Τρίτη 23 Οκτωβρίου 2012

ΕΙΣ ΤΟΝ ΡΙΔʹ ΨΑΛΜΟΝ



Homiliae super Psalmos


Πάλαι προκαταλαβόντες  τὸν ἱερὸν τοῦτον τῶν Μαρτύρων σηκὸν, ἐκ μέσης νυκτὸς τὸν Θεὸν τῶν μαρ τύρων διὰ τῶν ὕμνων ἐξιλεούμενοι, διεκαρτερήσατε μέχρι τῆς μεσημβρίας ταύτης, τὴν ἡμετέραν ἄφιξιν ἀναμένοντες. Ὑμῖν μὲν οὖν καὶ ὕπνου καὶ  ἀναπαύ  σεως  τὴν  εἰς  τοὺς  μάρτυρας  τιμὴν  καὶ  τὴν  τοῦ  Θεοῦ  λατρείαν προτιμῶσιν, ἕτοιμος ὁ μισθός. Εἰ δὲ δεῖ καὶ ἡμᾶς ὑπὲρ ἡμῶν αὐτῶν ἀπολογήσασθαι, τῆς διατρι βῆς ἕνεκεν καὶ τῆς ἐπὶ πλεῖστον ἀπολείψεως ὑμῶν, ἐροῦμεν τὴν αἰτίαν, ὅτι ἄλλην ὁμότιμον ταύτῃ τοῦ Θεοῦ ἐκκλησίαν οἰκονομοῦντες, οὐκ ὀλίγῳ πρὸς ὑμᾶς διειργομένην τῷ διαστήματι, τὸν χρόνον τοῦτον τῆς ἡμέρας καταναλώσαμεν. Ἐπεὶ οὖν ἔδωκεν ὁ Κύ ριος κἀκείνοις πληρῶσαι τὴν λειτουργίαν, καὶ μὴ διαμαρτεῖν τῆς ὑμετέρας  ἀγάπης,  ἀπόδοτε  μεθ'  ἡμῶν  τὴν  εὐχαριστίαν  τῷ  εὐεργέτῃ,  τῷ  τὴν ὁρωμένην ταύ την τοῦ σώματος ἡμῶν ἀσθένειαν τῇ ἀοράτῳ αὐτοῦ δυνάμει χειραγωγοῦντι.  Ὡς ἂν δὲ μὴ ἐπὶ πλεῖον παρα κατέχοντες ὑμᾶς ἀνιῶμεν, βραχέα ἐξ οὗ   κατελάβομεν   ᾀδομένου   ὑμῖν   ψαλμοῦ   διαλεχθέντες,    καὶ   τῷ   λόγῳ   τῆς παρακλήσεως κατὰ τὴν προσοῦσαν ἡμῖν δύναμιν  τὰς ψυχὰς ὑμῶν θρέψαντες, ἐπὶ τὴν  τοῦ σώματος ἐπιμέ λειαν  ἕκαστον διαφήσομεν.
Τί τοίνυν  ἦν  τὸ ᾀδό μενον; Ἠγάπησα, φησὶν, ὅτι εἰσακούσεται Κύ ριος τῆς φωνῆς τῆς δεήσεώς μου. Οὐ παντός ἐστιν εἰπεῖν τὸ, Ἠγάπησα, ἀλλὰ τοῦ τελειουμένου ἤδη καὶ ὑπερβαίνοντος  τὸν τῆς δουλείας φόβον, καὶ ἐν τῷ πνεύματι  γενομένου τῆς υἱοθεσίας. Οὐ πρόσκειται μὲν οὖν τῷ, Ἠγάπησα, τὸ, τινά· προσ υπακούεται δὲ παρ' ἡμῶν ὅτι, τὸν Θεὸν τῶν ὅλων. Τὸ γὰρ κυρίως ἀγαπητὸν, ὁ Θεός· ἐπειδήπερ ἀγαπη τὸν ὁρίζονται εἶναι, οὗ πάντα ἐφίεται. Ἀγαθὸν δὲ ὁ Θεὸς, καὶ πρῶτον καὶ τελειότατον τῶν ἀγαθῶν. Αὐτόν τε οὖν ἠγάπησα τὸν Θεὸν, τῶν ὀρεκτῶν ὄντα τὸ ἔσχατον, καὶ τὰ ὑπὲρ αὐτοῦ παθήματα μετὰ χαρᾶς ὑπεδεξάμην. Τίνα δέ ἐστι ταῦτα, μικρὸν ὕστε ρον διεξέρχεται, τὰς ὠδῖνας τοῦ θανάτου, τοὺς κιν δύνους τοῦ ᾅδου, τὴν θλίψιν, τὴν ὀδύνην, ἅπερ πάντα αὐτῷ ἀγαπητὰ διὰ τὴν πρὸς Θεὸν ἀγάπην, καὶ τὴν ἐλπίδα, τὴν ἀποκειμένην τοῖς τὰ ὑπὲρ τῆς εὐσεβείας πάθη καταδεχομένοις, ἐφαίνετο. Οὐ γὰρ παρὰ προ αίρεσιν, οὐδὲ βιαίως καὶ κατηναγκασμένως  ὑπέμεινα, φησὶ, τοὺς ἀγῶνας, ἀλλὰ στοργῇ τινι καὶ διαθέσει ὑπεδεξάμην τὰ ἐπίπονα· ὥστε ἔχειν με λέγειν· Ὅτι ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν. Καὶ ἔοικε ταῦτα ἰσοδυναμεῖν τοῖς τοῦ Ἀποστόλου, καὶ ἀπὸ τῆς αὐτῆς αὐτῷ διαθέσεως λέγεσθαι τὸ, Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις;  ἢ στενοχωρία;  ἢ διωγμός;  ἢ λιμός; ἢ γυμνότης;  ἢ κίνδυνος;  ἢ μάχαιρα; Ἠγάπησα οὖν ταῦτα πάντα, εἰδὼς, ὅτι ὑπὸ θεατῇ καὶ ἀθλοθέτῃ  τῷ ∆εσπότῃ τῶν ὅλων  τοὺς ὑπὲρ τῆς εὐσεβείας διαφέρω  κινδύνους.  Ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς  τῆς δεήσεώς μου. Οὕτω γὰρ καὶ ἕκαστος ἡμῶν δύναται τὸ ἐν ταῖς ἐντολαῖς ἐπίπονον  διανύειν,  ὅταν  οἱονεὶ  θεατῇ  τῷ  Θεῷ τῶν  ὅλων  ἐπιδεικνύμενος  ᾖ τὴν ἑαυτοῦ πολιτείαν. Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί. Ἔκλινεν, εἶπεν, οὐχ ἵνα σωματικήν τινα ἔννοιαν λάβῃς περὶ Θεοῦ ὦτα ἔχοντος, καὶ ταῦτα πρὸς τὸ ἠρεμαῖον τῆς φωνῆς ἐπικλίνοντος, ὅπερ ἡμεῖς ποιοῦμεν πρὸς τοὺς μικρὸν φθεγγομένους· προσεγγίζοντες ἡμῶν τὴν ἀκοὴν, ἵνα ἐκ τοῦ σύνεγγυς τῇ αἰσθήσει παραδεξώ μεθα τὸ λαλούμενον, ἀλλ' Ἔκλινεν, εἶπεν, ἵνα τὸ ἑαυτοῦ ἀσθενὲς ἐπιδείξηται.  Ὅτι χαμαὶ κειμένῳ  μοι συγκατέβη διὰ φιλανθρωπίαν·  οἱονεὶ, ἀῤῥώστου τι νὸς ἐκ πολλῆς ἀσθενείας οὐδὲ φθέγγεσθαι  τρανῶς  δυ  ναμένου,  φιλάνθρωπος   ἰατρὸς  προσαγαγὼν  ἑαυτοῦ  τὴν ἀκοὴν ἐκ τοῦ σύνεγγυς μανθάνοι τὰ ἀναγ καῖα τῷ κάμνοντι. Ἔκλινεν οὖν τὸ οὖς αὐτοῦ ἐμοί. Ἡ γὰρ θεία ἀκοὴ οὐ φωνῆς  δεῖται πρὸς αἴσθη σιν· οἶδε γὰρ καὶ ἐν τῷ κινήματι τῆς καρδίας γνω ρίσας τὰ ἐπιζητούμενα. Ἢ οὐκ ἀκούεις, ὅτι Μωϋσῆς μηδὲν φθεγγόμενος,  ἀλλὰ  τοῖς  ἀλαλήτοις  ἑαυτοῦ  στε ναγμοῖς  ἐντυγχάνων   τῷ  Κυρίῳ, ἠκούετο παρὰ τοῦ Κυρίου λέγοντος·  Τί βοᾷς πρὸς μέ; Οἶδεν ὁ Θεὸς καὶ αἵματος ἀκοῦσαι δικαίου, ᾧ γλῶσσα οὐ πρόσεστιν, οὐδὲ φωνὴ τὸν ἀέρα περῶσα. Ἔργων δὲ δικαίων  παρουσία μεγαλοφωνία  ἐστὶ παρὰ Θεῷ. Καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. Ἡμεῖς μὲν, ἐν μιᾷ προσευξάμενοι ἡμέρᾳ, ἢ ἐν μιᾷ ὥρᾳ βραχύ τι ταῖς ἁμαρτίαις ἡμῶν ἐπιστυγνάσαντες, ἀμεριμνῶ μεν ὡς ἤδη τι ποιήσαντες ἐφάμιλλον τῇ κακίᾳ ἡμῶν. Ὁ μέντοι ἅγιος παντὶ  τῷ χρόνῳ τῆς ζωῆς ἑαυτοῦ παραμετρουμένην ἐπιδείκνυσθαι λέγει τὴν ἐξομολόγησιν· Ἐν ταῖς ἡμέραις γάρ μου, φησὶ, πάσαις ἐπικαλέσομαι. Εἶτα ἵνα μὴ οἰηθῇς, ὅτι ἐνευημερῶν τῷ βίῳ τούτῳ, καὶ πάντων αὐτῷ τῶν πραγμάτων κατὰ ῥοῦν προϊόντων,  ἐπεκαλεῖτο τὸν Θεὸν, διηγεῖται τὸ μέγεθος τῶν περιστάσεων, ἐν αἷς ὢν οὐκ ἐπελάθετο τοῦ ὀνόματος τοῦ Θεοῦ. Περι έσχον γάρ με, φησὶν, ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με. Κυρίως μὲν αἱ ὠδῖνες ἐπὶ τῶν κατὰ τὰς κυήσεις ὀδυνῶν εἰσι τεταγμέναι, ὅταν, πρὸς ὄγκον ἡ γαστὴρ διεγειρομένη, ὠθῇ τὸ ἔμβρυον πρὸς τὸ ἔξω· εἶτα θλιβόμενα τὰ γεννητικὰ μέρη, καὶ περιτεινόμενα τῷ κυήματι σπασμοῖς καὶ συνολκαῖς τῶν  ἰνῶν,  ὀξυτάτας ἀλγηδόνας  καὶ δριμείας ὀδύνας ἐμποιεῖ ταῖς τικτούσαις. Μετήνεγκε δὲ τὰς ὠδῖνας καὶ ἐπὶ τοῦ θανάτου, τὰς περιϊσταμένας τὸ ζῶον ἐν τῷ μερισμῷ τῆς ψυχῆς καὶ τοῦ σώματος. Οὐδὲν οὖν φησι μέτριον πεπονθέναι, ἀλλὰ μέχρι καὶ αὐτῶν πε πειρᾶσθαι τῶν ὠδίνων τοῦ θανάτου, καὶ  εἰς  κίνδυνον  τῆς  καταβάσεως  τοῦ  ᾅδου  ἀφῖχθαι.  Ἆρ'  οὖν  καὶ  μόνα  ταῦτα πέπονθεν  ἐφ' οἷς σεμνύνεται, ἢ ταῦτα μὲν πολλάκις  καὶ ἀκούσια; Οὐδὲν δὲ τῶν ἠναγκασμένων  ἐπαινετόν.  Ἀλλὰ βλέπε τὸ μεγαλοφυὲς  τοῦ ἀθλητοῦ.  Ἐπειδὴ γὰρ Περιέσχον με ὠδῖνες θανάτου, καὶ κίνδυνοι ᾅδου εὕροσάν με, τοσοῦτον ἀπέσχον τοῖς πειρασμοῖς τούτοις  ὑποπεσεῖν, ὅτι  καὶ πολλῷ  τούτων  πλείοσι κατὰ τὸ ἑκούσιον πειρασμοῖς ἐμαυτὸν προ εθέμην. Θλίψιν καὶ ὀδύνην ὥσπερ ἑκὼν ἐμαυτῷ ἐπεξεῦρον, οὐκ ἀκουσίως ὑπ' αὐτῶν  κατελήφθην.  Ἐν μὲν  γὰρ τοῖς  κατόπιν  Κίνδυνοι ᾅδου εὕροσάν με· ἐνταῦθα δὲ Θλίψιν καὶ ὀδύνην εὗρον. Ἐπειδὴ γὰρ ἐκεῖ ἀνενδότως ἔχων εὑρέθην πρὸς τὰ παρὰ τοῦ πειράζοντος ἐπαχθέντα,  ἵνα δείξω τὴν περιουσίαν τῆς πρὸς Θεὸν ἀγάπης, προσέθηκα θλίψιν ἐπὶ τῇ θλί ψει, καὶ ὀδύνην ἐπὶ τῇ ὀδύνῃ· οὐ τῇ ἐμαυτοῦ δυνά μει τῶν  ἀλγεινῶν  κατεπανιστάμενος,  ἀλλὰ διότι τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην. Τοιοῦτόν ἐστι καὶ τὸ τοῦ Ἀποστόλου λέγοντος·  Ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν  διὰ τοῦ ἀγαπήσαντος  ἡμᾶς. Νικᾷ μὲν γὰρ ὁ μὴ ἐνδιδοὺς  τοῖς  πρὸς ἀνάγκην  ἐπαγομέ νοις· ὑπερνικᾷ  δὲ ὁ καὶ αὐθαιρέτως  ὀδύνας  εἰς ἐπί δειξιν  τῆς ὑπομονῆς  ἐπισπώμενος.  Ὁ γενόμενος  ἐν  ἁμαρτίᾳ τινὶ  τῇ  πρὸς θάνατον  λεγέτω· Περιέσχον με  ὠδῖνες  θανάτου.  Πᾶς γὰρ,  φησὶν,  ὁ  ποιῶν  τὴν  ἁμαρτίαν  ἐκ  τοῦ διαβόλου  γεγέννηται.  Ὅτε οὖν  ἤμην,  φησὶν,  ἐργάτης  τῆς  ἁμαρτίας, καὶ ἐκυοφο ρούμην ὑπὸ τοῦ θανάτου, τότε καὶ εὑρέθην ὑπὸ τῶν τοῦ ᾅδου κινδύνων.  Πῶς οὖν ἐξιασάμην ἐμαυτόν; Ἐπειδὴ θλίψιν καὶ ὀδύνην εὗρον τὴν διὰ τῆς μετανοίας. Ἀναλογοῦσαν γὰρ τῷ μεγέθει τῆς ἁμαρτίας τὴν ἐκ τῆς μετανοίας κάκωσιν ἐμαυτῷ ἑπ ενόησα, καὶ οὕτως ἐτόλμησα τὸ ὄνομα Κυρίου ἐπικα λέσασθαι. Τίνα δὲ ἦν ἃ εἶπον; Ὦ Κύριε, ῥῦσαι τὴν ψυχήν μου. Κατέχομαι ἐν τῇ αἰχμαλωσίᾳ ταύτῃ, σὺ δὸς τὸ ὑπὲρ ἐμοῦ λύτρον, καὶ ῥῦσαι τὴν ψυχήν  μου. Ἐλεήμων  ὁ Κύριος καὶ δίκαιος. Πανταχοῦ συνάπτει ἡ Γραφὴ τοῖς οἰκτιρμοῖς τοῦ Θεοῦ τὴν δι καιοσύνην, διδάσκουσα ἡμᾶς, ὅτι οὔτε ὁ ἔλεος τοῦ Θεοῦ ἄκριτος, οὔτε ἡ κρίσις ἀνελεήμων. Ἀλλὰ καὶ ἐλεῶν, κεκριμένως τοῖς ἀξίοις ἐπιμετρεῖ τοὺς οἰ κτιρμούς· καὶ κρίνων, ἐστοχασμένως τῆς ἀσθενείας ἡμῶν ἐπάγει τὴν κρίσιν, φιλανθρωπίᾳ μᾶλλον ἢ τῇ τοῦ ἴσου ἀντιμετρήσει ἀμυνόμενος  ἡμᾶς. Καὶ ὁ Θεὸς ἡμῶν  ἐλεεῖ. Ἔλεός ἐστι πάθος ἐπὶ τοὺς παρ' ἀξίαν τεταπεινωμένους,  παρὰ τῶν συμπαθῶς διατιθεμένων  γινόμενον.  Ἐλεοῦμεν τὸν ἐκ μεγάλου πλούτου πρὸς τὴν ἐσχάτην πενίαν μεταπεσόντα, τὸν ἐκ τῆς ἄκρας εὐεξίας τοῦ σώματος εἰς τὴν ἐσχάτην ἀσθένειαν κα ταβληθέντα,  τὸν ἐπὶ κάλλει  καὶ ὥρᾳ σώματος ἀγαλ λόμενον, καὶ ὑπὸ τῶν αἰσχίστων παθῶν διαφθαρέντα. Ἐπεὶ οὖν καὶ ἡμεῖς ἦμέν ποτε ἔνδοξοι ἐπὶ τῆς τοῦ παραδείσου διαγωγῆς, ἐγενόμεθα δὲ ἄδοξοι καὶ ταπει  νοὶ  διὰ  τὴν  ἔκπτωσιν,  Ὁ  Θεὸς ἡμῶν  ἐλεεῖ,  ὁρῶν  ἡμᾶς  οἷοι  ἀνθ'  οἵων γεγόναμεν. ∆ιὰ τοῦτο καὶ τὸν Ἀδὰμ ἀνεκαλεῖτο τῇ τοῦ ἐλέου φωνῇ, λέγων· Ἀδὰμ, ποῦ εἶ; Οὐ γὰρ διδαχθῆναι ἐζήτει ὁ πάντα εἰδὼς, ἀλλὰ νοῆσαι αὐτὸν ἐβούλετο οἷος ἀνθ' οἵου γέγονε. Ποῦ εἶ; ἀντὶ τοῦ, Εἰς οἷον πτῶμα κατελήλυ θας ἀπὸ τηλικούτου ὕψους; Φυλάσσων τὰ νήπια  ὁ Κύριος· ἐταπεινώθην,  καὶ ἔσωσέ με. Εἴτε κατὰ τὸν φυσικὸν λόγον, οὐκ ἂν συνέστη ἡ ἀνθρωπίνη φύσις, μὴ τῶν κομιδῆ νηπίων καὶ ἔτι βρεφῶν ὑπὸ τοῦ Κυρίου φυλασσομένων. Πῶς γὰρ ἢ τὰ ἐν τῇ μήτρᾳ κυοφορούμενα ἠδύ νατο  τρέφεσθαι ἢ κινεῖσθαι  ἐν οὕτω  στενοῖς χωρίοις,  καὶ μηδεμίαν  ἔχουσιν ἀναστροφὴν, ἀλλ'  ἐν σκοτει νοῖς τόποις καὶ ἐνύγροις τὴν ζωὴν ἔχοντα, καὶ οὔτε ἀναπνεῖν  δυνάμενα, οὔτε ζῇν τὴν τῶν  ἀνθρώπων  ζωὴν, ἀλλὰ δίκην ἰχθύων  τοῖς ὑγροῖς ἐμφερόμενα, εἰ μὴ τῇ παρὰ τοῦ Θεοῦ φυλακῇ διεκρατεῖτο; Πῶς δ' ἂν εἰς τὸν ἀήθη τοῦτον ἐκπεσόντα τόπον, καὶ ἀπὸ τῆς ἐν τῇ μήτρᾳ θερμότητος τῷ ἀέρι περιψυχόμενα κἂν πρὸς τὸ βραχὺ διήρκεσεν, εἰ μὴ παρὰ Θεοῦ διεσώζετο; Φυλάσσων οὖν τὰ νήπια ὁ Κύριος· ἐταπεινώθην,  καὶ ἔσωσέ με. Ἢ καὶ οὕτω νοήσεις τὸν λόγον· Ὅτι ἐπειδὴ ἐστράφην, καὶ ἐγενόμην ὡς τὸ νήπιον, καὶ ἐδεξάμην τὴν βασιλείαν τῶν οὐρανῶν ὡς παιδίον, καὶ διὰ τῆς ἀκακίας ἐμαυτὸν εἰς τὴν τῶν παιδίων ταπείνωσιν κατήγαγον· Ὁ φυλάσσων τὰ νήπια  Κύριος, ἐπειδὴ ἐταπεινώθην,  ἔσωσέ με. Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυ σιν σου, ὅτι Κύριος εὐηργέτησέ σε. Ἑαυτῷ προσ άγει τοὺς παρακλητικοὺς λόγους ὁ καλὸς ἀγωνιστὴς, παραπλησίως τῷ Παύλῳ λέγων·  Τὸν  ἀγῶνα  τὸν  κα  λὸν  ἠγώνισμαι,  τὸν  δρόμον  τετέλεκα,  τὴν  πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύ νης στέφανος. Ταῦτα λέγει καὶ πρὸς ἑαυτὸν  ὁ Προφήτης· Ἐπειδὴ ἱκανῶς  τοῦ βίου τούτου  τὸν  δολιχὸν  ἐξεπλήρωσας, Ἐπίστρεψον λοιπὸν εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε. Πρό κειται γὰρ ἀνάπαυσις αἰωνία τοῖς νομίμως τὸν ἐν ταῦθα διαθλήσασι βίον, οὐ κατὰ ὀφείλημα τῶν ἔργων ἀποδιδομένη, ἀλλὰ κατὰ χάριν τοῦ μεγαλοδώ ρου Θεοῦ τοῖς εἰς αὐτὸν ἠλπικόσι παρεχομένη. Εἶτα, πρὶν τὰ ἐκεῖ ἀγαθὰ διηγήσασθαι, τὴν ἀποφυγὴν τῶν τοῦ κόσμου ὀχληρῶν διηγούμενος, ἐπὶ τούτοις εὐχα ριστεῖ τῷ ἐλευθερωτῇ τῶν ψυχῶν, τῷ τῆς ποικίλης  αὐτὸν καὶ ἀπαραιτήτου δουλείας τῶν  παθημά των  ἐξαιρουμένῳ. Τίνα δέ ἐστι ταῦτα; Ὅτι ἐξ είλετο τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλ μούς μου ἀπὸ  δακρύων,  καὶ  τοὺς  πόδας  μου  ἀπὸ  ὀλισθήματος.  Συγκρίσει τῶν  ὧδε  τὴν μέλλουσαν  ἀνάπαυσιν  διαγράφει.  Ἐνταῦθα  γάρ  με,  φησὶ,  πε  ριέσχον  ὠδῖνες θανάτου· ἐκεῖ δὲ ἐξείλετο τὴν ψυχήν μου ἐκ θανάτου. Ἐνταῦθα οἱ ὀφθαλμοὶ τὸ ἐκ τῆς θλίψεως  προχέουσι δάκρυον· ἐκεῖ δὲ οὐκέτι δά κρυον ἐπισκοτοῦν ταῖς κόραις τῶν εὐφραινομένων  τῇ θεωρίᾳ τοῦ κάλλους τῆς δόξης τοῦ Θεοῦ. Ἀφεῖλε γὰρ ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου. Ἐνταῦθα πολὺς ὁ κίνδυνος  τοῦ ὀλισθήματος· διὸ καὶ Παῦλος ἔλεγεν· Ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ. Ἐκεῖ δὲ πάγιοι αἱ βάσεις· ἀπερίτρεπτος ἡ ζωή· οὐκέτι κίνδυνος πρὸς ἁμαρτίαν ὑπενεχθῆναι. Οὔτε γὰρ σαρκὸς ἐπανάστασις, οὔτε γυναικὸς συνεργία πρὸς ἁμαρτίαν. ∆ιότι οὐκ ἔνι ἄρσεν καὶ θῆλυ ἐν τῇ ἀναστά σει, ἀλλὰ μία τίς ἐστι ζωὴ καὶ μονότροπος, εὐ αρεστούντων τῷ ἑαυτῶν ∆εσπότῃ τῶν κατοικούντων  ἐν τῇ χώρᾳ τῶν ζώντων. Ὁ κόσμος οὗτος αὐτός τέ ἐστι θνητὸς, καὶ χωρίον  ἀποθνησκόντων.  Ἐπειδὴ γὰρ σύνθετός ἐστι τῶν  ὁρωμένων  ἡ σύστασις, τὸ δὲ σύνθετον ἅπαν διαλύεσθαι πέφυκεν, οἱ ἐν τῷ κόσμῳ ὄντες, μέρη ὄντες τοῦ κόσμου, ἀναγκαίως  τῆς τοῦ παντὸς φύσεως ἀπολαύομεν. ∆ιὰ τοῦτο καὶ πρὶν θα νάτῳ τὴν ψυχὴν  διαζευχθῆναι  τοῦ σώματος, ἀπο θνήσκομεν πολλάκις  οἱ ἄνθρωποι.  Καὶ μὴ  παράδοξον φανῇ  σοι τὸ  λεγόμενον,  ἀλλὰ  σκόπει τοῦ πράγμα τος τὴν ἀλήθειαν. Ἐν τρισὶ γὰρ ἑβδομάσιν ἐτῶν τρεῖς ὑφίστασθαι πέφυκεν ἀλλοιώσεις  καὶ  μεταβολὰς  ἡλικιῶν   καὶ  βίων  ὁ  ἄνθρωπος,  καὶ  καθ'  ἑκάστην ἑβδομάδα  ἴδιος   ὅρος  περιγράφων   τὰ  παρελθόντα,   καὶ  ἐναργῆ   παρέχων   τὴν μεταποίησιν. Τοῦ παιδίου ἡ ἡλι κία ἐν τῇ τῶν ὀδόντων ἀποβολῇ κατὰ τὴν πρώ την ἑβδομάδα περιορίζεται.  Τοῦ παιδὸς  λοιπὸν  τοῦ  πρὸς τὰς  μαθήσεις ἐπιτηδείου  ἡ προθεσμία ἐστὶ μέχρι τῆς ἐφηβείας. Ὁ ἔφηβος, μέχρι πρώτου καὶ εἰκοστοῦ ἕτους
συμπληρωθεὶς, ὅταν ἰούλοις ἄρξηται κατασκιάζειν τὰς παρειὰς, ἀφανίζεται λεληθότως,  πρὸς τὸν ἄνδρα ἤδη τοῦ νεανίσκου μεθισταμένου. Ὅταν τοίνυν  ἴδῃς ἄνδρα ἀποθέμενον μὲν τὴν ἐπίδοσιν τῆς καθ' ἡλικίαν αὐξήσεως, βεβηκότα δὲ ἤδη τοῖς λογισμοῖς, καὶ μηδὲν ἴχνος  τῆς νεότητος φέροντα, οὐχὶ τεθνηκέναι  ἐν αὐτῷ λογίσῃ τὰ παρελθόντα; Πάλιν ὁ πρεσβύτης, πρὸς ἕτερον σχῆμα καὶ ψυχῆς διάθεσιν μεθαρμοσθεὶς, ἕτερός ἐστι προδήλως  παρὰ τοὺς προτέρους. Ὥστε καὶ ἡ ζωὴ τῶν ἀνθρώπων διὰ πολλῶν θανάτων συμπληροῦσθαι πέφυκεν, οὐ μόνον ἐν τῇ κατὰ τὰς μεθηλικιώσεις  μεταβολῇ, ἀλλὰ  καὶ ἐν  τοῖς  καθ' ἁμαρτίαν  πτώμασι τῶν  ψυχῶν. Ὅπου δὲ οὐκ ἔστιν ἀλλοίωσις οὔτε σώματος οὔτε ψυχῆς (οὐδὲ γάρ ἐστι λογισμοῦ παρατροπὴ, οὐδὲ μετάθεσις γνώμης,  οὐδεμιᾶς περιστάσεως τὸ εὐσταθὲς καὶ ἀτά- ραχον τῶν λογισμῶν ἀφαιρουμένης), χώρα ἐστὶν ἐκείνη τῷ ὄντι ζώντων,  ὁμοίων ὄντων   ἀεὶ  αὐτῶν  ἑαυτοῖς.  Ἐν  ᾗ  μάλιστα  εὐαρεστήσειν  τῷ  Θεῷ  τῶν  ὅλων  ὁ Προφήτης κατεπαγγέλλεται, ὡς ὑπ' οὐδενὸς μέλλων τῶν ἔξωθεν διακόπτεσθαι πρὸς τὸν  σκοπὸν τῆς  ἀληθινῆς  καὶ ὁμοτίμου  τοῖς  ἀγγέλοις  δουλείας.  Φιλοτιμούμεθα, φησὶν,  εἴτε  ἐνδημοῦντες   ἐν  τῷ  σώματι,  εἴτε  ἐκδημοῦντες  ἀπὸ  τοῦ  σώματος, εὐάρεστοι αὐτῷ εἶναι. Ζώντων ἐκείνη χώρα, ἐν ᾗ οὐκ ἔνι νὺξ, οὐκ ἔνι ὕπνος τὸ τοῦ θανάτου μίμημα· ἐν ᾗ οὐκ ἔνι βρῶσις, οὐκ ἔνι πόσις, τὰ τῆς ἀσθενείας ἡμῶν  ὑπ- ερείσματα, οὐκ  ἔνι  νόσος,  οὐκ  ἔνι  ἀλγήματα,  οὐκ  ἰατρεία,  οὐ  δικαστήρια,  οὐκ ἐμπορίαι, οὐ τέχναι, οὐ χρήματα, τῶν κακῶν ἡ ἀρχὴ, ἡ τῶν πολέμων  ὑπόθεσις, ἡ ῥίζα τῆς ἔχθρας· ἀλλὰ χώρα ζώντων,  οὐκ ἀποθνησκόντων  διὰ τῆς ἁμαρτίας, ἀλλὰ ζώντων  τὴν ἀληθῆ ζωὴν τὴν ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 Ἀμήν.   
       
Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |