δὲ Ἰωσὴφ  οἱ  ἀδελφοὶ  πιπράσκοντες  ἔτρωγον,  ὃν  καὶ  δεόμενον  ὑπερ εῖδον. Ἐδέετο γὰρ αὐτῶν ὁ παῖς τοῦ μὴ πραθῆναι τοῖς ἀλλοφύλοις· οἱ δὲ τῇ ὑπερβολῇ τῆς ὠμότητος  τὴν  ἱκεσίαν αὐτοῦ ὑπερεῖδον, καὶ οὔτε νεαρὰν  ἡλικίαν  ἠλέησαν, οὔτε σπλάγχνα ἀδελφικὰ ᾐδέσθησαν, οὐχ ὅτι σπορεὺς αὐτοῖς εἰσέσπειρε, καὶ μία σχεδὸν χώρα ἐβλάστησεν, ἀλλὰ τῇ ὑπερβολῇ τῆς ὠμότητος τὸν εὐγενέστατον καὶ ἀδελφὸν ὡς δοῦλον ἐπίπρασκον.

Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ.

Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

Τρίτη 30 Οκτωβρίου 2012

Πρός Θεσσαλονικείς

0 σχόλια

In epistulam i ad Thessalonicenses (homiliae 111)


ΟΜΙΛΙΑ Αʹ.

Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ Ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ Πατρὶ καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ, χάρις ὑμῖν  καὶ εἰρήνη  ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν  καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εὐχαριστοῦμεν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, μνείαν ὑμῶν ποιούμενοι ἐπὶ τῶν προ σευχῶν ἡμῶν, ἀδιαλείπτως  μνημονεύοντες  ὑμῶν τοῦ ἔργου τῆς πίστεως, καὶ τοῦ κόπου τῆς ἀγάπης, καὶ τῆς ὑπομονῆς  τῆς ἐλπίδος  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν.

αʹ. Τί δήποτε Ἐφεσίοις μὲν ἐπιστέλλων, καὶ τὸν Τιμόθεον ἔχων μεθ' ἑαυτοῦ, οὐχὶ συνέταξεν  ἑαυτῷ,  καίτοι  γνωριζόμενον   παρ'  αὐτοῖς  καὶ  θαυμαζόμενον   (Τὴν  γὰρ δοκιμὴν αὑτοῦ γινώσκετε, φησὶν, ὅτι ὡς πατρὶ τέκνον  σὺν ἐμοὶ ἐδούλευσε· καὶ πάλιν,

Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

Πρός Θεσσαλονικείς

0 σχόλια

ΟΜΙΛΙΑ Ηʹ.

Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας· ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτοι. Ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.

αʹ. Οἱ προφῆται μὲν τὸ ἀξιόπιστον τῶν λεγομένων  δεῖξαι βουλόμενοι, πρὸ τῶν ἄλλων  ἁπάντων  τοῦτο λέγουσιν· Ὅρασις, ἣν εἶδεν Ἡσαΐας· καὶ πάλιν, Ῥῆμα Κυρίου, ὃ ἐγενήθη πρὸς Ἱερεμίαν· καὶ πάλιν, Τάδε λέγει Κύριος, καὶ ὅσα τοσαῦτα. Πολλοὶ δὲ καὶ αὐτὸν καθήμενον ὁρῶσι τὸν Θεὸν, ὡς αὐτοῖς ἰδεῖν δυνατόν. Ὁ δὲ Παῦλος οὐ καθήμενον ἰδὼν, ἀλλ' ἔχων ἐν ἑαυτῷ λαλοῦντα  τὸν Χριστὸν, ἀντὶ τοῦ, Τάδε λέγει Κύριος, ἔλεγεν, Ἢ δοκιμὴν  ζητεῖτε  τοῦ  ἐν  ἡμῖν  λαλοῦντος  Χριστοῦ;  καὶ  πάλιν,  Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ, δεικνὺς ὅτι οὐδὲν αὐτοῦ ἐστιν· ὁ γὰρ Ἀπόστολος τὰ τοῦ ἀποστείλαντος φθέγγεται.  Καὶ πάλιν,  ∆οκῶ δὲ κἀγὼ  Πνεῦμα Θεοῦ ἔχειν.  Ἐκεῖνα μὲν οὖν  πνεύματι πάντα ἐφθέγγετο,  τοῦτο δὲ, ὃ λέγει νῦν, καὶ ῥητῶς ἤκουσε παρὰ τοῦ Θεοῦ· ὥσπερ καὶ ἐκεῖνο, ὅπερ τοῖς Ἐφεσίων πρεσβυτέροις διαλεγόμενος  ἔλεγε, Μακάριόν ἐστι μᾶλλον διδόναι, ἢ λαμβάνειν,  κατὰ τὸ σιωπώμενον  ἤκουσεν. Ἴδωμεν τοίνυν  τί καὶ νῦν φησι. Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι  εἰς τὴν παρουσίαν  τοῦ  Κυρίου, οὐ  μὴ  φθάσωμεν  τοὺς  κοιμηθέντας· ὅτι  αὐτὸς  ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι τῇ ἐσχάτῃ καταβήσεται ἀπ' οὐρανοῦ.

Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

Πρός Θεσσαλονικείς Γ'

0 σχόλια

In epistulam ii ad Thessalonicenses (homiliae 1-5)


ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ∆ΕΥΤΕΡΑΝ.


ΥΠΟΘΕΣΙΣ. ΟΜΙΛΙΑ Αʹ.

αʹ. Εἰπὼν ἐν τῇ προτέρᾳ ἐπιστολῇ, ὅτι Εὐχόμεθα νύκτα καὶ ἡμέραν ἰδεῖν ὑμᾶς, καὶ ὅτι Οὐ στέγομεν, ἀλλ' ἐν Ἀθήναις κατελείφθημεν μόνοι, καὶ ὅτι Ἔπεμψα Τιμόθεον, διὰ τούτων πάντων τὸν πόθον αὐτοῦ δηλοῖ, ὃν εἶχεν, ὥστε παραγενέσθαι πρὸς αὐτούς. Ἐπεὶ οὖν οὐκ ἔφθασεν  ἴσως ἀπελθεῖν,  καὶ καταρτίσαι  τὰ ὑστερήματα τῆς πίστεως  αὐτῶν, τούτου  χάριν  τὴν  δευτέραν  προστίθησιν  ἐπιστολὴν,  τὸ  ἐλλειφθὲν  ἀπὸ  τῆς παρουσίας διὰ τῶν γραμμάτων ἀναπληρῶν. Ὅτι γὰρ οὐκ ἀπῆλθεν, ἐκεῖθεν ἔστι στοχάσασθαι· γράφων  γάρ φησιν· Ἐρωτῶμεν δὲ ὑμᾶς ὑπὲρ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ γὰρ ἐν τῇ προτέρᾳ ἐπιστολῇ ἔλεγεν· ὅτι Περὶ τῶν χρόνων καὶ τῶν  καιρῶν  οὐ χρείαν  ἔχετε  γράφεσθαι  ὑμῖν. Ὥστε εἰ παρεγένετο,  οὐδὲν  ἂν ἐδεήθη γράψαι· ἐπειδὴ δὲ τὸ ζήτημα ὑπερετίθη, τούτου χάριν προστίθησι ταύτην τὴν ἐπιστολὴν, καθάπερ  καὶ  ἐν  τῇ  πρὸς 
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>
 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |