Τετάρτη 31 Οκτωβρίου 2012

Ἐξελού με Κύριε, ἐξ ἀνθρώπου πονηρού



In Psalmum 139 [Sp.]


ΕΙΣ ΤΟ Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ.

αʹ. Θαυμάζω τί δήποτε ὁ προφήτης οὐκ ηὔξατο ῥυσθῆναι ἀπὸ δαιμόνων, ἢ λεόντων, ἢ δρακόντων, ἀλλ' ἐξ ἀνθρώ που πονηροῦ. ∆ῆλον οὖν ὅτι χείρονές εἰσιν οἱ πονηροὶ  ἄνθρωποι  τῶν  λεόντων.  Οἱ μὲν  γὰρ λέοντες  τὸν  ∆ανιὴλ  ἐνετράπησαν, Ἰουδαῖοι δὲ τὸν Κύριον ἐσταύρωσαν· οἱ κόρακες τὸν Ἠλίαν ἐν τῷ ὄρει διέτρεφον, τὸν  δὲ Ἰωσὴφ  οἱ  ἀδελφοὶ  πιπράσκοντες  ἔτρωγον,  ὃν  καὶ  δεόμενον  ὑπερ εῖδον. Ἐδέετο γὰρ αὐτῶν ὁ παῖς τοῦ μὴ πραθῆναι τοῖς ἀλλοφύλοις· οἱ δὲ τῇ ὑπερβολῇ τῆς ὠμότητος  τὴν  ἱκεσίαν αὐτοῦ ὑπερεῖδον, καὶ οὔτε νεαρὰν  ἡλικίαν  ἠλέησαν, οὔτε σπλάγχνα ἀδελφικὰ ᾐδέσθησαν, οὐχ ὅτι σπορεὺς αὐτοῖς εἰσέσπειρε, καὶ μία σχεδὸν χώρα ἐβλάστησεν, ἀλλὰ τῇ ὑπερβολῇ τῆς ὠμότητος τὸν εὐγενέστατον καὶ ἀδελφὸν ὡς δοῦλον ἐπίπρασκον.

Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ.



 Μέλισσαι ἄγριαι τὸν Ἰωάννην  ἐν τῇ ἐρήμῳ ἔτρεφον, Ἡρωδιὰς δὲ αὐτὸν ἐν ἀρίστῳ ἀπέτεμε. ∆ράκοντες καὶ κεράσται καὶ ἀσπίδες τὸν ἄνδρα ᾐσχύ νοντο, γύναιον δὲ πονηρὸν τὸν προφήτην οὐκ ἔφριττε. ∆ανιὴλ ἐν Βαβυλῶνι τὸν δράκοντα ἔκτεινε, ∆αυῒδ δὲ τοῦ Σαοὺλ τὸν φθόνον νικῆσαι οὐκ ἴσχυσεν. Ὁ ὄφις τὴν Εὔαν μόνον ἠπάτησεν· ὁ δὲ Κάϊν τὸν ἀδελφὸν αὐτοῦ δόλῳ ἐφό νευσεν. Ὁ κύων Κάϊν μαστιζόμενος, τῷ ∆εσπότῃ ὑπο τάσσεται· Ἰούδας δὲ καὶ τρεφόμενος τὸν ∆εσπότην παρέδωκεν. Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ. οὐκ ἀπὸ θηρίων· τὰ μὲν γὰρ θηρία προφανῆ τὴν πονη ρίαν κέκτηνται, οἱ δέ γε πονηροὶ ἄνθρωποι  κρύπτουσι τὴν  πονηρίαν  τῷ  σχήματι τῆς  ἐπιεικείας.  Καὶ ὥσπερ οἱ τὰ δηλητήρια   φάρμακα   διδόντες,   μέλιτι   πολλάκις   περιχρίουσι   τὴν   πικρίαν   τῇ γλυκύτητι· οὕτω καὶ οἱ πονηροὶ ἄνθρωποι τὸ μὲν γλυκὺ τῶν λόγων ἐν τῷ στό ματι φέρουσι, τὸ δὲ πικρὸν  τῶν  τρόπων  ἐν  καρδίᾳ κατέχουσι· τὸ μέλι  ἐν  τῇ γλώττῃ   βαστάζουσι,  καὶ  τὸ  ξίφος  ἐν  τῇ  γνώμῃ   χαλκεύουσιν,  ἄλλοι   ἔξωθεν φαινόμενοι,  καὶ  ἄλλοι  ἔνδοθεν  κρυπτόμενοι.  Οὕτως  οὖν  χαλεπώτερός  ἐστιν  ὁ πονηρὸς ἄνθρωπος τοῦ θηρίου· καὶ πῶς, ἄκουε. Τὸ μὲν θηρίον οὐκ ἔχον φρόνησιν, οὐχ εὑρίσκει κακὰ κατὰ τοῦ ἀνθρώπου· οὐδὲ γὰρ λογίζεται, οὐδὲ γὰρ τὴν ὑπαγο ρεύουσαν αὐτῷ φρόνησιν καὶ τὸν δόλον· ὁ δέ γε πονη ρὸς ἄνθρωπος κεκτημένος τὴν φρόνησιν, καὶ χρῆται αὐτῇ πρὸς τὴν πονηρίαν, καὶ ὅταν δὲ βούληται, θήρα τρα διὰ τῆς  φρονήσεως  ἐξευρίσκει. Ἐξελοῦ  με,  Κύριε, ἐξ  ἀνθρώπου  πονηροῦ·  οὐκ  ἀπ' ἀγγέλου πονηροῦ Εἰσὶ γὰρ καὶ ἄγγελοι πονηροί· ὡς ὅταν λέγῃ ∆αυΐδ· Ἐξαπ έστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν καὶ θλίψιν, ἀποστολὴν δι' ἀγγέλων πονηρῶν.



Ὡδοποίησε τρίβον  τῇ  ὀργῇ  αὐτοῦ.  Χείρων δὲ ὁ πονη  ρὸς ἄνθρωπος  τοῦ ἀγγέλου τοῦ πονηροῦ. Ὁ μὲν γὰρ πονηρὸς ἄγγελος τὰ προστεταγμένα φυλάττει· ὁ δὲ πονη   ρὸς  ἄνθρωπος   τὰ  προστεταγμένα   παραχαράσσει.  Τί  πο  νηρότερον   τοῦ διαβόλου; Ἀλλ' ὅμως  φθονήσας  τῷ  Ἰὼβ,  οὐκ ἐτόλμησεν  αὐτῷ  προσελθεῖν  δίχα προστάγματος θεϊκοῦ. Ὁ δὲ πονηρὸς ἄνθρωπος ἀκούων τὸ, Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, οὐ μόνον οὐκ ἀγαπᾷ τοὺς ἐχθροὺς, ἀλλά γε καὶ τοὺς εὐεργετοῦντας μισεῖ, καὶ τούτους φο νεύει, ὡς καὶ ὁ Σαοὺλ ἐποίει τῷ ∆αυΐδ. Ὁ μὲν γὰρ τὸν ἀντίδικον αὐτοῦ Γολιὰθ σφενδονίσας ἀπέκτεινε, καὶ τοῦ φόβου ἀπήλασεν· ὁ δὲ τὴν δολοφονίαν  κατ' αὐτοῦ ἀνέπνει. Τὸν δαίμονα αὐτοῦ πάλιν τῇ ψαλμῳδίᾳ αὐτοῦ ἀπήλαυνεν, ὁ δὲ τὸ ξίφος κατ' αὐτοῦ ἀκονήσας ἠκόντιζε. Τοιοῦτος γάρ ἐστιν ὁ πονηρός· ὅσον εὐεργετεῖται, τοσοῦ τον μᾶλλον πρὸς φθόνον ἐκκαίεται. Ὕλη γὰρ φθόνου ἰσχὺς τῷ  εὐεργετουμένῳ πονηρῷ ἀνθρώπῳ τυγχάνει. Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ·  οὐκ  ἀπὸ  δαιμόνων.   Οἱ  μὲν  γὰρ  δαίμονες  τῷ  σημείῳ  τοῦ  σταυροῦ ἀπελαύνον  ται, ὁ δὲ πονηρὸς ἄνθρωπος  αὐτῷ τῷ Κυρίῳ ἀντιτάσσε ται. Ὁ μέντοι Παῦλος ῥήματι τοὺς δαίμονας ἐξεδίωκεν, Ἀλεξάνδρου δὲ τοῦ χαλκέως τὴν πονηρίαν νικῆσαι οὐκ ἴσχυσε· φησὶ γὰρ, Ἀλέξανδρος ὁ χαλκεὺς πολλὰ κα κά μοι ἐνεδείξατο· ἀποδῴη αὐτῷ ὁ Κύριος. Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ· οὐκ ἐξ ἀνθρώπου ἀγαθοῦ. Ὁ μὲν γὰρ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προφέρει τὰ  ἀγαθά· ὁ δέ γε  πονηρὸς  ἄνθρωπος  ἐκ τοῦ  πονηροῦ  θησαυροῦ προ φέρει  τὰ πονηρά· καὶ ὥσπερ ἀπό τινος ῥίζης, τῆς καρδίας ἕκαστος αὐτῶν προφέρει τὰ βλαστήματα, ὁ ἀγαθὸς τὴν ἀγαθότητα, καὶ ὁ πονηρὸς τὴν πονηρίαν. Καὶ ὥσπερ τῆς πικρᾶς ῥίζης καὶ οἱ κλάδοι καὶ τὰ φύλ λα καὶ τὰ ἄνθη καὶ ὁ καρπός ἐστι πικρός· οὕτω καὶ τοῦ πονηροῦ ἀνθρώπου τὸ βάδισμα καὶ τὸ βλέμμα καὶ τὸ σχῆμα καὶ αἱ χεῖρες πονηραί εἰσι. Περὶ γὰρ ποδῶν, ὡς ὅταν λέγῃ ἡ σοφία· Ἔκκλινον δὲ ἀπ' αὐτῶν καὶ παράλλαξον· οἱ γὰρ πόδες αὐτῶν ἐπὶ πονηρίαν τρέ χουσι. Περὶ δὲ χειρῶν, ὡς ὅταν εὐχόμενος  λέγῃ  ὁ προ φήτης· Ῥῦσαί με, Κύριε, ἐκ χειρὸς  ἁμαρτωλοῦ,  ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος.
Περὶ δὲ ὀφθαλμοῦ πονηροῦ, ὡς ὅταν ὁ Κύριος βοᾷ· Εἰ ὁ ὀφθαλμός σου ἐστὶ πονηρὸς, ὅτι ἐγὼ ἀγαθός εἰμι; Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ. Ὁ τοιοῦτος δόλους πλέκει, ὑποκρίσεις μελετᾷ, τὸν φθόνον  ἐν καρδίᾳ χαλκεύει. Ἐξ ἀνθρώπου πονηροῦ· οὐκ ἐξ ἀνθρώπου δικαίου. ∆ίκαιος μὲν γὰρ οἰκτείρει ψυχὰς κτηνῶν, καθὼς γέ γραπται· ἄδικοι δὲ καὶ τὰς τῶν ἀνθρώπων  ἀφαιροῦνται. ∆ίκαιος οἰκτείρει ψυχὰς κτηνῶν, ὡς ὁ Μωϋσῆς εἰς τὸ ὅρος ἀναδραμὼν τὰ πρόβατα Ἰωθὸρ διψῶντα ἐπότισεν· ὁ δὲ ἄδικος Φαραὼ τὰ πρωτότοκα τῶν Ἑβραίων εἰς τὸν ποταμὸν ἔπνιγε· καὶ ὁ μὲν δι' ὕδατος πρόβατα ἐπότιζεν· ὁ δὲ δι' ὕδατος ἀνθρώπους ἀπέκτεινε. βʹ Χρὴ οὖν φεύγειν τὴν πονηρίαν καὶ τὴν ἀδικίαν, ὡς ἡ δύναμις· μὴ μόνον δὲ φεύγειν, ἀλλὰ καὶ τοὺς ἀδικουμένους ἐκ χειρὸς τῶν ἀδικούντων  ῥύεσθαι, ὡς ὁ Ἀβραὰμ ἐῤῥύσατο τὸν Λὼτ αἰχμαλωτισθέντα   ἐκ  χειρὸς  τῶν  ἀλλοφύλων·   ὡς  αὐτὸς  ὁ  Λὼτ τοὺς  ἀγγέλους ἐῤῥύσατο ἐκ τῆς  τῶν  Σοδομιτῶν  παρανομίας.  Εἰ γὰρ καὶ ἡ φύσις  τῶν  ἀγγέλων ἀνεπίδεκτος,  ἀλλ'  ἠτμάτων  (φορτε  ἡ  τόλμα  τῶν)  ἀνθρώπων   πρόχειρος.  Ὡς  ὁ Μωϋσῆς τὸν τῶν Ἑβραίων λαὸν ἐῤῥύσατο ἐκ χειρὸς τῶν Αἰγυπτίων· ὡς ὁ ∆αυῒδ τὸν Σαοὺλ ἐῤῥύσατο ἐκ τῆς βίας τοῦ δαίμονος· ὡς τοὺς τρεῖς παῖδας ἐκ τῆς καμίνου τῆς καιομένης  ὁ  συγκαταβὰς  αὐτοῖς  ἄγγελος·  ὡς  τὸν  ∆ανιὴλ  ἐκ  τοῦ  λάκκου  τῶν λεόντων  ἡ πίστις· ὡς τὸν Ἰωνᾶν  ἐκ τῆς κοιλίας  τοῦ κήτους ἡ μετάνοια· ὡς τὸν Ἱερεμίαν ἐκ λάκκου βορβόρου Ἀβιμέλεχ ὁ εὐνοῦχος· ὡς ∆ανιὴλ ἐν Βαβυλῶνι ἐκ τῆς κρίσεως τῶν παρανόμων  τὴν Σωσάνναν· ὡς ὁ Κύριος πᾶσαν τὴν ἀνθρωπότητα  ἐκ χειρὸς τοῦ διαβόλου· ὡς οἱ ἀπόστολοι τοὺς ἐχομένους ἀπὸ πνευμάτων  καὶ νόσων. Ἀλλ' οὐ μόνον ὁ λόγος ἄνδρας νομοθετεῖ τοῦτο ποιεῖν, ἀλλὰ καὶ γυναῖκας διδάσκει. Πολλαὶ γὰρ γυναῖκες ἐῤῥύσαντο πολλοὺς ἐκ θανάτου καὶ κινδύνων  ὡς Σάῤῥα τὸν Ἀβραὰμ  ἐῤῥύσατο  ἐκ  χειρὸς  Ἀβιμέλεχ,  ἀδελφὸν   αὐτῆς  εἶναι  σοφισαμένη·  ὡς Ῥεβέκκα τὸν υἱὸν αὐτῆς Ἰακὼβ ἐκ χειρὸς τοῦ ἀδελφοῦ  αὐτοῦ Ἡσαῦ, τὴν φυγὴν αὐτῷ  συμβουλεύουσα·  ὡς  Ῥαχὴλ  τὸν  πατέρα  ἐκ  τῆς  εἰδωλολατρείας  ἐῤῥύσατο, ἄψυχα εἴδωλα κλέψασα· ἔκλεψε γὰρ οὐ δι' ἄλλο, ἢ ἵνα τῆς εἰδωλολατρείας ῥύσηται τὸν   πατέρα·  ὡς  Ῥαὰβ  ἡ  πόρνη  τοὺς  κατασκόπους  ἐῤῥύσατο  ἐκ  χειρὸς  τῶν ἀλλοφύλων,  εἰς τὴν λινοκαλάμην  αὐτοὺς κατακρύψασα· ὡς Μελχὸλ τὸν ∆αυῒδ ἐκ χειρὸς Σαοὺλ, τὸ μυστήριον αὐτῷ ἀπαγγείλασα· ὡς Ἀβιγαῒλ τὸν Νάβαλ ἐκ θανάτου, τῷ ∆αυῒδ προσπεσοῦσα· ὡς ἡ τοῦ Μωϋσέως μήτηρ ἐκ χειρὸς Φαραὼ τὸ νήπιον  εἰς θήβην  ἐμβαλοῦσα· ὡς Μάρθα καὶ Μαρία τὸν  ἀδελφὸν  αὐτῶν  55.710 Λάζαρον ἐξ ᾄδου, τῷ Κυρίῳ προσκλαύσασαι· ὡς αἱ χῆραι τὴν Ταβιθὰ ἐκ θανάτου  ἐῤῥύσαντο, δυσωπήσασαι Πέτρον· ὡς  ἡ  πίστις  τὴν  αἱμόῤῥουν,  καὶ  νηστεία  τοὺς  Νινευίτας.
Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ, καὶ ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με. Ἴδωμεν ἀπὸ τίνων ὁ προφήτης εὔχεται ἰδικῶς ῥυσθῆναι. Καὶ γὰρ ἄνθρωπος πονηρὸς ὁ ∆ωὴκ, καὶ ἀνὴρ ἄδικος ὁ Σαούλ.
Ὁ γοῦν ∆αυῒδ ἀπὸ προσώπου Σαοὺλ ἦν φεύγων  εἰς Νομβᾶ τὴν πόλιν  τῶν ἱερέων, κἀκεῖ ὁ Ἀβιμέλεχ ὁ ἱερεὺς ἔδωκεν αὐτῷ τὸ δόρυ τοῦ Γολιὰθ τοῦ ἀλλοφύλου καὶ ἐπισιτισμόν. Τότε ∆ωὴκ ὁ Ἰδουμαῖος, ὁ ἐπὶ τῶν ἡμιόνων τοῦ Σαοὺλ, παρὼν καὶ ὁρῶν τὰ γινόμενα, ἀπελθὼν διέβαλε τὸν ∆αυῒδ καὶ Ἀβιμέλεχ τὸν ἱερέα, λέγων· χθὲς ἤμην  εἰς  Νομβᾶ τὴν  πόλιν,  κἀκεῖ  ∆αυΐδ· καὶ  Ἀβιμέλεχ  ὁ  ἱερεὺς  ἔδωκεν  αὐτῷ ἐπισιτισμὸν, καὶ τὸ δόρυ Γολιὰθ τοῦ ἀλλοφύλου. Τότε Σαοὺλ θυμωθεὶς καὶ ὅλος τῆς ὀργῆς γινόμενος, λέγει τοῖς πα-ρατρέχουσιν αὐτῷ στρατιώταις· Σφάξατε τοὺς ἐν τῇ Νομβᾷ τῇ πόλει ἱερεῖς. Οἱ δὲ οὐκ ἐτόλμησαν χεῖρας ἐπενεγκεῖν ἐπὶ τοὺς ἱερεῖς, φόβῳ Θεοῦ χαλινωθέντες τὰς χεῖρας, πρὸ δὲ τῶν χειρῶν τὰς γνώμας. Τότε πρὸς τὸν ∆ωὴκ ὁ Σαοὺλ ἀποστρέφων φησί· σὺ ἅπαντας τοὺς ἱερεῖς Κυρίου θανάτωσον, καὶ μὴ φείσῃ, μὴ  πρεσβυτέρου,  μὴ  νεωτέρου,   μὴ  γυναικὸς,   μὴ  παρθένου,   μὴ  νηπίου,   μὴ θηλάζοντος· ἕως ὄνου καὶ προβάτου καὶ μόσχου πάντας ἀπόκτεινον εἰς ἐξάλειψιν. Τότε ἀποστρέψας ὁ ∆ωὴκ, καὶ διελὼν  τὸν ὑπ'  αὐτοῦ ἀρχόμενον  λαὸν τρέχει, καὶ τοὺς μὲν τὴν πόλιν κυκλῶσαι παρεσκεύασεν, ἐπὶ τὸ μηδένα φεύγειν, καὶ σωτηρίαν πορίσασθαι, τοὺς δὲ εἰς τὴν πόλιν  πῦρ βάλλειν  παρεκέλευσεν· αὐτός τε, καθάπερ λέων   πρόθυμος  εἰς  βορὰν,  ὥρμησε  κατ'   αὐτῶν   ἐν  τῇ  πόλει,  καθάπερ  κατὰ μεμανδρευμένων  προβάτων, καὶ ἔσφαξε τῇ ἡμέρᾳ ἐκείνῃ τριακοσίους πεντήκοντα ἱερεῖς  αἴροντας  Ἐφοὺδ,  καὶ  οὐκ  ἐφείσατο  οὐ  πρεσβυτέρου,  οὐ  νεωτέρου,  οὐ παρθένου, οὐ γυναικὸς, οὐ νηπίου θηλάζοντος, καὶ ἀπὸ προβάτου καὶ μόσχου καὶ ὄνου, καὶ τὴν πόλιν  ἐνέπρησε πυρί. Τότε ∆αυῒδ θεωρήσας τοῦτο, φεύγων  ἔλεγεν· Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου  πονηροῦ· ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με. Ἦν γὰρ ἀληθῶς   ἰδεῖν   ὠμότατα   πράγματα,   τὰ   τῶν   νέων   αἵματα   καὶ   τῶν   νηπίων συμπεφυρμένα,     καὶ     νηπίων     στομάτων     ἄκρα    τοῖς     τῶν     μητέρων     μαστοῖς προσηρτημένα, καὶ ἄωρον κήραν (f. κουρὰν) πρὸ καιροῦ τεμνομένην,  καὶ στάχυας πρὸ   καιροῦ   θεριζομένους,   καὶ   βότρυας   μήπω   περκάσαντας,   θυμῷ   χαλάζης φονευομένους.  γυναικείων  πλοκάμων,  ὧν ἔδει κρύπτεσθαι, τὸ σεμνὸν μυστήριον πομπεῦον. Τοῦ γὰρ λινέου ἐπὶ τῆς κεφαλῆς χιτωνίσκου περιῤῥιπτομένου, γυμνὸν τὸ κρανίον τῆς κόμης διεδείκνυτο,  καὶ στέρνα γυμνούμενα,  τὰ καὶ ὄψιν  ἡλίου ἰδεῖν αἰσχυνόμενα, καὶ παιδογόνα, ἃ καὶ αὐτὴ ἡ φύσις καλύπτειν ἐδίδασκε.

Καὶ τίς ἂν τὴν τότε γενομένην ἀνάγκην εἰπεῖν ἐξισχύσειεν; Ἐπεὶ οὖν τοιαῦτα ὁ πονηρὸς ἄνθρωπος  καὶ ὁ ἄοικος ἀνὴρ διαπράττονται,  μὴ παυσώμεθα πάντοτε ἐκτενῶς δέεσθαι τῷ Θεῷ καὶ λέγειν· Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ, ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με. Μὴ μόνον δὲ στόματι ταῦτα προσευχώμεθα, ἀλλὰ καὶ δι' ἔργων     ἀγαθῶν     ἑαυτοὺς     ἀξίους     πρὸς    τὸ     εἰσακούεσθαι    τὴν     δέησιν     ἡμῶν εὐτρεπίσωμεν. Οὕτω γὰρ παρακαλοῦντες τὸν Θεὸν εἰσακουσθησόμεθα, καὶ οὐ μόνον ἐξ ἀνθρώπου πονηροῦ καὶ ἀπὸ ἀνδρὸς ἀδίκου ἐξελεῖται καὶ ῥύσεται ἡμᾶς, ἀλλὰ καὶ ἐκ τῶν ἀοράτων ἐχθρῶν ἡμῶν λυτρώσεται ἡμᾶς, καὶ σὺν τοῖς ἐπιγείοις ἀγαθοῖς καὶ τῶν  αἰωνίων   αὐτοῦ  ἀξιώσει  ἀγαθῶν.  Ἐξαιρέτως  δὲ  τὴν  εἰς  ἀλλήλους  ἀγάπην ἄδολον καὶ εἰλικρινῆ  φυλάξωμεν,  καὶ οἰκεῖον κέρδος τὴν εἰς πλησίον γινομένην προκοπὴν λογισώμεθα.
Ἐν τούτῳ γὰρ μιμηταὶ Θεοῦ κατὰ τὸ δυνατὸν ἀνθρώποις γινόμεθα. Καὶ γὰρ ὁ Θεὸς ἡμῶν ἀγάπη ἐστί τε καὶ ὀνομάζεται. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.







Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |