Κυριακή 28 Οκτωβρίου 2012

Περί τήν ενδεκάτην ώραν



In operarios undecimae horae
Τοῦ αὐτοῦ Ἰωάννου τοῦ Χρυσοστόμου εἰς τοὺς περὶ τὴν ἑνδεκάτην ὥραν

Ἐκ δύο φύσεων ὁ θεός, ψυχῆς λέγω καὶ σώματος, τὸν ἄνθρωπον κατεσκεύασεν. Ἑκατέροις δὲ πρὸς θεραπείαν παρέσχεν τὰ πρόσφορα· τῷ μὲν σώματι ἰατροὺς ἐμπείρους καὶ     ποικίλα κατασκευάσματα    φαρμάκων· τῇ  δὲ  ψυχῇ διδασκάλους σοφοὺς καὶ τῶν  θείων  γραφῶν  βοηθήματα. Πολὺ δὲ τὸ διαλλάττον ἑκατέρου τοῦ πράγματος. Τοσούτῳ γὰρ τέχνης κρεῖττόν ἐστιν <ἡ γραφή>, ὅσῳπερ ἂν καὶ τοῦ γηγενοῦς σώματος ἡ ἐξ οὐρανῶν δοθεῖσα ψυχή. Ὁ τοίνυν τὸ σῶμα παθὼν εἰς τὰ  τῶν  ἰατρῶν  ἐργαστήρια  παραγίνεται,  πρὸ τοῦ  λόγου  τὸ  χρῆμα  δεικνύς,  ἵνα ἀγοράσῃ ὑγείαν  τὴν  ἄδηλον.  Ἄδηλον  δὲ εἴρηκα, ἐπειδὴ  πολλάκις  καὶ οἱ ἰατροὶ βούλονται καὶ οὐ δύνανται.


Οὐ γὰρ δεσπόται τῆς φύσεως. Καὶ ὁ ἄρρωστος τὸ πάθος φυγεῖν  ἀγωνίζεται, καὶ ἡ ποθουμένη ὑγεία οὐκ ἔρχεται μὴ δεξαμένη τοῦ δεσπότου τὴν κέλευσιν. Θεοῦ γὰρ μὴ ἐπινεύοντος  ἑκατέρων ἄπρακτος ἡ σπουδή. Ὁ δὲ εἰς τὴν ἐκκλησίαν παραγενόμενος, ἵνα τὴν πολύτρωτον ταῖς ἁμαρτίαις θεραπεύσῃ ψυχήν, οὐκ ἀστοχεῖ τῆς   οἰκείας   προθέσεως.  Οὐ  χρήματα   ἐπινοεῖ   πρὸς  τὴν   τῶν   ἰατρῶν   τούτων δυσώπησιν. Οὐ γὰρ καπηλεύονται τοῦ Χριστοῦ τὰ χαρίσματα. Αὐτοῦ γὰρ ἀκούουσιν λέγοντος· «δωρεὰν ἐλάβετε, δωρεὰν δότε», καὶ ἀνάργυρον παρέχουσιν ἑκάστῳ τὴν ἴασιν. Θεραπεύουσι γοῦν καὶ οὐκ ἀποτυγχάνουσιν,  ἐπειδὴ συνεργεῖ αὐτοῖς αὐτὸς ὁ τὴν ἐξουσίαν ἔχων Χριστός. Ὢ τῆς παραδόξου τῶν θεραπευομένων ὀξύτητος! Ὢ τῆς ἀφράστου  τοῦ  θεραπεύοντος  ἀγαθότητος! 

Ἔρχεταί τις  ἐνταῦθα  μυρίαις  ψήφοις ἀπεγνωσμένος, ἤδη βλέπων <ἑαυτὸν> εἰς αὐτὸν τὸν τοῦ θανάτου βυθόν· καὶ λαβὼν τῆς χάριτος τὸ λουτρόν, εὐθὺς ὑγιαίνων  καὶ εὔρωστος ἐπανέρχεται, ἀνακαινισθεὶς ὡς ἀετὸς εὐγενής, τὴν προτέραν τοῦ βίου ἀπεκδυσάμενος παλαιότητα. Ἕτερος μετὰ τὸ βάπτισμα πάλιν εἰς τὰ τῆς σαρκὸς κατολισθήσας παθήματα καὶ μολύνας τὸ τῆς χάριτος ἔνδυμα, καὶ τὴν τῆς ψυχῆς ἐλευθερίαν τῇ τῆς ἁμαρτίας δουλείᾳ ἀνταλλαξάμενος, ἡδονῶν δὲ ἀκολάστων γενόμενος παίγνιον, μηδενὸς εἴδους φαυλότητος ἀποσχόμενος, εἰς τὸ τῆς ἐκκλησίας θεραπευτήριον παραγίνεται, ἀνανεῦσαι ὡς ὁ τελώνης εἰς  οὐρανὸν μὴ τολμῶν, ἔχων τῶν  πεπραγμένων κατήγορον τὴν οἰκείαν συνείδησιν, ἤδη προθεωρῶν τὴν φοβερὰν ἐπὶ τοῦ κριτοῦ τῶν ἁπάντων <συναγωγήν>, τὴν ὀξυτάτην τῶν  βίβλων   ἀνάπτυξιν,   τὰ   ἑκάστου σαλπιζόμενα ἁμαρτήματα, τὸ τῆς γεέννης σφοδρὸν καὶ ἄσβεστον πῦρ, τὸν παμφάγον καὶ ἀτελεύτητον  σκώληκα, τὸν ἀμειδῆ καὶ πο λυστένακτον τάρταρον, τὸν φρικτὸν τῶν  ὀδόντων  τρισμόν, τὸν  τῶν  κολαζομένων  ἄπαυστον κωκυτόν,  τοῦ ἐξωτάτου σκότους τὴν ἀπαραμύθητον βάσανον.

Ταῦτα πάντα  ἐνταῦθα  παραγινομένῳ,  ἐνθυμουμένῳ  καὶ  φοβουμένῳ  καὶ τρέμοντι,  εὐθὺς  Χριστὸς ὁ  φιλάνθρωπος   δεσπότης  προϋπαντᾷ,  ὡς  ὁ  πατὴρ  τῷ καταφαγόντι   τὴν   οὐσίαν   τὴν   πατρικὴν   υἱῷ,   καὶ   λόγοις   εὐσπλαγχνίας   καὶ χρηστότητος  γαληνιᾷ   τοῦ  χειμαζομένου   τὸν  κλύδωνα.   Τί  λέγων;   «Ἄνθρωπε, ἀθυμεῖς;  Τί ὡς  ἀβοήθητος  καταφέρεις  τὸν  λογισμόν;  Τί πεσὼν  ἐναπομένεις  τῷ πτώματι  [ναυαγοῦντι  καὶ  ἀμετανόητα  νοσοῦντι]  ἀσθενῶν;  «Μὴ ὁ  πίπτων  οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει;» Πολλὰ εἰργάσω κακὰ καὶ ἀναρίθμητα ἔπραξας ἁμαρτήματα. Ἀλλ' οὐ νικᾷ σοῦ τὸ πλῆθος τῶν παραπτωμάτων τὴν τέχνην τοῦ ἰατροῦ. Φιλάνθρωπος, φησί, λίαν εἰμί. Ἀγαθὸς γὰρ ἐξ ἀγαθοῦ φύσει γεγέννημαι.

Εἰ  ἁμαρτήσας  μετανοεῖς,   οὐκ   ὀργίζομαι   τὴν   ἐπιστροφὴν   δυσωπούμενος.   Εἰ συγχώρησιν     πλημμελημάτων     ζητεῖς, οὐκ ἐπεξέρχομαι τὴν εὐγνωμοσύνην ἀπεκδεχόμενος.  Οὐ τὰ  πεπραγμένα  διερευνῶ,  ἀλλὰ  ἀμνηστίας  καλύπτω  χειρί. Μόνον γνησίαν ἐπίδειξαι τὴν μετάνοιαν, καὶ πλουσίαν δέξαι μου τῶν οἰκτιρμῶν τὴν ἀπόλαυσιν. Μόνον μὴ στῆκε ἐν τῇ ἀγορᾷ τῶν κακῶν ὅλην τὴν ἡμέραν τῆς ζωῆς σου ἀργός· ἀλλὰ δεῦρο μετανοήσας τὰ ἔργα σου, εἰς τὸν ἀμπελῶνα τῶν προσταγμάτων μου, καὶ λήψῃ παρ' ἐμοῦ τὸν τῆς δικαιοσύνης μισθόν». Σπεύδει γὰρ ὁ λόγος ἀποδοῦναι  τὸ δάνειον  ὃ πρώην  καλάμῳ  γλώσσης ἐχειρογράφησεν, εἰπόντος  τοῦ σωτῆρος τοῖς μαθηταῖς· «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ,  ὅστις  ἐξῆλθεν  ἅμα  πρωῒ  μισθώσασθαι ἐργάτας  εἰς  τὸν  ἀμπελῶνα αὐτοῦ. Συμφωνήσας δὲ αὐτοῖς ἐκ δηναρίου τὴν ἡμέραν, ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. Ἐξελθὼν δὲ περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἐν τῇ ἀγορᾷ ἑστῶτας ἀργούς, καὶ ἐκείνοις εἶπεν· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν. Ἐξελθὼν δὲ περὶ τὴν ἕκτην καὶ τὴν ἐννάτην  ὥραν ἐποίησεν ὡσαύτως. Περὶ δὲ τὴν ἑνδεκάτην ὥραν ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας ἀργούς, καί φησιν πρὸς αὐτούς·  Τί  ὧδε  ἑστήκατε  ὅλην  τὴν  ἡμέραν  ἀργοί;  Λέγουσιν· Ὅτι  οὐδεὶς  ἡμᾶς ἐμισθώσατο.

Λέγει αὐτοῖς· Ὑπάγετε ἐργάζεσθαι εἰς τὸν ἀμπελῶνα,  καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε. Ὀψίας δὲ γενομένης  εἶπεν ὁ κύριος τοῦ ἀμπελῶνος  τῷ ἐπιτρόπῳ αὐτοῦ· Κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοῖς τὸν μισθόν». Αὕτη μὲν οὖν ἐστιν ἡ τοῦ σωτῆρος παραβολή. Ἡμεῖς δὲ συνετῶς τὰ λεγόμενα ἐρευνήσομεν, ἵνα καὶ τὸν ἀσύγχυτον τῆς πίστεως εὕρωμεν θησαυρόν, καὶ μάθωμεν τίς μὲν ὁ τούτου οἰκοδεσπότης, τίς δὲ ὁ ἀμπελὼν καὶ τίς ὁ μισθός, καὶ τίνες αἱ ὧραι καὶ <ἡ> ἡμέρα, καὶ τίνες  οἱ  ἐργάται  καὶ  τίς  ὁ  ἐπίτροπος.  Οἶκος  μὲν  οὖν  ὁ  κόσμος  ἐστίν.  Ὁ  δὲ οἰκοδεσπότης  αὐτὸς  ὁ  Χριστὸς ὁ  ποιήσας  τὸν  κόσμον  καὶ  πάντα  τὰ  ἐν  αὐτῷ. Ἀμπελὼν  αὐτοῦ ἐστιν νόμοι, προστάγματα, δικαιώματα,  κρίματα. «Ἐξελθὼν ἅμα πρωΐ», ἐν  τῇ τοῦ κόσμου ἀρχῇ, ἐμισθώσατο εἰς τὸν  ἀμπελῶνα  αὐτοῦ  Ἄβελ τὸν εὐσεβῆ, Ἑνὼχ τὸν εὐάρεστον, Νῶε τὸν δίκαιον καὶ πάντας τοὺς μέχρι τοῦ κατακλυσμοῦ ζήσαντας εὐσεβῶς. «Συμφωνήσας αὐτοῖς ἐκ δηναρίου τὴν ἡμέραν».

∆ηνάριόν ἐστιν ἡ βασιλεία τῶν  οὐρανῶν,  ἡ τοὺς βασιλικοὺς χαρακτῆρας ἔχουσα πατρός τε καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Ἡμέραν δὲ λέγει τὴν ἑκάστου ἐν τῷ κόσμῳ τούτῳ ζωήν. «Ἐξελθὼν περὶ τὴν τρίτην ὥραν» ἐμισθώσατο Ἀβραὰμ τὸν πιστότατον, Λὼτ τὸν φιλόξενον,  Ἰσαὰκ τὸν ἐγκρατῆ, Ἰακὼβ τὸν καρτερόψυχον, τοὺς δώδεκα πατριάρχας καὶ πάντας  τοὺς μέχρι Μωϋσέως θεοσεβήσαντας. «Ἐξελθὼν περὶ τὴν ἕκτην καὶ ἐννάτην  ὥραν» ἀπέστειλεν εἰς τὸν ἀμπελῶνα τὸν Μωϋσῆν, τὸν Ἀαρών, τὸν τοῦ Ναυὴ Ἰησοῦν, τὸν Σαμουήλ, τὸν ∆αυίδ, τοὺς λοιποὺς προφήτας καὶ πάντας τοὺς μέχρι τῆς οἰκονομίας εὐαρεστήσαντας.

«Περὶ δὲ τὴν  ἑνδεκάτην  ὥραν  ἐξελθὼν»  καὶ τῷ  κόσμῳ ἐπιδημήσας μετὰ σαρκὸς καὶ λέγων· «Ἐγὼ παρὰ τοῦ πατρὸς ἐξῆλθον καὶ ἐλήλυθα εἰς τὸν κόσμον», εἶδεν πάντας τοὺς ἐθνικοὺς «ἑστῶτας ἀργούς». Ἑνδεκάτην ὥραν λέγει τὸ τέλος τοῦ αἰῶνος τούτου καὶ τῶν καιρῶν, περὶ ἧς Ἰωάννης φησίν· «Παιδία, ἐσχάτη ὥρα ἐστίν». Περὶ ταύτην τὴν ὥραν «εἶδεν αὐτούς», ὡς ἔφην, «ἀργοὺς ἑστῶτας, καὶ λέγει αὐτοῖς· Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; Οἱ δὲ λέγουσιν· Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο», οὐ πατέρες, οὐ πατριάρχαι, οὐ Μωϋσῆς ὁ νομοθέτης, οὐκ Ἠσαΐας ὁ θεολόγος,   οὐκ   Ἰερεμίας   ὁ   συμπαθής,   οὐδεὶς   τῶν   λοιπῶν   προφητῶν   ἡμᾶς ἐμισθώσατο, οὐδεὶς ἡμῖν τὸν ἀμπελῶνα  τῶν  σῶν δικαιωμάτων  ὑπέδειξεν. Ὢ τῆς θεϊκῆς φιλανθρωπίας  καὶ ἀγαθότητος! Τοῖς μὲν γὰρ περὶ τὴν τρίτην καὶ τὴν ἕκτην ὥραν  καὶ  τὴν  ἐννάτην  ἑστῶσιν ἐν  τῇ  ἀγορᾷ ἀργοῖς  οὐκ ἐγκαλεῖ·  «Τί ἑστήκατε ἀργοί;» ∆ιὰ τί; Ἐπεὶ ἔχοντες πατέρας, πατριάρχας, προφήτας, ὁδηγούς, διδασκάλους πρὸς τὴν ἐργασίαν τῶν  δεσποτικῶν  ἐντολῶν,  οὐκ ἠδύναντο  λέγειν·  «Ὅτι οὐδεὶς   ἡμᾶς ἐμισθώσατο». Τοῖς δὲ ἐθνικοῖς ἐγκαλεῖ λέγων· «Τί ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί;», ἵνα τὴν ἑτοιμοτάτην καὶ εὐάρμοστον αὐτῶν ἀπολογίαν ὡς ἐργασίαν δεξάμενος, τὸ αὐθαίρετον καὶ γνήσιον τῆς ὑπακοῆς αὐτῶν φανερώσῃ δικαίωμα. Καὶ τί φησίν; «Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε. Ὀψίας δὲ γενομένης»,  τῆς  τοῦ κόσμου συντελείας,  «λέγει  ὁ κύριος τοῦ ἀμπελῶνος  τῷ ἐπιτρόπῳ  αὐτοῦ  ...» Τίς ὁ ἐπίτροπος; 

Ὁ παράκλητος,  τὸ πνεῦμα  τὸ ἅγιον,  ὁ τὰ δεσποτικὰ διανέμων χαρίσματα. Ἔχεις ἀσύγχυτον τὸν τῆς πίστεως θησαυρόν; Ἀσφαλίζου  αὐτόν.  Μὴ πλανηθῇς  ὡς  πολλοί,  καὶ  τὸν  ἐπίτροπον  οἰκοδεσπότην ὁμολογήσῃς ποτέ. «Λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· Κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοῖς τὸν μισθόν». Ὢ τοῦ θαύματος! ∆ι' ἑαυτοῦ τὸν μισθὸν συνεφώνησεν, δι' ἑαυτοῦ τοὺς ἐργάτας εἰς τὸν ἀμπελῶνα ἀπέστειλεν, καὶ τὸν μισθὸν τοῖς ἐργάταις ἀποδοῦναι τῷ ἐπιτρόπῳ παρακελεύεται, ἵνα καὶ τὴν ἑαυτοῦ φανερώσῃ ὑπεροχὴν  καὶ  τὴν  ἀσύγχυτον  τάξιν  δείξῃ  τοῦ  πνεύματος.  «Ἀπόδος αὐτοῖς  τὸν μισθόν», ἐκεῖνον  ὃν  ἐγὼ  συνεφώνησα,  «ἀρξάμενος  ἀπὸ  τῶν  ἐσχάτων  ἕως  τῶν πρώτων»,  ἵνα  μήτε ἐν αὐτῇ τῇ ἀποδόσει ὡς ἔσχατοι μέλλωσιν  ἀθυμεῖν  καὶ τοῖς λογισμοῖς ταλαντεύεσθαι.

Ἆρα καὶ ἡμῖν τοῖς ἐσχάτοις τὸν συμφωνηθέντα  τοῖς πρώτοις δώσει μισθόν;
«Καὶ ἐλθόντες  οἱ  ἔσχατοι  ἔλαβον  ἀνὰ  δηνάριον.  Ἐλθόντες  δὲ  καὶ  οἱ  πρῶτοι, ἐνόμισαν ὅτι πλείονα λήψονται· καὶ ἔλαβον καὶ αὐτοὶ ἀνὰ δηνάριον, καὶ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου». Οὐ κατὰ τοῦ ἐπιτρόπου. Ἀκριβῶς γὰρ ἠπίσταντο ὅτι οὐκ ἔχει ἐξουσίαν ὁ ἐπίτροπος ἢ προσθήκην ἢ μείωσιν ποιῆσαι τῷ συμφωνηθέντι μισθῷ.


«Ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου· Ὅτι αὐτοὶ οἱ ἔσχατοι μίαν ὥραν εἰργάσαντο,καὶ  ἴσους  ἡμῖν  αὐτοὺς  ἐποίησας  τοῖς  βαστάσασι τὸ  βάρος  τῆς  ἡμέρας  καὶ  τὸν καύσωνα». Βάρος τῆς ἡμέρας λέγουσιν τὴν βαρυτάτην ἐν τῷ νόμῳ διαγωγήν,  καὶ τὸν καύσωνα τὴν αὐστηρίαν τὴν νομικήν. «Ὁ δὲ πρὸς ἕνα τῶν γογγυζόντων  φησίν· Ἑταῖρε, οὐκ ἀδικῶ σε» (Ἑταῖρόν σε φημὶ διὰ τὴν κοινωνίαν  τοῦ σώματος). «Οὐχὶ δηναρίου συνεφώνησάς μοι; Ἆρον τὸ σὸν καὶ ὕπαγε. Θέλω δὲ τούτῳ δοῦναι ὡς καὶ σοί». Σοὶ ἀποδίδωμι ἐπειδὴ χρεωστῶ σοι μισθόν. Τούτῳ δὲ δίδωμι· χάριτι γάρ ἐστιν σεσωσμένος καὶ οὐ μισθῷ. Ἐξέρχεται καὶ νῦν διὰ τῶν προφητικῶν καὶ ἀποστολικῶν καὶ εὐαγγελικῶν  κηρυγμάτων πάντας εἰς τὸν πνευματικὸν ἀμπελῶνα μισθούμενος.

«Ἐξέρχεται ἅμα πρωΐ», ἐν τῇ ἡλικίᾳ τῆς νηπιότητος. «Ἐξέρχεται περὶ τὴν ὥραν τὴν τρίτην»,  ἐν  τῇ  ἀκμῇ  τῆς  ἑκάστου  νεότητος.  «Ἐξέρχεται  περὶ  ὥραν  ἕκτην  καὶ ἐννάτην», ἐν τῇ μεσότητι καὶ παρακμῇ τῆς ἡλικίας. «Ἐξέρχεται περὶ τὴν ἑνδεκάτην ὥραν», ἐν αὐτῷ τῷ γήρει καὶ τῷ τέλει τῆς ἑκάστου ζωῆς. Προτρέπεταί σε κἂν τὴν μίαν ὥραν εἰς τὸν ἀμπελῶνα ἐργάσασθαι, ἵνα αἰώνιόν σοι βασιλείαν χαρίσηται καὶ ἀνάπαυσιν πολλήν.

Τοιγαροῦν τὴν σπ[ουδὴν] καὶ τὴν προθυμίαν ὀψέποτε ἀνάλαβε, ὥ[στε] τὸν πεπαλαιωμένον  σὸ[ν] μυριορράφον καὶ κατά[ρρυ]πον καὶ βαρύτατον χιτῶνα  τῶν ἁμαρτημάτων διὰ τοῦ βαπτίσματος ἢ διὰ τῆς μετανοίας  ἀπόρριψον, καὶ ὡς ἀετὸς ἀνακαινισθεὶς τὴν νεότητα, [ἅρ]πασον τὴν δεσποτικὴν προτροπὴν πρὶν ἁρπαγῇς παρὰ ἀγγέλων  εἰς ᾅδην. ∆άκρυσι καὶ στεναγμοῖς καὶ ἐλεημοσύναις τὸν κριτὴν τῶν ἁπάντων  πρὸς  οἶκτον  ἐπίκαμψον,  τὸν  βοῶντα  καὶ  λέγοντα·  «Ἐὰν  ἐπιστραφεὶς
στενάξῃς, σωθήσῃ». Οὐ βραδύνω, οὐ μέλλω, οὐχ ὑπερτίθημι. «Ἔτι λαλοῦντός  σου ἐρῶ· Ἰδοὺ ἐγὼ πάρειμι». Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΑΜΗΝ.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |