In illud: Credidi propter quod locutus sum
Τοῦ ἐν ἁγίοις Ιωάννου τοῦ Χρυσοστόμου· Εἰς τὸ Επίστευσα, διὸ ἐλάλησα.
Φασί ποτε τὴν μέλισσαν κούφοις πτεροῖς δένδρεσι καὶ βοτάναις ἀνθοφόροις ἐφιπταμένην καὶ τὴν ἐν ταῖς τῶν ἀνθῶν ἰδέαις ἐγκειμένην νοτίδα ἀβλαβῶς λῃστεύουσαν τὸ γλυκύτατον κηρίον τοῦ μέλιτος τοῖς ἀνθρώποις ἐκεῖθεν πορίζεσθαι. Τοιοῦτοί εἰσιν οἱ τῆς ἐκκλησίας διδάσκαλοι· κούφῳ γὰρ τῷ πτερῷ τῆς διανοίας ἐπὶ τὸ καλλίχλοον ἔαρ τῶν γραφῶν ἐφιπτάμενοι καὶ τὴν ἐν τῷ γράμματι ἐγκειμένην νοτίδα τοῦ πνεύματος ἀρυόμενοι τὸ γλυκύτατον τῆς πίστεως μέλι εἰς τὰς τῶν ὑπηκόων καρδίας ἠρέμα ἐνραίνουσιν. ∆εῦρο δὴ καὶ ἡμεῖς, ἀγαπητοί, μιμησάμενοι τὴν μέλισσαν καὶ ταῖς ἀκτῖσι τοῦ ἡλίου τῆς δικαιοσύνης τὸν νοῦν ἐκθερμάναντες ἐπὶ τὸν ἀνθηρότατον λειμῶνα τῆς ψαλμῳδίας θερμῷ τῷ πνεύματι καταδράμωμεν. Τί γὰρ ἡμῖν ὁ ὑποψαλθεὶς ἀρτίως ψαλμὸς ἔλεγεν; Ἐπίστευσα, διὸ ἐλάλησα. Ποίαν δὲ ἔχει δύναμιν ὁ λόγος; Ἀναγκαῖόν ἐστι τὸ ἐν τῷ βάθει τοῦ γράμματος κείμενον μελισταγὲς νόημα ἀρυσαμένους ἡμᾶς πᾶσιν ὑμῖν τοῖς διψῶσι, καθ' ὃ μὲν ἰσχύομεν, πότιμον τὸ ῥεῦμα τοῦ λόγου κεράσαι.
Ἐπίστευσα, διὸ ἐλάλησα. Ὥςπερ οἱ βουλόμενοι ἐπί τινος πράγματος διηγήσασθαί τισι πρότερον αὐτοὶ ἐν πληροφορίᾳ γίνονται καὶ οὕτως ἄρχονται λεπτομερῶς τὸ πρᾶγμα διδάσκειν, ὡςαύτως καὶ ὁ προφήτης μέλλων διδάσκειν ἡμᾶς αὐτὸς ἐν πληροφορίᾳ πρότερον γίνεται περὶ τῆς τοῦ θεοῦ ὑπάρξεως καὶ τῆς ἐν Χριστῷ ἐλπίδος ἀποκειμένης τοῖς ἀνθρώποις· λέγει· Ἐπίστευσα, διὸ ἐλάλησα. Οὐκ ἦν γὰρ αὐτῷ ἀσφαλές, μὴ πιστεύσαντι πρότερον καὶ πληροφορηθέντι περὶ ὧν ἔμελλε διηγήσασθαι, ἄρξασθαι τοῦ διδάσκειν· διὸ ἀναγκαίως προτάσσει λέγων·
Ἐπίστευσα, διὸ ἐλάλησα.
Τί δὲ καὶ ἐπίστευσα; Ἐπίστευσα τὸν θεὸν πατέρα εἶναι Χριστοῦ, οὐ κτίστην καὶ ποιητήν, ἀλλὰ γεννήτορα· καὶ τοῦτο πληροφορηθεὶς ἐπίστευσα, διὸ ἐλάλησα· οὐδὲ περιειργασάμην τὴν φύσιν τοῦ θεοῦ, ὁποία τε καὶ πόση ἐστίν, ἀλλ' ἐπίστευσα τὸν Χριστὸν θεοῦ εἶναι υἱόν, πρὸ αἰώνων ἀφράστως ἐκ πατρὸς γεννηθέντα, καὶ τοῦτο πληροφορηθεὶς ἐπίστευσα, διὸ ἐλάλησα. Ἀλλὰ τοῦτον τὸν ψαλμὸν εἰ καὶ ἔχουσιν Ἰουδαῖοι, ψάλλειν ἀληθείᾳ οὐ δύνανται· οὐ γὰρ ἐπίστευσαν τὸν θεὸν πατέρα εἶναι τοῦ Χριστοῦ οὐδὲ ἔγνωσαν τὸν Χριστὸν υἱὸν εἶναι θεοῦ· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. Τοῦτον τὸν ψαλμὸν εἰ καὶ ἔχουσιν Εὐνομιανοὶ καὶ Ἀρειανοί, ἀλλ' ἐν ἀληθείᾳ ψάλλειν οὐ δύνανται· οὐ γὰρ ἐπίστευσαν τὸν θεὸν εἶναι γεννήτορα τοῦ Χριστοῦ, ἀλλὰ κτίστην καὶ ποιητήν, οὐδ' αὖ πάλιν ἐπίστευσαν τὸν Χριστὸν εἶναι υἱὸν τοῦ θεοῦ, κτίσμα εἶναι αὐτὸν λέγοντες καὶ ποίημα· Χριστὸν δὲ ἀθετοῦντες τὸν πατέρα ἀθετοῦσιν.
Ἄκουε τῆς γραφῆς λεγούσης· Εἴ τις τὸν υἱὸν οὐκ ἔχει, οὗτος οὐδὲ τὸν πατέρα ἔχει. Ἐπίστευσα, διὸ ἐλάλησα. Τοῦτον τὸν ψαλμὸν εἰ καὶ ἔχουσι Μακεδονιανοί, ψάλλειν ἐν ἀληθείᾳ οὐ δύνανται· οὐ γὰρ ἐπίστευσαν τὸ πνεῦμα τὸ ἅγιον τὸ ἐκ πατρὸς ἐκπορευόμενον ἀρρήτως εἶναι θεόν· τὸ δὲ ἅγιον πνεῦμα οὐκ ἔχοντες, οὐδὲ τὸν Χριστὸν ἔχουσιν. Ἄκουε Παύλου λέγοντος· Εἴ τις τὸ πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Πᾶς οὖν ὁ ὀρθῶς πιστεύων εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, τοῦτο λέγει· Ἐπίστευσα, διὸ ἐλάλησα. Ἴδωμεν δὲ καὶ τὸν ἑξῆς στίχον, τί βούλεται λέγειν· μετὰ τὸ Ἐπίστευσα, διὸ ἐλάλησα· Ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. Ἀλλ' ὁ μὴ νοῶν δοκεῖ ἀνακόλουθον εἶναι τὸν στίχον· ἀλλ' ἐὰν νοήσῃ ἕκαστος ἡμῶν, καθὼς καὶ ∆αυὶδ ἐνόησε, περὶ τοῦ θεοῦ καὶ περὶ ἑαυτοῦ λέγει· Ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. Ὀφθαλμοῖς καρδίας τὴν ἀνέκφραστον καὶ ἀνεκδιήγητον τοῦ θεοῦ μεγαλειότητα θεωρήσας, ὅτι ὅσον ὁ οὐρανὸς διαφέρει μύρμηκος, τοσοῦτον θεὸς αὐτοῦ τοῦ ἀνθρώπου, καὶ τοῦτο νοήσας καὶ ἐκπλαγεὶς λέγει· Ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. Τοῦτο καὶ Ἀβραὰμ θεωρήσας, ὅτι ἐν συγκρίσει θεοῦ αὐτὸς γῆ ἐστι καὶ σποδός, ἔλεγεν· Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός.
Οἱ γὰρ ὑπερήφανοι μὴ γινώσκοντες τὸν θεὸν οὐδὲ ἑαυτοὺς ἴσασι, τί εἰσι· πῶς γὰρ τὸν δημιουργὸν πρότερον μὴ ἐπεγνωκὼς ἑαυτὸν ἐπιγνώσεται, ὅτι πλάσμα ἐστίν;
Ὅτι δὲ ἐκ τοῦ μὴ εἰδέναι τὸν κύριον προςγίγνεται ἡ ὑπερηφανία, μαρτυρησάτω μοι ἡ γραφὴ λέγουσα· Ἀρχὴ ὑπερηφανίας τὸ μὴ εἰδέναι τὸν κύριον· ἐκ γὰρ τοῦ ποιήσαντος αὐτὸν ἀπέστη ἡ καρδία αὐτοῦ. Οὐ τοιοῦτος ὁ ∆αυίδ· ἀλλ' ἐγνωκώς, ὅτι καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουδενώσει, ἐταπείνωσεν ἑαυτόν, ἵνα ὑψωθῆ· πᾶς γὰρ ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
Τοσοῦτον ἀγαθόν ἐστιν ἡ ταπεινοφροσύνη· ὅτι αὐτὸς ὁ κύριος ἡμῶν ἐταπείνωσεν ἑαυτὸν καὶ ἡμᾶς βουλόμενος πρὸς τὴν ὁμοιότητα τῆς αὐτοῦ ταπεινοφροσύνης ἐπαγαγεῖν λέγει· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Ἐπίστευσα, διὸ ἐλάλησα, ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. Ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου· πᾶς ἄνθρωπος ψεύστης. Καὶ πῶς ἀκούομεν τὸν Ἰὼβ ἄνδρα ἀληθινόν; Μαρτυρεῖ γὰρ αὐτῷ ὁ θεὸς λέγων· Προςέσχες τῷ θεράποντί μου Ἰώβ, πῶς οὐκ ἔστι τῶν κατ' αὐτὸν ἐν πάσῃ τῇ γῇ; Ἄνθρωπος ἄμεμπτος, δίκαιος, ἀληθινός, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος; Εἰ οὖν ἀληθὴς ὁ Ἰὼβ γέγραπται καὶ μαρτυρεῖται παρὰ τοῦ θεοῦ, πῶς λέγει ∆αυὶδ ἀποφηνάμενος κατὰ πάντων· Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· πᾶς ἄνθρωπος ψεύστης; Πρὸς ὃ ἐροῦμεν, ὅτι ὅσον ἐν συγκρίσει τῶν ἄλλων ἀνθρώπων ὁ Ἰὼβ ἦν ἀληθινός, ὅσον δὲ ἐν συγκρίσει θεοῦ κἀκεῖνος ψεύστης ἐτύγχανεν.
Οὐδεὶς γὰρ καθαρὸς ἀπὸ ῥύπου, οὐδ' ἂν μία ἡμέρα ἡ ζωὴ αὐτοῦ. Εἰ δὲ οὐδεὶς ἀναμάρτητος, δῆλον ὅτι οὐδὲ ἔστιν ἀψευδής, εἰ μὴ μόνος ὁ θεός. Ὁμοίως δὲ καὶ τὸν Βαρνάβαν ἀκούομεν εἶναι ἀγαθόν· ὅσον ἐν συγκρίσει τῶν ἄλλων ἀνθρώπων καὶ ἀγαθὸν αὐτὸν οἴδαμεν, ὅσον δὲ ἐν συγκρίσει θεοῦ καὶ οὗτος οὐκ ἔστιν ἀγαθός· οὐδεὶς γὰρ ἀγαθός, εἰ μὴ μόνος ὁ θεός. Καὶ ὥςπερ ἐν ὥρᾳ ἑσπέρας λέγει τις φωτεινὸν τὸν ἀστέρα ὅσον ἐν συγκρίσει τῶν ἄλλων ἀστέρων, ἡλίου δὲ φανέντος οὐκ ἄν τις εἴποι φωτεινὸν τὸν ἀστέρα διὰ τὸ τῇ ὑπερβαλλούσῃ αἴγλῃ τοῦ ἡλίου καλύπτεσθαι τὴν λαμπηδόνα τοῦ ἀστέρος, ὡςαύτως καὶ ἄνθρωπόν φαμεν εἶναι ἀληθινὸν καὶ ἀγαθὸν ὅσον ἐν συγκρίσει τῶν ἄλλων, ὅσον δὲ ἐν συγκρίσει θεοῦ οὐκ ἔστιν ἀληθὴς ἄνθρωπος· πᾶς γὰρ ἄνθρωπος ψεύστης. Ἀλλὰ δεῦρο, ἀγαπητοί, τρέψωμεν τὸν λόγον, ἵνα ἑτέραν ἐν αὐτῷ νοημάτων χάριν ἐκλάμπουσαν εὕρωμεν. Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· πᾶς ἄνθρωπος ψεύστης. ∆αυὶδ ὁ μακάριος, ὁ ἐν παι 355 δίῳ φιλόλογος, ὁ ἐν ἡλικίᾳ φιλόπονος, ὁ ἐν τῷ γήρᾳ φιλόσοφος, ∆αυὶδ ὁ μακάριος θεόφιλος ὢν καὶ βουλόμενος θεὸν περιαθρῆσαι ὀφθαλμοῖς καρδίας, ὁποῖός ἐστιν, ἔξω γενόμενος τῶν σαρκικῶν ἐπιθυμιῶν καὶ τῷ νῷ τὸν ἀέρα παραδραμὼν καὶ τὰς νεφέλας ὑπερκύψας καὶ τὸν οὐρανὸν ὑπεραλόμενος καὶ τὰς ἀγγελικὰς δυνάμεις παραπετασθεὶς καὶ εἰς αὐτὸ τὸ ἄϋλον καὶ ἀκραιφνέστατον εἶδος τοῦ θεοῦ ἐμβατεύσας καὶ θεωρήσας τὴν αἴγλην ἐκείνην καὶ τὴν ἀστραπὴν τῆς θεότητος ἀνείκαστον μεγαλειότητα οὖσαν καὶ νοήσας, ὅτι οὐδεὶς ἀνθρώπων οὐδὲ μία γλῶσσα ἀνθρωπίνη ἱκανή ἐστι διηγήσασθαι τὸ μέγεθος τοῦ θεοῦ, γεγονὼς ἐν τοιαύτῃ ἐκστάσει καὶ καταμαθὼν ἀκριβῶς θαρσῶν ἀποφαίνεται λέγων· Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· πᾶς ἄνθρωπος ψεύστης. Ἀλλὰ δεῦρο πάλιν τρέψωμεν τὸν μαργαρίτην τοῦ λόγου καὶ ὑπὸ τῆς ἐγκειμένης αἴγλης τοῦ πνεύματος τὸν νοῦν ἡμῶν καταυγάσωμεν.
Οἶδα, ἀγαπητοί, ἐγὼ καὶ γεωργὸν ἔμπειρον ἀπὸ μιᾶς χώρας ἐν ἐνιαυτῷ τρεῖς καρποὺς λαμβάνοντα· μιμησώμεθα οὖν καὶ ἡμεῖς τοὺς γεωργούς, τῇ δικέλλῃ τοῦ πνεύματος σκάλλωμεν κατὰ τὸν προφήτην τὸν λέγοντα· Νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν καὶ ἔσκαλλεν τὸ πνεῦμά μου. Πρῶτον οὖν τοῦ γράμματος ἐθεωρήσαμεν στίχον, τὸν δεύτερον ἐλάβομεν, ἔτι τὸν τρίτον θεωρήσωμεν· Ἐγὼ δὲ εἶπον, φησίν, ἐν τῇ ἐκστάσει μου· πᾶς ἄνθρωπος ψεύστης. Θεώρει μοι πάντα ἄνθρωπον ἑαυτῷ ὑπογράφοντα πολλὰ ἔτη ζωῆς, βουλόμενον οἰκοδομεῖν καὶ καταφυτεύειν καὶ τὰ τέκνα αὐτοῦ ἐκτρέφειν καὶ κατὰ τῶν ἀδικούντων δὲ αὐτὸν ἐντυγχάνειν καὶ ἐπαγγελλόμενον τοὺς ἐχθροὺς ἀμύνασθαι, φυλακίζειν, δεσμεύειν, ἐξορίζειν ἢ καὶ ἄλλο τι ποιεῖν χαλεπώτερον καὶ μετ' οὐ πολὺ αὐτῇ τῇ νυκτὶ ἢ μετὰ δύο ἢ τρεῖς ἡμέρας ἀποθνήσκοντα, καὶ ὄψῃ, πῶς πᾶς ἄνθρωπος ψεύστης· ἃ γὰρ ἐπηγγείλατο, οὐκ ἐποίησεν. Ἀλλὰ πᾶς μὲν ὁ τὸν βίον τοῦτον ἀγαπῶν ἄνθρωπος ψεύστης ἐστίν, ὁ δὲ τὸν βίον τοῦτον ἐν ἀρεταῖς μεταδιώκων οὐκ ἔστι ψεύστης· οὐ γάρ ἐστιν ἄνθρωπος ὁ τοιοῦτος, ἀλλὰ θεός, οὐ διὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ διὰ τὴν τοῦ ἐνοικοῦντος ἐν αὐτῷ χάριν, οἷος ἦν Παῦλος καὶ Πέτρος, οἵτινες εἶχον ἐν αὐτοῖς λαλοῦντα Χριστόν· οὗτοι γὰρ οὐκ ἦσαν ψεῦσται, ἀλλ' ἀληθεῖς· οὐδὲ γὰρ ἦσαν ἄνθρωποι, πνεῦμα γὰρ εἶχον θεῖον λαλοῦν ἐν αὐτοῖς.
Τούτοις οὐκ ἔμελε περὶ χρημάτων, οὐ περὶ κτήσεων· πῶς γὰρ ἂν τούτοις ἔμελεν, ὁπότε ἔλεγεν αὐτοῖς· Μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν; Οὔτε ἠπείλουν ἀμύνασθαι ἐχθρούς· οὐδὲ γὰρ εἶχον ἐχθρούς.
Ἐφύλαττον γὰρ τὸ τοῦ κυρίου πρόςταγμα λέγοντος· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ εὔχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς. Οὗτοι ἔτη πολλὰ ἑαυτοῖς οὐχ ὑπέγραφον ζωῆς· ἕκαστος γὰρ αὐτῶν ἔλεγε· Καθ' ἡμέραν ἀποθνήσκω νὴ τὴν ὑμετέραν καύχησιν. Ἄκουε τοῦ ἀποστόλου λέγοντος· Ὡς πλάνοι καὶ ἀληθεῖς, ὡς ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν. Ὅσον γὰρ ἐν τῷ φαινομένῳ, ὡς πλάνοι ἐσμέν· ἄνθρωποι γὰρ φαινόμενοι· ὅσον δὲ ἐν τῷ κηρύγματι τῆς καρδίας καὶ τῆς πολιτείας, ἀληθεῖς ἐσμεν. Καὶ ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν. Ὅσον γὰρ ἐν τῇ ἡμετέρᾳ προθέσει, καθ' ἑκάστην ἡμέραν ἀποθνήσκομεν, ὅσον δὲ τῇ τοῦ κυρίου πίστει, ζῶμεν. Εἶτα μετὰ τοῦτο· Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· πᾶς ἄνθρωπος ψεύστης, ἐπάγει· Τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Θεωρήσας ὁ προφήτης τὴν ἐξ ἀρχῆς τοῦ κυρίου δωρεὰν δεδομένην καὶ ἀπορῶν πρὸς τὴν ἀνταπόδοσιν τῶν παρὰ θεοῦ δεδωρημένων αὐτῷ ἀγαθῶν λέγει·
Τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Οὐρανὸν δι' ἐμὲ ἐτάνυσε φωτοφόροις ἄστροις αὐτὸν διαθείς, ἥλιον δι' ἐμὲ ἔπηξε χρυσοειδέσιν ἀκτῖσιν αὐτὸν περιυφήνας, σελήνην δι' ἐμὲ ἐθεμελίωσε νυκτοπόρον τὰ ἀμαυρὰ τῆς νυκτὸς αὐγάζουσαν, πλωτήρων καὶ ὁδοιπόρων ἡνίοχον, γῆν δι' ἐμὲ ἥπλωσε παντοίοις δένδρεσι καρποφόροις καὶ ἀκάρποις καταπυκνώσας, βοτάναις ἀνθοφόροις αὐτὴν κατακοσμήσας, ὑδάτων πλήθη ἰχθυοτόκων εἰς μίαν συναγωγὴν συνέκλεισε, πηγὰς ὑδάτων ἁλμυροφόρους καὶ γλυκυφόρους ἴαμα τῆς δίψης τοῖς ἀνθρώποις ἐξ οἰκείων λαγόνων πηγάζειν ἡτοίμασεν.
Πρὸς οὖν πάσας ταύτας τὰς εὐεργεσίας ἀπορῶν ὁ προφήτης βοᾷ λέγων· Τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Ἀλλ' ἔτι βαθύτερον καὶ πνευματικώτερον ἐννοήσας ὁ προφήτης ∆αυὶδ καὶ θεωρήσας τὰς ἐν Χριστῷ μελλούσας εὐεργεσίας τῷ ἀνθρώπῳ δίδοσθαι ὡς ἤδη παρούσας αὐτὰς κηρύττων λέγει· Τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Χοῦν γὰρ λαβὼν
ἀπὸ τῆς γῆς ἔπλασέ τε καὶ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρήγαγεν, εἰκόνι με ἰδίᾳ τετίμηκε, δόξαν μοι ἀγγελικὴν περιέθηκε καὶ διὰ τῆς παραβάσεως τῷ θανάτῳ παραλυθέντα με ἐλθὼν πάλιν ἀνεκαλέσατο· τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι· Τὸν κατ' ἐμοῦ δράκοντα ὄφιν ἐθανάτωσε, πύλας χαλκᾶς τοῦ θανάτου ἐν τῷ ᾅδῃ αὐτὸς γενόμενος συνέκλασε καὶ μοχλοὺς σιδηροῦς συνέτριψε· τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Ἐκ τρυφῆς παραδείσου ἐκβληθέντα με εἰςήνεγκε πάλιν οὐ τῇ ἐμῇ δικαιοσύνῃ, ἀλλὰ τῇ αὐτοῦ χάριτι, οὐρανοῦ μοι πύλας ἤνοιξε, βασιλείαν οὐρανῶν ἐπηγγείλατο, κλίμακά μοι ἀπὸ γῆς εἰς οὐρανὸν τὴν πίστιν ἀνέτειλε· τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι;
Ἀλλ' ἔτι πλείονα τούτων μοι ἐχαρίσατο· δι' ἐμὲ γὰρ ὑπέμεινεν ἐμπτύσματα καὶ ῥαπίσματα, δι' ἐμὲ ἀκάνθινον στέφανον ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἐφόρεσεν, ὄξος σὺν χολῇ μεμιγμένον ἔπιε, δι' ἐμὲ πολλὰ πέπονθεν, ἵνα καὶ τὴν ἡτοιμασμένην τοῦ θανάτου πικρίαν καὶ κακίαν ἐκκενώσῃ· τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Πολλὰ ζητήσας ὁ προφήτης καὶ ἐμπεριελθὼν τῇ διανοίᾳ καὶ μηδὲν ἄξιον θεοῦ εὑράμενος ἀνταπόδομα τέλειον, ἓν ἰδὼν τῷ πράγματι τοῦ μαρτυρίου ἐπιφέρει λέγων· Ποτήριον σωτηρίου λήψομαι καὶ τὸ ὄνομα κυρίου ἐπικαλέσομαι. Τοῦτο δὲ τὸ ποτήριον μηνύει τὸ πάθος τοῦ Χριστοῦ. Πάτερ, γάρ, εἰ δυνατὸν παρελθεῖν τὸ ποτήριον τοῦτο, παρελθέτω. Ἔχομεν πολλὰ ποτήρια ἐν τῇ γραφῇ γεγραμμένα· ποτήριον, φησί, χρυσοῦν Βαβυλῶνος· ἐπίοσαν ἔθνη καὶ ἐμεθύσθησαν.
Ἔχει καὶ ἡ Βαβυλὼν ποτήριον χρυσοῦν, ἀλλ' οὐκ ἔχει καλὸν ποτὸν ἐν αὐτῷ· χρυσοῦν γὰρ ποτήριον τῆς Βαβυλῶνος ἦν, νόει μοι τὸν περικαλλέστατον λόγον τῶν οἰήσει σοφῶν Ἑλλήνων ἔχοντα ἔνδοθεν κρᾶμα θανάσιμον τὸ τῆς εἰδωλολατρείας δίδαγμα. Ἀλλ' οὐ τοιοῦτον ποτήριον ὁ εὐχόμενος ἐν τῷ ψαλμῷ ἐπιζητεῖ, ἀλλὰ τὸ ποτήριον τὸ ὑπομονῆς καὶ ἀθλήσεως γέμον, ἐν ὀνόματι κυρίου ἐσφραγισμένον, οὗ ὁ πιὼν τῆς τοῦ ἁγίου πνεύματος εὐφροσύνης μεστωθεὶς εἰς τὸν ἅγιον τῶν μαρτύρων χορὸν κατασταθήσεται· ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς, αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
0 σχόλια :
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.