Τρίτη 30 Οκτωβρίου 2012

Πρός Θεσσαλονικείς



ΟΜΙΛΙΑ Ηʹ.

Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας· ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτοι. Ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.

αʹ. Οἱ προφῆται μὲν τὸ ἀξιόπιστον τῶν λεγομένων  δεῖξαι βουλόμενοι, πρὸ τῶν ἄλλων  ἁπάντων  τοῦτο λέγουσιν· Ὅρασις, ἣν εἶδεν Ἡσαΐας· καὶ πάλιν, Ῥῆμα Κυρίου, ὃ ἐγενήθη πρὸς Ἱερεμίαν· καὶ πάλιν, Τάδε λέγει Κύριος, καὶ ὅσα τοσαῦτα. Πολλοὶ δὲ καὶ αὐτὸν καθήμενον ὁρῶσι τὸν Θεὸν, ὡς αὐτοῖς ἰδεῖν δυνατόν. Ὁ δὲ Παῦλος οὐ καθήμενον ἰδὼν, ἀλλ' ἔχων ἐν ἑαυτῷ λαλοῦντα  τὸν Χριστὸν, ἀντὶ τοῦ, Τάδε λέγει Κύριος, ἔλεγεν, Ἢ δοκιμὴν  ζητεῖτε  τοῦ  ἐν  ἡμῖν  λαλοῦντος  Χριστοῦ;  καὶ  πάλιν,  Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ, δεικνὺς ὅτι οὐδὲν αὐτοῦ ἐστιν· ὁ γὰρ Ἀπόστολος τὰ τοῦ ἀποστείλαντος φθέγγεται.  Καὶ πάλιν,  ∆οκῶ δὲ κἀγὼ  Πνεῦμα Θεοῦ ἔχειν.  Ἐκεῖνα μὲν οὖν  πνεύματι πάντα ἐφθέγγετο,  τοῦτο δὲ, ὃ λέγει νῦν, καὶ ῥητῶς ἤκουσε παρὰ τοῦ Θεοῦ· ὥσπερ καὶ ἐκεῖνο, ὅπερ τοῖς Ἐφεσίων πρεσβυτέροις διαλεγόμενος  ἔλεγε, Μακάριόν ἐστι μᾶλλον διδόναι, ἢ λαμβάνειν,  κατὰ τὸ σιωπώμενον  ἤκουσεν. Ἴδωμεν τοίνυν  τί καὶ νῦν φησι. Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι  εἰς τὴν παρουσίαν  τοῦ  Κυρίου, οὐ  μὴ  φθάσωμεν  τοὺς  κοιμηθέντας· ὅτι  αὐτὸς  ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι τῇ ἐσχάτῃ καταβήσεται ἀπ' οὐρανοῦ.


Ὅπερ καὶ ὁ Χριστὸς τότε φησὶν, Αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. Τί δήποτε ἐν σάλπιγγι; Καὶ γὰρ ἐν τῷ Σιναίῳ ὄρει τοῦτο ὁρῶμεν, καὶ ἀγγέλους κἀκεῖ. Τί δὲ βούλεται ἡ φωνὴ τοῦ ἀρχαγγέλου; Καθάπερ ἐπὶ τῶν παρθένων ἔλεγεν· ἐγείρεσθε, ἦλθεν ὁ νυμφίος. Ἤτοι τοῦτό φησιν, ἢ ὅτι καθάπερ ἐπὶ βασιλέως, οὕτω καὶ τότε ἔσται, ἀγγέλων πρὸς τὴν ἀνάστασιν ὑπηρετουμένων.  Λέγει γὰρ, ἀναστῶσιν  οἱ νεκροί· καὶ γίνεται  τὸ ἔργον, οὐ τῶν ἀγγέλων πρὸς τοῦτο ἰσχυόντων, ἀλλὰ τοῦ ῥήματος αὐτοῦ· ὡσανεὶ βασιλέως κελεύσαντος  καὶ εἰπόντος· Ἐξέλθοιεν  οἱ συγκεκλεισμένοι,  καὶ οἱ ὑπηρέται  ἐξάγοιεν, οὐκέτι λοιπὸν ἀπὸ τῆς οἰκείας ἰσχύος, ἀλλ' ἀπὸ τῆς φωνῆς ἐκείνης τοῦτο ποιοῦσι. Τοῦτο καὶ ἀλλαχοῦ ὁ Χριστὸς λέγει· Ἀποστελεῖ τοὺς ἀγγέλους αὑτοῦ μετὰ σάλπιγγος μεγάλης, καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς  αὐτοῦ ἐκ τῶν  τεσσάρων ἀνέμων,  62.440 ἀπ' ἄκρων αὐτῶν. Καὶ πανταχοῦ τοὺς ἀγγέλους ὁρᾷς διατρέχοντας. Τὸν οὖν ἀρχάγγελον  οἶμαι τὸν ἐφεστῶτα εἶναι τοῖς ἀπεσταλμένοις βοῶντα τοῦτο, ὅτι ἑτοίμους ποιεῖτε πάντας· πάρεστι γὰρ ὁ κριτής. Τί ἐστιν, Ἐν τῇ ἐσχάτῃ σάλπιγγι; ∆είκνυσιν ἐνταῦθα πολλὰς τὰς σάλπιγγας γινομένας,  καὶ  πρὸς  τῇ  ἐσχάτῃ  καταβαίνοντα   τὸν  κριτήν.  Καὶ οἱ  νεκροὶ,  φησὶν,  ἐν Χριστῷ ἀναστήσονται πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι  ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις  εἰς ἀπάντησιν  τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε  σὺν Κυρίῳ ἐσόμεθα. Ὥστε παρακαλεῖτε ἀλλήλους  ἐν τοῖς λόγοις τούτοις Εἰ μέλλει καταβαίνειν,  τίνος  ἕνεκεν  ἁρπαγησόμεθα; Τιμῆς ἕνεκεν.  Καὶ γὰρ βασιλέως  εἰς πόλιν εἰσελαύνοντος,  οἱ μὲν ἔντιμοι πρὸς ἀπάντησιν ἐξίασιν, οἱ δὲ κατάδικοι ἔνδον μένουσι τὸν κριτήν·  καὶ πατρὸς φιλοστόργου  παραγενομένου,  οἱ μὲν παῖδες, καὶ ἄξιοι παῖδες εἶναι, ἐπ' ὀχήματος ἐξάγονται ὥστε ἰδεῖν καὶ καταφιλῆσαι· οἱ δὲ προσκεκρουκότες τῶν οἰκετῶν  ἔνδον  μένουσιν. Ἐπὶ τοῦ ὀχήματος  φερόμεθα  τοῦ Πατρός· καὶ γὰρ αὐτὸς ἐν νεφέλαις  ὑπέλαβεν αὐτὸν, καὶ ἡμεῖς ἐν νεφέλαις  ἁρπαγησόμεθα. Ὁρᾷς τὴν τιμὴν ὅση; καὶ τὴν ἀπάντησιν  καταβαίνοντι  ποιούμεθα, καὶ τὸ πάντων  μακαριώτερον,  οὕτω σὺν αὐτῷ  ἐσόμεθα. Τίς λαλήσει  τὰς δυναστείας  τοῦ  Κυρίου, ἀκουστὰς ποιήσει  πάσας τὰ αἰνέσεις   αὐτοῦ;   Ὅσων   ἀγαθῶν    ἠξίωσε   τὸ   γένος   τὸ   ἀνθρώπινον!   πρῶτοι   οἱ τελευτήσαντες  ἐγείρονται,  καὶ οὕτως ὁμοῦ ἡ ἀπάντησις γίνεται.  Ἄβελ ὁ πρὸ πάντων τετελευτηκὼς  ὁμοῦ μετὰ τῶν ζώντων τότε ἀπαντήσει. Ὥστε οὐδὲν ἔσται πλέον ἐκείνοις κατὰ τοῦτο, ἀλλ' ὁ διαφθαρεὶς, ὁ τοσαῦτα ἔχων ἐν τῇ γῇ ἔτη, μετ' ἐκείνων ἀπαντήσεται, καὶ  ἅπαντες  οἱ  ἄλλοι.  Εἰ γὰρ  ἡμᾶς  ἐκεῖνοι  ἀνέμειναν   ἵνα  στεφανωθῶμεν,   καθὼς ἑτέρωθί φησι γράφων, Τοῦ Κυρίου περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι· πολλῷ μᾶλλον καὶ ἡμεῖς ἐκείνους· μᾶλλον δὲ ἐκεῖνοι μὲν ἀνέμειναν, ἡμεῖς δὲ οὐκέτι· ἐν γὰρ ἀτόμῳ ἡ ἀνάστασις γίνεται, ἐν ῥιπῇ ὀφθαλμοῦ. Τὸ δὲ λέγειν, ὅτι συνάγονται,  τοῦτο  δηλοῖ,  ὅτι  ἀνίστανται   μὲν  πανταχοῦ,   συνάγονται   δὲ  ὑπὸ  τῶν ἀγγέλων.  Τὸ μὲν οὖν ἀναστῆναι, τῆς τοῦ Θεοῦ δυνάμεως ἔργον ἐστὶ, τῇ γῇ κελεύοντος ἀφεῖναι  τὴν  παρακαταθήκην,  καὶ οὐδεὶς  ὁ ὑπηρετούμενος,  ὥσπερ τότε  ἐκάλεσε τὸν Λάζαρον, Λάζαρε, δεῦρο ἔξω· τὸ δὲ ἀγαγεῖν, τῶν ὑπηρετῶν γίνεται. Ἀλλ' εἰ συνάγουσι, καὶ περιτρέχουσιν ἄγγελοι, πῶς αὐτοὶ ἐνταῦθα ἁρπάζονται; Μετὰ τὸ καταβῆναι ἁρπάζονται,  μετὰ τὸ συναχθῆναι· ἅμα γὰρ οὐδενὸς  εἰδότος  τοῦτο γίνεται.  Ὅταν γὰρ ἴδωσι τὴν γῆν κλονουμένην,  κόνιν ἀναμι 62.441 γνυμένην, ἴσως πάντοτε ἐγειρόμενα τὰ σώματα, οὐδενὸς πρὸς τοῦτο ὑπηρετοῦντος, ἀλλὰ τοῦ κελεύσματος ἀρκοῦντος τὴν γῆν πεπληρωμένην πᾶσαν κενῶσαι· ἐννόησον γὰρ ὅσον ἐστὶ τοὺς ἀπὸ τοῦ Ἀδὰμ μέχρι τῆς αὐτοῦ παρουσίας πάντας ἐκείνους ἑστάναι τότε μετὰ γυναικῶν  καὶ παίδων· ὅταν ἴδωσι τοσοῦτον ἐπὶ τῆς γῆς θόρυβον, τότε εἴσονται. Ὥσπερ οὖν ἐπὶ τῆς κατὰ σάρκα οἰκονομίας οὐδὲν προεωράκεισαν, οὕτω καὶ τότε.

βʹ. Ὅταν  οὖν  ταῦτα  γένηται,  τότε  καὶ  ἡ  φωνὴ  τοῦ  ἀρχαγγέλου  ἔσται  τοῖς ἀγγέλοις  ἐπιτάττοντος  καὶ βοῶντος,  καὶ αἱ σάλπιγγες,  μᾶλλον  δὲ ὁ τῶν  σαλπίγγων ἦχος.  Ποῖος ἄρα τρόμος  ἕξει, ποῖος  φόβος  τοὺς  ἐπὶ  τῆς  γῆς  ἀπομένοντας;  Μία γὰρ ἁρπάζεται, καὶ μία καταλιμπάνεται· καὶ εἷς παραλαμβάνεται, καὶ εἷς ἀφίεται. Τίς ἔσται ἡ ψυχὴ ἐκείνων, ὅταν τοὺς μὲν αἰρομένους ὁρῶσιν, ἑαυτοὺς δὲ ἀφιεμένους; ἆρα οὐ πάσης γεέννης  φοβερώτερον  αὐτοὺς ταῦτα διασαλεῦσαι δυνήσεται; Ὑποθώμεθα  τοίνυν  ἤδη τοῦτο παρεῖναι τῷ λόγῳ. Εἰ γὰρ θάνατος αἰφνίδιος, ἢ πόλεων σεισμοὶ, καὶ ἀπειλαὶ οὕτω ποιοῦσι τὰς ἡμετέρας ψυχάς· ὅταν τὴν γῆν ἀναῤῥηγνυμένην ἴδωμεν καὶ πεπληρωμένην πάντων  ἐκείνων,  ὅταν τῶν  σαλπίγγων  ἀκούσωμεν, ὅταν τῆς φωνῆς  τοῦ ἀρχαγγέλου πάσης σάλπιγγος λαμπροτέρας οὔσης, ὅταν τὸν οὐρανὸν συνανελκόμενον,  ὅταν αὐτὸν παραγινόμενον  τὸν ἁπάντων  βασιλέα τὸν Θεὸν, τίς ἄρα ἡμῖν ἔσται ἡ ψυχή; Φρίξωμεν, παρακαλῶ, καὶ φοβηθῶμεν, ὡς ἤδη τούτων γινομένων·  μὴ τῇ μελλήσει παραμυθώμεθα ἑαυτούς· ὅταν  γὰρ πάντως  δέῃ γενέσθαι, οὐδὲν ἡ μέλλησις  ὠφελεῖ.  Πόσος ὁ τρόμος; πόσος ὁ φόβος τότε; Εἴδετέ ποτε τοὺς ἀπαγομένους  τὴν  ἐπὶ θάνατον;  ποίαν  νομίζετε αὐτοῖς  εἶναι  τὴν  ψυχὴν,  τὴν  μέχρι  τῆς  πύλης  ὁδὸν  βαδίζουσι;  πόσων  θανάτων  οὐ χείρονα;  τί  οὐκ  ἂν  ἕλοιντο  καὶ  πρᾶξαι  καὶ  παθεῖν,  ὥστε  ἀπαλλαγῆναι   τῆς  ἀχλύος ἐκείνης τοῦ νέφους; Ἐγὼ πολλῶν  ἤκουσα λεγόντων τῶν φιλανθρωπίᾳ βασιλικῇ μετὰ τὴν ἀπαγωγὴν  εἰς τοὐπίσω κληθέντων,  ὅτι οὐδὲ ἀνθρώπους  ἑώρων τοὺς ἀνθρώπους, τεθορυβημένης  τῆς ψυχῆς  καὶ ἐκπεπληγμένης  καὶ ἐξεστηκυίας. Εἰ τοίνυν  σωματικὸς θάνατος οὕτως ἡμᾶς φοβεῖ, ὅταν αἰώνιος  παραγένηται,  τί πεισόμεθα; Καὶ τί λέγω περὶ τῶν ἀπαγομένων; ὄχλος περιέστηκε τότε, οἱ πλείους οὐδὲ εἰδότες αὐτούς. Εἴ τις ἐκείνων τὰς  ψυχὰς  περιεσκόπησεν,  οὐδεὶς  οὕτως  ὠμὸς,  οὐδεὶς  οὕτω  θρασὺς,  οὐδεὶς  οὕτω γενναῖος,  ὃς  οὐ  καταπεπτωκυῖαν  αὐτὴν  ἔχει,  παρειμένην  ὑπὸ  τοῦ  φόβου  καὶ  τῆς ἀθυμίας.   Εἰ  δὲ   ἑτέρων   ἀναιρουμένων  τὸν   θάνατον   τοῦτον,   τὸν   ὕπνου   οὐδὲν διαφέροντα,  οἱ μηδὲν κοινωνοῦντες οὕτω διατίθενται·  ὅταν ἡμεῖς αὐτοὶ τοῖς μείζοσι περιπίπτωμεν,  τίς ἄρα ἔσται κατάστασις; Οὐκ ἔστιν, οὐκ ἔστι, πιστεύσατε, παραστῆσαι λόγῳ τὸ πάθος. Ναὶ, φησίν· ἀλλὰ φιλάνθρωπος ὁ Θεὸς, καὶ οὐδὲν τούτων ἔσται. Οὐκοῦν εἰκῆ γέγραπται.  Οὒ, φησὶν, ἀλλὰ πρὸς ἀπειλὴν  μόνον, ἵνα σωφρονῶμεν.  Ἐὰν οὖν μὴ σωφρονῶμεν, ἀλλὰ μένωμεν κακοὶ, οὐκ ἐπάξει τὴν κόλασιν, εἰπέ μοι; οὐκοῦν οὐδὲ τοῖς ἀγαθοῖς ἀποδώσει τὰς ἀμοιβάς; Ναὶ, φησίν· ἐκεῖνο γὰρ αὐτῷ πρέπον ἐστὶ καὶ ὑπὲρ τὴν ἀξίαν εὐεργετεῖν.  Ὥστε ἐκεῖνα μὲν ἀληθῆ καὶ πάντως  ἔσται· τὰ δὲ τῶν κολάσεων  οὐ πάντως,  ἀλλ' ἀπειλῆς  ἕνεκεν  καὶ φόβου; Πόθεν ὑμᾶς πείσω, οὐκ οἶδα. Ἂν εἴπω ὅτι ὁ σκώληξ  αὐτῶν   οὐ  τελευτήσει,  62.442 καὶ  τὸ  πῦρ  οὐ  σβεσθήσεται,  ἐὰν  εἴπω  ὅτι ἀπελεύσονται  εἰς πῦρ αἰώνιον,  ἂν τὸν πλούσιον  παραγάγω  ἤδη κολαζόμενον,  πάντα ἀπειλῆς  εἶναι  ἐρεῖτε. Πόθεν οὖν ὑμᾶς πείσω; Σατανικὸς γὰρ οὗτος ὁ λογισμὸς, χάριν ἀνόνητον χαριζόμενος, καὶ ῥᾳθύμους ποιῶν. Πῶς οὖν αὐτὸν ἐξέλωμεν; Ὅσα ἂν εἴπωμεν ἀπὸ τῶν Γραφῶν, ἐρεῖτε ὅτι ἀπειλῆς ἕνεκεν. Ἀλλὰ τοῦτο μὲν περὶ τῶν μελλόντων ἔχοι τις ἂν εἰπεῖν· περὶ δὲ τῶν ἐκβεβηκότων καὶ τέλος ἐσχηκότων, οὐκέτι. Ἠκούσατε πάντες περὶ τοῦ κατακλυσμοῦ· μὴ καὶ ἐκεῖνα ἀπειλῆς ἕνεκεν εἴρηται; οὐχὶ καὶ ἐξέβη καὶ γέγονε; Τοιαῦτα καὶ ἐκεῖνοι πολλὰ ἔλεγον· καὶ ἐν ἑκατὸν ἔτεσι τῆς κιβωτοῦ τεκταινομένης,  καὶ τῶν ξύλων ὑφαινομένων, καὶ τοῦ δικαίου βοῶντος, οὐδεὶς ὁ πιστεύων ἦν. Ἀλλ' ἐπειδὴ οὐκ  ἐπίστευσαν  τῇ  διὰ  τῶν  ῥημάτων  ἀπειλῇ,  ὑπέστησαν  τὴν  διὰ  τῶν  πραγμάτων τιμωρίαν. Τοῦτο καὶ ἡμεῖς πεισόμεθα, ἂν μὴ πιστεύσωμεν. ∆ιά τοι τοῦτο καὶ τὴν παρουσίαν αὐτοῦ ταῖς ἡμέραις παραβάλλει τοῦ Νῶε· ἐπειδὴ καθάπερ ἐκείνῳ τῷ κατακλυσμῷ ἠπίστησάν τινες, οὕτω καὶ τῷ κατακλυσμῷ τῆς γεέννης. Μὴ ἀπειλὴ ἐκεῖνά
ἐστιν; οὐχὶ  ἔργον γέγονεν; Εἶτα ὁ κόλασιν  οὕτως  ἀθρόον  τότε ἐπαγαγὼν,  οὐ πολλῷ μᾶλλον καὶ νῦν ἐπάξει; οὐ γὰρ δὴ ἐλάττονα τῶν τότε τὰ νῦν γινόμενα. Πῶς; Ὅτι, τότε εἰσῆλθον, φησὶν, οἱ υἱοὶ τοῦ Θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων,  καὶ αἱ ἐπιμιξίαι ἦσαν τὸ δεινόν· νῦν δὲ οὐδέν ἐστιν εἶδος κακίας ὅπερ ἀτόλμητον. Ἆρα οὖν πιστεύετε ὅτι γέγονεν  ὁ κατακλυσμὸς,  ἢ λῆρος  ὑμῖν  δοκεῖ; Καίτοι γε καὶ τὰ ὄρη, ἔνθα  ἡ κιβωτὸς ἱδρύνθη, μαρτυρεῖ, τὰ Ἀρμενίας λέγω.


γʹ. Πλὴν  ἐκ περιουσίας  πολλῆς  καὶ  ἐφ' ἕτερον  ἐκείνου  σαφέστερον ἄξω  τὸν λόγον.  Ἐπεδήμησέ τις  ὑμῶν  τῇ  Παλαιστίνῃ  ποτέ;  λοιπὸν  γὰρ  οὐκέτι  λόγον,  ἀλλὰ πράγματα ἐρῶ· καίτοι καὶ τὰ πρότερα πραγμάτων  σαφέστερα ἦν· ἅπερ γὰρ ἂν εἴπῃ ἡ Γραφὴ, ταῦτα τῶν ὁρωμένων πιστότερα. Ἐπεδήμησεν οὖν ὑμῶν τις τῇ Παλαιστίνῃ ποτέ; ἔγωγε  οἶμαι. Τί οὖν; Μαρτυρήσατέ μοι ὑμεῖς οἱ τοὺς τόπους ἑωρακότες  πρὸς τοὺς οὐ γενομένους  ἐκεῖ. Ἀσκάλωνος γὰρ ἄνω  καὶ Γάζης εἰς αὐτὸ τοῦ Ἰορδάνου  ποταμοῦ  τὸ τέλος, ἔστι χώρα πολλή τις καὶ εὔφορος· μᾶλλον δὲ ἦν· νῦν γὰρ οὐκ ἔστιν· αὕτη δὴ οὖν ὡς παράδεισος ἦν. Εἶδε γὰρ, φησὶ, Λὼτ πᾶσαν τὴν  περίχωρον  τοῦ Ἰορδάνου, καὶ ἦν ποτιζομένη, ὡς παράδεισος τοῦ Θεοῦ. Αὕτη δὴ οὖν ἡ οὕτως εὐθαλὴς, καὶ πρὸς πάσας τὰς χώρας  ἁμιλλωμένη,  ἡ φθάνουσα  τῇ εὐθηνίᾳ  τὸν  παράδεισον  τοῦ  Θεοῦ, πασῶν  τῶν ἐρήμων ἐρημοτέρα ἐστὶ νῦν· καὶ ἕστηκε μὲν δένδρα, καὶ καρπὸν ἔχει· ὁ δὲ καρπὸς τῆς τοῦ Θεοῦ ὀργῆς ἐστιν  ὑπόμνημα.  Ἑστήκασι μὲν  γὰρ ῥόαι, καὶ τὸ ξύλον  λέγω  καὶ ὁ καρπὸς,  λαμπρὰν  τὴν  ἐπιφάνειαν   ἔχουσαι,  καὶ  τῷ  ἀγνῶτι  παρέχουσαι  πολλὰς  τὰς ἐλπίδας·  εἰ δὲ ληφθεῖεν  εἰς χεῖρας, διακλασθεῖσαι  καρπὸν  μὲν  οὐδένα,  κόνιν  δὲ καὶ τέφραν πολλὴν  δεικνύουσιν  ἐναποκειμένην  ἔνδον. Τοιαύτη καὶ ἡ γῆ πᾶσα· κἂν λίθον εὕρῃς, τετεφρωμένον εὑρήσεις. Καὶ τί λέγω λίθον καὶ ξύλα καὶ γῆν, ὅπου γε καὶ ἀὴρ, καὶ τὰ     ὕδατα     μετέσχε     τῆς     συμφορᾶς;    Καθάπερ    γὰρ     σώματος     ἐμπρησθέντος     καὶ κατακαυθέντος,  τὸ μὲν σχῆμα μένει, καὶ ὁ τύπος ἐν τῇ τοῦ πυρὸς ὄψει, καὶ ὄγκος καὶ ἡ ἀναλογία, ἡ δὲ δύναμις οὐκέτι· οὕτω δὴ ἐκεῖ γῆν ἔστιν ἰδεῖν, ἀλλ' οὐδὲν ἔχουσαν γῆς, ἀλλὰ  πάντα  τέφραν· δένδρα καὶ καρποὺς, ἀλλ' οὐδὲν ἔχοντα  δένδρων  οὐδὲ καρπῶν· ἀέρα καὶ ὕδωρ, ἀλλ' οὐδὲν ἀέρος οὐδὲ ὕδατος· καὶ γὰρ καὶ ταῦτα τετέφρωται.  Καίτοι πῶς ἂν ἀὴρ ἐμ 62.443 πρησθείη ποτέ; πῶς δ' ἂν ὕδωρ μένον  ὕδωρ; ξύλα μὲν γὰρ καὶ λίθους δυνατὸν  καίειν, ἀέρα δὲ καὶ ὕδωρ οὐδαμῶς δυνατόν.  Ἡμῖν οὐ δυνατὸν,  τῷ δὲ αὐτὰ ποιήσαντι  δυνατόν.  Τοιγαροῦν οὐδὲν ἕτερον ἢ κάμινός  ἐστιν ὁ ἀὴρ, κάμινος  τὸ ὕδωρ·  πάντα  ἄκαρπα,  πάντα  ἄγονα,  πάντα   τῆς  προλαβούσης  ὀργῆς  εἰκόνες,  τῆς μελλούσης  τεκμήρια. Μὴ καὶ ταῦτα ἀπειλαὶ  ῥημάτων; μὴ καὶ ταῦτα ψόφοι  ῥημάτων; Ἐμοὶ μὲν γὰρ οὐδὲ τὰ πρότερα ἄπιστα, ἀλλ' ὁμοίως  τοῖς  ὁρωμένοις  τὰ μὴ ὁρώμενα πιστά· τῷ δὲ ἀπίστῳ καὶ ταῦτα ἱκανὰ  πίστιν  παρασχεῖν. Εἴ τις ἀπιστεῖ τῇ γεέννῃ,  τὰ Σόδομα λογιζέσθω,  τὰ  Γόμοῤῥα  ἐννοείτω,  τὴν  τιμωρίαν  τὴν  γεγενημένην,   καὶ  ἔτι μένουσαν. Τοῦτο τοῦ διαιωνίζειν  τὴν κόλασιν τεκμήριον. Φορτικὰ ταῦτα· ἐκεῖνα δὲ οὐ φορτικὰ, ὅταν λέγῃς, ὅτι οὐκ ἔστι γέεννα, ἀλλ' ἁπλῶς ἠπείλησεν ὁ Θεός; ὅταν ἐκλύσῃς τὰς  χεῖρας  τοῦ  λαοῦ; Σύ με ταῦτα  ἀναγκάζεις  λέγειν  ὁ διαπιστῶν.  Εἰ τοῖς  ῥήμασιν ἐπίστευσας τοῦ Χριστοῦ, οὐκ ἠναγκαζόμην  τὴν ἀπὸ τῶν πραγμάτων πίστιν παραγαγεῖν· ἐπειδὴ δὲ ἐκεῖνα πέφευγας, καὶ ἑκὼν καὶ ἄκων πεισθήσῃ λοιπόν. Τί γὰρ ἔχεις περὶ τῶν Σοδόμων  εἰπεῖν; Βούλει  καὶ  τὴν  αἰτίαν  μαθεῖν,  δι' ἣν  τότε  ταῦτα  ἐγένετο; Ἓν  ἦν ἁμάρτημα χαλεπὸν μὲν καὶ ἐπάρατον, πλὴν ἀλλ' ἕν· παισὶν ἐπεμαίνοντο  οἱ τότε, καὶ διὰ τοῦτο ταύτην ἔδοσαν τὴν δίκην. Νῦν δὲ μυρία καὶ ἴσα, καὶ χαλεπώτερα γίνεται τούτων ἁμαρτήματα.  Εἶτα ὁ ὑπὲρ ἑνὸς  ἁμαρτήματος  τοσαύτην  ἐκχέων  ὀργὴν,  καὶ μήτε  τοῦ Ἀβραὰμ τὴν  ἱκετηρίαν  δυσωπηθεὶς,  μήτε  τὸν  ἔνοικον  Λὼτ, τὸν  ὑπὲρ  τῆς  εἰς  τοὺς
δούλους αὐτοῦ τιμῆς τὰς θυγατέρας εἰς ὕβριν προέμενον τὰς ἑαυτοῦ, τοσούτων ὄντων τῶν  ἁμαρτημάτων,  φείσεται; Γέλως ὄντως  ταῦτα καὶ λῆρος καὶ πλάνη  καὶ διαβολικὴ ἀπάτη. Βούλει καὶ ἕτερον ἐπαγάγω; Τὸν Φαραὼ πάντως ἀκούεις τὸν Αἰγυπτίων βασιλέα· οὐκοῦν  οἶδας  καὶ τὴν  δίκην  ἣν  ἔδωκε, καὶ πῶς  αὐτοῖς  ἅρμασι καὶ ἵπποις  μετὰ τοῦ στρατοπέδου παντὸς εἰς τὸ Ἐρυθραῖον κατεποντίσθη πέλαγος. Βούλει καὶ ἕτερα μαθεῖν; ἐκεῖνος μὲν γὰρ ἴσως ἀσεβὴς ἦν, μᾶλλον δὲ οὐκ ἴσως, ἀλλ' ὄντως ἀσεβὴς ἦν. Βούλει καὶ ἐκ   τῶν   πιστευόντων    καὶ   προσεχόντων   τῷ   Θεῷ,  βίου   δὲ   οὐκ   ὄντων   ὀρθοῦ, τιμωρουμένους  ἰδεῖν; ἄκουσον τοῦ Παύλου λέγοντος·  Μηδὲ πορνεύωμεν,  καθώς τινες αὐτῶν ἐξεπόρνευσαν, καὶ ἔπεσον ἐν μιᾷ ἡμέρᾳ εἰκοσιτρεῖς χιλιάδες· μηδὲ γογγύζωμεν, καθώς τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ· μηδὲ ἐκπειράζωμεν τὸν  Χριστὸν, καθώς  τινες  αὐτῶν  ἐπείρασαν,  καὶ  ὑπὸ  τῶν  ὄφεων  ἀπώλοντο.  Εἰ δὲ πορνεία  τοσοῦτον  ἴσχυσεν, εἰ δὲ γογγυσμὸς,  τί  οὐκ ἐργάσεται  τὰ ἡμέτερα; Εἰ δὲ μὴ ἀπαιτεῖ νῦν δίκην, μὴ θαυμάσῃς· ἐκεῖνοι μὲν γὰρ οὐκ ᾔδεσαν τὴν γέενναν· διὸ ταῖς παρὰ πόδας ἐκολάζοντο τιμωρίαις· σὺ δὲ ὅσα ἂν ἁμάρτῃς, κἂν μηδεμίαν δίκην δῷς, ἀποτίσεις ἐκεῖ. Εἶτα τοὺς μὲν νηπιωδεστέρους, καὶ οὐ τοσαῦτα πταίοντας τοσαῦτα ἐκόλαζεν, ἡμῶν δὲ φείσεται; Οὐκ ἂν ἔχοι λόγον. Κἂν γὰρ τὰ αὐτὰ ἁμάρτωμεν ἐκείνοις, μείζονός ἐσμεν κολάσεως ἄξιοι. ∆ιὰ τί; Ὅτι πλείονος  ἀπελαύσαμεν χάριτος. Ὅταν δὲ καὶ πλείονα  καὶ μείζονα ἐκείνων πταίωμεν, τίνα οὐχ ὑποστησόμεθα δί 62.444 κην; Ἐκεῖνοι (καὶ μὴ μέ τις νομιζέτω θαυμάζοντα αὐτοὺς, ἢ συγγινώσκοντα  αὐτοῖς λέγειν, μὴ γένοιτο· ὅταν γὰρ ὁ Θεὸς κολάζῃ, ὁ τὴν ἐναντίαν  φέρων ψῆφον,  ἀπὸ διαβολικῆς  διανοίας  τοῦτο ποιεῖ· οὐ τοίνυν  ἐπαινῶν  αὐτοὺς, οὐδὲ συγγινώσκων  τοῦτό φημι, ἀλλὰ  δεικνὺς  τὴν  ἡμετέραν κακίαν)· ἐκεῖνοι τοίνυν,  εἰ καὶ ἐγόγγυζον,  ἀλλ' εἰς ἔρημον ἤρχοντο· ἡμεῖς δὲ πατρίδα ἔχοντες, καὶ ἐν οἰκίαις ταῖς ἡμετέραις ὄντες, γογγύζομεν. Ἐκεῖνοι δὲ, εἰ καὶ ἐπόρνευον, ἀλλ' ἀπὸ Αἰγυπτιακῶν ἐξελθόντες ἄρτι κακῶν, καὶ νόμου σχεδὸν οὐκ ἀκούσαντες τοιούτου· ἡμεῖς  δὲ ἐκ προγόνων  τὰ σωτήρια παραλαβόντες  δόγματα·  ὥστε μείζονος κολάσεώς ἐσμεν ἄξιοι. Βούλει καὶ ἕτερα ἀκοῦσαι, ὅσα ἔπαθον ἐν Παλαιστίνῃ, λιμοὺς, λοιμοὺς,  πολέμους,  αἰχμαλωσίας,  τὰς  ἐπὶ  Βαβυλωνίων,  τὰς  ἐπὶ  Ἀσσυρίων, τὰ  ὑπὸ Μακεδόνων  κακὰ,  τὰ  ἐπὶ  Ἀδριανοῦ  καὶ  Οὐεσπασιανοῦ;  Βούλομαί  σοι, ἀγαπητὲ,  τὶ διηγήσασθαι, ἀλλὰ μὴ ἀποπηδήσῃς· μᾶλλον  δὲ πρὸ τούτου ἕτερον ἐρῶ. Λιμὸς ἐγένετό ποτε, φησὶ, καὶ ὁ βασιλεὺς  ἐβάδιζεν  ἐπὶ  τοῦ τείχους· εἶτα  γυνὴ  προσελθοῦσα ταῦτα φθέγγεται  πρὸς  αὐτὸν  τὰ  ῥήματα· Βασιλεῦ, εἶπέ  μοι  ἡ γυνὴ  αὕτη· Ὀπτήσωμέν  σου σήμερον τὸν υἱὸν καὶ φάγωμεν, καὶ αὔριον τὸν ἐμόν· καὶ ὠπτήσαμεν, καὶ ἐφάγομεν· καὶ τὸν  αὐτῆς  οὐκέτι  ἔδωκε.  Τί ταύτης  τῆς  συμφορᾶς  χαλεπώτερον;  Πάλιν  ἀλλαχοῦ  ὁ προφήτης  φησί· Χεῖρες γυναικῶν  οἰκτιρμόνων  ἥψησαν τὰ τέκνα αὐτῶν. Ἰουδαῖοι μὲν οὖν τοιαύτην ἔδοσαν δίκην· ἡμεῖς δὲ οὐ πολλῷ μᾶλλον δώσομεν;


δʹ. Βούλει  καὶ  ἑτέρας  αὐτῶν  ἀκοῦσαι  συμφοράς;  τὰ  Ἰωσήππου  ἔπελθε,  καὶ μαθήσῃ πᾶσαν ἐκείνην  τραγῳδίαν,  ἂν ἄρα σε πείσωμεν  ἀπὸ τούτων  ὅτι ἔστι γέεννα. Ἐννόησον γάρ· εἰ ἐκεῖνοι ἐκολάζοντο, διὰ τί ἡμεῖς μὴ κολαζόμεθα; ἢ πῶς εἰκὸς ἡμᾶς μὴ κολάζεσθαι,  χείρονα  ἐκείνων  πταίοντας;  ἦ  δῆλον,  ὅτι  διὰ  τὸ  ἀποκεῖσθαι  ἡμῖν  τὴν κόλασιν; Εἰ δὲ βούλει, καὶ ἐπὶ προσώπου ἑνὸς ἑκάστου ἐρῶ πῶς ἐκολάσθησαν· Ἀδελφὸν ἀπέκτεινεν   ὁ  Κάϊν. ∆εινὸν  μὲν  τὸ  ἁμάρτημα·  πῶς  γὰρ  οὔ;  ἀλλ'  ἔδωκε  δίκην,  καὶ χαλεπὴν, καὶ μυρίων ἀνταξίαν θανάτων, καὶ ὑπὲρ ἧς εἵλετο ἂν καὶ μυριάκις ἀποθανεῖν· ἄκουε γὰρ αὐτοῦ λέγοντος,  Εἰ ἐκβάλλεις  με ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ  ἔσται πᾶς  ὁ εὑρίσκων  με, ἀποκτενεῖ  με. Εἰπὲ οὖν  μοι, οὐ τὰ αὐτὰ πράττουσιν ἐκείνῳ  πολλοὶ καὶ νῦν; ὅταν γὰρ μὴ σαρκικὸν, ἀλλὰ πνευματικὸν  ἀνέλῃς
ἀδελφὸν,  οὐχὶ  ταυτὸν  εἰργάσω;  Τί  γὰρ,  εἰ  καὶ  μὴ  ξίφει,  ἀλλ'  ἑτέρῳ  τρόπῳ,  ὅταν δυνάμενος  λῦσαι  λιμὸν,  περιίδῃς;  Τί οὖν; οὐδεὶς  ἐφθόνησε  νῦν  τῷ  ἀδελφῷ;  οὐδεὶς περιέβαλε κινδύνοις; ἀλλ' ἐνταῦθα  οὐκ ἔδωκαν δίκην. Ἀλλὰ δώσουσιν. Εἶτα ὁ μὲν μὴ νόμων  ἀκούσας γραπτῶν  μηδὲ προφητῶν,  μήτε σημεῖα θεασάμενος μεγάλα, τοσαύτην δίδωσι  τιμωρίαν· ὁ δὲ ἑτέρως  τὰ αὐτὰ  δεδρακὼς,  καὶ μηδὲ  τοσούτοις  παραδείγμασι σωφρονιζόμενος,  ἀτιμώρητος  ἔσται; καὶ ποῦ τὸ δίκαιον  τοῦ Θεοῦ; ἢ ποῦ τὸ ἀγαθόν; Πάλιν ξύλα τις συλλέξας ἐν τῷ σαββάτῳ, κατελεύσθη· καίτοι γε μικρὰ 62.445 αὕτη ἡ ἐντολὴ, καὶ τῆς περιτομῆς φαυλοτέρα. Εἶτα ὁ μὲν ξύλα συλλέξας ἐν σαββάτῳ ἐλιθάσθη, οἱ δὲ μυρία ἐργασάμενοι πολλάκις παράνομα ἀπῆλθον ἀτιμώρητοι. Ἂν οὖν μὴ γέεννα ᾖ, ποῦ τὸ δίκαιον, ποῦ τὸ ἀπροσωπόληπτον; Καίτοι πολλὰ ἐγκαλεῖ αὐτοῖς τοιαῦτα, ὅτι τὰ σάββατα οὐ τηροῦσι. Πάλιν  ἄλλος  τις  ὁ Χαρμεὶ, ἀνάθημα  κλέψας,  μετὰ τοῦ  γένους ἐλιθάσθη  παντός.  Τί  οὖν;  οὐδεὶς  ἐξ  ἐκείνου  ἱερόσυλος  γέγονεν;   Ὁ  Σαοὺλ  πάλιν φεισάμενος παρὰ τὸ τῷ Θεῷ δοκοῦν, τοσαύτην ὑπέστη τιμωρίαν· οὐδεὶς οὖν ἐφείσατο ἐξ ἐκείνου; Εἴθε μὲν οὖν τοῦτο· οὐχὶ μᾶλλον  θηρίων  ἀλλήλους  κατεσθίομεν παρὰ τὸ τῷ Θεῷ δοκοῦν,  καὶ οὐδεὶς  ἔπεσεν ἐν πολέμῳ.  Πάλιν οἱ τοῦ Ἠλεὶ  υἱοὶ  ἐπειδὴ  πρὸ τοῦ θυμιάματος ἤσθιον, δίκην ἔδοσαν χαλεπωτάτην μετὰ τοῦ πατρός. Οὐδεὶς οὖν ἐγένετο πατὴρ ῥᾴθυμος περὶ παῖδας; οὔτε μοχθηροὶ παῖδες; ἀλλ' οὐδεὶς ἔδωκε δίκην. Πότε οὖν δώσουσιν, ἂν γέεννα μὴ ᾖ; Πάλιν μυρία ἄν τις ἔχοι καταλέγειν  ἕτερα. Τί δέ; ὁ Ἀνανίας καὶ  ἡ  Σάπφειρα,  οὐκ  ἐπειδὴ  ἔκλεψαν  ἐξ  ὧν  ἀνέθηκαν,  παραχρῆμα  ἐτιμωρήθησαν; Οὐδεὶς οὖν ἄρα ἐξ ἐκείνου ταῦτα ἐποίησε; πῶς οὖν οὐκ ἔδωκαν τὴν αὐτὴν δίκην; Ἆρά σε πείθομεν  ὅτι  γέεννα  ἔστιν,  ἢ πλειόνων   σοι δεῖ  παραδειγμάτων;  Οὐκοῦν καὶ  ἐπὶ  τὰ ἄγραφα  ἥξομεν, τὰ νῦν  ἐν  τῷ  βίῳ γινόμενα·  ἀναγκαῖον  γὰρ πάντοθεν  ταύτην  ἡμῖν συλλεγῆναι  τὴν ἔννοιαν,  ἵνα μὴ μάτην ἑαυτοῖς χαριζόμενοι, βλάπτωμεν  ἑαυτούς. Οὐχ ὁρᾷς πολλοὺς ἐν συμφοραῖς, τὰ σώματα ἀναπήρους, μυρία πάσχοντας δεινὰ, ἑτέρους δὲ εὐδοκιμοῦντας;  διὰ τί  οἱ μὲν  φόνων  διδόασι δίκας,  οἱ δὲ οὔ; Ἄκουσον  τοῦ Παύλου λέγοντος· Τινῶν αἱ ἁμαρτίαι πρόδηλοί εἰσι, τισὶ δὲ καὶ ἐπακολουθοῦσι. Πόσοι διέφυγον ἀνδροφόνοι; πόσοι τυμβωρύχοι; Ἀλλ' ἀφείσθω ταῦτα. Πόσους οὐχ ὁρᾷς κολαζομένους κόλασιν χαλεπήν; οἱ μὲν νόσῳ μακρᾷ παρεδόθησαν, οἱ δὲ βασάνοις διηνεκέσιν,  οἱ δὲ ἑτέροις  μυρίοις  δεινοῖς.  Ὅταν 62.446 οὖν  ἴδῃς  τὰ αὐτὰ ἐκείνοις  τετολμηκότα,  ἢ καὶ πολλῷ πλείονα, καὶ μὴ διδόντα δίκην, οὐχὶ καὶ ἄκων ὁμολογήσεις τὴν γέενναν; Ἔκλεγε τούτους τοὺς ἐνταῦθα πρὸ σοῦ κεκολασμένους χαλεπῶς,  ἐννόει ὅτι ὁ Θεὸς προσωπολήπτης  οὐκ ἔστι, καὶ ὅτι μυρία ἐργασάμενος κακὰ, οὐδὲν τοιοῦτον  πέπονθας, καὶ ἕξεις τὴν  ἔννοιαν  τῆς γεέννης.  Οὕτω γὰρ ἡμῖν  αὐτὴν  ὁ Θεὸς ἐγκατέσπειρεν,  ὡς μηδένα ἀγνοῆσαι τοῦτό ποτε. Καὶ γὰρ ποιηταὶ καὶ φιλόσοφοι καὶ μυθολόγοι, καὶ πάντες ἁπλῶς   ἄνθρωποι,   περὶ  τῆς  ἀνταποδόσεως   ἐφιλοσόφησαν   τῆς  ἐκεῖ,  καὶ  ἐν  ᾅδου κολάζεσθαι εἰρήκασι τοὺς πολλούς. Εἰ δὲ ἐκεῖνα μῦθοι, ἀλλ' οὐ τὰ παρ' ἡμῖν. Ταῦτα οὐχ ἁπλῶς   φοβῆσαι   βουλόμενος   εἶπον,   οὐδὲ   βαρῦναι   τὰς   ὑμετέρας   ψυχὰς,   ἀλλὰ σωφρονίσαι, καὶ κουφοτέρας ἐργάσασθαι. Ἐβουλόμην καὶ αὐτὸς ἐγὼ μὴ εἶναι κόλασιν, καὶ μάλιστα πάντων  ἐγώ. Τί δήποτε; Ὅτι ὑμῶν  μὲν ἕκαστος ὑπὲρ τῆς ἑαυτοῦ ψυχῆς δέδοικεν· ἐγὼ δὲ καὶ τῆς προστασίας ταύτης εὐθύνας ὑφέξω· ὥστε μάλιστα πάντων ἐμὲ διαφυγεῖν  ἀδύνατον.  Ἀλλ' οὐκ ἔστι μὴ εἶναι  κόλασιν  καὶ γέενναν.  Τί πάθω; Πάλιν ἐπαποροῦσι καί φασι· Ποῦ οὖν τοῦ Θεοῦ τὸ φιλάνθρωπον; Πανταχοῦ. Μᾶλλον δὲ ἐν ἑτέρῳ περὶ τούτου διαλέξομαι καιρῷ, ἵνα μὴ τοὺς περὶ γεέννης συγχέωμεν λόγους. Τέως δὲ ὅπερ ἐκερδάναμεν ἀπὸ τῶν εἰρημένων, μὴ διαῤῥυῇ κέρδος γὰρ οὐ μικρὸν πεπεῖσθαι περὶ γεέννης. Ἡ γὰρ τῶν τοιούτων  λόγων  μνήμη καθάπερ τι πικρὸν φάρμακον, πᾶσαν
κακίαν ἀποσμῆξαι δυνήσεται, συνεχῶς ὑμῶν ἐνιζάνουσα τῇ διανοίᾳ. Χρώμεθα τοίνυν αὐτῷ,  ἵνα  καθαρὰν  καρδίαν  ἐντεῦθεν   ἔχοντες,  οὕτω  καταξιωθῶμεν   ἰδεῖν,  ἃ  μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν,  χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


ΟΜΙΛΙΑ Θʹ.

Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοὶ, οὐ χρείαν ἔχετε γράφεσθαι ὑμῖν. Αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε, ὅτι ἡ ἡμέρα Κυρίου, ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται.

αʹ. Οὐδὲν οὕτως, ὡς ἔοικε, περίεργόν ἐστι καὶ λίχνον  πρὸς τὴν τῶν ἀφανῶν  καὶ τῶν  κεκαλυμμένων  μάθησιν, ὡς ἡ τῶν  ἀνθρώπων  φύσις. Τοῦτο δὲ αὐτῇ συμβαίνειν εἴωθεν, ὅταν ἀτελῆ καὶ μηδέπω κατηρτισμένην  τὴν διάνοιαν  ἔχῃ. Καὶ γὰρ τῶν παίδων οἱ  ἀφελέστεροι  οὐ διαλιμπάνουσιν   ἀποκναίοντες  καὶ  τροφέας  καὶ  παιδαγωγοὺς  καὶ πατέρας τῇ πυκνότητι  τῶν πεύσεων, ἐν αἷς οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ, πότε τόδε ἐστὶ, καὶ πότε τόδε. Συμβαίνει δὲ τοῦτο καὶ ἀπὸ τοῦ θρύπτεσθαι, καὶ ἀπὸ τοῦ μηδὲν ἔχειν ποιεῖν. Πολλὰ μὲν οὖν ἐπείγεται  μανθάνειν  ἤδη καὶ καταλαμβάνειν  ἡμῶν  ἡ διάνοια, μάλιστα δὲ τὸν περὶ τῆς συντελείας καιρόν. Καὶ τί θαυμαστὸν, εἰ ἡμεῖς τοῦτο πάσχομεν; καὶ γὰρ αὐτοὶ οἱ ἅγιοι ἐκεῖνοι οἱ ἀπόστολοι μάλιστα αὐτὸ πάντων  πεπόνθασι, καὶ πρὸ μὲν τοῦ πάθους προσελθόντες λέγουσι τῷ Χριστῷ· Εἰπὲ ἡμῖν, πότε 62.446 ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς συντελείας τοῦ αἰῶνος; μετὰ δὲ τὸ πάθος καὶ τὴν  ἐκ νεκρῶν  ἀνάστασιν ἔλεγον  πρὸς αὐτόν· Εἰπὲ ἡμῖν, εἰ ἐν τῷ χρόνῳ  τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ· καὶ οὐδὲν πρὸ τούτου αὐτὸν ἤροντο. Ἀλλ' οὐ μετὰ ταῦτα οὕτως, Ὅτε γὰρ τοῦ Πνεύματος τοῦ ἁγίου κατηξιώθησαν,  οὐ μόνον αὐτοὶ οὐκ ἐρωτῶσιν, οὐδὲ ἀσχάλλουσι πρὸς τὴν ἄγνοιαν, ἀλλὰ καὶ τοὺς ταύτην τὴν ἄκαιρον νοσοῦντας  πολυπραγμοσύνην   καταστέλλουσιν.  Ἄκουσον  γοῦν  οἷα  νῦν  ὁ  μακάριος Παῦλός φησι· Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοὶ, οὐ χρείαν ἔχετε γράφεσθαι ὑμῖν. ∆ιὰ τί μὴ εἶπεν, ὅτι οὐδεὶς οἶδε; διὰ τί μὴ εἶπεν, ὅτι οὐκ ἀπεκαλύφθη,  ἀλλ',  Οὐ χρείαν   ἔχετε   γράφεσθαι   ὑμῖν;  Ὅτι  ἐκείνως   μὲν   ἂν   ἐλύπησε   μᾶλλον·   οὕτω   δὲ παρεμυθήσατο εἰπών.  Τῷ γὰρ, Οὐ χρείαν  ἔχετε, καὶ ὡς περιττὸν,  καὶ ὡς ἀσύμφορον, ζητεῖν  οὐκ εἴασε. Ποῖον γὰρ, εἰπέ μοι, τὸ κέρδος; Θῶμεν εἶναι  τὴν  συντέλειαν  μετὰ εἴκοσιν ἔτη, μετὰ τριάκοντα,  μετὰ ἑκατόν·  τί τοῦτο πρὸς ἡμᾶς;  οὐχὶ 62.447 ἑκάστῳ ἡ συντέλεια  τὸ  τῆς  αὐτοῦ  ζωῆς  πέρας  ἐστί; τί  πολυπραγμονεῖς  καὶ  ὠδίνεις  ὑπὲρ  τοῦ κοινοῦ τέλους; Ἀλλ' ὅπερ ἐν τοῖς ἄλλοις πάσχομεν, τοῦτο καὶ ἐν τούτῳ. Καθάπερ γὰρ ἐν τοῖς ἄλλοις τὰ ἴδια ἀφέντες,  τὰ κοινὰ μεριμνῶμεν  λέγοντες· Ὁ δεῖνα πόρνος, ὁ δεῖνα μοιχὸς, ἐκεῖνος ἥρπασεν ἄλλος ἠδίκησε, τῶν δὲ ἑαυτοῦ οὐδεὶς οὐδένα λόγον ποιεῖται, ἀλλὰ πάντων  φροντίζει μᾶλλον, ἢ τῶν οἰκείων· οὕτω καὶ ἐνταῦθα, ἀφέντες τὸ οἰκεῖον ἕκαστος τέλος μεριμνᾷν, τὴν κοινὴν  βουλόμεθα κατάλυσιν  μαθεῖν. Τί γάρ σοι κοινὸν πρὸς ἐκείνην  ἐστίν; Ἂν ταύτην  καλῶς διάθῃ τὴν τελευτὴν,  οὐδὲν παρ' ἐκείνης  πείσῃ δεινόν.  Ἔστω πόῤῥω,  ἔστω  ἐγγύς· οὐδὲν  τοῦτο  πρὸς  ἡμᾶς.  ∆ιὰ τοῦτο  οὐκ  εἶπεν  ὁ Χριστὸς, ἐπειδὴ μὴ συνέφερε. Καὶ πῶς οὐ συνέφερε, φησίν; Αὐτὸς οἶδεν ὁ κρύψας, διὰ τί μὴ συνέφερεν·  ἄκουε  γὰρ  αὐτοῦ  λέγοντος  τοῖς  ἀποστόλοις·  Οὐχ ὑμῶν  ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Τί περιεργάζεσθε λοιπόν; οἱ
περὶ Πέτρον τὸν κορυφαῖον  ταῦτα ἤκουσαν, ὡς τὰ μείζονα ἑαυτῶν  ζητοῦντες  μαθεῖν. Ναὶ, φησὶν,  ἀλλ' ἐνῆν  τὰ τῶν  Ἑλλήνων  ἐπιστομίζειν  οὕτω  στόματα. Πῶς, εἰπέ μοι; Ἐπειδὴ ἐκεῖνοι, φησὶ, τὸν κόσμον τοῦτον θεὸν λέγουσιν εἶναι· εἰ δὲ τὸν καιρὸν ᾔδειμεν τῆς  καταλύσεως,  ἐπεστομίσαμεν  ἂν  αὐτῶν  τὰ στόματα. Πάνυ γε· τοῦτο  γάρ ἐστι τὸ ἐπιστομίζον ἐκείνους, τὸ μαθεῖν, ὅτι ποτὲ καταλύεται, ἢ τὸ μαθεῖν πότε καταλύεται; Εἰ ἐπιστομίζειν βούλεσθε, τοῦτο λέγετε πρὸς αὐτοὺς, ὅτι πέρας ἕξει· εἰ μὴ πείθονται τούτῳ, οὐδὲ ἐκείνῳ πείσονται. Ἄκουσον τοῦ Παύλου λέγοντος· Αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε, ὅτι ἡ ἡμέρα Κυρίου, ὡς κλέπτης  ἐν νυκτὶ,  οὕτως  ἔρχεται· οὐχ ἡ κοινὴ  μόνον,  ἀλλὰ  καὶ ἡ ἑκάστου ἰδία· αὕτη γὰρ ἐκείνην  μιμεῖται, ἐπειδὴ ὁμοία αὐτῇ ἐστι καὶ συγγενής. Ὅπερ γὰρ ἀθρόως ἐκείνη, τοῦτο αὕτη κατὰ μέρος ποιεῖ· καὶ τῆς συντελείας ὁ καιρὸς ἀπὸ τοῦ Ἀδὰμ ἔλαβε τὴν ἀρχὴν, τό τε τέλος ἑκάστου ἡμῶν τῆς ζωῆς εἰκὼν συντελείας ἐστὶ, καὶ οὐκ ἄν  τις  ἁμάρτοι  συντέλειαν  αὐτὸ εἰπών.  Ὅταν γὰρ μυρίοι  καθ' ἑκάστην  ἡμέραν τελευτῶσι,  καὶ  ἀναμένωσι   τὴν  ἡμέραν  ἐκείνην   ἅπαντες,  καὶ  πρὸ  ἐκείνης   οὐδεὶς ἀνίσταται, οὐχὶ ἐκείνης τὸ ἔργον ἐστίν; Εἰ δὲ βούλεσθε μαθεῖν διὰ τί ἀποκέκρυπται αὕτη, καὶ διὰ τί ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται, ἐγὼ, ὡς ἐμαυτῷ δοκῶ καλῶς ἔχειν, ἐρῶ. Οὐδεὶς  ἂν  ἀρετῆς  ἐπεμελήθη   ποτὲ  παρὰ  τὸν  ἅπαντα   βίον,  εἰ  δῆλον   ἦν  καὶ  μὴ ἀπεκέκρυπτο· ἀλλ' εἰδὼς αὐτοῦ τὴν τελευταίαν  ἡμέραν, καὶ μυρία ἐργασάμενος δεινὰ, καὶ τῷ λουτρῷ τότε προσελθὼν, οὕτως ἂν ἀπῆλθεν. Εἰ γὰρ νῦν, τοῦ τῆς ἀδηλίας φόβου κατασείοντος τὰς ἁπάντων ψυχὰς, πάντες τὸν ἔμπροσθεν βίον ἅπαντα ἐν κακίᾳ καταναλώσαντες,  εἰς ἐσχάτας ἀναπνοὰς τῷ βαπτίσματι διδόασιν ἑαυτούς· εἰ καὶ σφόδρα ὑπὲρ τούτου ἦσαν πεπεικότες ἑαυτοὺς, τίς ἄν ποτε ἀρετῆς ἐπεμελήθη; Εἰ γὰρ, καὶ φόβου ἐπικειμένου,  πολλοὶ  χωρὶς  φωτίσματος  ἀπῆλθον,  καὶ  οὐδὲ  οὗτος  αὐτοὺς  ὁ  φόβος ἐπαίδευσε ζῶντας ἐπιμελεῖσθαι τῶν τῷ Θεῷ δοκούντων· εἰ καὶ οὗτος ἀνῄρητο ὁ φόβος, τίς ἂν ἐγένετό  ποτε σώφρων;  τίς δὲ ἐπιεικής; Οὐκ ἔστιν οὐδείς. Καὶ ἕτερον δὲ πάλιν πολὺς ὁ τοῦ θανάτου  φόβος κατέχει νῦν, καὶ ὁ τῆς ζωῆς ἔρως· εἰ δὲ ᾔδει ἕκαστος, ὅτι αὔριον  πάντως  τεθνήξεται,  οὐδὲν ἂν παρῃτήσατο τολμῆσαι  πρὸ τῆς ἡμέρας ἐκείνης, ἀλλὰ καὶ ἔσφαξεν οὓς ἂν ἠθέλησε, καὶ μυρία ἂν εἰργάσατο δεινὰ, τοὺς ἐχθροὺς ἀμυνόμενος.

βʹ. Ἄνθρωπος  γὰρ μιαρὸς καὶ τῆς ἐνθάδε ζωῆς ἀπεγνωκὼς  οὐδὲ αὐτοῦ λόγον ἔχει τοῦ τὴν ἁλουργίδα περικειμένου. Ὁ τοίνυν  πεπεισμένος ὅτι πάντως  ἀπελθεῖν  δεῖ, καὶ ἀμυνεῖται τὸν ἐχθρὸν, καὶ πρότερον ἀναπαύσας αὐτοῦ τὴν ψυχὴν, οὕτως ἂν ἐδέξατο τὴν  τελευτήν.  Εἴπω τι καὶ τρίτον  ἕτερον; Οἱ φιλοζωοῦντες,  καὶ σφόδρα τῶν  ἐνθάδε ἐφιέμενοι, ὑπὸ τῆς ἀθυμίας ἂν καὶ τῆς λύπης διεφθάρησαν. Εἰ γάρ τις τῶν νέων ὅτι πρὸ τοῦ γήρως δέξεται τὴν τελευτὴν ἠπίστατο, καθάπερ τὰ νωθρότατα τῶν θηρίων, ἐπειδὰν συλληφθῇ, μᾶλλον τοιαῦτα γίνεται, προσδοκῶντα τὴν τελευτὴν, οὕτως ἂν διετέθη καὶ οὗτος. Οὐδὲ αὐτοὶ οἱ γενναῖοι  ἄνδρες μισθὸν ἂν ἔσχον. Εἰ γὰρ ᾔδεσαν ὅτι πάντως μετὰ τρία  ἔτη  ἀπελθεῖν   δεῖ,  καὶ  πρὸ  ἐκείνων   οὐ  δυνατὸν,   ποῖον   ἂν  ἔσχον   μισθὸν, κατατολμῶντες τῶν δεινῶν; Εἶπε γὰρ ἄν τις πρὸς αὐτοὺς, ὅτι Ἐπειδὴ θαῤῥεῖτε ὑπὲρ τῶν τριῶν  ἐτῶν,  διὰ τοῦτο τοῖς κινδύνοις  ἑαυτοὺς  ἐκδιδόατε, εἰδότες  ὅτι ἄλλως  οὐκ ἔνι ὑμᾶς  ἀπελθεῖν.  Ὁ γὰρ ἐξ ἑκάστου κινδύνου  προσδοκῶν  τεθνήξεσθαι,  καὶ  εἰδὼς  ὅτι ζήσεται  μὲν  μὴ  παραβουλευσάμενος,   τεθνήξεται   δὲ  τοιαῦτα   τολμῶν,   τῆς  αὐτοῦ προθυμίας καὶ τοῦ καταφρονεῖν  τῆς ἐνθάδε ζωῆς μέγιστον ἐξήνεγκε τεκμήριον. Ἀπὸ δὲ ὑποδείγματος τοῦτο ὑμῖν ποιήσω φανερόν· Εἰπέ μοι, εἰ ὁ πατριάρχης Ἀβραὰμ προειδὼς ὅτι οὐ σφάξει τὸν υἱὸν ἀνήγαγεν, ἆρα ἂν ἔσχε τινὰ μισθόν; Τί δὲ, εἰ ὁ Παῦλος προειδὼς, ὅτι  οὐ τεθνήξεται,  ὑπερεῖδε  τῶν  κινδύνων,  ποῦ δὲ καὶ θαυμαστός; Οὕτω γὰρ καὶ ὁ
νωθρότατος  εἰς πῦρ ἐνέβη ἂν, εἴ τινα ἀξιόπιστον ἐγγυητὴν  εὗρε τῆς ἀσφαλείας. Ἀλλ' οὐχ οἱ τρεῖς παῖδες τοιοῦτοι· ἀλλὰ τί; Ἄκουε αὐτῶν  λεγόντων·  Βασιλεῦ, ἔστι Θεὸς ἐν οὐρανῷ, ὃς ἐξελεῖται ἡμᾶς ἐκ τῶν χειρῶν σου, καὶ ἐκ τῆς καμίνου ταύτης· καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας, οὐ προσκυνοῦμεν.  Ὁρᾶτε πόσα κέρδη ἐστὶ, καὶ πλείονα  τούτων  ἐκ τοῦ ἀγνοεῖν  τὴν τελευτήν; Τέως δὲ ταῦτα ἀπόχρη μαθεῖν. ∆ιὰ τοῦτο ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται· ἵνα μὴ εἰς κακίαν ἐξαγάγωμεν  ἑαυτοὺς, ἵνα μὴ εἰς ῥᾳθυμίαν, ἵνα μὴ τὸν μισθὸν ἡμῶν ὑποτέμηται.  Αὐτοὶ γὰρ ἀκριβῶς, φησὶν, οἴδατε. Τί οὖν περιεργάζεσθε, εἰ πεπεισμένοι ἐστέ; Ὅτι δὲ ἄδηλον τὸ μέλλον, ἐξ ὧν ὁ Χριστὸς εἶπε, μάνθανε· ὅτι δὲ διὰ τοῦτο εἶπεν, ἄκουσον τί φησι· Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται. ∆ιὰ τοῦτο καὶ  Παῦλος ἔλεγεν·  Ὅταν  δὲ λέγωσιν,  Εἰρήνη καὶ  ἀσφάλεια,  τότε  αἰφνίδιος  αὐτοῖς ἐφίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν. Ἐνταῦθα τοῦτο ᾐνίξατο, ὅπερ καὶ ἐν τῇ δευτέρᾳ εἶπεν Ἐπιστολῇ. Ἐπειδὴ γὰρ οὗτοι μὲν ἦσαν ἐν θλίψεσιν, οἱ δὲ πολεμοῦντες αὐτοὺς ἐν ἀνέσει καὶ ἐν τρυφῇ, εἶτα αὐτὸς μὲν παρεμυθεῖτο τὰ παρόντα δεινὰ τῷ τῆς ἀναστάσεως λόγῳ, ἐκεῖνοι δὲ ἐπηρέαζον ἐκ τῶν προγονικῶν ἐνθυμημάτων  φθεγγόμενοι  καὶ ἔλεγον. Πότε ἔσται; (ὅπερ καὶ οἱ προφῆται ἔλεγον· Οὐαὶ οἱ λέγοντες, τὸ τάχος ἐγγισάτω, ἃ ποιήσει ὁ Θεὸς, ἵνα ἴδωμεν· καὶ ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραὴλ, ἵνα γνῶμεν· καὶ πάλιν· Οὐαὶ οἱ ἐπιθυμοῦντες  τὴν ἡμέραν Κυρίου (οὐ γὰρ ἁπλῶς  ἐπιθυμοῦντας  λέγει,  ἀλλὰ  τοὺς ἐκ τοῦ ἀπιστεῖν  ἐπιθυμοῦντας)· καὶ, Ἡ ἡμέρα Κυρίου σκότος, φησὶ,  καὶ  οὐ  φῶς)·  διὰ  τοῦτο  εἴρηκεν  οὕτω.  Καὶ ὅρα  πῶς  αὐτοὺς παραμυθεῖται· ὡς ἂν εἰ ἔλεγε· Μὴ τὸ ἐν εὐπαθείᾳ εἶναι αὐτοὺς τεκμήριον ποιείσθωσαν τοῦ μὴ παραγίνεσθαι  τὴν κρίσιν· οὕτω μὲν οὖν καὶ παραγίνεται.  Ἄξιον δὲ καὶ ἐκεῖνο ζητῆσαι· 62.449 εἰ  ὁ Ἀντίχριστος  ἔρχεται,  καὶ  ὁ Ἠλίας  ἔρχεται,  πῶς  ὅταν  λέγωσιν, Εἰρήνη καὶ ἀσφάλεια, τότε αὐτοῖς αἰφνίδιος  ὄλεθρος ἐφίσταται; ταῦτα γὰρ οὐκ ἀφίησι μὴ εἰδέναι τὴν ἡμέραν, τεκμήρια ὄντα τῆς παρουσίας αὐτῆς. Ἀλλ' οὐ τοῦτον τὸν καιρὸν αἰνίττεται,  τοῦ Ἀντιχρίστου  λέγω, οὔτε τὴν ἡμέραν ἐκείνην  φησὶν, ὅτι σημεῖον ἔσται τῆς  παρουσίας τοῦ  Χριστοῦ, ἀλλ' ὅτι  ὁ Χριστὸς οὐχ  ἕξει σημεῖον,  ἀλλ' ἀθρόον  καὶ ἀπροσδοκήτως  ἥξει. Καὶ μὴν τῇ κυούσῃ, φησὶν, οὐκ ἐφίσταται  ἀδήλως·  οἶδε γὰρ ὅτι μετὰ ἐννέα μῆνας ἔσται ὁ τόκος. Καὶ σφόδρα μὲν οὖν ἀδήλως· αἱ μὲν γὰρ ἑπταμηνιαῖα ἔτεκον, αἱ δὲ ἐννεαμηνιαῖα·  ἄλλως  δὲ καὶ ἡ ἡμέρα καὶ ἡ ὥρα ἄδηλος τοῦ τόκου. Πρὸς τοῦτο οὖν φησι ταῦτα ὁ Παῦλος. Καὶ ἀκριβὴς ἡ εἰκών· οὐ γὰρ πολλὰ τῆς ὠδῖνός ἐστι τὰ τεκμήρια· πολλαὶ γοῦν οὕτω καὶ ἐν ὁδοῖς καὶ τῆς οἰκίας ἔξω, μὴ προειδυῖαι, ἔτεκον. Οὐ τὸ ἄδηλον  δὲ μόνον  ἐνταῦθα  ᾐνίξατο,  ἀλλὰ  καὶ τὸ τῆς  ὀδύνης  πικρόν.  Ὥσπερ γὰρ ἐκείνη  παίζουσα, γελῶσα, οὐδὲν ὅλως προορωμένη, ἐξαίφνης  ἀῤῥήτοις κατασχεθεῖσα πόνοις  διακόπτεται  ταῖς  ὠδῖσιν·  οὕτω  καὶ αἱ ψυχαὶ  ἐκεῖναι,  τῆς ἡμέρας ἐπελθούσης ἐκείνης. Καὶ οὐ μὴ ἐκφύγωσιν.  Εἶτα δεικνὺς ὅτι οὐ περὶ αὐτῶν ταῦτα λέγει, ἐπήγαγεν· Ὑμεῖς δὲ, ἀδελφοὶ, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ.


γʹ. Ἐνταῦθα  τὸν  σκοτεινὸν  καὶ ἀκάθαρτον  βίον  φησί. Καθάπερ γὰρ ἐν  νυκτὶ πάντα πράττουσιν οἱ μιαροὶ καὶ πονηροὶ τῶν ἀνθρώπων,  πάντας λανθάνοντες, καὶ ἐν σκότῳ κατακλείοντες  ἑαυτούς. Εἰπὲ γάρ μοι, οὐχὶ τὴν ἑσπέραν παρατηρεῖ ὁ μοιχός; καὶ οὐχὶ τὴν νύκτα ὁ κλέπτης; ὁ τυμβωρύχος οὐχὶ πᾶσαν τὴν ἐργασίαν ἐν νυκτὶ ἔχει; Τί οὖν; οὐχὶ  ὡς  κλέπτης  αὐτοὺς  καταλαμβάνει;  οὐχὶ  καὶ  αὐτοῖς  ἀδήλως  ἐφίσταται;  Ἀλλὰ προΐσασι; Πῶς οὖν λέγει, Οὐ χρείαν ἔχετε γράφεσθαι ὑμῖν; Ἐνταῦθα οὐ πρὸς τὸ ἄδηλόν φησιν, ἀλλὰ πρὸς τὴν συμφοράν· τουτέστιν, οὐκ ἐπὶ κακῷ τῷ αὐτῶν ἥξει. Ἀδήλως μὲν γὰρ ἥξει  καὶ  αὐτοῖς,  πλὴν  ἀλλ'  οὐδενὶ  περιβαλεῖ  λυπηρῷ.  Ἵνα  ἡ ἡμέρα, φησὶν,  ὡς
κλέπτης  ὑμᾶς καταλάβῃ.  Ἐπὶ γὰρ ἐγρηγορότων  καὶ ἐν φωτὶ  ὄντων,  κἂν γένηταί  τις εἴσοδος λῃστοῦ, οὐδὲν λυμήνασθαι  δυνήσεται· οὕτω καὶ ἐπὶ τῶν ὀρθῶς ζώντων· ἀλλ' ἐκείνους  τοὺς καθεύδοντας  πάντων  γυμνώσας  ἄπεισι, τοὺς τοῖς  ἐνθάδε  θαῤῥοῦντας. Εἶτα καὶ ἄλλο ὑπὲρ αὐτῶν· ἐπάγει γάρ· Πάντες γὰρ ὑμεῖς, φησὶν, υἱοὶ φωτός  ἐστε καὶ υἱοὶ  ἡμέρας. Καὶ πῶς  ἔνι,  φησὶν,  υἱοὺς  ἡμέρας εἶναι;  Ὡς υἱοὺς  ἀπωλείας,  ὡς  υἱοὺς γεέννης.  ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγε τοῖς Φαρισαίοις· Οὐαὶ ὑμῖν, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν  ξηρὰν, ποιῆσαι ἕνα προσήλυτον·  καὶ ὅταν  γένηται,  ποιεῖτε  αὐτὸν γεέννης υἱόν· καὶ ὁ Παῦλος· ∆ι' ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, τουτέστι, τοὺς τὰ τῆς γεέννης  πράττοντας,  τοὺς τὰ τῆς ἀπειθείας. Ὥσπερ οὖν υἱοὶ τοῦ Θεοῦ οἱ τὰ τῷ Θεῷ δοκοῦντα πράττοντες,  οὕτω καὶ υἱοὶ ἡμέρας καὶ υἱοὶ φωτὸς, οἱ τὰ τοῦ φωτὸς  πράττοντες.  Οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους. Ἄρα οὖν μὴ καθεύδωμεν,  ὡς καὶ οἱ λοιποὶ, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν. Οἱ γὰρ καθεύδοντες, νυκτὸς καθεύδουσι· καὶ  οἱ  μεθυσκόμενοι,  νυκτὸς  μεθύουσιν·  62.450 ἡμεῖς  δὲ  ἡμέρας  ὄντες,  νήφωμεν.
∆είκνυσιν ἐνταῦθα  ὅτι τὸ ἐν ἡμέρᾳ εἶναι ἡμῶν ἐστι. Καὶ ἐνταῦθα μὲν, ἐπὶ τῆς ἡμέρας ταύτης καὶ τῆς νυκτὸς λέγω, οὐχ ἡμῶν ἐστιν, ἀλλὰ καὶ ἀκόντων  ἡμῶν ἔρχεται ἡ νὺξ, καὶ μὴ βουλομένων ὁ ὕπνος ἐφίσταται· ἐπὶ δὲ τῆς νυκτὸς ἐκείνης καὶ τοῦ ὕπνου, οὐκέτι, ἀλλ' ἔξεστι διαπαντὸς ἐγρηγορέναι, ἔξεστι διαπαντὸς ἡμέραν ἄγειν. Τοὺς γὰρ τῆς ψυχῆς ὀφθαλμοὺς  κλεῖσαι, καὶ τὸν ἀπὸ τῆς κακίας ὕπνον  ἐπαγαγεῖν,  οὐκ ἔστι φύσεως, ἀλλὰ προαιρέσεως.   Ἀλλὰ   γρηγορῶμεν,   φησὶ,   καὶ   νήφωμεν.    Ἔξεστι  γὰρ   ἐγρηγορότα καθεύδειν,  μηδὲν  πράττοντα  ἀγαθόν· διὰ  τοῦτο  ἐπήγαγε,  Καὶ νήφωμεν.  Καὶ γὰρ ἐν ἡμέρᾳ ἂν γρηγορῇ τις, μὴ νήφῃ  δὲ, μυρίοις περιπεσεῖται  δεινοῖς,  Ὥστε γρηγορήσεως ἐπίτασις ἡ νῆψίς ἐστιν. Οἱ καθεύδοντες, φησὶ, νυκτὸς καθεύδουσι, καὶ οἱ μεθυσκόμενοι, νυκτὸς μεθύουσι. Μέθην ἐνταῦθά φησιν οὐ τὴν ἀπὸ τοῦ οἴνου μόνον, ἀλλὰ καὶ τὴν ἀπὸ πάντων   τῶν  κακῶν.  Καὶ γὰρ  μέθη  ψυχῆς  πλοῦτος,  καὶ  χρημάτων   ἐπιθυμία,  καὶ σωμάτων  ἔρως, καὶ πᾶν ὅπερ ἂν εἴπῃς, μέθη ψυχῆς ἐστι. ∆ιὰ τί δὲ ὕπνον  τὴν κακίαν ἐκάλεσεν; Ὅτι πρῶτον  μὲν ἀνενέργητός  ἐστι πρὸς τὴν ἀρετὴν ὁ τοιοῦτος· ἔπειτα, ὅτι πάντα φαντασιοῦται,  καὶ οὐδὲν ἀληθὲς ὁρᾷ, ἀλλ' ὀνειράτων  ἐστὶ μεστὸς, καὶ ἀτόπων πολλάκις πραγμάτων· ἂν δέ τι χρηστὸν ἴδῃ, οὐδὲν ἔχει βέβαιον οὐδὲ πεπηγός. Τοιοῦτον ὁ παρὼν βίος ἐστίν· ὀνειράτων  καὶ φαντασίας γέμει. Ὁ πλοῦτος ὄναρ, ἡ δόξα, πάντα τὰ τοιαῦτα. Ὁ καθεύδων,  τὰ μὲν ὄντα καὶ ἀληθῶς  ὑφεστῶτα  οὐχ ὁρᾷ, τὰ δὲ μὴ ὄντα. ὡς ὄντα  φαντασιοῦται.  Τοιαύτη  ἡ  κακία  ἐστὶ, καὶ  ὁ  ἐν  κακίᾳ  βίος· οὐχ  ὁρᾷ  τὰ  ὄντα, τουτέστι, τὰ πνευματικὰ, τὰ οὐράνια, τὰ μένοντα, ἀλλὰ τὰ ῥέοντα καὶ ἀφιπτάμενα  καὶ ἀποπηδῶντα   ταχέως  ἡμῶν.  Οὐκ ἀρκεῖ  δὲ  ἐγρηγορέναι   καὶ  νήφειν,   ἀλλὰ  δεῖ  καὶ καθοπλίζεσθαι. Κἂν γὰρ ἐγρηγορώς τις ᾖ καὶ νήφων,  μὴ ἔχῃ δὲ ὅπλα, ταχέως αὐτὸν οἱ λῃσταὶ κατεργάζονται.  Ὅταν οὖν καὶ ἐγρηγορέναι  χρὴ καὶ νήφειν  καὶ καθοπλίζεσθαι, ἡμεῖς  δὲ ἄοπλοι  καὶ  γυμνοὶ  ὦμεν  καὶ  καθεύδωμεν,  τίς  κωλύσει  ἐκεῖνον  πῆξαι  τὴν μάχαιραν; ∆ιὸ καὶ τοῦτο δηλῶν, ὅτι ὅπλων ἡμῖν δεῖ, ἐπήγαγεν· Ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν,   ἐνδυσάμενοι   θώρακα  πίστεως   καὶ  ἀγάπης·  καὶ  περικεφαλαίαν,   ἐλπίδα σωτηρίας. –Πίστεως καὶ ἀγάπης, φησίν. Ἐνταῦθα βίον μετὰ δογμάτων ὀρθῶν αἰνίττεται. Ὅρα πῶς ἐδήλωσε τί ἐστι τὸ ἐγρηγορέναι καὶ νήφειν,  τὸ ἔχειν θώρακα, φησὶ, πίστεως καὶ  ἀγάπης.  Πίστιν οὐ τὴν  τυχοῦσάν  φησιν,  ἀλλὰ  τὴν  ζέουσαν, τὴν  εἰλικρινῆ,  τὴν ἀχειρώτους   ποιοῦσαν  τοὺς  προβεβλημένους   αὐτήν.  Ὥσπερ  τὸν  θώρακα  οὐδὲν  ἂν διατέμοι ταχέως, ἀλλ' ἔστιν ἀφανὲς τειχίον  τῷ στήθει· οὕτω καὶ σὺ πίστιν καὶ ἀγάπην περιέλασον τῇ ψυχῇ, καὶ οὐδὲν τῶν πεπυρωμένων βελῶν τοῦ διαβόλου ἐμπαγῆναι δυνήσεται. Ἔνθα γὰρ ᾖ προκατειλημμένη  τῷ τῆς ἀγάπης ὅπλῳ τῆς ψυχῆς ἡ δύναμις,
πάντα  εἰκῆ  καὶ  μάτην  κατασκευάζουσιν  οἱ  ἐπιβουλεύοντες.  Οὔτε γὰρ  πονηρία,  οὐκ ἔχθρα, οὐ βασκανία, οὐ κολακεία, οὐχ ὑπόκρισις, οὐκ ἄλλο οὐδὲν καθικέσθαι δυνήσεται τῆς  τοιαύτης  ψυχῆς.  Οὐχ ἁπλῶς  δὲ  ἀγάπην  εἶπεν,  ἀλλ' ὡς  θώρακα  ἰσχυρὸν  εἶπεν ἐνδύσασθαι. Εἶτα οὕτως  εἰ 62.451 πὼν  ἐπάγει· Καὶ περικεφαλαίαν,  ἐλπίδα  σωτηρίας. Καθάπερ γὰρ ἡ περικεφαλαία τὸ καίριον σώζει τῶν ἐν ἡμῖν, τὴν κεφαλὴν περιβάλλουσα καὶ πάντοθεν  στεγάζουσα· οὕτω καὶ ἡ ἐλπὶς τὸν λογισμὸν οὐκ ἀφίησι διαπεσεῖν, ἀλλ' ὀρθὸν ἵστησιν ὥσπερ κεφαλὴν,  οὐδὲν τῶν  ἔξωθεν  εἰς αὐτὸν πεσεῖν ἐῶσα. Ἕως δ' ἂν μηδὲν καταφέρηται, οὐδὲ αὕτη ἐπολισθαίνει· τὸν γὰρ τούτοις πεφραγμένον  τοῖς ὅπλοις οὐκ ἔνι ποτὲ πεσεῖν. Μένει γὰρ, φησὶ, πίστις, ἐλπὶς, ἀγάπη, τὰ τρία ταῦτα. Εἶτα εἰπὼν, ἐνδύσασθε καὶ περιθέσθε, αὐτὸς κατασκευάζει τὰ ὅπλα λοιπὸν, καὶ δείκνυσιν  ὅθεν ἂν τεχθείη πίστις καὶ ἐλπὶς καὶ ἀγάπη, καὶ τὰ ὅπλα ἰσχυρότερα γένοιτο, ἐπάγων καὶ λέγων· Ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ Θεὸς εἰς ὀργὴν, ἀλλ' εἰς περιποίησιν  σωτηρίας διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν.

δʹ. Ὥστε οὐ πρὸς τοῦτο ἐκάλεσεν εἰς τὸ ἀπολέσαι, ἀλλ'  εἰς τὸ σῶσαι. Καὶ ὅτι τοῦτο βούλεται, πόθεν δῆλον; Τὸν Υἱὸν αὐτοῦ ἔδωκεν ὑπὲρ ἡμῶν, φησίν· οὕτως ἡμᾶς ἐπιθυμεῖ σωθῆναι, ὅτι τὸν Υἱὸν αὐτοῦ ἔδωκε, καὶ οὐχ ἁπλῶς ἔδωκεν, ἀλλ' εἰς θάνατον. Ἀπὸ τούτων τῶν λογισμῶν ἡ ἐλπὶς τίκτεται. Μὴ γὰρ ἀπογνῷς, ἄνθρωπε, πρὸς τὸν Θεὸν ἀπερχόμενος τὸν μηδὲ Υἱοῦ φεισάμενον διὰ σέ· μὴ ἀπαγορεύσῃς τοῖς παροῦσι κακοῖς. Ὁ τὸν Μονογενῆ δοὺς, ἵνα σε σώσῃ καὶ τῆς γεέννης ἐξέληται, τίνος φείσεται λοιπὸν ὑπὲρ τῆς  σῆς  σωτηρίας;  Ὥστε ἐλπίζειν  χρὴ  πάντα  χρηστά.  Οὐδὲ γὰρ,  εἰ  πρὸς  δικαστὴν ἀπῄειμεν μέλλοντα κρίνειν ἡμᾶς, καὶ τοσαύτην ἀγάπην ὑπὲρ ἡμῶν ἐπιδεδειγμένον,  ὡς τὸν  υἱὸν  κατασφάξαι,  ἐδείσαμεν  ἄν.  Ἐλπίζωμεν  οὖν  χρηστὰ  καὶ  μεγάλα·  τὸ  γὰρ κεφάλαιον  ἐλάβομεν, εἰ πιστεύομεν. Εἴδομεν γὰρ τὸ ὑπόδειγμα· ἀγαπήσωμεν· ἐσχάτης γὰρ ἀνοίας τὸ μὴ τὸν οὕτω διατεθέντα  ἀγαπῆσαι. Ἵνα, εἴτε γρηγοροῦμεν, φησὶν, εἴτε καθεύδομεν, ἅμα σὺν αὐτῷ ζήσωμεν. ∆ιὸ παρακαλεῖτε  ἀλλήλους,  καὶ οἰκοδομεῖτε  εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.  Καὶ ἀλλαχοῦ  πάλιν,  Εἴτε γρηγοροῦμεν,  εἴτε καθεύδομεν. Ἀλλ' ἕτερον ἐκεῖ τὸν ὕπνον  φησὶ, καὶ ἕτερον ἐνταῦθα· ἐνταῦθα  μὲν γὰρ τὸν θάνατον δηλοῖ τὸν σωματικὸν, ἐκεῖ δὲ τὴν περὶ τὸν βίον ἀμέλειαν. Ὃ οὖν δηλοῖ, τοῦτό ἐστι· Τοὺς κινδύνους  μὴ δεδοίκατε  κἂν ἀποθάνωμεν,  ζησόμεθα. Μὴ ἀπελπίσῃς, ὅτι κινδυνεύεις· ἔχεις  ἐνέχυρον  ἀσφαλές·  οὐκ  ἂν,  εἰ  μὴ σφόδρα ἡμῶν  περιεκαίετο,  τὸν  Υἱὸν αὐτοῦ ἔδωκεν.   Ὥστε  κἂν   ἀποθάνῃς,   ζήσῃ·  καὶ  γὰρ  καὶ  αὐτὸς   ἀπέθανεν.   Ἄν   τε  οὖν ἀποθάνωμεν,  ἄν  τε  ζῶμεν,  μετ' αὐτοῦ  ζησόμεθα. Ἀδιάφορον  τοῦτο  ἔχω·  οὐδέν  μοι μέλει, ἄν τε ζῶ, ἄν τε ἀποθάνω· μετ' ἐκείνου γὰρ ζησόμεθα. Πάντα οὖν ὑπὲρ ἐκείνης πράττωμεν  τῆς ζωῆς, πάντα πρὸς ἐκείνην  ὁρῶντες ἐργασώμεθα. Σκότος ἐστὶν ἡ κακία, ἀγαπητὲ, θάνατός  ἐστι, νύξ ἐστιν, οὐδὲν ὁρῶμεν τῶν  δεόντων,  οὐδὲν πράττομεν  τῶν προσηκόντων. Καθάπερ οἱ νεκροὶ δυσειδεῖς εἰσι καὶ ὀδωδότες, οὕτω καὶ αἱ ψυχαὶ τῶν ἐν κακίᾳ   πολλῆς   εἰσιν   ἀκαθαρσίας   μεσταί·  μέμυκεν   αὐτῶν   τὰ   ὄμματα,   τὸ   στόμα συνείληπται,   ἀκίνητοι   μένουσιν  ἐν  τῇ  κλίνῃ   τῆς  κακίας·  μᾶλλον   δὲ  τῶν   ταῦτα παθόντων ἐλεεινότεροι. Οὗτοι μὲν γὰρ πρὸς ἑκάτερα νεκροὶ, ἐκεῖνοι δὲ πρὸς μὲν ἀρετὴν ἀναίσθητοι, ζῶντες δὲ 62.452 πρὸς κακίαν. Νεκρὸν κἂν πλήξῃ τις, οὐκ αἰσθάνεται. οὐδὲ ἀμύνεται· ἀλλ' ὥσπερ ξύλον αὖον οὕτω καὶ ἡ ψυχὴ αὖον ὄντως ἐστὶν, ἀποβαλοῦσα τὴν ζωήν· μυρία καθ' ἑκάστην ἡμέραν λαμβάνει  τραύματα, καὶ οὐδενὸς  αἰσθάνεται,  ἀλλ' ἀναλγήτως   πρὸς  πάντα   διάκειται.   Οὐκ  ἄν   τις   ἁμάρτοι   τοῖς   μεμηνόσιν   αὐτοὺς παραβάλλων,   τοῖς  μεθύουσι,  τοῖς  παραπαίουσι.  Πάντα  δὲ  ταῦτα  ἔχει  ἡ  κακία,  καὶ πάντων  ἐστὶ χαλεπωτέρα.  Ὁ μαινόμενος  ἔχει πολλὴν  συγγνώμην  παρὰ τῶν ὁρώντων·
οὐ γάρ ἐστι προαιρέσεως τὸ νόσημα, ἀλλὰ φύσεως μόνης· ὁ δὲ ἐν κακίᾳ διάγων, πόθεν συγγνωσθήσεται; Πόθεν, οὖν ἡ κακία; πόθεν οἱ πλείους κακοί; Πόθεν, ἐρωτᾷς; εἰπέ μοι σὺ, πόθεν  ἡ  κακία  τῶν  νοσημάτων;  πόθεν  φρενῖτις;  πόθεν  ὕπνος  βαρύς;  οὐχὶ  ἐξ ἀπροσεξίας; Εἰ τὰ φυσικὰ νοσήματα ἀπὸ προαιρέσεως ἔχει τὴν ἀρχὴν, πολλῷ μᾶλλον τὰ προαιρετικά. Ἡ μέθη πόθεν; οὐχὶ ἐξ ἀκρασίας ψυχῆς; ἡ φρενῖτις  οὐχὶ ἀπὸ ὑπερβολῆς πυρετοῦ; ὁ δὲ πυρετὸς οὐχὶ ἀπὸ πλεοναζόντων ἐν ἡμῖν στοιχείων; ἡ πλεονεξία  δὲ τῶν ἐν ἡμῖν στοιχείων  οὐχὶ ἐξ ἀπροσεξίας; Ὅταν γὰρ ἢ ἐνδείᾳ, ἢ πλεονεξίᾳ εἰς ἀμετρίαν τι τῶν  ἐν ἡμῖν ἐξαγάγωμεν,  ἀνάπτομεν  ἐκεῖνο τὸ πῦρ. Πάλιν, ἂν τῆς φλογὸς  ἁφθείσης, ἐπιμένωμεν    καταφρονοῦντες,    καθ'   ἑαυτῶν   ἐργαζόμεθα   πυρὰν,   ἣν   οὐδὲ   σβέσαι δυνάμεθα. Οὕτω καὶ ἐπὶ τῆς κακίας γίνεται· ὅταν ἀρξαμένην αὐτὴν μὴ κωλύωμεν, μηδὲ ἐκκόπτωμεν,  οὐδὲ ἐφικέσθαι  δυνάμεθα  τοῦ τέλους  λοιπὸν,  ἀλλὰ  μείζων  γίνεται  τῆς ἡμετέρας ἰσχύος. ∆ιὸ, παρακαλῶ, πάντα πράττωμεν,  ὥστε μηδέποτε ἀπονυστάξαι. Οὐχ ὁρᾶτε τοὺς φύλακας,  ὅτι πολλάκις  μικρὸν ἑαυτοὺς δόντες τῷ ὕπνῳ, οὐδὲν ἀπώναντο τῆς πολλῆς  φυλακῆς;  δι' ἐκείνου  γὰρ τοῦ μικροῦ τὸ πᾶν διέφθειραν,  τῷ βουλομένῳ κλέψαι πολλὴν δόντες τὴν ἄδειαν. Καθάπερ γὰρ οὐχ οὕτως ἡμεῖς τοὺς κλέπτας ὁρῶμεν, ὡς ἐκεῖνοι ἡμᾶς ὁρῶσιν· οὕτω καὶ ὁ διάβολος μάλιστα πάντων  ἐφέστηκε καὶ ἐνεδρεύει, καὶ τρίζει τοὺς ὀδόντας. Μὴ νυστάξωμεν  τοίνυν· μὴ εἴπωμεν, παρὰ τοῦτο οὐδὲν, παρ' ἐκεῖνο οὐδέν. Ὅθεν οὐ προσεδοκήσαμεν, πολλάκις  ἐσυλήθημεν. Οὕτω καὶ ἐπὶ κακίας· ὅθεν οὐ προσεδοκήσαμεν, ἀπωλόμεθα. Πάντα περισκοπῶμεν ἀκριβῶς, μὴ μεθυσκώμεθα, καὶ οὐχ ὑπνώσομεν· μὴ τρυφῶμεν,  καὶ οὐ καθευδήσομεν· μὴ μαινώμεθα  πρὸς τὰ ἔξω, καὶ ἐν νήψει  διατελέσομεν.  Ῥυθμίζωμεν  ἑαυτοὺς πάντοθεν.  Καὶ καθάπερ ἐπὶ σχοίνου τεταμένης  βαδίζοντας  οὐκ ἔνι ῥᾳθυμῆσαι οὐδὲ μικρόν· τὸ γὰρ μικρὸν μέγα ἐργάζεται κακόν· περιτραπεὶς  γὰρ εὐθέως  κατηνέχθη  καὶ ἀπώλετο·  οὕτως  οὐδὲ ἡμᾶς  δυνατὸν ῥᾳθυμεῖν. Στενὴν βαδίζομεν ὁδὸν ὑπὸ κρημνῶν  ἑκατέρωθεν  ἀπειλημμένην,  ὁμοῦ δύο πόδας οὐ δεχομένην. Ὁρᾷς πόσης ἡμῖν ἀκριβείας δεῖ; Οὐχ ὁρᾷς τοὺς τὰς ἀμφικρήμνους ὁδοιποροῦντας   ὁδοὺς,  πῶς   οὐ  τοὺς  πόδας  ἀσφαλίζονται   μόνον,   ἀλλὰ   καὶ  τοὺς ὀφθαλμούς;  Ἂν  γὰρ  δόξῃ  ἑτέρωθι  προσέχειν  αὐτὸν,  κἂν  ὁ  ποῦς  βεβαίως  ἑστήκῃ, ἰλιγγιάσας ἀπὸ τοῦ βάθους ὁ ὀφθαλμὸς τὸ πᾶν κατήνεγκεν.  Ἀλλ' ἑαυτῷ δεῖ προσέχειν, καὶ τῇ βαδίσει· διὰ τοῦτό φησι. Μήτε δεξιὰ, μήτε ἀριστερά. Πολὺς ὁ βυθὸς τῆς κακίας ἐστὶ, μεγάλοι  οἱ κρημνοὶ, πολὺ κάτω σκότος, στενὴ ἡ ὁδός· προσέχωμεν  μετὰ φόβου, μετὰ  τρόμου  περιπατῶμεν.  Οὐδεὶς τοιαύτην  ὁδεύων  ὁδὸν,  ἐκκέχυται  γέλωτι,  οὐδὲ
βαρεῖται  μέθῃ, ἀλλ' ἐν νήψει  καὶ προσοχῇ τὴν  τοιαύτην  ὁδεύει  ὁδόν· οὐδεὶς τοιαύτην  ὁδεύων  ὁδὸν,  ἐπιφέρεταί  τι  τῶν  περιττῶν·  ἀγαπητὸν  γὰρ  εὔζωνον  ὄντα δυνηθῆναι   διαδραμεῖν·  οὐδεὶς  συμποδίζει  τοὺς  πόδας  τοὺς  ἑαυτοῦ,  ἀλλ'  εὐλύτους ἀφίησιν.

εʹ. Ἡμεῖς  δὲ  μυρίαις  φροντίσιν  ἑαυτοὺς  καταδεσμοῦντες,  καὶ  μυρία  φορτία βιωτικὰ   ἐπιφερόμενοι,   κεχηνότες   καὶ  ἐκκεχυμένοι   πῶς  τὴν  στενὴν  προσδοκῶμεν βαδίζειν ὁδόν; Οὐχ ἁπλῶς εἶπεν, ὅτι στενή ἐστιν ἀλλὰ μετὰ θαυμασμοῦ· Τί στενὴ ἡ ὁδός· τουτέστι, σφόδρα στενή. Τοῦτο καὶ ἡμεῖς ποιοῦμεν  ἐπὶ τῶν  πάνυ θαυμαζομένων.  Καὶ πάλιν,  Τεθλιμμένη,  φησὶν,  ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν  ζωήν.  Καὶ καλῶς  εἶπε στενή. Ὅταν  γὰρ  καὶ  ῥημάτων  καὶ  ἐννοιῶν  καὶ  πράξεων  καὶ  πάντων  ὀφείλομεν  εὐθύνας ὑπέχειν, στενὴ ὄντως ἐστί. Στενοτέραν δὲ αὐτὴν ποιοῦμεν ἡμεῖς, πλατύνοντες ἑαυτοὺς καὶ εὐρύνοντες καὶ τοὺς πόδας ἐκχέοντες. Ἡ γὰρ στενὴ παντὶ μὲν δυσχερὴς, μάλιστα δὲ τῷ λιπαινομένῳ, ὡς ὅ γε κατατήκων  ἑαυτὸν, οὐδὲ αἰσθήσεται τῆς στενοχωρίας· ὥστε ὁ μεμελετηκὼς   θλίβεσθαι,  οὐδὲ  ἀποδυσπετήσει  πρὸς  τὸ  πιέζεσθαι.  Μὴ  τοίνυν   μετὰ
ἀνέσεως  προσδοκάτω  τις  τὸν  οὐρανὸν  ὄψεσθαι·  οὐ  γὰρ  ἔνι.  Μηδεὶς  μετὰ  τρυφῆς ἐλπιζέτω  τὴν στενὴν ὁδεύειν  ὁδόν· οὐ γὰρ δυνατόν.  Μηδεὶς τὴν εὐρύχωρον  βαδίζων, τὴν ζωὴν ἐλπιζέτω. Ὅταν οὖν ἴδῃς λουτροῖς, τραπέζῃ πολυτελεῖ, ἢ δορυφορίαις ἐντρυφῶντα τὸν δεῖνα, μὴ ταλανίσῃς σαυτὸν, ὡς οὐ μετέχοντα τούτων, ἀλλὰ στέναξον ἐκεῖνον,  ὅτι τὴν ἀπολλυμένην  ὁδεύει ὁδόν. Τί γὰρ ὄφελος  ταύτης τῆς ὁδοῦ, ὅταν εἰς θλῖψιν τελευτᾷ; ποῖον δὲ βλάβος ἀπ' ἐκείνης τῆς στενοχωρίας, ὅταν εἰς ἄνεσιν ἔρχηται; Εἰπέ μοι, εἴ τις εἰς τὰ βασίλεια καλούμενος, διὰ στενωπῶν  θλιβερῶν  καὶ ἀποκρήμνων βαδίζοι, ἕτερος δέ τις τὴν ἐπὶ θάνατον  ἀγόμενος  διὰ μέσης ἕλκοιτο  τῆς ἀγορᾶς, τίνα μακαριοῦμεν, τίνα στενάξομεν; οὐ τὸν διὰ τῆς εὐρυχώρου βαδίζοντα; Οὕτω καὶ νῦν, μὴ τοὺς τρυφῶντας  μακαρίζωμεν, ἀλλὰ τοὺς μὴ τρυφῶντας· οὗτοι πρὸς τὸν οὐρανὸν σπεύδουσιν, ἐκεῖνοι πρὸς τὴν γέενναν.  Καὶ ἴσως μὲν αὐτῶν πολλοὶ  καὶ γελάσονται  τὰ παρ' ἡμῶν λεγόμενα· ἐγὼ δὲ μάλιστα διὰ τοῦτο ὀδύρομαι καὶ θρηνῶ, ὅτι οὐδὲ ἴσασιν ἐφ' οἷς χρὴ γελᾷν, ὑπὲρ ὧν ἐχρῆν μάλιστα πενθεῖν· ἀλλὰ πάντα συγχέουσι καὶ ταράττουσι καὶ   θορυβοῦσι.   ∆ιὰ   ταῦτα   αὐτοὺς   ἐγὼ   θρηνῶ.   Τί   λέγεις,   ἄνθρωπε;   μέλλων ἀναστήσεσθαι, καὶ λόγον ὑφέξειν τῶν σοι πεπραγμένων, καὶ τὴν ἐσχάτην ὑποστήσεσθαι δίκην, τούτων  μὲν οὐδένα λόγον ποιῇ, γαστρίζεσθαι δὲ μελετᾷς καὶ μεθύειν, καὶ πρὸς τούτοις  γελᾷς;  Ἀλλ' ἐγώ  σε θρηνῶ,  τὰ  μένοντά  σε ἐπιστά  62.454 μενος  κακὰ, τὴν διαδεξομένην σε τιμωρίαν· καὶ διὰ τοῦτο θρηνῶ μάλιστα, ὅτι γελᾷς. Πένθησον σὺν ἐμοὶ, θρήνησον μετ' ἐμοῦ τὰ σὰ κακά. Εἰπέ μοι, ἐάν τίς σοι τῶν οἰκείων ἀπόληται, οὐχὶ τοὺς μὲν γελῶντας  ἐπὶ τῇ τελευτῇ καὶ ἀποστρέφῃ, καὶ ἐχθροὺς ἡγῇ, τοὺς δὲ δακρύοντας καὶ συμπενθοῦντας  φιλεῖς; Εἶτα τῆς μὲν γυναικὸς προκειμένης νεκρᾶς, τὸν γελῶντα ἀποστρέφῃ,  τῆς  δὲ ψυχῆς  σοι τεθανατωμένης,  τὸν  δακρύοντα  ἀποστρέφῃ,  γελᾷς  δὲ αὐτός;  Ὁρᾷς πῶς  ἡμᾶς  διέθηκεν  ὁ διάβολος,  ἐχθροὺς  ἑαυτοῖς  εἶναι  καὶ  πολεμίους; Ἀνανήψωμέν  ποτε, διαβλέψωμεν,  γρηγορήσωμεν, ἐπιλαβώμεθα  τῆς αἰωνίου ζωῆς, τὸν πολὺν ὕπνον ἀποτιναξώμεθα.  Κρίσις ἐστὶ, κόλασίς ἐστιν, ἀνάστασίς ἐστιν, ἐξέτασις τῶν πεπραγμένων·   ὁ  Κύριος ἔρχεται  ἐν  νεφέλαις,  Πῦρ ἐνώπιον   αὐτοῦ  καυθήσεται,  καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρὰ, φησί· ποταμὸς πυρὸς σύρεται ἔμπροσθεν αὐτοῦ, σκώληξ ἀτελεύτητος, πῦρ ἄσβεστον, σκότος ἐξώτερον, βρυγμὸς τῶν ὀδόντων. Κἂν μυριάκις ἐπὶ τούτοις  δυσχεραίνητε,  ἐγὼ λέγων  οὐ παύσομαι. Εἰ γὰρ λιθαζόμενοι  οἱ προφῆται  οὐκ ἐσίγων, πολλῷ μᾶλλον ἡμᾶς ἀπεχθείας δεῖ φέρειν, καὶ μὴ πρὸς χάριν ὑμῖν ὁμιλεῖν, ἵνα μὴ     ἀπατήσαντες     ὑμᾶς,     αὐτοὶ     διχοτομηθῶμεν.     Ἐκεῖ    κόλασίς     ἐστιν     ἀθάνατος, ἀπαραμύθητος·  ὁ  προστησόμενος  οὐδείς.  Τίς  ἐλεήσει,  φησὶν,  ἐπαοιδὸν  ὀφιόδηκτον; Ὅταν  ἡμεῖς  ἑαυτοὺς  μὴ  ἐλεήσωμεν,  τίς  ἐλεήσει,  εἰπέ  μοι;  Ἐὰν  ἴδῃς  τινὰ  ξίφος ἐλαύνοντα  δι' ἑαυτοῦ, τούτου δυνήσῃ φείδεσθαί ποτε; Οὐδαμῶς· πολλῷ  μᾶλλον, ὅταν παρὸν ᾖ κατορθῶσαι, καὶ μὴ κατορθώσωμεν,  τίς ἡμῶν  φείσεται; Οὐδείς. Ἐλεήσωμεν ἑαυτούς· ὅταν εὐχώμεθα τῷ Θεῷ λέγοντες, Ἐλέησόν με, Κύριε, λέγωμεν  πρὸς ἑαυτοὺς, καὶ ἑαυτοὺς ἐλεήσωμεν. Ἡμεῖς ἐσμεν κύριοι τοῦ τὸν Θεὸν ἡμᾶς ἐλεῆσαι· αὐτὸς ἡμῖν τοῦτο ἐχαρίσατο. Ἐὰν ἄξια ἐλέους πράττωμεν, ἐὰν ἄξια φιλανθρωπίας τῆς παρ' αὐτοῦ, ἐλεήσει ἡμᾶς ὁ Θεός· ἐὰν  δὲ ἑαυτοὺς  μὴ ἐλεῶμεν,  τίς  ἡμῶν  φείσεται; Ἐλέησον τὸν πλησίον, καὶ ἐλεηθήσῃ παρ' αὐτοῦ τοῦ Θεοῦ. Πόσοι καθ' ἑκάστην ἡμέραν προσέρχονται λέγοντες,  Ἐλέησόν με, καὶ  οὐδὲ ἐπιστρέφῃ;  πόσοι γυμνοὶ,  πόσοι ἀνάπηροι,  καὶ  οὐκ ἐπικαμπτόμεθα, ἀλλὰ παραπεμπόμεθα αὐτῶν τὰς ἱκετηρίας; Πῶς οὖν ἀξιοῖς ἐλεηθῆναι, αὐτὸς οὐδὲν ἄξιον ἐλέου ποιῶν; Γενώμεθα οἰκτίρμονες, γενώμεθα ἐλεήμονες· ἵν' οὕτως εὐαρεστήσωμεν τῷ  Θεῷ, καὶ ἐπιτύχωμεν  τῶν  ἐπηγγελμένων ἀγαθῶν  τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα
τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας  τῶν  αἰώνων.
Ἀμήν.




ΟΜΙΛΙΑ Ιʹ.

Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοὶ, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν, καὶ προϊσταμένους ὑμῶν ἐν Κυρίῳ, καὶ νουθετοῦντας  ὑμᾶς, καὶ ἡγεῖσθαι αὐτοὺς ὑπὲρ ἐκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν· εἰρηνεύετε ἐν αὐτοῖς.

αʹ. Πολλὰς  ἀνάγκη  τὸν  ἄρχοντα  μικροψυχιῶν   ἀφορμὰς  ἔχειν·  καὶ  καθάπερ ἰατρῶν  παῖδες  πολλὰ  λυπεῖν  ἀναγκάζονται  τοὺς  κάμνοντας,  καὶ σιτία καὶ φάρμακα κατασκευάζοντες,  ἡδονὴν  μὲν  οὐκ  ἔχοντα,  πολλὴν  δὲ  τὴν  ὠφέλειαν·  καὶ  καθάπερ πατέρες πολλαχοῦ τοῖς υἱοῖς εἰσι φορτικοί· οὕτω καὶ οἱ διδάσκαλοι, καὶ πολλῷ μᾶλλον. Ὁ μὲν γὰρ ἰατρὸς κἂν πρὸς τὸν κάμνοντα  ἀπεχθάνηται,  ἀλλὰ πρὸς τοὺς προσήκοντας αὐτῷ  καὶ ἐπιτηδείους  ἔχει  ἡδέως, καὶ πρὸς αὐτὸν  δὲ πολλάκις  τὸν  κάμνοντα· καὶ ὁ πατὴρ δὲ ἀπό τε τῶν  τῆς φύσεως, ἀπό τε τῶν  νόμων  τῶν  ἔξωθεν  μετὰ πολλῆς  τῆς εὐκολίας κέχρηται τῇ κατὰ τοῦ παιδὸς ἀρχῇ· κἂν ἄκοντα παιδεύσῃ καὶ ἐπιπλήξῃ, οὐδεὶς ὁ κωλύσων, ἀλλ' οὐδὲ αὐτὸς ἐκεῖνος ἀντιβλέψαι  δυνήσεται· ἐπὶ δὲ τοῦ ἱερέως πολλὴ ἡ δυσκολία. Πρῶτον μὲν οὖν ἑκόντων ἄρχειν ὀφείλει, καὶ χάριν αὐτῷ τῆς ἀρχῆς εἰδότων· τοῦτο δὲ οὐκ ἔνι συμβαίνειν ταχέως. Ὁ γὰρ ἐλεγχόμενος  καὶ ἐπιτιμώμενος,  οἷος ἂν ᾖ, πάντως τὴν χάριν ἀφεὶς, ἀπεχθῶς ἔχει· ὡσαύτως καὶ ὁ παραινούμενος, καὶ ὁ νουθετούμενος,  καὶ ὁ παρακαλούμενος ποιήσει. Ἂν εἴπω τοίνυν· Χρήματα κένωσον εἰς τοὺς δεομένους, ἐπαχθὲς εἶπόν τι καὶ φορτικόν· ἂν εἴπω· Κόλασον τὴν ὀργὴν, σβέσον τὸν θυμὸν, παῦσον τὴν  ἄτοπον  ἐπιθυμίαν,  ὑπότεμε τῆς τρυφῆς  μέρος μικρὸν, πάντα φορτικὰ καὶ ἐπαχθῆ. Κἂν κολάσω ῥᾳθυμοῦντα, ἢ τῆς ἐκκλησίας ἀπαγάγω, ἢ τῆς κοινῆς εὐχῆς ἀπείρξω, ἀλγεῖ, οὐ διὰ τὸ τούτων  ἐκπεσεῖν, ἀλλὰ διὰ τὴν κοινὴν  αἰσχύνην. Καὶ τοῦτο γὰρ τῆς νόσου ἐπίτασις, ὅτι τῶν πνευματικῶν  κωλυόμενοι,  οὐ διὰ τὴν στέρησιν τῶν τοσούτων ἀγαθῶν ἀλγοῦμεν, ἀλλὰ διὰ τὴν τῶν ὁρώντων  αἰσχύνην· οὐ φρίττομεν, οὐ  δεδοίκαμεν  τὸ  πρᾶγμα.  ∆ιὰ  τοῦτο  ἄνω  καὶ  κάτω  Παῦλος  περὶ  τούτων   πολλὰ διαλέγεται.  Καὶ ὁ μὲν Χριστὸς αὐτοὺς μετὰ τοσαύτης ὑπέταξε τῆς ἀνάγκης, ὡς εἰπεῖν· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι. Πάντα οὖν, ὅσα ἂν λέγωσιν  ὑμῖν τηρεῖν, τηρεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν  μὴ ποιεῖτε. Καὶ πάλιν, ἡνίκα τὸν λεπρὸν ἐθεράπευσεν, ἔλεγεν· Ὕπαγε, δεῖξον σαυτὸν τῷ ἱερεῖ, καὶ προσένεγκαι τὸ δῶρόν σου, ὃ προσέταξε Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς. Καὶ μὴν σὺ λέγεις· Ποιεῖτε αὐτὸν υἱὸν γεέννης  διπλότερον  ὑμῶν. ∆ιὰ τοῦτο εἶπον, φησὶν, Ἃ ποιοῦσι, μὴ ποιεῖτε. Πᾶσαν τοίνυν  ἐξέκλεισε πρόφασιν  τῷ  ἀρχομένῳ  ὁ Χριστός. Οὗτος δὲ καὶ Τιμοθέῳ γράφων ἔλεγεν·  Οἱ  καλῶς   προεστῶτες  πρεσβύτεροι  διπλῆς   τιμῆς  ἀξιούσθωσαν.  Καὶ  πρὸς Ἑβραίους δὲ γράφων ἔλεγε· Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε· καὶ ἐνταῦθα πάλιν· Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοὶ, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν, καὶ προϊσταμένους ὑμῶν ἐν Κυρίῳ. Ἐπειδὴ γὰρ εἶπεν· Οἰκοδομεῖτε εἷς τὸν ἕνα, ἵνα μὴ νομίσωσιν, ὅτι εἰς τὸ τῶν  διδασκάλων  ἀξίωμα  αὐτοὺς ἀνήγαγε,  τοῦτο ἐπήγαγε,  μονονουχὶ  λέγων,  ὅτι Καὶ ὑμῖν ἐπέτρεψα οἰκοδομεῖν  ἀλλήλους·  οὐ γὰρ δυνατὸν  πάντα  τὸν δι 62.456 δάσκαλον εἰπεῖν.  Τοὺς  κοπιῶντας,   φησὶν,  ἐν  ὑμῖν,  καὶ  προϊσταμένους  ὑμῶν  ἐν  Κυρίῳ, καὶ
νουθετοῦντας  ὑμᾶς. Καὶ πῶς οὐκ ἄτοπον, φησί; Τί λέγεις; σὺ μὲν, ἂν μὲν ἄνθρωπός σου προστῇ πρὸς ἄνθρωπον,  πάντα  πράττεις,  πᾶσαν ὁμολογεῖς  χάριν· οὗτος δὲ πρὸς τὸν Θεὸν προΐσταταί σου, καὶ οὐχ ὁμολογεῖς χάριν; Καὶ πῶς προΐσταται, φησίν; Ὅτι εὔχεται ὑπὲρ σοῦ, ὅτι τῇ πνευματικῇ  δωρεᾷ τῇ διὰ τοῦ βαπτίσματος ὑπηρετεῖται, ἐπισκέπτεται, παραινεῖ καὶ νουθετεῖ, μέσαις νυξὶν, ἂν καλέσῃς, ἥκει, οὐδὲν ἄλλο ἢ μόνον ὑπόκειταί σου τῷ στόματι, καὶ τὰς βλασφημίας φέρει τὰς παρὰ σοῦ. Ποίαν εἶχεν ἀνάγκην; καλῶς ἐποίησεν, ἢ κακῶς; Σὺ μὲν καὶ γυναῖκα ἔχεις, καὶ τρυφᾷς, καὶ βίον αἱρῇ ἐμπορικόν· ὁ δὲ ἱερεὺς πρὸς τοῦτο ἑαυτὸν ἀπησχόλησεν· οὐδεὶς αὐτῷ βίος ἕτερος, ἀλλὰ περὶ τὴν Ἐκκλησίαν στρέφεται. Ἡγεῖσθαι αὐτοὺς, φησὶν, ὑπὲρ ἐκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν· εἰρηνεύετε ἐν αὐτοῖς. Ὁρᾷς πῶς οἶδε μικροψυχίας γινομένας; Μὴ ἁπλῶς, φησὶν, ἀγαπᾶτε, ἀλλ',  ὑπὲρ ἐκπερισσοῦ, ὡσανεὶ παῖδες πατέρας. ∆ιὰ γὰρ αὐτῶν  ἐτέχθητε  τὴν γέννησιν τὴν αἰώνιον, δι' αὐτῶν τῆς βασιλείας ἐπετύχετε, διὰ τῶν χειρῶν αὐτῶν πάντα γίνεται, δι' αὐτῶν ὑμῖν πύλαι οὐράνιαι ἀνοίγονται.  Μηδεὶς στασιαζέτω, μηδεὶς φιλονεικείτω. Ὁ τὸν Χριστὸν ἀγαπῶν, οἷος ἂν ᾖ ὁ ἱερεὺς, ἀγαπήσει αὐτὸν, ὅτι δι' αὐτοῦ τῶν  φρικτῶν  μυστηρίων  ἐπέτυχεν.  Εἰπέ μοι, εἰ βουληθεὶς  ἰδεῖν  τὰ βασίλεια  πολλῷ καταλάμποντα  τῷ χρυσῷ, καὶ περιαστράπτοντα  τῇ τῶν  λίθων  αἴγλῃ,  εὕροις τὸν τὰς κλεῖς ἔχοντα, ὁ δὲ παρακληθεὶς, εὐθέως ἤνοιξε, καὶ παρέπεμψέ σε ἔνδον, οὐχὶ πάντων ἂν αὐτὸν προετίθεις; οὐχὶ τῶν ὀφθαλμῶν  ἴσον ἠγάπησας; οὐχὶ ἐφίλεις; Τὸν οὐρανόν σοι ἀνέῳξεν  οὗτος, καὶ οὐ φιλεῖς  καὶ περιέπεις; Εἰ γυναῖκα  ἔχοις, οὐχὶ τὸν προξενήσαντα ποθεῖς  πάντων  μάλιστα; Οὕτως, εἰ φιλεῖς  τὸν  Χριστὸν, εἰ φιλεῖς  τὴν  βασιλείαν  τῶν οὐρανῶν,  ἐπίγνωθι   διὰ  τίνων   ἔσχες  αὐτήν.  ∆ιὰ  τοῦτό  φησι.  ∆ιὰ  τὸ  ἔργον  αὐτῶν· εἰρηνεύετε ἐν αὐτοῖς. Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοὶ, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖτε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας.

βʹ. Ἐνταῦθα πρὸς τοὺς ἄρχοντας  διαλέγεται.  Νουθετεῖτε, φησὶ, τοὺς ἀτάκτους· τουτέστι, μὴ ἀπὸ ἐξουσίας, μηδὲ ἀπὸ αὐθαδείας ἐπιπλήσσετε, ἀλλὰ μετὰ ἐπιεικείας, μετὰ ἡμερότητος. Παραμυθεῖσθε τοὺς ὀλιγοψύχους,  ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. Ὁ γὰρ αὐστηρῶς ἐπιπληττόμενος, ἀπεγνωκὼς  ἑαυτοῦ, θρασύτερος γίνεται καταφρονῶν·  διὰ τοῦτο  τῇ νουθεσίᾳ  χρὴ ἡδὺ κατασκευάζειν  τὸ φάρμακον.  Τίνες δέ εἰσιν οἱ ἄτακτοι; Πάντως οἱ παρὰ τὸ τῷ Θεῷ δοκοῦν πράττοντες.  Τάξεως γάρ ἐστι τῆς στρατιωτικῆς ἁρμοδιωτέρα αὕτη ἡ τάξις τῆς Ἐκκλησίας. Ὥστε καὶ ὁ λοίδορος ἄτακτος, καὶ ὁ μέθυσος ἄτακτος καὶ ὁ πλεονέκτης καὶ πάντες οἱ ἁμαρτάνοντες· οὐ γὰρ τεταγμένα βαδίζουσιν ἐν τῇ 62.457 φάλαγγι, ἀλλὰ παράφορα· διὸ καὶ περιτρέπονται. Ἀλλ' ἔστι καὶ ἕτερον  εἶδος  τῶν  κακῶν,  οὐ  τοιοῦτον   μὲν,  κακία  δὲ  καὶ  αὐτό.  Ποῖον  τοῦτο;  Ἡ μικροψυχία·  καὶ  γὰρ  καὶ  αὕτη  ὁμοίως  τῇ  ῥᾳθυμίᾳ  ἀπόλλυσιν.  Ὁ μὴ  φέρων  ὕβριν, ὀλιγόψυχος· ὁ μὴ φέρων πειρασμὸν, ὀλιγόψυχος· οὗτός ἐστιν ὁ ἐπὶ τῆς πέτρας σπαρείς. Ἔστι καὶ ἄλλο εἶδος, τὸ τῆς ἀσθενείας. Ἀντέχεσθε, φησὶ, τῶν ἀσθενῶν, ἀσθενῶν λέγων τῶν περὶ πίστιν· γίνεται γὰρ ἀσθένεια καὶ περὶ αὐτήν. Ἀλλ' ὅρα πῶς οὐκ ἀφίησιν αὐτοὺς διαπτύεσθαι.     Καὶ    ἀλλαχοῦ     δὲ     γράφων     ἔλεγε,     Τοὺς    ἀσθενοῦντας     τῇ     πίστει προσλαμβάνεσθε. Καὶ γὰρ ἐν τοῖς σώμασι τοῖς ἡμετέροις τὸ ἀσθενοῦν μέρος οὐκ ἐῶμεν ἀπολέσθαι.  Μακροθυμεῖτε, φησὶ, πρὸς πάντας.  Τί οὖν; καὶ  πρὸς τοὺς  ἀτάκτους;  Καὶ σφόδρα· οὐδὲν γὰρ τούτου φαρμάκου ἴσον διδασκάλῳ μάλιστα, οὐδὲν οὕτω τοῖς ἀρχομένοις ἐπιτήδειον· πάντως ἐντρέψαι δύναται, πάντως δυσωπῆσαι, καὶ τὸν πάντων ἀγριώτερον καὶ ἀναισχυντότερον.  Ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ. Εἰ κακὸν ἀντὶ κακοῦ οὐ χρὴ ἀποδιδόναι, πολλῷ  μᾶλλον  κακὸν ἀντὶ ἀγαθοῦ, πολλῷ  μᾶλλον  μὴ προϋπάρξαντος   κακοῦ,  ἀποδοῦναι   κακόν.  Ἀλλ'  ὁ  δεῖνα,  φησὶ,  πονηρός  ἐστι,  καὶ
ἐλύπησε, καὶ πολλά με ἠδίκησε. Βούλει αὐτὸν ἀμύνασθαι; μὴ ἀνταποδῷς· ἔασον ἀτιμώρητον.  Ἆρα μέχρι τούτου; Οὐδαμῶς. Ἀλλὰ πάντοτε  τὸ ἀγαθὸν  διώκετε,  καὶ εἰς ἀλλήλους, καὶ εἰς πάντας. Αὕτη μείζων ἡ φιλοσοφία, μὴ μόνον κακοῖς μὴ ἀμύνεσθαι τὰ κακὰ,  ἀλλὰ  ἀγαθοῖς·  αὕτη  γάρ  ἐστιν  ὄντως   ἄμυνα  κἀκείνῳ   βλάβην  ἔχουσα,  καὶ ὠφέλειάν  σοι· μᾶλλον δὲ κἀκείνῳ πολλὴν τὴν ὠφέλειαν,  ἐὰν θέλῃ. Καὶ ἵνα μὴ νομίσῃς ὅτι περὶ τῶν  πιστῶν  μόνων  τοῦτο εἴρηται, διὰ τοῦτο εἶπε· Καὶ εἰς ἀλλήλους,  καὶ εἰς πάντας.   Πάντοτε  χαίρετε.  Τοῦτο  περὶ  τῶν   πειρασμῶν   τῶν   θλῖψιν   ἐμποιούντων. Ἀκούετε, ὅσοι πενίᾳ περιπεπτώκατε,  ὅσοι λυπηροῖς  πράγμασιν· ἀπὸ τούτων  γὰρ χαρὰ τίκτεται.  Ὅταν  γὰρ τοιαύτην  ἔχωμεν  ψυχὴν,  ὥστε μηδένα  ἀμύνεσθαι,  ἀλλὰ  πάντας εὐεργετεῖν, πόθεν, εἰπέ μοι, τὸ τῆς λύπης κέντρον παρεισελθεῖν δυνήσεται; Ὁ γὰρ οὕτω χαίρων τῷ παθεῖν κακῶς, ὡς καὶ εὐεργεσίαις ἀμύνεσθαι τὸν πεποιηκότα κακῶς, πόθεν δυνήσεται  ἀνιαθῆναι  λοιπόν;  Καὶ πῶς οἷόν τε τοῦτο, φησίν; Ἂν  ἐθέλωμεν,  δυνατόν. Εἶτα καὶ τὴν ὁδὸν ἔδειξεν· Ἀδιαλείπτως  προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα Θεοῦ. Τὸ ἀεὶ εὐχαριστεῖν, τοῦτο φιλοσόφου ψυχῆς. Ἔπαθές τι κακόν; Ἀλλ' ἐὰν θέλῃς, οὐκ ἔστι κακόν· εὐχαρίστησον τῷ Θεῷ, καὶ μετεβλήθη τὸ κακὸν εἰς ἀγαθόν· εἰπὲ καὶ σὺ ὡς Ἰώβ· Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον  εἰς τοὺς αἰῶνας.  Τί γὰρ, εἰπέ μοι, τοιοῦτον  πέπονθας; νόσος ἐπέπεσεν; ἀλλ' οὐδὲν ξένον· θνητὸν  γὰρ ἡμῖν τὸ σῶμα καὶ παθητόν. Ἀλλὰ πενία συνήντησε χρημάτων;  ἀλλὰ καὶ ταῦτα κτητὰ καὶ ἀπόκτητα, καὶ ἐνταῦθα  μένοντα.  Ἀλλ'  ἐπιβουλαὶ  καὶ  συκοφαντίαι   παρ'  ἐχθρῶν;  ἀλλ'  οὐχ  ἡμεῖς ἠδικήμεθα ἐν τούτοις, ἀλλ' ἐκεῖνοι οἱ πεποιηκότες· Ψυχὴ γὰρ, φησὶν, ἡ ἁμαρτάνουσα, αὐτὴ καὶ ἀποθανεῖται. Ἥμαρτε δὲ οὐχ ὁ παθὼν κακῶς, ἀλλ' ὁ ποιήσας κακῶς. Οὐ τοίνυν τὸν ἀποθανόντα  ἀμύνεσθαι χρὴ, ἀλλ' εὔχεσθαι ὑπὲρ αὐτοῦ, ὥστε αὐτὸν ἐξελέσθαι τοῦ θανάτου. Οὐχ ὁρᾶτε τὴν μέλισσαν, ὅτι πλήττουσα ἐπαποθνήσκει τῷ κέντρῳ; ∆ι' ἐκείνου τοῦ ζώου παιδεύει ἡμᾶς ὁ Θεὸς μὴ λυπεῖν τοὺς πλησίον· αὐτοὶ 62.458 γὰρ τὸν θάνατον δεχόμεθα πρότεροι. Ἐκείνους μὲν γὰρ πλήττοντες  ἴσως πρὸς μικρὸν ἐλυπήσαμεν· αὐτοὶ δὲ οὐκέτι  ζησόμεθα, καθάπερ οὐδὲ ἐκεῖνο  τὸ ζῶον. Καίτοι γε ἐπαινεῖ  αὐτὸ ἡ Γραφὴ λέγουσα· Ὡς ἐργάτις ἐστίν· ἧς τὴν ἐργασίαν βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγίειαν προσφέρονται·  ἀλλ' οὐδὲν  αὐτῆς  προΐσταται  εἰς τὸ μὴ ἀποθανεῖν,  ἀλλὰ  δεῖ πάντως ἀπολέσθαι. Εἰ δὲ ἐκείνην  οὐκ ἐξαιρεῖται  ἡ λοιπὴ  πλεονεξία  ποιοῦσαν κακῶς, πολλῷ μᾶλλον ἡμᾶς.

γʹ. Θηρίων γὰρ ὄντως χαλεπωτάτων, τὸ, μηδενός σε ἀδικοῦντος, ἄρχειν ἀδικίας·
μᾶλλον δὲ οὐδὲ θηρίων. Ἐκεῖνα γὰρ ἂν ἀφῇς ἐπὶ τῆς ἐρήμου νέμεσθαι, καὶ μὴ στενοχωρήσας  εἰς  ἀνάγκην  καταστήσῃς,  οὐδέποτε  λυμανεῖται,  οὔτε  προσελεύσεται, οὔτε  δήξεται,  ἀλλ'  ἀπελεύσεται  τὴν  οἰκείαν  ὁδόν·  σὺ  δὲ  ἄνθρωπος   ὢν  λογικὸς, τετιμημένος  ἀρχῇ τοσαύτῃ καὶ τιμῇ καὶ δόξῃ, οὐδὲ τὰ θηρία μιμῇ περὶ τοὺς ὁμοφύλους, ἀλλὰ  τὸν  ἀδελφὸν  ἀδικεῖς  καὶ  κατεσθίεις;  Καὶ πόθεν  ἀπολογήσασθαι  δυνήσῃ;  οὐκ ἀκούεις   Παύλου  λέγοντος·   ∆ιὰ  τί   οὐχὶ   μᾶλλον   ἀδικεῖσθε;  διὰ  τί   οὐχὶ   μᾶλλον ἀποστερεῖσθε; ἀλλ' αὐτοὶ ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ ταῦτα ἀδελφούς.  Ὁρᾷς, ὅτι τὸ κακῶς παθεῖν ἐν τῷ κακῶς ποιῆσαί ἐστι, τὸ δὲ εὖ παθεῖν ἐν τῷ κακῶς παθεῖν; Εἰπὲ γάρ μοι· εἴ τις λοιδοροῖτο τοῖς ἄρχουσιν, εἴ τις ὑβρίζοι τοὺς κρατοῦντας, τίνα ἀδικεῖ; ἑαυτὸν, ἢ ἐκείνους; ∆ῆλον ὅτι ἑαυτόν. Εἶτα ἄρχοντα μὲν ὁ ὑβρίζων, οὐκ ἐκεῖνον  ὑβρίζει, ἀλλ' ἑαυτὸν, ὁ δὲ ἄνθρωπον ὑβρίζων, δι' ἐκείνου τὸν Χριστὸν οὐχ ὑβρίζει· Οὐδαμῶς, φησί. Τί λέγεις; ὁ δὲ τὰς βασιλέως εἰκόνας λιθάζων,  τίνα λιθάζει; οὐχ ἑαυτόν; Εἶτα εἰ ὁ εἰκόνα μὲν  βασιλέως  ἐπιγείου  λιθάζων,  ἑαυτὸν  καταλεύει,  τοῦ  δὲ  Χριστοῦ τὴν  εἰκόνα  ὁ ὑβρίζων (ἄνθρωπος γὰρ εἰκὼν Θεοῦ), οὐχ ἑαυτὸν ἀδικεῖ; Μέχρι πότε χρημάτων ἐρῶμεν;
οὐ παύσομαι γὰρ αὐτῶν καταβοῶν· ταῦτα γὰρ πάντων αἴτια τῶν κακῶν. Μέχρι τίνος οὐ λαμβάνομεν   κόρον  τῆς  ἀπλήστου   ταύτης   ἐπιθυμίας;  τί  ἔχει   καλὸν   τὸ  χρυσίον; Ἐκπέπληγμαι ἐπὶ τῷ πράγματι· ὄντως γοητεία τίς ἐστι τὸ πρᾶγμα, χρυσὸν καὶ ἄργυρον τοσούτου τιμᾶσθαι παρ' ἡμῖν. Τῶν μὲν οὖν ψυχῶν ἡμῶν οὐδεὶς ἡμῖν λόγος, ἀψύχων δὲ εἰκόνων πολλὴ ἡ θεραπεία. Πόθεν ἐπεισῆλθε τὸ νόσημα τοῦτο οἰκουμένῃ; τίς ἐξολοθρεῦσαι αὐτὸ δυνήσεται; ποῖος ἐκκόψαι λόγος τὸ χαλεπὸν τοῦτο θηρίον, καὶ πανωλεθρίᾳ διαφθεῖραι; Ἐνέσπαρται ταῖς τῶν ἀνθρώπων  διανοίαις ἡ ἐπιθυμία, καὶ τῶν δοκούντων   εἶναι  ἐν  εὐλαβείᾳ.  Αἰσχυνώμεθα  ἐπὶ  τοῖς  εὐαγγελικοῖς   παραγγέλμασι· ῥήματα κεῖται ἐν τῇ Γραφῇ μόνον, ἐπὶ δὲ τῶν ἔργων οὐδαμοῦ δείκνυνται.  Ἀλλὰ τίς ὁ εὐπρόσωπος  τῶν  πολλῶν   λόγος;  Παιδία  ἔχω,  φησὶ,  καὶ  αὐτὸς  δέδοικα  μήποτε  εἰς ἀνάγκην  καταστῶ λιμοῦ καὶ ἐνδείας, μήποτε ἑτέρων δεηθῶ· αἰσχύνομαι ἐπαιτεῖν.  ∆ιὰ τοῦτο οὖν ἄλλους  ποιεῖς  ἐπαιτεῖν;  Οὐ δύναμαι,  φησὶ, πεινῇν.  ∆ιὰ τοῦτο οὖν ἑτέρους περιβάλλεις λιμῷ· οἶδας ὅσον δεινὸν τὸ ἐπαιτεῖν; ὅσον τῷ λιμῷ φθείρεσθαι; φεῖσαι καὶ τῶν ἀδελφῶν  τῶν σῶν. Αἰσχύνῃ πεινῇν,  εἰπέ μοι, ἁρπάζειν δὲ οὐκ αἰσχύνῃ; δέδοικας λιμῷ φθείρεσθαι, ἑτέρους δὲ φθείρειν οὐ δέδοικας; Καίτοι τὸ μὲν πεινῇν οὐδὲ αἰσχύνην ἔχει, οὐδὲ ἔγκλημα·  τὸ δὲ ἑτέρους περιβάλλειν  62.459 τούτοις,  οὐκ αἰσχύνην  μόνον, ἀλλὰ καὶ κόλασιν ἐπιφέρει τὴν ἐσχάτην. Σκῆψις πάντα ταῦτα καὶ λόγοι καὶ φλυαρίαι. Ὅτι γὰρ οὐ παίδων ἕνεκεν ταῦτα ποιεῖτε μαρτυροῦσιν ὅσοι παῖδας μὲν οὐκ ἔχουσιν οὐδὲ ἕξουσι, κόπτονται  δὲ οὕτω καὶ ταλαιπωροῦσι, καὶ πλοῦτον  περιβάλλονται,  ὅσον ἂν εἰ μυρίοις εἶχον  καταλεῖψαι  παισίν. Οὐκ ἔστι παίδων  φροντὶς  ἡ ποιοῦσα χρηματιστικὸν, ἀλλὰ  ψυχῆς  νόσος.  ∆ιὰ  ταύτην  καὶ  οὐκ  ἔχοντες  παῖδας  πολλοὶ  μαίνονται   διὰ  τὰ χρήματα· ἕτεροι δὲ ἐν πολυπαιδίᾳ  ζῶντες, καὶ τῶν ὄντων  καταφρονοῦσιν·  ἐκεῖνοί σου κατηγορήσουσιν  ἐν  ἐκείνῃ  τῇ  ἡμέρᾳ. Εἰ γὰρ  ἡ  τῶν  παίδων  ἀνάγκη  πρὸς  τὴν  τῶν χρημάτων ἐβιάζετο συλλογὴν, ἐχρῆν κἀκείνους τὸν αὐτὸν ἔχειν πόθον, τὴν αὐτὴν ἐπιθυμίαν·  εἰ δὲ οὐκ ἔχουσιν, οὐκ ἀπὸ τῆς πολυπαιδίας,  ἀλλ' ἀπὸ τῆς φιλοχρηματίας μαινόμεθα. Καὶ τίνες εἰσὶ, φησὶν, οἱ μετὰ παίδων  καταφρονοῦντες χρημάτων; Πολλοὶ, καὶ πολλαχοῦ· εἰ δὲ βούλει, καὶ ἐπὶ τῶν  παλαιῶν  ἐρῶ. Οὐχὶ δώδεκα  παῖδας  εἶχεν  ὁ Ἰακώβ; οὐχὶ  τὸν  τῶν  θητευόντων   ἔζη βίον; οὐκ ἠδικεῖτο  παρὰ τοῦ  κηδεστοῦ;  οὐχὶ πολλάκις  αὐτὸν  ἠθέτησε; μὴ ἠνάγκασεν  αὐτὸν  ἡ πολυπαιδία  βουλεύεσθαί τι τῶν  μὴ δεόντων; Τί δὲ ὁ Ἀβραάμ; οὐχὶ μετὰ τοῦ Ἰσαὰκ καὶ ἑτέρουςπολλοὺς  εἶχε παῖδας; τί οὖν; οὐχὶ τοῖς ξένοις τὰ ὄντα ἐκέκτητο; Ὁρᾷς, ὅτι οὐ μόνον οὐκ ἠδίκει, ἀλλὰ καὶ τῶν ὄντων παρεχώρει, οὐκ εὖ ποιῶν μόνον, ἀλλὰ καὶ αἱρούμενος ἀδικεῖσθαι παρὰ τοῦ ἀδελφιδοῦ; Τοῦ γὰρ εὖ ποιεῖν τὸ φέρειν ἁρπαζόμενον διὰ τὸν Θεὸν πολλῷ μεῖζόν ἐστι. ∆ιὰ τί; Ὅτι τὸ μὲν ψυχῆς ἐστι καρπὸς καὶ προαιρέσεως, ὅθεν καὶ εὐκόλως γίνεται· τοῦτο δὲ ἐπήρεια καὶ βία. Καὶ εὐκολώτερον  ἄν  τις  μυρία πρόοιτο  τάλαντα  ἑκὼν,  καὶ οὐδὲν  ἡγήσεται πεπονθέναι  δεινὸν,  ἢ τρεῖς  ὀβολοὺς  ἁρπαγεὶς  καὶ παρὰ γνώμην,  οἴσει πράως. Ὥστε τοῦτο φιλοσοφία  μᾶλλον ψυχῆς. Καὶ τοῦτο ὁρῶμεν γεγονὸς ἐπὶ τοῦ Ἀβραάμ· Εἶδε γὰρ, φησὶν,  τὴν  περίχωρον  ὁ  Λὼτ, καὶ  ἦν  ποτιζομένη,  ὡς  ὁ  παράδεισος  τοῦ  Θεοῦ, καὶ ἐξελέξατο αὐτήν. Καὶ οὐδὲν ἐκεῖνος ἀντεῖπεν. Ὁρᾷς, ὅτι οὐ μόνον οὐκ ἠδίκει, ἀλλὰ καὶ ἠδικεῖτο; Τί κατηγορεῖς  τῶν παίδων  τῶν σαυτοῦ, ἄνθρωπε; Οὐ διὰ τοῦτο ἡμῖν ὁ Θεὸς ἔδωκε  τοὺς  παῖδας,  ἵνα  ἁρπάζωμεν  τὰ ἑτέρων.  Ὅρα μὴ τὸν  Θεὸν παροξύνῃς  τοῦτο λέγων.   Εἰ  γὰρ  τοῦτο  λέγεις,  ὅτι  αὐτοί  σοι  τῆς  ἁρπαγῆς  γίνονται   αἴτιοι  καὶ  τοῦ χρηματισμοῦ, δέδοικα μὴ αὐτῶν ἀποστερηθῇς, ὡς βλαπτόντων καὶ ἐπιβουλευόντων. Ὁ Θεός σοι τοὺς παῖδας ἔδωκεν, ἵνα σε γηροκομῶσιν, ἵνα τὴν ἀρετὴν μανθάνωσι παρὰ σοῦ. δʹ. ∆ιὰ γὰρ τοῦτο τὸ τῶν ἀνθρώπων  γένος οὕτως ἠθέλησε συνεστάναι, δύο τὰ μέγιστα
κατασκευάζων, ἓν μὲν, διδασκάλους ἐφιστῶν τοὺς πατέρας, ἕτερον δὲ, πολλὴν  ἀγάπην ἐντίκτων.  Εἰ γὰρ ἁπλῶς ἔμελλον οἱ ἄνθρωποι  γίνεσθαι, οὐδεὶς ἂν πρὸς οὐδένα σχέσιν ἔσχεν.  Εἰ γὰρ  νῦν  πατέρων  ὄντων   καὶ  παίδων   καὶ  ἐκγόνων,   πολλοὶ  πολλῶν   οὐ φροντίζουσι,  πολλῷ  μᾶλλον  τότε. ∆ιὰ τοῦτό  σοι παῖδας  δέδωκεν  ὁ Θεός· μὴ τοίνυν κατηγόρει  τῶν  παίδων.  Εἰ δὲ οἱ παῖδας  ἔχοντες  οὐδεμίαν  ἔχουσιν  ἀπολογίαν,  οἱ μὴ ἔχοντες, καὶ κοπτόμενοι περὶ τὴν τοῦ πλούτου συλλογὴν, ποῖον ἂν εἴποιεν λόγον; Ἀλλ' ἔστι τις καὶ αὐτοῖς λόγος πάσης ἀπολογίας ἀπεστερημένος. Τίς δὴ οὗτός ἐστιν; Ἵνα ἀντὶ τῶν  παίδων,  φησὶν,  ἔχωμεν  τὸν πλοῦτον  ὑπόμνημα.  Ὄντως  γέλως  πολύς. Ἀντὶ τῶν παίδων, φησὶν, ἡ οἰκία μνήμη ἀθάνατος γίνεται  τῆς δόξης τῆς ἐμῆς. Οὐ τῆς δόξης σου, ἄνθρωπε, ἀλλὰ τῆς πλεον 62.460 εξίας σου ἔσται μνήμη. Ἢ οὐχ ὁρᾷς νῦν πῶς πολλοὶ παριόντες τὰς λαμπρὰς οἰκίας τοιαῦτα διαλέγονται  πρὸς ἀλλήλους· πόσα ὁ δεῖνα ἐπλεονέκτησε, πόσα ἥρπασεν, ἵνα ταύτην οἰκοδομήσῃ τὴν οἰκίαν; καὶ νῦν ἐκεῖνος μὲν γέγονε  τέφρα καὶ κόνις, αὕτη δὲ εἰς ἑτέρων  κλῆρον  διέβη. Οὐ τῆς δόξης σου τοίνυν καταλιμπάνεις  μνήμην, ἀλλὰ τῆς πλεονεξίας. Καὶ τὸ μὲν σῶμά σου κέκρυπται τῇ γῇ, τῆς δὲ  πλεονεξίας   μνήμην   λαθεῖν   πλήθει   τῶν   χρόνων   δυναμένην   οὐκ  ἀφίης,   ἀλλ' ἀνακρούεσθαι καὶ ἀνασκάπτεσθαι ποιεῖς διὰ τῆς οἰκίας. Ἕως γὰρ ἂν αὕτη ἑστήκῃ, τὴν ἐπωνυμίαν  ἔχουσα τὴν σὴν, καὶ τοῦ δεῖνος λεγομένη,  πάντως  ἀνάγκη καὶ τὰ πάντων ἀνοιχθῆναι  στόματα κατὰ σοῦ. Ὁρᾷς ὅτι βέλτιον μηδὲν ἔχειν, ἢ ταύτην ὑπομένειν  τὴν κατηγορίαν;  Καὶ ταῦτα  μὲν  ἐνταῦθα·  ἐκεῖ  δὲ τί  ποιήσομεν,  εἰπέ  μοι, τοσούτων  μὲν ἐνταῦθα γινόμενοι  κύριοι, οὐδενὶ δὲ τῶν ὄντων μεταδόντες, ἢ σφόδρα ὀλίγων; πῶς τὰς πλεονεξίας  ἀποδυσόμεθα; Ὁ γὰρ βουλόμενος τὴν πλεονεξίαν  ἀποδύσασθαι, οὐκ ὀλίγα ἀπὸ  πολλῶν   δίδωσιν,   ἀλλὰ   πολλαπλασίονα   τῶν   ἁρπασθέντων,   καὶ  ἵσταται  καὶ ἁρπάζων. Ἄκουσον, ὁ Ζακχαῖος τί λέγει· Καὶ ὅσων ἥρπασα, τετραπλασίονα  ἀποδίδωμι. Σὺ δὲ ἁρπάζων  μυρία τάλαντα,  ἂν  ὀλίγας  δῷς  δραχμὰς, καὶ οὕτω  δὲ μόλις,  τὸ πᾶν ἀποδεδωκέναι   νομίζεις,   καὶ  ὡς  πλείονα   δεδωκὼς   διάκεισαι·  καίτοι   δεῖ  αὐτά  τε ἀποδοῦναι  ἐκεῖνα, καὶ ἐκ τῶν οἴκοθεν προσθεῖναι ἕτερα. Καθάπερ γὰρ ὁ κλέπτης  οὐκ ἐκεῖνα  ἀποδοὺς  μόνα  ἀπολελόγηται,  ἀλλὰ  πολλάκις  μὲν  καὶ τὴν  ψυχὴν  προσέθηκε, πολλάκις  δὲ πολλαπλασίονα  δοὺς διελύσατο, οὕτω  καὶ ὁ πλεονέκτης.  Καὶ γὰρ καὶ ὁ πλεονέκτης κλέπτης ἐστὶ, καὶ λῃστὴς ἐκείνου πολλῷ χαλεπώτερος, ὅσῳ καὶ τυραννικώτερος.  Ἐκεῖνος μὲν γὰρ καὶ τῷ κρύπτεσθαι, καὶ τῷ ἐν νυκτὶ ἐπιχειρεῖν, πολὺ τοῦ τολμήματος ὑποτέμνεται, ὡσανεὶ αἰσχυνόμενος, καὶ δεδοικὼς τὸ ἁμαρτάνειν· οὗτος δὲ ἀπαναισχυντήσας, γυμνῇ τῇ κεφαλῇ κατὰ μέσην ἀγορὰν ἁρπάζει τὰ πάντων, κλέπτης τε ὁμοῦ καὶ τύραννος ὤν· οὐ διορύττει τοίχους, οὐδὲ σβέννυσι λαμπάδα, οὐδὲ κιβώτιον ἀνοίγει,  οὐδὲ σήμαντρα ἀνατρέπει·  ἀλλὰ  τί; Τὰ τούτων  νεανικώτερα  ποιεῖ, ὁρώντων τῶν  ἀδικουμένων,  διὰ  τῆς  θύρας  ἐκβάλλει,  μετὰ  παῤῥησίας  πάντα  ἀνοίγει,  αὐτοὺς ἐκείνους ἀναγκάζει τὰ αὐτῶν  ἐκθέσθαι. Τοσαύτη τῆς βίας ἡ ὑπερβολή. Οὗτος ἐκείνων πολλῷ μιαρώτερος, ὅσῳ καὶ ἀναισχυντότερος  καὶ τυραννικώτερος.  Ὁ μὲν γὰρ δόλῳ τι παθὼν,  ἀλγεῖ  μὲν, πλὴν  ἀλλ' ἔχει  παραμυθίαν  οὐ μικρὰν,  τὸ κἂν  φοβηθῆναι  αὐτὸν ἐκεῖνον  τὸν  ἀδικοῦντα·  ὁ  δὲ  μετὰ  τοῦ  κακῶς  παθεῖν  καὶ  καταφρονούμενος,   οὐδὲ ἐνεγκεῖν  τὴν βίαν δυνήσεται· μείζων  γὰρ ὁ γέλως. Εἰπέ μοι, εἴ τις γυναῖκα  ἐμοίχευσε λαθὼν,  ἕτερος δὲ ὁρῶντος τοῦ ἀνδρὸς τοῦτο εἰργάσατο, τίς μᾶλλον  ἐλύπησεν ἂν, καὶ δακεῖν ἦν ἱκανός; οὐχ οὗτος; Ὁ μὲν γὰρ μετὰ τοῦ κακῶς ποιῆσαι καὶ διέπτυσεν· ὁ δὲ, εἰ μηδὲν ἕτερον, ἔδειξεν ὅτι δέδοικε τὸν ἠδικημένον.  Οὕτω καὶ ἐπὶ τῶν χρημάτων, ὁ μὲν λάθρα λαβὼν, ταύτῃ τετίμηκε, τῷ λάθρα λαβεῖν· ὁ δὲ φανερῶς  καὶ δημοσίᾳ, μετὰ τῆς ζημίας καὶ αἰσχύνην ἐπήγαγε. Παυσώμεθα οὖν τὰ ἑτέρων ἁρπάζοντες, καὶ πένητες καὶ
πλούσιοι· οὐ γὰρ πρὸς τοὺς πλουσίους μοι μόνον  οὗτος ὁ λόγος, ἀλλὰ καὶ πρὸς τοὺς πένητας. Καὶ γὰρ καὶ αὐτοὶ ἁρπάζουσι τοὺς αὐ 62.461 τῶν πενεστέρους, καὶ χειροτέχναι οἱ εὐπορώτεροι καὶ δυνατώτεροι τοὺς ἀπορωτέρους καὶ πενεστέρους ἀπεμπολοῦσι, κάπηλοι καπήλους, καὶ πάντες οἱ ἐπὶ τῆς ἀγορᾶς. Ὥστε πάντοθεν βούλομαι τὴν ἀδικίαν ἐξελεῖν. Οὐ γὰρ ἐν τῷ μέτρῳ τῶν ἁρπαζομένων καὶ κλεπτομένων, ἀλλ' ἐν τῇ προαιρέσει τοῦ κλέπτοντος  τὸ ἀδίκημα ἵσταται. Ὅτι δὲ οὗτοι μᾶλλόν εἰσι κλέπται καὶ πλεονέκται, οἱ μηδὲ τῶν μικρῶν καταφρονοῦντες,  οἶδα καὶ μέμνημαι πρὸς ὑμᾶς εἰρηκὼς, εἴ γε καὶ ὑμεῖς  μέμνησθε.  Πλὴν  ἀλλὰ  μηδὲν  ἀκριβολογώ  62.462 μεθα·  ἔστωσαν  ὁμοίως  τοῖς πλουσίοις  καὶ αὐτοί. Παιδεύσωμεν τὴν  διάνοιαν  λοιπὸν  τῶν  μειζόνων  μὴ ἐπιθυμεῖν, τοῦ πλείονος  μὴ ὀρέγεσθαι. Καὶ ἐν μὲν τοῖς οὐρανοῖς μηδέποτε ὅρον ἐχέτω ἡ ἐπιθυμία τοῦ  πλείονος,  ἀλλ' ἀεὶ  τοῦ  πλείονος  ἕκαστος  ὀρεγέσθω· ἐπὶ  δὲ τῆς  γῆς  τῆς  χρείας ἕκαστος ἔστω καὶ τῆς αὐταρκείας, καὶ μηδὲν πλέον ζητείτω, ἵν' οὕτω δυνησώμεθα τῶν ὄντως ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

ΟΜΙΛΙΑ ΙΑʹ.

Τὸ πνεῦμα μὴ σβέννυτε· προφητείας μὴ ἐξουθενεῖτε. Πάντα δὲ δοκιμάζετε· τὸ καλὸν κατέχετε. Ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.

αʹ. Ἀχλύς τις παχεῖα  καὶ ζόφος καὶ νεφέλη  κατακέχυται  τῆς γῆς ἁπάσης· καὶ τοῦτο δηλῶν  ὁ Ἀπόστολος ἔλεγεν· Ἦμεν γάρ ποτε σκότος· καὶ πάλιν, Ὑμεῖς, ἀδελφοὶ, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης  καταλάβῃ. Ἐπεὶ οὖν νύξ ἐστιν, ὡς εἰπεῖν,  ἀσέληνος, καὶ ἐν ταύτῃ τῇ νυκτὶ  βαδίζομεν, ἔδωκεν  ἡμῖν λαμπάδα φαιδρὰν  ὁ Θεὸς, τοῦ Πνεύματος τοῦ ἁγίου τὴν χάριν ἀνάψας ἐν ταῖς ἡμετέραις ψυχαῖς. Ἀλλὰ τοῦτο τὸ φῶς  οἱ μὲν δεξάμενοι  λαμπρότερον  εἰργάσαντο καὶ φαιδρὸν,  οἷον ὡς Παῦλος, ὡς Πέτρος, ὡς οἱ ἅγιοι πάντες ἐκεῖνοι· οἱ δὲ καὶ ἔσβεσαν, ὡς αἱ πέντε παρθένοι, ὡς ἐκεῖνοι οἱ περὶ τὴν πίστιν ναυαγήσαντες, ὡς ὁ ἐν Κορίνθῳ πεπορνευκὼς, ὡς Γαλάται παρατραπέντες.  ∆ιὰ τοῦτο ὁ Παῦλος νῦν  φησι, Τὸ πνεῦμα  μὴ σβέννυτε,  τουτέστι, τὸ χάρισμα· οὕτω γὰρ αὐτῷ καλεῖν ἔθος τὸ χάρισμα τοῦ Πνεύματος. Σβέννυσι δὲ αὐτὸ βίος ἀκάθαρτος. Καθάπερ γάρ τις ἐπὶ τοῦ λυχνιαίου  τούτου φωτὸς,  ὕδωρ κατασκεδάσας, ἢ χοῦν, ἔσβεσε τὸ φῶς, καὶ εἰ μηδὲν τούτων, ἀλλά γε τὸ ἔλαιον ἐξελών· οὕτω καὶ ἐπὶ τοῦ χαρίσματος·   ἄν   τε   γὰρ   γήϊνα   καὶ   τῶν   διαῤῥεόντων   πραγμάτων   κατασκεδάσῃς φροντίδας,  ἔσβεσας τὸ πνεῦμα· ἄν τε σὺ μηδὲν ἐργάσῃ τοιοῦτον,  ἑτέρωθεν  δέ ποθεν πειρασμὸς ἐπελθὼν προσβάλῃ σφοδρῶς, καθάπερ τι πνεῦμα, καὶ μὴ σφοδρὰ ᾖ ἡ φλὸξ, ἢ πολὺ τὸ ἔλαιον ἔχουσα, ἢ τὴν ὀπὴν μὴ ἐμφράξῃς, ἢ τὴν θύραν μὴ προσκλείσῃς, πάντα ἀπόλωλε.  Τί δέ ἐστιν ἡ ὀπή; Ὥσπερ ἐπὶ τοῦ λύχνου,  οὕτω  καὶ ἐφ' ἡμῶν,  ὀπή ἐστιν ὀφθαλμὸς  καὶ  ἀκοή. Μὴ ἀφῇς  ταύταις  προσπίπτειν  πνεῦμα  σφοδρὸν  πονηρίας,  ἐπεὶ ἔσβεσε τὸν λύχνον,  ἀλλ' ἀπόφραξον τῷ φόβῳ τοῦ Θεοῦ. Θύρα τὸ στόμα ἐστί· κλεῖσον, πρόσκλεισον, ἵνα καὶ τὸ φῶς παρέχῃ, καὶ ἀποκρούηται τὴν ἔξωθεν  προσβολήν. Οἷον, ὕβρισέ σέ τις; ἐλοιδόρησε; σὺ κλεῖσον τὸ στόμα· ἂν γὰρ ἀνοίξῃς, ἐῤῥίπισας τὸν ἄνεμον. Οὐχ ὁρᾷς ἐν  ταῖς  οἰκίαις,  ὅταν  καταντικρὺ  καὶ  ἐπ' εὐθείας  δύο θύραι  στήκωσι, καὶ σφοδρὸς ἄνεμος ᾖ, πῶς, ἂν τὴν ἑτέραν κλείσῃς καὶ ἀντίπνοια μὴ γένηται, οὐδὲν ἴσχυσεν ὁ ἄνεμος, ἀλλὰ τὸ πολὺ τῆς ἰσχύος ὑποτέμνεται; Οὕτω καὶ νῦν, δύο εἰσὶ θύραι, τὸ στόμα τὸ σὸν, καὶ τὸ τοῦ ὑβρίζοντός σε καὶ ἐμ 62.462 παροινοῦντος· ἂν ἀποκλείσῃς τὸ σὸν καὶ μὴ δῷς ἀντίπνοιαν,  ἔσβεσας ὅλον  τὸ πνεῦμα· ἂν δὲ ἀνοίξῃς,  ἀκάθεκτον  γίνεται.  Μὴ τοίνυν  αὐτὸ σβεννύωμεν.  Ἔστι δὲ πολλάκις  καὶ μηδενὸς  ἐπικειμένου  σβεσθῆναι τὴν
φλόγα· ὅταν τὸ ἔλαιον ἐκλίπῃ, ὅταν ἐλεημοσύνην  μὴ ποιῶμεν,  σβέννυται  τὸ πνεῦμα. Καὶ γὰρ ἀπὸ ἐλεημοσύνης τῆς τοῦ Θεοῦ ἦλθε πρὸς σέ· εἶτα τὸν καρπὸν τοῦτον ὁρᾷ μὴ ὄντα παρὰ σοὶ, καὶ ἀφίπταται· οὐ μένει γὰρ παρὰ ψυχῇ ἀνελεήμονι.  Σβεσθέντος δὲ τοῦ πνεύματος, τὰ λοιπὰ ἴστε ὅσοι ἐν ἀσελήνῳ νυκτὶ ἐβαδίσατε. Εἰ δὲ τὴν ἀπὸ γῆς εἰς γῆν ὁδὸν βαδίζειν δυσχερὲς ἐν νυκτὶ, τὴν ἀπὸ γῆς εἰς οὐρανὸν φέρουσαν πῶς ἀσφαλές; Οὐκ ἴστε  πόσοι  δαίμονες  ἐν  τῷ  διαστήματι  τούτῳ,  πόσα  θηρία,  πόσα  πνευματικὰ   τῆς πονηρίας; Ἂν μὲν οὖν ἐκεῖνο τὸ φῶς ἔχωμεν,  οὐδὲν ἡμᾶς βλάψαι δυνήσονται· ἂν δὲ σβέσωμεν αὐτὸ, ταχέως ἡμᾶς ἁλίσκουσι, ταχέως πάντα τὰ ἡμῶν ἐκφοροῦσιν· ἐπεὶ καὶ οἱ λῃσταὶ πρότερον τὴν λαμπάδα σβέσαντες, τότε λῃστεύουσιν. Ἐκεῖνοι μὲν γὰρ ὁρῶσιν ἐν τῷ σκότει τούτῳ, ἐπειδὴ τὰ τοῦ σκότους πράττουσιν· ἡμεῖς δὲ ἀήθεις ἐσμὲν ἐκείνου τοῦ φωτός.  Μὴ τοίνυν  σβέσωμεν αὐτό. Πᾶσα πονηρὰ πρᾶξις σβέννυσι τοῦτο τὸ φῶς, καὶ λοιδορία, καὶ ὕβρις, καὶ ὅπερ ἂν εἴπῃς. Καθάπερ γὰρ ἐπὶ τοῦ πυρὸς πᾶν τὸ ἀλλότριον αὐτοῦ ἀναιρετικὸν  αὐτοῦ ἐστιν, ἐκεῖνο  δὲ ἀνάπτει  αὐτὸ, ὅπερ αὐτοῦ συγγενές  ἐστιν· οὕτω καὶ ἐπὶ τοῦ φωτὸς  τούτου, εἴ τι ξηρὸν, εἴ τι θερμὸν, εἴ τι διάπυρον, ἀνάπτει  τὴν φλόγα τοῦ πνεύματος. Μηδὲν οὖν ψυχρὸν, μηδὲν ὑγρὸν ἐπιφέρωμεν· ταῦτα γὰρ τούτου ἀναιρετικά.  Ἔστι δὲ  καὶ  ἄλλη  ἐξήγησις.  Πολλοὶ  παρ'  αὐτοῖς,  οἱ  μὲν  προεφήτευον ἀληθῶς, οἱ δὲ ἐψεύδοντο. Τοῦτο καὶ ἐν τῇ πρὸς Κορινθίους φησὶ, διακρίσεις πνευμάτων διὰ τοῦτο δεδωκέναι. Μιαρὸς γὰρ ὢν ὁ διάβολος, ἠθέλησε διὰ τοῦ χαρίσματος τούτου τὸ πᾶν ἀνατρέψαι τῆς Ἐκκλησίας. Ἐπειδὴ γὰρ ἀμφότεροι περὶ μελλόντων προὔλεγον, καὶ ὁ δαίμων  καὶ τὸ πνεῦμα, ἀλλ' ὁ μὲν ψευδόμενος,  τὸ δὲ ἀληθεῦον,  καὶ οὐδαμόθεν  ἦν ἑκατέρου  τεκμήριον  λαβεῖν,  ἀλλ' ἀνευθύνως  ἑκάτεροι  ἔλεγον,  ὡς  ὁ Ἱερεμίας  καὶ  ὁ Ἰεζεκιήλ·  ἀλλ' ἐλθόντος  τοῦ  καιροῦ  ἠλέγχθησαν,  ἔδωκε  καὶ  διακρίσεις  πνευμάτων. Ἐπεὶ  οὖν  καὶ  τότε  παρὰ  Θεσσαλονικεῦσι  πολλοὶ   προεφήτευον,   οὓς  καὶ  ἀλλαχοῦ αἰνίττεται  λέγων, Μὴ θροεῖσθε μήτε διὰ λόγου, μήτε δι' ἐπιστολῆς, ὡς δι' ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ Κυρίου· εἰπὼν, Τὸ πνεῦμα μὴ σβέννυτε, προσέθηκεν εὐκαίρως, καὶ  τὰ  ἑξῆς,  Προφητείας,  λέγων,  μὴ  ἐξουθενεῖτε.  Ὃ  οὖν  ἐνταῦθα  62.463 δηλοῦν βούλεται, τοῦτό ἐστι· Μὴ ἐπειδή τινες ψευδοπροφῆται  παρ' ὑμῖν εἰσι, δι' ἐκείνους  καὶ τούτους κωλύσητε καὶ ἀποστραφῆτε αὐτούς· μὴ σβέννυτε αὐτούς· τουτέστι, προφητείας μὴ ἐξουθενεῖτε.

βʹ. Ὁρᾷς ὅτι τοῦτό ἐστιν ὅ φησι, Πάντα δοκιμάζετε. Ἐπειδὴ εἶπε, Προφητείας μὴ ἐξουθενεῖτε, ἵνα μὴ νομίσωσιν ὅτι πᾶσιν ἀνέῳξε τὸ βῆμα, Πάντα, φησὶ, δοκιμάζετε, τὸ δὲ  καλὸν  κατέχετε,  τουτέστι,  τὰς  ὄντως  προφητείας.  Ἀπὸ  παντὸς  εἴδους  πονηροῦ ἀπέχεσθε· μὴ τούτου ἢ ἐκείνου, ἀλλ', Ἀπὸ παντός· καὶ τὰ ψευδῆ καὶ τὰ ἀληθῆ ἵνα μετὰ δοκιμασίας διακρίνητε, καὶ ἐκείνων  ἀπέχησθε, καὶ τούτων ἔχησθε. Οὕτω γὰρ κἀκείνων σφοδρὸν τὸ μῖσος ἔσται, καὶ τούτων ἡ ἀγάπη γίνεται, ὅταν μὴ ἁπλῶς μηδὲ ἀνεξετάστως, ἀλλὰ  μετὰ ἀκριβείας ἅπαντα  πράττωμεν.  Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης  ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς,  καὶ ὁλόκληρον  ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως  ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ τηρηθείη. Ὅρα διδασκάλου φιλοστοργίαν· μετὰ τὴν παραίνεσιν καὶ εὐχὴν ἐπάγει· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐν τοῖς γράμμασι· δεῖ γὰρ καὶ συμβουλῆς καὶ εὐχῆς. ∆ιὰ τοῦτο καὶ ἡμεῖς πρότερον συμβουλεύοντες, τότε τὰς ὑπὲρ ὑμῶν εὐχὰς ποιούμεθα· καὶ τοῦτο ἴσασιν οἱ μεμυημένοι. Ἀλλ' ὁ μὲν Παῦλος εἰκότως   τοῦτο   ἐποίει,   πολλὴν   πρὸς   τὸν   Θεὸν  τὴν   παῤῥησίαν   ἔχων·  ἡμεῖς   δὲ κατῃσχυμμένοι  καὶ ἀπαῤῥησίαστοι ὄντες· ἀλλ' ἐπειδὴ εἰς τοῦτο ἐτάχθημεν,  πράττομεν αὐτὸ, ἀνάξιοι μὲν ὄντες καὶ παρεστάναι, καὶ τῶν ἐσχάτων μαθητῶν τὸν τόπον ἐπέχειν· ἐπειδὴ  δὲ καὶ δι' ἀναξίων  ἡ χάρις  ἐνεργεῖ,  οὐ δι' αὐτοὺς, ἀλλὰ  διὰ τοὺς μέλλοντας
ὠφελεῖσθαι   τὰ   παρ'   ἑαυτῶν   εἰσφέρομεν.   Ἁγιάσαι   ὑμᾶς,   φησὶν,   ὁλοτελεῖς,   καὶ ὁλόκληρον  ὑμῶν  τὸ πνεῦμα  καὶ ἡ ψυχὴ  καὶ τὸ σῶμα ἀμέμπτως  ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη. Τὸ πνεῦμα τί φησιν ἐνταῦθα; Τὸ χάρισμα. Ἂν μὲν γὰρ ἔχοντες  λαμπρὰς τὰς λαμπάδας ἀπέλθωμεν,  εἰσελευσόμεθα εἰς τὸν νυμφῶνα· ἂν δὲ ἐσβεσμένας, οὐκέτι. ∆ιὰ τοῦτό φησιν, Ὁλόκληρον  ὑμῶν τὸ πνεῦμα· ἐκείνου γὰρ μένοντος  ἀκεραίου, καὶ τοῦτο μένει. Καὶ ἡ ψυχὴ, φησὶ, καὶ τὸ σῶμα. Οὔτε γὰρ αὐτή τι πονηρὸν δέχεται, οὔτ' ἐκεῖνο. Πιστὸς ὁ καλῶν  ὑμᾶς, ὃς καὶ ποιήσει. Ὅρα τὴν ταπεινοφροσύνην·  ἐπειδὴ γὰρ ηὔξατο, μὴ νομίσητε, φησὶν, ὅτι ἀπὸ τῶν  ἐμῶν  εὐχῶν τοῦτο γίνεται, ἀλλ' ἐκ τῆς προθέσεως, ἧς ὑμᾶς ἐκάλεσεν. Εἰ γὰρ εἰς σωτηρίαν ἐκάλεσεν, ἀληθὴς δέ ἐστι, πάντως σώσει βουλόμενος. Ἀδελφοὶ, προσεύχεσθε καὶ περὶ ἡμῶν. Βαβαὶ, πόση ταπεινοφροσύνη! Ἀλλ' ἐκεῖνος μὲν ταπεινοφροσύνης  ἕνεκεν, τοῦτο ἔλεγεν, ἡμεῖς δὲ οὐ ταπεινοφροσύνης  ἕνεκεν, ἀλλ' ὠφελείας πολλῆς, καὶ μέγα τι παρ' ὑμῶν κερδᾶναι βουλόμενοι,  λέγομεν,  Προσεύχεσθε καὶ περὶ ἡμῶν.  Εἰ γὰρ καὶ μηδὲν  ὠφελῆσθε  παρ' ἡμῶν μέγα μηδὲ θαυμαστὸν, ἀλλ' ὅμως δι' αὐτὴν τὴν τιμὴν, δι' αὐτὴν τὴν προσηγορίαν. Ἔσχε τις παῖδάς ποτε, καὶ ὅμως εἰ καὶ μηδὲν ὠφέληνται παρ' αὐτοῦ, ἀλλ' ἐπειδὴ πατὴρ γέγονε,  τοῦτο ἴσως προβάλλεται  λέγων,  Μίαν ὑμῶν  ἡμέραν οὐκ ἐκλήθην  πατήρ. ∆ιὰ τοῦτο καὶ ἡμεῖς λέγομεν, Προσεύχεσθε καὶ περὶ ἡμῶν· οὐχ 62.464 ἁπλῶς τοῦτο λέγων, ἀλλὰ πάνυ ἐφιέμενος  τῶν  ὑμετέρων  εὐχῶν.  Εἰ γὰρ ὑπεύθυνος  ἐγενόμην  τῆς πάντων ὑμῶν  προστασίας, καὶ λόγους  ὑπέχειν  μέλλω,  πολλῷ  μᾶλλον  ὀφείλω  τῆς παρ' ὑμῶν ἀπολαύειν  εὐχῆς.  Αἱ εὐθῦναί  μοι  μείζους  ἐγένοντο  δι' ὑμᾶς· οὐκοῦν  καὶ  ἡ βοήθεια πλείων  παρ' ὑμῶν.  Ἀσπάσασθε τοὺς  ἀδελφοὺς  πάντας  ἐν  ἁγίῳ  φιλήματι.  Βαβαὶ τῆς θερμότητος! βαβαὶ τῆς  διανοίας! Ἐπειδὴ φιλήματι  αὐτοὺς  ἀσπάσασθαι οὐκ ἠδύνατο ἀπὼν,  δι' ἑτέρων  αὐτοὺς  ἀσπάζεται·  οὕτω  καὶ  ἡμεῖς  ποιοῦμεν,  ὡς  ὅταν  λέγωμεν, Φίλησον αὐτὸν ἀντ' ἐμοῦ. Οὕτω καὶ αὐτοὶ κατέχετε τὸ πῦρ τῆς ἀγάπης· οὐ γὰρ ἀνέχεται διαστημάτων, ἀλλὰ καὶ διὰ μέσων τῶν ὁδῶν ἑαυτὴν ἐκτείνει, καὶ πανταχοῦ  πάρεστιν. Ὁρκίζω ὑμᾶς τὸν Κύριον, ἀναγνωσθῆναι  τὴν ἐπιστολὴν πᾶσι τοῖς ἁγίοις ἀδελφοῖς. Καὶ τοῦτο  πόθου μάλιστα, οὐ διδασκαλίας  τοσοῦτον· ἵνα κἀκείνοις  ὦ προσδιαλεγόμενος, φησίν·  Ἡ χάρις  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ μεθ' ὑμῶν.  Ἀμήν. Καὶ οὐχ  ἁπλῶς ἐπιτάττει, ἀλλ' ὁρκίζων, ἀπὸ θερμῆς διανοίας καὶ τοῦτο ποιῶν, ἵνα κἂν αὐτοῦ καταφρονήσωσι, διὰ τὸν ὁρκισμὸν πράξωσι τὸ ἐπιταχθέν. Μέγαν γὰρ εἶχον τότε φόβον τοῦ πράγματος· νυνὶ δὲ καὶ τοῦτο πεπάτηται. Καὶ ἔστι πολλάκις παῖς μαστιζόμενος, καὶ ὁρκίζων τὸν Θεὸν καὶ τὸν Χριστὸν αὐτοῦ, καὶ, οὕτω Χριστιανὸς ἀποθάνοις, καὶ οὐδεὶς προσέχει, οὐδεὶς ἐπιστρέφεται· ἂν δὲ τὸν υἱὸν τὸν ἴδιον ὁρκίσῃ, εὐθέως καὶ ἄκων, καὶ τρίζων τοὺς ὀδόντας, ὑφίησι τοῦ θυμοῦ. Ἄλλος πάλιν ἑλκόμενος, ἀπαγόμενος ἐπὶ μέσης τῆς ἀγορᾶς, καὶ Ἑλλήνων καὶ Ἰουδαίων παρόντων, ὁρκοῖ τὸν ἀπάγοντα ὅρκους φρικωδεστάτους,  καὶ οὐδεὶς  προσέχει. Τί οὐκ ἐροῦσιν οἱ Ἕλληνες,  ὅταν  πιστὸς  τὸν πιστὸν καὶ Χριστιανὸν ὁρκοῖ, καὶ μηδεὶς γίνηται λόγος, ἀλλὰ καὶ καταφρονῶμεν;

γʹ. Βούλεσθε ὑμῖν  διηγήσωμαί  τι  πρᾶγμα,  ὅπερ καὶ  αὐτὸς  ἀκήκοα; οὐδὲ  γὰρ πλάττων  λέγω, ἀλλὰ παρὰ προσώπου ἀξιοπίστου ἀκηκοώς. Παιδίσκη τις ἀνδρὶ πονηρῷ συνεζευγμένη,  μιαρῷ, δραπέτῃ, αὕτη, πολλὰ τοῦ ἀνδρὸς ἡμαρτηκότος, καὶ μέλλοντος ἀπεμπολεῖσθαι παρὰ τῆς δεσποίνης· καὶ γὰρ μείζονα συγγνώμης ἦν τὰ ἁμαρτήματα, καὶ χήρα ἦν ἡ γυνὴ, καὶ κολάζειν αὐτὸν λυμαινόμενον αὐτῆς τὴν οἰκίαν οὐκ ἴσχυεν, ἀλλ' ἔγνω ἀποδόσθαι· εἶτα ἀνόσιον εἶναι νομίζουσα ἡ δέσποινα διασπάσαι τῆς γυναικὸς τὸν ἄνδρα, κατεδέξατο καὶ χρησίμην οὖσαν τὴν κόρην, ὑπὲρ τῆς ἀπαλλαγῆς  τῆς ἐκείνου συναπεμπολῆσαι καὶ τὴν γυναῖκα. Ὁρῶσα τοίνυν ἡ κόρη ἑαυτὴν ἐν τοῖς ἀπόροις οὖσαν,
ἐλθοῦσα πρὸς αἰδέσιμον πρόσωπον καὶ σύνηθες τῇ δεσποίνῃ αὐτῆς, τὸ κἀμοὶ διηγησάμενον, καὶ τῶν γονάτων  ἁπτομένη, καὶ μυρία ἀποδυρομένη, παρεκάλεσεν ὥστε τὴν αὐτῆς ἀξιῶσαι δέσποιναν ὑπὲρ αὐτῆς· καὶ πολλοὺς ἀναλώσασα λόγους, ὕστερον καὶ τοῦτο προσέθηκεν, ὡς τούτῳ πείσουσα μάλιστα, ὅρκον τινὰ φρικωδέστατον ἐπάγουσα· ὁ δὲ ὅρκος ἦν  οὗτος· Οὕτω τὸν  Χριστὸν ἴδοις  ἐν  ἡμέρᾳ κρίσεως, μὴ παρίδῃς  μου τὴν ἀξίωσιν· καὶ ταῦτα εἰποῦσα ἀπῆλθεν. Ἡ δὲ παρακληθεῖσα, φροντίδος τινὸς ἐμπεσούσης βιωτικῆς,  οἵα συμβαίνει ἐν ταῖς οἰκίαις, ἐπελάθετο.  Εἶτα ἄφνω  δείλης μεσημβρίας εἰς μνήμην ἦλθε τοῦ φρικωδεστάτου ὅρκου, καὶ κατενύγη σφοδρῶς, καὶ ἀπελθοῦσα ἠξίωσε μετὰ πολλῆς  τῆς ἐπιμελείας,  καὶ τὸ πρᾶγμα ἤνυσε. Καὶ κατ' ἐκείνην  τὴν νύκτα ἄφνω τοὺς οὐρανοὺς εἶδεν ἀνεῳγότας,  καὶ αὐτὸν τὸν Χριστόν· εἶδε δὲ, ὡς δυνατὸν  γυναικὶ ἰδεῖν. Ἐπειδὴ γὰρ ὅλως 62.465 ἐφρόντισε τοῦ ὁρκισμοῦ, ἐπειδὴ ἐφοβήθη, τῆς ὀπτασίας κατηξιώθη ταύτης. Ταῦτα δὲ εἶπον, ἵνα μὴ καταφρονῶμεν  τῶν ὁρκισμῶν, μάλιστα ὅταν ὑπὲρ ἀγαθῶν  πραγμάτων  ἡμᾶς τινες παρακαλῶσιν, ὑπὲρ ἐλεημοσύνης, ὑπὲρ φιλανθρωπίας. Νῦν δὲ κάθηνται πένητες ἐκκεκομμένοι τοὺς πόδας, ὁρῶντές σε παρατρέχουσαν· εἶτ' ἐπειδὴ τοῖς ποσὶν ἐπακολουθῆσαι μὴ δύνανται, καθάπερ ἀγκίστρῳ τινὶ προσδοκῶσι κατέχειν  τῷ φόβῳ τοῦ ὅρκου, καὶ τὰς χεῖρας ἐκτείνοντες  ὁρκίζουσιν, ὥστε δοῦναι ὀβολὸν ἕνα, ἢ δύο μόνον· σὺ δὲ παρατρέχεις, τὸν ∆εσπότην ὁρκιζομένη τὸν σόν. Καὶ ἂν μὲν κατὰ τῶν  ὀφθαλμῶν  ἢ τοῦ ἀνδρὸς τοῦ ἀποδημοῦντος  ὁρκίσῃ, ἢ τοῦ παιδίου, ἢ τῆς θυγατρὸς, εὐθέως εἴκεις, καὶ ἐφάλλεταί  σου ἡ διάνοια καὶ διαθερμαίνῃ· ἂν  δὲ  τὸν  Κύριον ὁρκίσῃ, παρατρέχεις.  Πολλὰς  δὲ  οἶδα  ἐγὼ,  αἳ,  τὸν  μὲν  Χριστὸν ἀκούουσαι, παρέδραμον· εἰς δὲ κάλλος ἐπαινεθεῖσαι παρὰ τῶν προσιόντων, διεχύθησαν, ἐμαλάχθησαν,  καὶ χεῖρα ὤρεξαν. Τοιγαροῦν εἰς τοῦτο τοὺς πένητας  κατέστησαν τοὺς ἀθλίους,  εἰς τὸ γελωτοποιεῖν. Ἐπειδὴ γὰρ τὰ σφοδρὰ ῥήματα καὶ πικρὰ λέγοντες  οὐ καθάπτονται  τῆς ψυχῆς, ἐπὶ ταύτην ἔρχονται τὴν ὁδὸν, δι' ἧς μάλιστα τέρπουσι· καὶ τὸν ἐν συμφορᾷ ὄντα καὶ ὑπὸ τοῦ λιμοῦ ἀγχόμενον  ἠνάγκασεν  ἡ πολλὴ  φαυλότης  ἡμῶν κάλλους ἐγκώμια λέγειν τοὺς ἐπαιτοῦντας. Καὶ εἴθε τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερον εἶδος τούτου χαλεπώτερον· θαυματοποιοὺς τοὺς πένητας ἠνάγκασεν εἶναι καὶ αἰσχρολόγους καὶ γελωτοποιούς.  Ὅταν γὰρ κύλικας καὶ κισσύβια καὶ ποτήρια τοῖς δακτύλοις ἐνείρων, καὶ περιτιθεὶς  κυμβαλίζῃ,  καὶ σύριγγα ἔχων  ᾄδῃ δι' αὐτῆς  τὰ ᾄσματα τὰ αἰσχρὰ καὶ ἔρωτος  γέμοντα,  καὶ  διὰ  τῆς  φωνῆς  ἀναβοᾷ· εἶτα  πολλοὶ  περιεστήκωσι,  καὶ  οἱ μὲν τρύφος  ἄρτου, οἱ δὲ ὀβολὸν,  οἱ δὲ ἕτερόν τι παρέχωσι, καὶ κατέχωσιν  ἐπὶ πολὺ, καὶ τέρπωνται  καὶ ἄνδρες καὶ γυναῖκες,  τί τούτου χαλεπώτερον;  οὐχὶ πολλοῦ  στεναγμοῦ ταῦτα ἄξια; Μικρὰ μέν ἐστι, καὶ νομίζεται  μικρά· μεγάλα  δὲ ἐναποτίκτει  τοῖς ἤθεσιν ἡμῶν τὰ ἁμαρτήματα. Ὅταν γὰρ αἰσχρόν τι λεχθῇ καὶ ἡδὺ μέλος, ἐμάλαξε τὴν διάνοιαν, καὶ  αὐτὴν  ἐκείνην  διέφθειρε  τὴν  ψυχήν.  Καὶ ὁ  μὲν  τὸν  Θεὸν  καλῶν  πένης,  καὶ ἐπευχόμενος  ὑμῖν μυρία ἀγαθὰ, οὐδὲ λόγου ἀξιοῦται παρ' ὑμῶν· ὁ δὲ ἀντὶ τούτων  τὰ νεωτερικὰ  ἐπεισάγων,  θαυμάζεται. Ὃ δέ με νῦν  ἐπεισῆλθεν  εἰπεῖν  πρὸς ὑμᾶς, ἐκεῖνο ἐρῶ. Ποῖον δὴ τοῦτο; Ὅταν πενίᾳ καὶ νόσῳ περιβληθῇς, εἰ καὶ μηδαμόθεν ἀλλαχόθεν, ἀπὸ γοῦν τῶν  ἐπαιτούντων τῶν διὰ τῶν στενωπῶν  χωρούντων μάθε εὐχαριστεῖν  τῷ
∆εσπότῃ. Οὗτοι γὰρ πάντα τὸν βίον ἐν τῷ ἐπαιτεῖν καταναλίσκοντες, οὐ βλασφημοῦσιν, οὐκ ἀγανακτοῦσιν  οὐδὲ δυσχεραίνουσιν, ἀλλὰ πᾶσαν τὴν τῆς ἐπαιτήσεως διήγησιν  ἐν εὐχαριστίᾳ ποιοῦνται, μέγαν τὸν Θεὸν ποιοῦντες καὶ φιλάνθρωπον. Ὁ μὲν λιμῷ φθειρόμενος,  φιλάνθρωπον καλεῖ· σὺ δὲ ὁ ἐν ἀφθονίᾳ  ζῶν, ἂν μὴ τὰ πάντων  λάβῃς, ὠμὸν λέγεις. Πόσῳ βελτίων  ἐκεῖνος; πῶς ἡμᾶς τότε κατακρινεῖ; Κοινοὺς διδασκάλους ἡμῖν τῶν συμφορῶν καὶ παραμυθίαν  ἀφῆκε διὰ τῆς οἰκουμένης ὁ Θεὸς τοὺς πένητας.
Ἔπαθές  τι   τῶν   ἀβουλήτων;   ἀλλ'  οὐδὲν   τοιοῦτον,   οἷον   ἐκεῖνος.   Ἐξεκόπης  τὸν ὀφθαλμόν; ἀλλ' ἐκεῖνος τοὺς δύο. Ἐνόσησας νόσον μακράν; ἀλλ' ἐκεῖνος ἀνίατον ἔχει. Ἀπέβαλες τοὺς παῖδας; ἀλλ' ἐκεῖνος καὶ τὴν ὑγιείαν  τοῦ οἰκείου σώματος. Ἐζημιώθης ζημίαν  μεγάλην;  ἀλλ'  οὐδέπω  πρὸς τὸ ἑτέρων  δεῖσθαι κατέστης. Οὐκοῦν εὐχαρίστη
σον τῷ Θεῷ. Ὁρᾷς ἐκείνους ἐν καμίνῳ πενίας, καὶ παρὰ πάντων  μὲν αἰτοῦντας, παρ' ὀλίγων  δὲ λαμβάνοντας.  Ὅταν ἀποκάμῃς εὐχόμενος, καὶ μὴ λαμβάνῃς, ἐννόησον ποσάκις  ἤκουσας πένητός  σε καλοῦντος,  καὶ  οὐκ  ἐπήκουσας,  καὶ  οὐκ  ἠγανάκτησεν ἐκεῖνος,  οὐδὲ ὕβρισέ σε. Καίτοι σὺ μὲν  ἀπὸ ὠμότητος  τοῦτο  ποιεῖς,  ὁ δὲ Θεὸς ἀπὸ φιλανθρωπίας καὶ τὸ μὴ ἀκούειν ποιεῖ. Εἰ τοίνυν αὐτὸς τοῦ ὁμοδούλου δι' ὠμότητα μὴ ἀκούων  οὐκ  ἀξιοῖς  ἐγκαλεῖσθαι,  τῷ  δεσπότῃ  τοῦ  δούλου  διὰ  φιλανθρωπίαν  οὐκ ἀκούοντι  ἐγκαλεῖς;  Ὁρᾷς  πόσον  τὸ  ἄνισον;  πόσον  τὸ  ἄδικον;  δʹ. Ταῦτα  ἐννοῶμεν διαπαντὸς, τοὺς κατωτέρους, τοὺς ἐν μείζοσι συμφοραῖς, καὶ οὕτω δυνησόμεθα εὐχαριστεῖν τῷ Θεῷ. Πολλῶν ὁ βίος γέμει τοιούτων ὑποδειγμάτων· ἔχει δὲ διδασκαλίαν οὐ μικρὰν ὁ νήφων καὶ βουλόμενος προσέχειν καὶ ἀπὸ τῶν εὐκτηρίων οἴκων. ∆ιὰ τοῦτο γὰρ καὶ ἐν ταῖς ἐκκλησίαις, καὶ ἐν τοῖς μαρτυρίοις προκάθηνται  τῶν  προπυλαίων  οἱ πένητες, ὥστε ἡμᾶς ἐκ τῆς τούτων θέας πολλὴν δέχεσθαι τὴν ὠφέλειαν. Ἐννόησον γὰρ ὅτι εἰς μὲν βασίλεια τὰ ἐπὶ γῆς εἰσερχομένων  ἡμῶν, οὐδὲν τοιοῦτον  ἔστιν ἰδεῖν· ἀλλὰ ἄνδρες καὶ σεμνοὶ, καὶ λαμπροὶ, καὶ πλουτοῦντες,  καὶ συνετοὶ, πανταχοῦ διατρέχουσιν, εἰς  δὲ  τὰ  ὄντως  βασίλεια,  τὴν  ἐκκλησίαν  λέγω,  καὶ  τοὺς  εὐκτηρίους  οἴκους  τῶν μαρτύρων, δαιμονῶντες,  ἀνάπηροι, πένητες, γέροντες, τυφλοὶ, διεστραμμένοι τὰ μέλη. Τί δήποτε; Ἵνα σὺ παιδεύῃ διὰ τῆς τούτων θέας, πρῶτον μὲν ἵνα, εἴ τινα τῦφον ἔξωθεν ἐπισυρόμενος εἰσέλθῃς, εἰς ἐκείνους βλέψας, καὶ ἀποθέμενος τὸν ὄγκον, καὶ συντρίψας τὴν  καρδίαν, οὕτως  εἰσέλθῃς, καὶ τῶν  λεγομένων  ἀκούσῃς (οὐ γὰρ ἔστι μετὰ τύφου προσευχόμενον ἀκούεσθαι)· ἵν', ὅταν γέροντα ἴδῃς, μὴ ἐπὶ νεότητι μέγα φρονῇς· καὶ γὰρ οὗτοι οἱ γέροντες  νέοι ἐγένοντο· ἵν',  ὅταν ἐπὶ στρατείᾳ καὶ δυναστείᾳ βασιλικῇ μέγα κομπάζῃς, ἐννοήσῃς  ὅτι ἐκ τούτων  εἰσὶ καὶ οἱ λαμπροὶ  γενόμενοι  ἐν ταῖς βασιλικαῖς αὐλαῖς· ἵν',  ὅταν  ἐπὶ  ὑγείᾳ  σώματος  θαῤῥῇς, τούτοις  προσέχων  καταστείλῃς  σου τὸ φρόνημα. Καὶ γὰρ ἐνταῦθα συνεχῶς εἰσιὼν, ὁ μὲν ὑγιαίνων  οὐ μέγα φρονήσει ἐπὶ ὑγείᾳ σώματος· ὁ δὲ κάμνων, λήψεται παραμυθίαν οὐ τὴν τυχοῦσαν. Οὐ διὰ τοῦτο δὲ μόνον ἐνταῦθα   παρακάθηνται,   ἀλλ'   ἵνα   σε  καὶ   ἐλεήμονα   ποιήσωσι,   καὶ   πρὸς   ἔλεον ἐπικαμφθῇς, ἵνα θαυμάσῃς τοῦ Θεοῦ τὴν φιλανθρωπίαν. Εἰ γὰρ ὁ Θεὸς οὐκ ἐπαισχύνεται αὐτοὺς, ἀλλ' ἐν τοῖς προπυλαίοις αὐτοῦ ἔστησε, πολλῷ μᾶλλον σύ· ἵνα μὴ μέγα φρονῇς ἐπὶ τοῖς βασιλείοις τοῖς ἐπὶ τῆς γῆς. Μὴ τοίνυν ἐπαισχύνου παρὰ πένητος καλούμενος· κἂν  προσέλθῃ,  κἂν  τὰ  γόνατα  κατέχῃ,  μὴ  ἀποσείσῃ·  κύνες  γάρ  εἰσιν  οὗτοί  τινες θαυμαστοὶ τῶν  αὐλῶν  τῶν  βασιλικῶν.  Οὐ γὰρ ἀτιμάζων  αὐτοὺς  κύνας  ἐκάλεσα, μὴ γένοιτο,  ἀλλὰ  καὶ  σφόδρα ἐπαινῶν·  τὴν  αὐλὴν  φυλάττουσι  τὴν  βασιλικήν·  θρέψον τοίνυν  αὐτούς·  ἡ  γὰρ  τιμὴ  εἰς  τὸν  βασιλέα  ἀναβαίνει.  Ἐκεῖ πάντα  τῦφος,  ἐν  τοῖς βασιλείοις  λέγω  τοῖς  ἐπὶ  τῆς  γῆς,  ἐνταῦθα  πάντα  ταπεινοφροσύνη.   Ὅτι  οὐδὲν  τὰ ἀνθρώπινα  ἀπ' αὐτῶν  μάλιστα τῶν  προπυλαίων  μανθάνεις·  ὅτι οὐ τέρπεται  πλούτῳ Θεὸς, ἀπ' αὐτῶν  τῶν προκαθημένων  διδάσκῃ. Ἡ γὰρ τούτων  καθέδρα καὶ ἡ συλλογὴ μονονουχὶ  παραίνεσίς ἐστι, πρὸς τὴν τῶν  ἁπάντων  ἀνθρώπων  φύσιν φωνὴν  ἀφιεῖσα λαμπρὰν,  καὶ  λέγουσα,  ὅτι  οὐδὲν  τὰ ἀνθρώπινα  πράγματα,  ὅτι  σκιὰ καὶ  καπνός.  Εἰ καλὸν ἦν ὁ πλοῦτος, οὐκ ἂν πένητας προεκάθισεν 62.467 ὁ Θεὸς τῶν οἰκείων προθύρων. Εἰ δὲ προσίεται καὶ πλουτοῦντας,  μὴ θαυμάσῃς· οὐ γὰρ διὰ τοῦτο προσίεται, ἵνα μένωσι πλουτοῦντες,  ἀλλ' ἵνα ἀπαλλαγῶσι τοῦ ὄγκου· ἄκουσον γὰρ τί φησιν αὐτοῖς ὁ Χριστός·
Οὐ δύνασθε Θεῷ δουλεύειν,  καὶ μαμωνᾷ· καὶ πάλιν, ∆υσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν  βασιλείαν  τῶν  οὐρανῶν·  καὶ πάλιν,  Εὐκοπώτερόν ἐστι κάμηλον  διὰ ῥαφίδος τρυπήματος εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ∆ιὰ ταῦτα δέχεται τοὺς πλουσίους, ἵνα ταῦτα ἀκούσωσι τὰ ῥήματα, ἵνα τὸν αἰώνιον  ποθήσωσι πλοῦτον, ἵνα ἐπιθυμήσωσι τῶν ἐν τοῖς οὐρανοῖς. Καὶ τί θαυμάζεις εἰ εἰς τὰ πρόθυρα αὐτοῦ οὐκ ἀπαξιοῖ  τοὺς τοιούτους  καθίζειν; ἐπὶ γὰρ τὴν  τράπεζαν  αὐτοῦ τὴν  πνευματικὴν  οὐκ ἀπαξιοῖ  καλεῖν   αὐτοὺς,  καὶ  μεταδοῦναι   τῆς  εὐωχίας  ἐκείνης·  ἀλλ'  ὁ  κυλλὸς  καὶ ἀνάπηρος, ὁ γέρων καὶ ῥάκια ἠμφιεσμένος καὶ ῥύπον καὶ κόρυζαν ἔχων, ἅμα τῷ νέῳ τῷ καλῷ, καὶ αὐτῷ τῷ τὴν ἁλουργίδα περικειμένῳ καὶ τὸ διάδημα ἐπὶ τῆς κεφαλῆς ἔχοντι, ἔρχεται  τῆς  τραπέζης  μεθέξων,  καὶ ἀξιοῦται  τῆς  εὐωχίας  τῆς  πνευματικῆς,  καὶ τῶν αὐτῶν  ἑκάτεροι  ἀπολαύουσι,  καὶ  οὐδεμία  ἐστὶ διαφορά.  εʹ. Εἶθ' ὁ μὲν  Χριστὸς οὐκ ἀπαξιοῖ εἰς τὴν τράπεζαν αὐτοὺς καλεῖν μετὰ τοῦ βασιλέως· ὁμοῦ γὰρ ἀμφότεροι καλοῦνται· σὺ δὲ ἴσως ἀπαξιοῖς καὶ ὀφθῆναι, διδοὺς πένησιν, ἢ καὶ προσδιαλεγόμενος; Βαβαὶ τῆς  ἀπονοίας  καὶ  τοῦ  τύφου!  Ὅρα μὴ  τὰ  αὐτὰ  πάθωμεν  τῷ  ποτε  πλουσίῳ. Ἀπηξίου ἐκεῖνος κἂν ἰδεῖν τὸν Λάζαρον, καὶ ὀροφῆς αὐτῷ οὐ μετέδωκεν  οὐδὲ στέγης, ἀλλ'  ἦν  ἔξω  παρὰ  τὸν  πυλῶνα  ἐῤῥιμμένος,  ἀλλ'  οὐδὲ  ῥημάτων  ἠξιώθη  τῶν  παρ' ἐκείνου. Ἀλλ' ὅρα πῶς ἐν ἀνάγκῃ καὶ χρείᾳ καταστὰς αὐτοῦ τῆς βοηθείας, ἀπέτυχεν. Εἰ γὰρ  οὓς  ὁ  Χριστὸς οὐκ  ἐπαισχύνεται,   τούτους  ἡμεῖς  ἐπαισχυνόμεθα,  τὸν  Χριστὸν ἐπαισχυνόμε 62.468 θα, τοὺς φίλους αὐτοῦ ἐπαισχυνόμενοι. Πεπληρώσθω σου ἡ τράπεζα χωλῶν,  ἀναπήρων· διὰ τούτων παραγίνεται  ὁ Χριστὸς, οὐ διὰ τῶν πλουτούντων. Τάχα γελᾷς ἀκούων. Οὐκοῦν ἵνα μὴ νομίσῃς ὅτι ἐμὸν τὸ ῥῆμα, ἄκουσον αὐτοῦ τοῦ Χριστοῦ λέγοντος,  ἵνα μὴ γελάσῃς, ἀλλ' ἵνα φρίξῃς· Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον,  φησὶ, μὴ φώνει  τοὺς  φίλους  σου, μηδὲ  τοὺς  ἀδελφούς  σου, μηδὲ  τοὺς  συγγενεῖς  σου, μήτε γείτονας  πλουσίους, μήποτε καὶ αὐτοὶ ἀντικαλέσωσί  σε, καὶ γένηταί  σοι ἀνταπόδομα· ἀλλ' ὅταν ποιῇς δοχὴν, κάλει πτωχοὺς, ἀναπήρους, τυφλοὺς, καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί  σοι· ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων. Καὶ δόξα δὲ μείζων  ἐνταῦθα  γίνεται,  εἴ γε ταύτης  ἐρᾷς. Ἐξ ἐκείνων  μὲν γὰρ φθόνος  καὶ βασκανίαι καὶ κατηγορίαι καὶ λοιδορίαι, καὶ πολὺς ὁ φόβος μή τι παρὰ τὸ δέον γένηται· καὶ ὡς οἰκέτης δεσπότῃ, οὕτω παρέστηκας, ἂν μείζους οἱ καλούμενοι ὦσι, δεδοικὼς τὴν παρ' αὐτῶν μέμψιν καὶ τὰ στόματα· ἐπὶ δὲ τούτων οὐδὲν τοιοῦτον, ἀλλ' ἅπερ ἂν αὐτοῖς ἐνέγκῃς, μεθ' ἡδονῆς πάντα δέχονται· καὶ πολὺς ἐντεῦθεν ὁ κρότος, λαμπροτέρα ἡ δόξα, μεῖζον τὸ θαῦμα. Οὐχ οὕτω κροτοῦσιν ἐκείνους ὡς τούτους ἅπαντες οἱ ἀκούοντες. Εἰ δὲ ἀπιστεῖς,  πείρασον  σὺ ὁ πλουτῶν,  ὁ στρατηγοὺς  καὶ  ἡγεμόνας  καλῶν· κάλεσον  καὶ πένητας, καὶ ἀπὸ τούτων τὴν τράπεζαν πλήρωσον, ἂν μὴ παρὰ πάντων κροτηθῇς, ἂν μὴ παρὰ πάντων  φιληθῇς, ἂν μὴ πάντες ὡς πατέρα ἕξωσιν. Ἐκείνων μὲν γὰρ τῶν δείπνων κέρδος οὐδὲν, ὑπὲρ τούτων  δὲ οὐρανὸς ἀπόκειται, καὶ τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθά· ὧν γένοιτο  πάντας  ἡμᾶς  ἐπιτυχεῖν,   χάριτι  καὶ  φιλανθρωπίᾳ  τοῦ  Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |