Τρίτη 23 Οκτωβρίου 2012

ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΛΒʹ ΨΑΛΜΟΝ.



Homiliae super Psalmos


Ἀγαλλιᾶσθε,  δίκαιοι,  ἐν  Κυρίῳ· τοῖς  εὐθέσι πρέπει  αἴνεσις.   Συνήθης  τῇ Γραφῇ τῆς ἀγαλλιάσεως ἡ φωνὴ, φαιδροτάτην τινὰ καὶ περιχαρῆ κατάστασιν τῆς ψυ χῆς ἐπὶ τοῖς ἀξίοις εὐθυμίας ἐμφαίνουσα. Ἀγαλ λιᾶσθε οὖν, δίκαιοι, ἐν Κυρίῳ· μὴ ὅταν ὑμῖν εὐ θηνῆται τὰ κατὰ τὸν οἶκον, μὴ ὅταν εὐεκτῆτε τῷ σώματι, μὴ ὅταν αἱ ἄρουραι πληθύνωσι  καρπῶν παντοδαπῶν·  ἀλλ' ὅτι Κύριον ἔχετε, τοιοῦτον  μὲν τὸ κάλλος, τοιοῦτον δὲ τὴν ἀγαθότητα, τὴν σοφίαν τοι οῦτον. Ἀρκείτω ὑμῖν ἡ ἐπ' αὐτῷ εὐφροσύνη.  Καὶ ἔοικεν  ὁ  μετ'  εὐφροσύνης  καὶ  χαρᾶς  ἐπαγαλλόμενός  τινι  τῶν περισπουδάστων, οὕτως  ἀγαλλιᾷν  ἐπ' αὐτῷ. ∆ιὸ τοὺς δικαίους  παρορμᾷ ὁ λόγος αἰσθάνε   σθαι   μετὰ   τοῦ   ἀξιώματος,   ὅτι   τοιούτου   ∆εσπότου   δοῦλοι   εἶναι κατηξιώθησαν, καὶ ἐπαγάλλεσθαι αὐτοῦ τῇ δουλείᾳ μετὰ χαρᾶς ἀμυθήτου καὶ σκιρτημάτων, τῆς καρδίας οἱονεὶ πηδώσης τῷ ἐνθουσιασμῷ τῆς ἀγάπης τοῦ ἀγαθοῦ. Εἴ ποτέ σου τῇ καρδίᾳ οἱονεὶ  φῶς  ἐμπεσὸν ἀθρόαν Θεοῦ ἔννοιαν  ἐνεποίησε, καὶ περιέλαμψέ σου τὴν ψυχὴν, ὥστε ἀγαπῆσαι μὲν τὸν Θεὸν, καταφρονῆσαι δὲ κόσμου καὶ τῶν σωματικῶν πάντων, ἐκ τῆς ἀμυδρᾶς ἐκείνης καὶ βραχείας εἰκόνος γνώρισον τὴν  ὅλην  τῶν  δικαίων  κατάστα σιν, ὁμαλῶς  καὶ ἀδιακόπως  τὴν  ἐπὶ τῷ Θεῷ εὐ φροσύνην κατορθούντων.
Σοὶ μὲν γὰρ ἐμπίπτει ποτὲ σπανίως ἐκεῖνο τὸ ἀγαλλίαμα κατ' οἰκονο μίαν  Θεοῦ, ἵνα  σε διὰ μικροῦ γεύματος  εἰς ὑπό μνησιν  ἀγάγῃ  οἵων ἐστέρησαι· τῷ δὲ δικαίῳ διαρκής ἐστιν ἡ θεία καὶ ἐπουράνιος εὐφροσύνη, διότι ἅπαξ αὐτῷ  ἐνοικεῖ  τὸ Πνεῦμα· πρῶτος  δὲ Καρπὸς τοῦ  Πνεύματός ἐστιν  ἀγάπη, χαρὰ, εἰρήνη.  Ἀγαλλιᾶσθε.  οὖν,  δίκαιοι,  ἐν  Κυρίῳ. Οἱονεὶ  τόπος  χωρητικός  ἐστι  τῶν δικαίων    ὁ   Κύριος·  ἐν   ᾧ   τὸν   γενόμενον    πᾶσα   ἀνάγκη   εὐθυμεῖσθαι   καὶ ἐνευφραίνεσθαι. Γίνεται καὶ ὁ δίκαιος τόπος τῷ Κυ ρίῳ, λαμβάνων αὐτὸν ἐν ἑαυτῷ. Ὁ μὲν  ἁμαρτάνων  δίδωσι τόπον  τῷ  διαβόλῳ,  παρακούων  τοῦ λέγον  τος· Μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ· καὶ τοῦ Ἐκκλησιαστοῦ· Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς. Ἐν αὐτῷ οὖν γενόμενοι  τῷ Κυρίῳ, καὶ καθόσον ἐσμὲν δυνατοὶ, κατ οπτεύοντες αὐτοῦ τὰ θαυμάσια, οὕτω συναγάγωμεν ἐκ τῆς θεωρίας  ταῖς  καρδίαις ἡμῶν  εὐφροσύνην.  Τοῖς εὐθέσι πρέπει αἴνεσις· ὥσπερ σκολιὸς ποῦς ὀρθῷ ὑποδήματι οὐκ ἐναρμόζεται, οὕτως οὐδὲ καρ δίαις ἐνδιαστρόφοις ἡ αἴνεσις τοῦ Θεοῦ ἐπιπρέπει ∆ιὰ τοῦτο, οἶμαι, ὡς οὐ πρέποντος τῷ στόματι τῶν δαιμόνων  τοῦ περὶ τοῦ Σωτῆρος λόγου, ἀφαιρεῖ ται αὐτῶν  τὴν ἐξουσίαν, ἵνα μὴ φανερὸν αὐτὸν ποιή σωσι. Καὶ τῷ Πύθωνι ὁ Παῦλος ἐπιτιμᾷ, ἵνα μὴ ἀπὸ ἀκαβάρτου ὁ ἅγιος  συνιστῆται. Τοιοῦτον καὶ τὸ, Τῷ δὲ ἁμαρτωλῷ  εἶπεν  ὁ Θεός· Ἵνα τί σὺ ἐκδιηγῇ  τὰ  δικαιώματά  μου; Φιλοτιμώμεθα  οὖν  φυγεῖν  πᾶν  σκολιὸν  ἔργον  καὶ στραγγαλιῶδες,  καὶ  κατορθώσωμεν  ὡς  εὐθῆ  κανόνα   τὸν  νοῦν   ἡμῶν   καὶ  τὸ κριτήριον τῆς ψυχῆς, ἵνα γενομένοις ἡμῖν εὐ θέσιν ἐπιπρέψῃ ἡ αἴνεσις τοῦ Κυρίου. Ὥσπερ γὰρ ὁ τὴν ἁμαρτίαν καθηγησάμενος ὄφις σκολιὸς λέγε ται, καὶ ἐπάγεται ἡ τοῦ Θεοῦ μάχαιρα ἐπὶ τὸν δρά κοντα τὸν ὄφιν τὸν σκολιὸν, ὅτι πολλὰς ἐκκλί σεις καὶ ἐκτροπὰς ἐν τῇ πορείᾳ ποιεῖται. Συρόμενος γὰρ ὁ ὁλκὸς τοῦ ὄφεως ἀνωμάλως τῇ γῇ ἐπισύρεται, ἄλλως ὁρμώντων τῶν ἔμπροσθεν, καὶ πλαγίως ἐφε πομένων τῶν ἑξῆς, καὶ πάλιν  τῶν οὐραίων πρὸς τὸ ἐναντίον  ἀπονευόντων.  Ὥστε ὁ μὲν τῷ ὄφει ἑπό μενος  σκολιὸν  καὶ  ἀνώμαλον   καὶ  ἐναντιωμάτων   γέ  μοντα  τὸν  βίον  ἑαυτοῦ ἐπιδείξεται· ὁ δὲ ὀπίσω Κυ ρίου τοῦ Θεοῦ πορευόμενος εὐθείας ποιεῖται τὰς τρίβους, καὶ  ὀρθὰς τὰς  τροχιὰς  τῶν  ποδῶν  αὐτοῦ.  Εὐθὴς γὰρ  Κύριος ὁ Θεὸς ἡμῶν,  καὶ εὐθύτητας  εἶδε τὸ πρόσωπον αὐτοῦ. Ἐὰν δύο κανόνες  ἀλλή λοις παρατεθῶσιν, ἡ εὐθύτης αὐτῶν συναρμόζει ἀλλήλοις· ἐὰν δὲ διάστροφον ξύλον κανόνι παρατεθῇ, ἀσυνάρμοστον εὑρίσκεται τῷ ὀρθῷ τὸ στρεβλόν. Ἐπεὶ οὖν εὐθής ἐστιν ἡ τοῦ Θεοῦ αἴνεσις, εὐθείας  χρεία  καρδίας, ἵνα  ἐπιπρέψῃ  αὐτῇ καὶ ἐφαρμόσῃ ὁ αἶνος.  Εἰ δὲ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν εἰ μὴ ἐν Πνεύματι ἁγίῳ, πῶς ἂν ἐνέγκῃς τὸν αἶνον, μὴ ἔχων τὸ εὐθὲς πνεῦμα ἐγκαινισθὲν ἐν τοῖς ἐγκάτοις σου; Ἐξομολογεῖσθε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ. Πρότερον ἐν κιθάρᾳ δεῖ ἐξομολογήσασθαι τῷ Κυρίῳ· του τέστι, τὰς διὰ τοῦ σώματος ἐνεργείας ἀποδοῦναι ἐναρμονίως. Ἐπειδὴ γὰρ ἐν τῷ σώματι ἡμάρτομεν, ὅτε παρεστήσαμεν τὰ μέλη ἡμῶν δοῦλα  τῇ ἁμαρτίᾳ εἰς τὴν  ἀνομίαν,  τῷ  σώματι καὶ ἐξομολογησώμεθα,  τῷ  αὐτῷ κεχρημένοι  ὀργάνῳ  πρὸς τὴν  ἀνάλυσιν  τῆς  ἁμαρτίας. Ἐλοιδόρησας; εὐλόγησον. Ἐπλεονέκτησας; ἀπόδος. Ἐμεθύσθης; νήστευσον. Ἠλαζονεύσω; ταπεινώθητι. Ἐφθόνησας; παρακάλεσον. Ἐφόνευσας; μαρτύρησον· ἢ τὰ ἰσοδυναμοῦντα τῷ μαρτυρίῳ, διὰ τῆς ἐξομολογήσεως σεαυτοῦ τὸ σῶμα κάκωσον. Καὶ τότε μετὰ τὴν ἐξομολόγησιν ἄξιος εἶ ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλλειν τῷ Θεῷ. ∆εῖ γὰρ πρότερον κατορθῶσαι  τὰς  διὰ  τοῦ  σώματος  ἐνερ  γείας,  ὥστε  ἁρμονίως  τῷ  θείῳ  λόγῳ ἀποτελεῖν, καὶ οὕτως ἐπὶ τὴν θεωρίαν τῶν νοητῶν ἀναβῆναι. Ψαλ τήριον γὰρ τάχα ὁ νοῦς εἴρηται ὁ τὰ ἄνω ζητῶν, διὰ τὸ τὴν κατασκευὴν τοῦ ὀργάνου τούτου τὴν ἠχοῦσαν  δύναμιν  ἐκ τῶν  ἄνωθεν  ἔχειν.  Τὰ μὲν  οὖν  τοῦ  σώ ματος ἔργα οἱονεὶ κάτωθεν  ἐξομολογεῖται  τῷ Θεῷ· τὰ δὲ διὰ τοῦ νοῦ ἐπαγγελλόμενα  μυστήρια τὰς ἀφορμὰς ἄνωθεν ἔχει, οἱονεὶ ἐνηχουμένου διὰ τοῦ πνεύματος. Ὁ τοίνυν ἐπὶ πάσας τὰς ἐντολὰς ἐπιβλέ πων, καὶ οἱονεὶ συνῳδίαν αὐτῶν καὶ συμφωνίαν ποιῶν, οὗτος ἐν δεκαχόρδῳ ψαλτηρίῳ ψάλλει τῷ Θεῷ, διὰ τὸ δέκα εἶναι τὰς γενικὰς ἐντολὰς κατὰ τὴν  πρώτην  τοῦ νόμου  παράδοσιν γεγραμμένας.  Ἄσατε τῷ  Κυρίῳ ᾆσμα καινόν. Τουτέστιν, Μὴ ἐν τῇ παλαιότητι τοῦ γράμματος, ἀλλ' ἐν τῇ καινότητι τοῦ πνεύματος λατρεύετε τῷ Θεῷ. Ὁ μὴ σωματικῶς ἐκλαμβάνων τὸν νόμον, ἀλλὰ τὸ πνευματικὸν αὐτοῦ  γνωρίζων,  οὗτος  ᾄδει  τὸ  καινὸν  ᾆσμα. ∆ιότι  τὸ  μὲν  παλαιούμενον  καὶ γηράσκον τῆς ∆ιαθήκης διέβη· τὸ δὲ καινὸν καὶ ἀνανεούμενον ᾆσμα ἡμᾶς τῆς τοῦ Κυ ρίου διδασκαλίας διεδέξατο, ἥτις ἀνακαινίζει  ἡμῶν, ὡς ἀετοῦ, τὴν νεότητα, ὅταν φθείρωμεν μὲν τὸν ἔξω ἄνθρωπον, ἀνακαινώμεθα δὲ ἡμέρᾳ καὶ ἡμέρᾳ. Ἀλλὰ καὶ ὁ τοῖς  ἔμπροσθεν  ἐπεκτεινόμενος   ἀεὶ  ἑαυ  τοῦ  καινότερος  γίνεται.   Ὥστε  ὁ  ἀεὶ καινότερος ἑαυ τοῦ γινόμενος καινότερον ᾆσμα ᾄδει τῷ Θεῷ. Καινό τερον δὲ ἢ τὸ παράδοξον ὑπὸ τῆς συνηθείας λέγεται, ἢ τὸ προσφάτως παρελθὸν εἰς τὴν γένεσιν. Ἐάν τε οὖν τὸν θαυμάσιον τρόπον καὶ πᾶσαν τὴν φύσιν ὑπερβαίνοντα τῆς ἐνανθρωπήσεως  διηγῇ τοῦ Κυρίου, καινότερον  ᾆσμα καὶ ξένον ᾄδεις· ἐάν τε τὴν ἀναγέν   νησιν   καὶ   ἀνανέωσιν   τοῦ   παντὸς   κόσμου  τοῦ   ὑπὸ   τῆς   ἁμαρτίας παλαιωθέντος  διεξίῃς, καὶ τὰ τῆς  ἀναστά σεως ἀπαγγέλλῃς  μυστήρια, καὶ οὕτω καινὸν καὶ πρόσφατον ᾄδεις τὸ ᾆσμα. Καλῶς ψάλατε αὐτῷ ἐν ἀλαλαγμῷ. Ἀκούετε τοῦ παραγγέλματος. Καλῶς ψάλατε· ἀμετεωρίστῳ τῇ διανοίᾳ, εἰλικρινεῖ τῇ διαθέσει. Ἐν ἀλαλαγμῷ  ψάλατε. Ὥσπερ τινὲς καλοὶ στρατιῶται μετὰ τὰ νικητήρια τὰ κατὰ τῶν ἐχθρῶν, ἀνενέγκατε ὕμνους τῷ αἰτίῳ τῆς νίκης. Θαρσεῖτε, φησὶν, ἐγὼ νενίκηκα τὸν κόσμον. Τίς ἀνθρώπων ἱκανὸς ἀντιστρατεύσα σθαι τῷ πονηρῷ, ἐὰν μὴ τῇ σκέπῃ τοῦ ἀρχιστρατή γου τῆς δυνάμεως προσφυγόντες, ἐκεῖθεν ἀπὸ τῆς ἐν αὐτῷ πίστεως βάλωμεν ἡμῶν τὸν ἐχθρὸν, καὶ τοξεύσωμεν; Καλῶς οὖν ψάλατε ἐν ἀλαλαγμῷ.  Ἔστι δὲ ὁ ἀλαλαγμὸς  φωνή  τις  ἄναρθρος, συμφώνως  ἀλλήλοις  τῶν συνασπιζόντων ἐν τῷ πολέμῳ συν επηχούντων. Ἐν συμφωνίᾳ οὖν καὶ ἐν συμπνοίᾳ, καὶ τῇ διὰ τῆς ἀγάπης ἑνώσει ψάλατε. Τί οὖν δεῖ ψάλλον τας λέγειν; Ὅτι εὐθὴς ὁ λόγος τοῦ Κυρίου. ∆ιὰ τοῦτο πρότερον τοὺς εὐθεῖς καλεῖ πρὸς τὴν αἴνεσιν, ἐπειδὴ εὐθής ἐστι καὶ ὁ μέλλων  δοξάζεσθαι Λόγος, ὁ τοῦ Κυρίου, ὁ ἐν ἀρχῇ ὢν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ὤν. Εὐθὴς οὖν ὁ Πατήρ· εὐθὴς ὁ Υἱός· εὐθὲς τὸ ἅγιον Πνεῦμα. Καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει. Τί ἐστιν ὃ λέγει; Ἔργον ὁ οὐρανὸς, ἔργον ἡ γῆ, ἔργον ἡ θάλασσα, ὁ ἀὴρ, τὰ ἄψυχα πάντα, τὰ ἔμψυχα, τὰ λογικὰ, τὰ ἄλογα. Πῶς οὖν ἐν πίστει πάντα; ποία πίστις ἐν τοῖς ἀψύχοις; ποία πίστις ἡ τῶν ἀλόγων; Ποία δὲ πίστις ἐν τῷ λίθῳ; ποία δὲ πίστις ἐν τῷ κυνί; Οὔτε ἄψυχον, οὔτε ἄλογον ἐν πίστει. Ἡ μέντοι ἀπόφασις οὐδὲν ὑπεξείλετο, ἀλλὰ πάντα περιείληφεν εἰποῦσα· Πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει. Τί οὖν ἐστιν ὃ λέγει; Ἐάν τε οὐ ρανὸν, φησὶν, ἴδῃς, καὶ τὴν ἐν αὐτῷ τάξιν, πίστεώς ἐστιν ὁδηγός· δείκνυσι γὰρ τὸν τεχνίτην  δι' ἑαυτοῦ· ἐάν τε τὰς περὶ τὴν γῆν διακοσμήσεις, πάλιν  καὶ διὰ τούτων  αὔξεταί σοι ἡ περὶ τὸν Θεὸν πίστις. Οὐ γὰρ σαρκίνοις ὀφθαλμοῖς καταμαθόντες τὸν Θεὸν, πεπι στεύκαμεν εἰς αὐτὸν, ἀλλὰ τῇ τοῦ νοῦ δυνάμει διὰ τῶν ὁρωμένων  τὸν ἀόρατον καθορῶμεν. Πάντα οὖν τὰ ἔργα αὐτοῦ ἐν πίστει. Κἂν τὸν λίθον καταμάθῃς, ἔχει καὶ αὐτός τινα τῆς δυνάμεως τοῦ πεποιηκότος ἀπό δειξιν· κἂν μύρμηκα, κἂν ἐμπίδα, κἂν μέλισσαν. Πολλάκις καὶ ἐν τοῖς μικροτάτοις ἡ σοφία τοῦ δη μιουργοῦ διαφαίνεται.  Ὁ γὰρ οὐρανὸν διαπλώσας, καὶ τὰ ἄπλετα  μεγέθη  τῶν  πελαγῶν  ἀναχέας,  οὗτός ἐστιν  ὁ καὶ τὸ λεπτότατον κέντρον τῆς μελίσσης κοι λάνας ὥσπερ αὐλὸν, ὥστε δι' αὐτοῦ τὸν ἰὸν ἀποχεῖ σθαι. Πάντα οὖν τὰ ἔργα αὐτοῦ ἐν πίστει. Μηδέν σοι ἀπιστίας ἐφόδιον ἔστω. Μὴ εἴπῃς· Ὡς ἔτυχε, γέγονε τοῦτο, καὶ αὐτομάτως ἀπήντησε τόδε. Οὐδὲν ἄτακτον, οὐδὲν ἀόριστον, οὐδὲν εἰκῆ γενόμενον, οὐδὲ ὡς ἔτυχε φερόμενον ἐν τοῖς οὖσιν. Ἢ, Κακὴ συντυχία, ἢ, Πο νηρὰ ὥρα. Ἀπαιδεύτων αὗται αἱ φωναί. Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἄνευ τοῦ θείου θελήματος. Πόσαι αἱ τρίχες τῆς κεφαλῆς! Μία αὐτῶν οὐκ ἔστιν ἐπιλελη σμένη. Ὁρᾷς τὸν θεῖον ὀφθαλμὸν, ὡς οὐδὲν τῶν μι κροτάτων τὴν ἐπισκοπὴν αὐτοῦ διαφεύγει; Ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν ὁ Κύριος· τοῦ  ἐλέους  Κυρίου πλήρης  ἡ  γῆ.  Εἰ καθ'  ἑαυτὴν  ὑπῆρχεν  ἡ  τοῦ  Θεοῦ κρίσις, ἀποτόμως ἡμῖν κατὰ τὴν ἀξίαν ἡμῶν ἀποδιδόντος πρὸς ἃ ἐποιήσαμεν, ποία ἦν ἐλπίς; τίς ἂν ἐσώθη τῶν  πάντων;  Νῦν δὲ Ἀγαπᾷ  ἐλεημοσύνην  καὶ κρίσιν. Οἱονεὶ πάρεδρον ἑαυτῷ τὴν ἐλεημοσύνην ποιησάμενος, καὶ προβληθεῖσαν τῷ βασιλικῷ τῆς κρίσεως θρόνῳ, οὕτω παράγει εἰς κρί σιν ἕκαστον. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται; Οὔτε ἡ ἐλεημοσύνη ἄκρι τος, οὔτε ἡ κρίσις ἀνελεήμων. Πρὸ τῆς κρίσεως οὖν ἀγαπᾷ ἐλεημοσύνην, καὶ μετὰ τὴν ἐλεημοσύνην ἔρχεται ἐπὶ τὴν κρίσιν. Ταῦτα δὲ ἀλλήλοις συν έζευκται, ὁ ἔλεος μετὰ τῆς κρίσεως· ἵνα μήτε ὁ ἔλεος μόνος χαυνότητα  ἐμποιήσῃ, μήτε μόνη ἡ κρίσις ἀπόγνωσιν ἐνεργάσηται. Βούλεταί σε ἐλεῆσαι, καὶ τῶν ἑαυτοῦ οἰκτιρμῶν μεταδοῦναι ὁ κριτής· ἀλλ' ἐὰν εὕρῃ σε μετὰ τὴν ἁμαρτίαν ταπεινὸν, συντετριμ μένον, πολλὰ μετακλαύσαντα ἐπὶ τοῖς πονηροῖς ἔργοις, τὰ γενόμενα κρυφῆ ἀνεπαισχύντως δημοσιεύσαντα, δεηθέντα ἀδελφῶν συγκαμεῖν σοι πρὸς τὴν ἴασιν, ὅλως ἐλεεινόν σε γενόμενον ἐὰν ἴδῃ, ἄφθονόν σοι τὴν ἑαυτοῦ ἐλεημοσύνην  ἐπιχορηγεῖ·  ἐὰν δὲ καρδίαν  ἀμετανόητον,  φρόνημα ὑπερήφανον, ἀπιστίαν τοῦ αἰῶνος τοῦ μέλλοντος, ἀφοβίαν τῆς κρίσεως, τότε ἀγαπᾷ ἐπὶ σοὶ τὴν κρίσιν. Ὡς γὰρ ἰατρὸς ἐμμελὴς καὶ φιλάνθρωπος καταντλήμασι πρότερον καὶ πε ριπλάσμασιν ἁπαλοῖς πειρᾶται καταστεῖλαι τὸ οἴδη μα· ἐπὰν δὲ ἴδῃ ἀνενδότως καὶ σκληρῶς ἀντιτυ ποῦντα τὸν ὄγκον, ῥίψας τὸ ἔλαιον καὶ τὴν μαλακὴν ἀγωγὴν, αἱρεῖται λοιπὸν τὴν τοῦ σιδήρου χρῆσιν. Ἀγαπᾷ οὖν ἐλεημοσύνην ἐπὶ τῶν μετανοούντων·  ἀγαπᾷ δὲ καὶ κρίσιν ἐπὶ τῶν ἀνενδότων.  Τοιοῦτόν τι καὶ ὁ Ἡσαΐας λέγει  τῷ  Θεῷ, ὅτι  Ἡ ἐλεημοσύνη  σου εἰς  σταθμόν. Καὶ γὰρ κἀκεῖνος  τὴν  μετὰ κρίσεως ἐλεημοσύνην παρίστησι, ζυγῷ καὶ ἀριθμῷ καὶ σταθμῷ κατὰ τὴν ἑκάστου ἀξίαν ἀντιμετροῦν τος. Τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ. Ἐνταῦθα διέζευκται ἀπὸ τῆς κρίσεως ὁ ἔλεος. Μόνου γὰρ τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ, τῆς κρίσεως εἰς τὸν ὡρισμένον καιρὸν ταμιευθείσης. Ἐνταῦθα μὲν οὖν ἔλεός ἐστι χωρὶς κρίσεως· οὐ γὰρ ἦλθεν ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σώσῃ τὸν κόσμον. Ἐκεῖ δὲ οὐκ ἔστιν ἡ κρίσις χωρὶς ἐλέους, διὰ τὸ μὴ δύνα σθαι ἄνθρωπον καθαρὸν εὑρεθῆναι ἀπὸ ῥύπου, μη δὲ ἐὰν  μία  ἡμέρα ᾖ  τῆς  γενέσεως  αὐτοῦ.  Ὥστε ἐάν  τις  ἴδῃ  τὴν  κακίαν  ὁσημέραι νεμομένην, καὶ τὸ ἐπίκηρον γένος τῶν ἀνθρώπων ἄξιον μυρίων θανά των, ὅσον ἐπὶ τοῖς ἁμαρτήμασι τυγχάνον,  θαυμάσει τὸν πλοῦτον  τῆς χρηστότητος τοῦ Θεοῦ, καὶ τῆς ἀνοχῆς αὐτοῦ καὶ τῆς μακροθυμίας. Ἐν τῇ γῇ μέντοι ὄντες τοῦ ἐλέους χρῄζομεν. Οἱ γὰρ ἐν τῷ οὐρανῷ τοῦ μα καρίζεσθαί εἰσιν, ἀλλ' οὐχὶ τοῦ ἐλεεῖσθαι ἄξιοι. Ἢ τάχα διὰ τὴν ἐκ τῆς ἁμαρτίας ἡμῖν ἐπενεχθεῖσαν καταδίκην γῆ λεγόμεθα ἡμεῖς οἱ ἀκούσαντες  παρὰ Θεοῦ τὸ, Γῆ εἶ, καὶ  εἰς  γῆν  ἀπελεύσῃ· οἳ  πλήρεις  ἐσμὲν τῶν οἰκτιρμῶν τοῦ Θεοῦ· Νεκροὺς γὰρ ὄντας ἡμᾶς ταῖς ἁμαρτίαις καὶ τοῖς παραπτώμασιν ἐλεήσας ὁ Θεὸς συνεζωοποίησε τῷ Χριστῷ. Τῷ λόγῳ  Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Ποῦ οἱ τὸ Πνεῦμα ἐξουθενοῦντες; ποῦ οἱ χωρίζοντες αὐτὸ ἀπὸ τῆς δημιουργικῆς δυνάμεως; ποῦ οἱ τῆς πρὸς Πατέρα καὶ Υἱὸν συναφείας αὐτὸ διατέμνοντες; Ἀκουέτωσαν τοῦ ψαλμοῦ λέγοντος· Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ  πᾶσα ἡ  δύναμις  αὐτῶν.  Οὔτε γὰρ  Λόγος, ἡ  κοινὴ  αὕτη  λαλιὰ, νομισθήσεται ἐξ ὀνομάτων καὶ ῥημάτων τὴν σύστασιν ἔχουσα, οὔτε τὸ Πνεῦμα ἀτμὶς εἰς ἀέρα διαχεομένη· ἀλλὰ καὶ Λόγος ὁ ἐν ἀρχῇ ὢν πρὸς τὸν Θεὸν, καὶ Πνεῦμα τὸ ἅγιον,  ὃ ἰδίως  τῆς  προσηγορίας ταύτης  τετύχηκεν.  Ὡς οὖν  ὁ δημιουργὸς  Λόγος ἐστερέωσε τὸν οὐρανὸν, οὕτω τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ὃ παρὰ τοῦ Πατρὸς ἐκπο ρεύεται  (τουτέστιν,  ὃ  ἐκ  τοῦ  στόματος  αὐτοῦ,  ἵνα  μὴ  τῶν  ἔξωθέν  τι  καὶ  τῶν κτισμάτων αὐτὸ κρίνῃς, ἀλλ' ὡς ἐκ Θεοῦ ἔχον τὴν ὑπόστασιν δοξάζῃς), ἁπάσας τὰς ἐν αὐτῷ  δυνάμεις  συνεπέφερε. Τῷ οὖν Πνεύματι πᾶ σα ἡ δύναμις  ἡ ἐπουράνιος ἐστερεώθη· τουτέστι, τὸ εὔτονον καὶ πάγιον καὶ βέβαιον ἐν ἁγιασμῷ, καὶ πάσῃ τῇ πρεπούσῃ ταῖς ἱεραῖς δυνάμεσιν ἀρετῇ, ἐκ τῆς τοῦ Πνεύματος ἐπικουρίας ἔχουσιν. Ἐνθάδε μὲν οὖν Πνεῦμα στόματος αὐτοῦ ἀναγέγραπται· εὑρήσο μεν δὲ ἀλλαχοῦ καὶ Λόγον στόματος αὐτοῦ εἰρημένον, ἵνα νοηθῇ ὁ Σωτὴρ, καὶ τὸ ἅγιον αὐτοῦ Πνεῦμα ἐκ τοῦ Πατρός. Ἐπεὶ οὖν Λόγος μὲν Κυρίου ὁ Σωτὴρ, καὶ Πνεῦμα τοῦ στόματος αὐτοῦ τὸ ἅγιον Πνεῦμα, ἀμφότερα δὲ συνήργησε τῇ κτίσει τῶν οὐρανῶν καὶ τῶν ἐν αὐτοῖς δυνάμεων, διὰ τοῦτο εἴρηται· Τῷ Λό γῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Οὐδὲν γὰρ ἁγιάζεται, εἰ μὴ τῇ παρουσίᾳ τοῦ Πνεύματος. Ἀγγέλων γοῦν τὴν μὲν εἰς τὸ εἶναι πάροδον ὁ δημιουργὸς Λόγος ὁ ποιητὴς τῶν ὅλων παρείχετο· τὸν ἁγιασμὸν δὲ αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον συνεπέφερεν.  Οὐ γὰρ νήπιοι  κτισθέντες  οἱ  ἄγγελοι,  εἶτα  τελειωθέντες   τῇ  κατ' ὀλίγον  μελέτῃ, οὕ τως ἄξιοι τῆς τοῦ Πνεύματος ὑποδοχῆς γεγόνασιν· ἀλλ' ἐν τῇ πρώτῃ συστάσει καὶ τῷ οἱονεὶ φυράματι τῆς οὐσίας αὐτῶν συγκαταβληθεῖσαν ἔσχον τὴν ἁγιότητα. ∆ιὸ καὶ δυσμετάθετοί εἰσι πρὸς κακίαν, εὐ θὺς, οἱονεὶ βαφῇ τινι, τῷ ἁγιασμῷ στομωθέντες, καὶ τὸ μόνιμον εἰς ἀρετὴν τῇ δωρεᾷ τοῦ ἁγίου Πνεύματος ἔχοντες.  Συνάγων ὡς ἀσκὸν ὕδατα θαλάσσης, τιθεὶς ἐν θησαυροῖς ἀβύσσους. Οὐκ εἶπε, Συνάγων  τὰ ὕδατα τῆς θαλάσσης ὡς ἐν ἀσκῷ, ἀλλ' Ὡς ἀσκὸν, οὕτω τὰ ὕδατα  τῆς  θαλάσσης συνάγων.  Νόησον δέ  μοι  τὴν  τοῦ  ἀσκοῦ φύσιν,  νῦν  μὲν διαφυσωμένην, ὅταν τῷ ἐναπο ληφθέντι  πνεύματι τὸ δέρμα περιταθῇ· νῦν δὲ συστελλομένην, ὅταν ὑποχωρήσῃ τὸ διατεῖνον.  Οὕτω τοίνυν  ἡ θάλασσα ποτὲ μὲν ἐκφλεγμαίνει  καὶ ζεῖ τοῖς πνεύμασιν ἀγριαινομένη καὶ ἐξοιδαίνουσα· ποτὲ δὲ πάλιν ὑπὸ  γαλήνης  εἰς  ταπεινὸν  καταστέλλεται.  Ὡς οὖν  ἀσκὸν, οὕτως  συστέλλει  καὶ ταπεινοῖ  τὸ ὕδωρ τῆς θαλάσσης ὁ Κύριος. Εὕρομεν δὲ ἔν τισι τῶν  ἀν τιγράφων, Συνάγων ὡς ἐν ἀσκῷ ὕδατα θαλάσ σης, ἐπὶ τὴν παλαιὰν ἱστορίαν τοῦ λόγου ἡμᾶς
ἀνα   πέμποντος,   ὅτε   ἡ   Ἐρυθρὰ  θάλασσα,  οὐδενὸς   αὐτὴν   διαιροῦντος,   οὐδὲ συνέχοντος, αὐτὴ πρὸς ἑαυτὴν συν ειστήκει, οἷον ἀσκῷ τινι ἐνδεδεμένη, τοῦ θείου προστάγματος προχυθῆναι αὐτὴν οὐκ ἐῶντος. Τιθεὶς, φησὶν, ἐν θησαυροῖς ἀβύσσους. Ἀκολουθότερον ἦν ὡς πρὸς τὴν κοινὴν  ἔννοιαν  εἰπεῖν, Τιθεὶς ἐν ἀβύσ σοις τοὺς θησαυρούς· τουτέστιν, ἐν μυστηρίῳ συν έχων  τὸν ἑαυτοῦ πλοῦτον. Νῦν δὲ ὥσπερ τινὰ κειμή λια ἄξια τῶν θείων θησαυρῶν τὰς ἀβύσσους εἶναί φη σι. Μήποτε οὖν οἱ περὶ τῆς θείας κρίσεως λόγοι, ἄῤ ῥητοι ὄντες καὶ ἀκατάληπτοι ταῖς ἀνθρωπίναις  ἐν νοίαις, ἄβυσσοι λέγονται,  ἐν μόνῃ τῇ τοῦ Θεοῦ γνώσει ἀποκειμένων  τῶν  λόγων, καθ' οὓς ἕκαστα οἰκονο μεῖ; Ὅτι γὰρ τὰ περὶ ἕκαστον κρίματα ἄβυσσος προσηγορεύθη, ἐν ἑτέρῳ ψαλμῷ  δεδιδάγμεθα  λέγον  τι· Τὰ κρίματά σου ἄβυσσος πολλή. Ἐὰν οὖν ἐπι ζητῇς, διὰ τί τοῦ μὲν ἁμαρτωλοῦ ἡ ζωὴ παρατείνε ται, τοῦ δὲ δικαίου αἱ ἡμέραι τῆς παροικίας συντέμνονται, διὰ τί ὁ μὲν ἄδικος εὐθηνεῖται, ὁ δὲ δίκαιος  θλίβεται,  διὰ τί τὸ παιδίον  πρὶν  εἰς τελείωσιν  ἐλθεῖν  ἀνηρπάσθη, πόθεν πόλεμοι, διὰ τί τὰ ναυάγια, οἱ σεισμοὶ, οἱ αὐχμοὶ, αἱ ἐπομβρίαι, διὰ τί τὰ φθαρ τικὰ τῶν ἀνθρώπων δεδημιούργηται, διὰ τί ὁ μὲν δοῦλος, ὁ δὲ ἐλεύθερος, ὁ μὲν πλουτεῖ, ὁ δὲ  πένεται  (πολὺ  δὲ  καὶ  ἐν  τοῖς  ἁμαρτανομένοις  ἢ  κατορθουμέ  νοις  ἐστὶ τὸ διάφορον· ἡ μὲν γὰρ πορνοβοσκῷ πρα θεῖσα πρὸς ἀνάγκην ἐστὶν ἐν τῇ ἁμαρτίᾳ· ἡ δὲ εὐθὺς ἀγαθῆς δεσποίνης ἐπιτυχοῦσα συνεξετράφη  τῇ παρθενίᾳ), διὰ τί αὕτη μὲν εὐηργετήθη, ἐκείνη δὲ κατεδικάσθη· καὶ τίς ἡ ἐφ' ἑκάστου τούτων παρὰ τοῦ κριτοῦ ἀνταπόδοσις· ταῦτα πάντα  λαβὼν  εἰς ἔν νοιαν,  ἐνθυμήθητι,  ὅτι ἄβυσσός ἐστι τὰ κρίματα τοῦ Θεοῦ, καὶ τῷ τοῖς θησαυροῖς τοῖς θείοις ἐναποκε κλεῖσθαι, οὐκ εὔληπτα τοῖς τυχοῦσι. Καὶ τῷ πιστεύοντι δὲ ἐπαγγελία δέδοται παρὰ Θεοῦ, ὅτι ∆ώσω σοι θησαυροὺς ἀποκρύφους, ἀοράτους. Ἐπειδὰν οὖν καταξιωθῶμεν  τῆς πρόσωπον πρὸς πρόσωπον γνώ σεως, ὀψόμεθα καὶ τὰς ἐν τοῖς θησαυροῖς τοῦ Θεοῦ ἀβύσσους. Συνάγων δὲ τὰ ἐν τῇ Γραφῇ περὶ ἀσκῶν εἰρημένα, μᾶλλον γενήσῃ ἐν περινοίᾳ τοῦ βουλήματος τοῦ προφητικοῦ. Οἱ μὲν οὖν ἀνακαινούμενοι ἡμέ ρᾳ καὶ ἡμέρᾳ, καὶ τὸν καινὸν οἶνον ἀπὸ τῆς ἀμπέλου τῆς ἀληθινῆς χωροῦντες, ἀσκοὶ εἶναι λέγονται ἐν τῷ Εὐαγγελίῳ καινοί· οἱ δὲ μηδέπω τὸν  παλαιὸν  ἄνθρω  πον  ἀποθέμενοι  ἀσκοί εἰσι παλαιοὶ,  μὴ δυνάμενοι  πι  στεύεσθαι τὴν  ὑποδοχὴν  τοῦ  νέου  οἴνου.  Οὐδεὶς γὰρ βάλλει  οἶνον  νέον  εἰς ἀσκοὺς παλαιοὺς,  ἵνα  μὴ καὶ ὁ οἶνος  ἐκχυθῇ,  καὶ πάντη ἀπόλωνται ἐκεῖνοι οἱ ἀσκοὶ, οὐδεμιᾶς ἀξιούμενοι συγγνώμης ἔτι, ἐὰν τὸν καλὸν καὶ καινὸν ἐκχέωσιν οἶνον. Οἶνον γὰρ καινὸν εἰς ἀσκοὺς καινοὺς βλητέον. Τὸν καινὸν καὶ  πνευ  ματικὸν  οἶνον,  καὶ  τῷ  Πνεύματι  τῷ  ἁγίῳ  ζέον  τα,  τὸν  μηδέποτε παλαιούμενον  τῆς  ἀληθείας  νοῦν  εἰς τὸν  καινὸν  ἄνθρωπον  βλητέον·  ὃς, διὰ τὸ πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώμα τι περιφέρειν, ἀσκὸς ἂν λέγοιτο εἶναι καινὸς  δικαίως.  Φοβηθήτω τὸν  Κύριον πᾶσα ἡ γῆ· ἀπ' αὐτοῦ  δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. Ἐπειδὴ φόβος Κυρίου ἀρχὴ αἰσθή σεως, οἱ τὰ  γήινα  φρονοῦντες  διὰ  φόβου  παιδευέ  σθωσαν. Ὡς μὲν  γὰρ  εἰσαγωγικὸς  εἰς εὐσέβειαν ἀναγκαίως  παραλαμβάνεται  ὁ φόβος, ἀγάπη δὲ, λοι πὸν παραλαβοῦσα τοὺς ῥυθμισθέντας ἀπὸ τοῦ ἐπιστη μονικοῦ φόβου, τελειοῖ. Πάσῃ οὖν τῇ γῇ φόβον παρ αγγέλλει ὁ λόγος. Σαλευθήτωσαν δὲ, φησὶ, ἀπ' αὐ τοῦ πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. Οἱονεὶ πᾶν κίνημα, εἴτε κατὰ νοῦν, εἴτε κατὰ σωμα τικὴν ἐνέργειαν ἐπιτελούμενον,  κατὰ τὸ βούλημα αὐ τοῖς τοῦ Θεοῦ ἐνεργείσθω. Οὕτω γὰρ νοῶ τὸ, Σαλευ θήτωσαν ἀπ' αὐτοῦ. Οἱονεὶ μήτε ὀφθαλμὸς σαλευέ σθω ἄνευ Θεοῦ· μὴ χεὶρ κινείσθω ἄνευ Θεοῦ· μὴ ἡ καρδία διανοείσθω τὰ μὴ εὐάρεστα τῷ Θεῷ. Καὶ ὅλως ἀπὸ μηδενὸς ἄλλου σαλευθήτωσαν, μηδὲ αὐτούς τι κινείτω, εἰ μὴ ὁ τοῦ Θεοῦ φόβος. Ὅτι αὐ  τὸς  εἶπε,  καὶ  ἐγενήθησαν·  αὐτὸς  ἐνετείλατο,  καὶ  ἐκτίσθησαν.  Πρὸς δύο  τὰ προάγοντα  δύο  ἐπήγαγε·  Φοβηθήτω  πᾶσα  ἡ  γῆ,  καὶ,  Σαλευθήτωσαν  πάντες  οἱ κατοικοῦντες  τὴν οἰκουμένην,  τὸ, Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, Αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθη σαν. Ἐπειδὴ σύνθετος ὁ ἄνθρωπος ἔκ τε τοῦ γηίνου πλάσματος καὶ ἐκ τῆς  ἐνοικούσης  ψυχῆς  τῷ  σώματι, γῆ  μὲν  λέγεται  τὸ ἐκ τῆς  γῆς  πεπλασμένον, κατοικῶν   δὲ  τὴν  οἰκουμένην,   ἡ  τὴν  ἐν  σώματι  διαγωγὴν   λαχοῦ   σα  ψυχή. Καταλλήλως οὖν τῇ γῇ ἀποδέδοται τὸ, Αὐ τὸς εἶπε, καὶ ἐγενήθησαν· ἐπὶ μὲν τοῦ πλάσματος ἡμῶν τοῦ ἀπὸ τῆς γῆς τὸ, Ἐγενήθη· ἐπὶ δὲ τῆς κατ' εἰκόνα τοῦ Θεοῦ κτισθείσης τὸ, Ἐκτίσθη. Ἐπειδὴ δὲ ἡ κτίσις ἐπὶ τῆς μετακοσμήσεως καὶ βελτιώσεως πολλάκις  λαμβάνεται, ὡς τὸ, Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις· καὶ τὸ, Ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον· τάχα τὸ μὲν, Ἐγενή θη, ἐπὶ τῆς πρώτης οὐσιώσεως τοῦ ἀνθρώπου λέγεται· τὸ δὲ, Ἐκτίσθη, ἐπὶ τῆς δευτέρας διὰ τῆς χάριτος τοῦ Χριστοῦ ἀναγεννήσεως.  Ὅσον δὲ λόγου  ψιλοῦ  ἐν τολὴ  Θεοῦ διαφέρει, τοσοῦτον κτίσεως πρὸς  γένεσίν  ἐστι  τὸ  διάφορον.  Κύριος διασκεδάζει  βουλὰς  ἐθνῶν·  ἀθετεῖ  δὲ λογισμοὺς λαῶν. Ἐξήγησίς ἐστι τοῦ προάγοντος, πῶς ἔκτισεν ὁ Θεὸς τοὺς εἰς αὐτὸν πεπιστευκότας, ἐκ τοῦ διασκεδάσαι τὰς ἀσυνέτους βουλὰς τῶν λαῶν, ἃς εἶχον περὶ εἰδωλολατρείαν  καὶ περὶ πᾶσαν ματαιότητα, καὶ ἀθετεῖν τὰς βουλὰς τῶν ἀρχόντων.
∆υνατὸν δὲ καὶ ἐπὶ τὸν τοῦ πάθους και ρὸν ἀναγαγεῖν  ταῦτα, ὅτε οἱ μὲν ἐνόμιζον σταυ ροῦν τὸν βασιλέα τῆς δόξης, ὁ δὲ διὰ τῆς τοῦ σταυ ροῦ οἰκονομίας ἀνενεοῦτο τὴν ἀνθρωπότητα. Ἐν γὰρ τῇ ἀναστάσει διεσκεδάζετο μὲν ἡ βουλὴ τῶν ἐθνῶν, τοῦ Πιλάτου καὶ τῶν στρατιωτῶν, καὶ ὅσοι τὰ περὶ τὸν σταυρὸν ἐνήργουν· ἠθετοῦντο δὲ αἱ βουλαὶ τῶν ἀρχόντων, ἀρχιερέων καὶ γραμματέων καὶ τῶν βα σιλέων τοῦ λαοῦ. Ἡ γὰρ ἀνάστασις πᾶσαν αὐτῶν διέλυσε τὴν ἐπίνοιαν. Ἀναλεγόμενος δὲ τὰ ἐφ' ἑκά στης ἱστορίας ὅσα περὶ τὰ ἄπιστα ἔθνη ἐνήργησεν ὁ Θεὸς, εὑρήσεις καὶ κατὰ τὸν σωματικὸν νοῦν πολλὴν  ἔχον τὴν δύναμιν  τὸ ῥητόν. Ὅτε γὰρ Ἰωρὰμ υἱὸς Ἀχαὰβ ἐβασίλευσεν ἐν Ἰσραὴλ, τότε ὁ βασιλεὺς Συρίας υἱὸς Ἀδὲρ, πολλῇ δυνάμει καὶ βαρείᾳ χειρὶ στρατηγήσας, περιεκάθητο τὴν Σαμάρειαν, ὥστε ἐπιλιπεῖν αὐτοῖς τὰ ἀναγκαῖα, καὶ κεφαλὴν ὄνου πεν τήκοντα εἶναι σίκλων ἀργυρίου, καὶ τέταρτον κάβου κόπρου περιστερῶν πέντε σίκλων ἀργυρίου. Τότε τοίνυν,  ἵνα ἡ ἐπαγγελία  τοῦ Ἑλισσαίου πληρωθῇ,  διεσκεδάσθησαν αἱ βουλαὶ  τῆς  Συρίας, καὶ κα ταλιπόντες  τὰς  σκηνὰς ἑαυτῶν καὶ πᾶσαν τὴν πε ριουσίαν ἔφυγον, τοσαύτην εὐθηνίαν καταλιπόντες  ἐν τῇ Σαμαρείᾳ, ὥστε  μέτρον  σεμιδάλεως  σίκλου,  καὶ  δίμετρον  κριθῆς  ἑνὸς  σίκλου πωλεῖσθαι. Οὕτω μὲν οὖν ὁ Κύριος οἶδε διασκεδάζειν βουλὰς ἐθνῶν. Πῶς δὲ ἀθετεῖ βουλὰς  ἀρχόντων,  ἐπὶ  τοῦ  Ἀχιτόφελ  μεμαθήκαμεν,  ὅτε  ηὔξατο  εὐχὴν  ὁ  ∆αβὶδ λέγων·  ∆ιασκέδασον δὴ  τὴν  βουλὴν   Ἀχιτόφελ. Ὅταν  οὖν   ἀκούσῃς  τινὸς ἀπειλοῦντος  μεγάλα,  καὶ  ἐπαγγελλομένου  σοι  παντοδαπὰς  ἐπάξειν  κακώσεις, ζημίας, ἢ πληγὰς,  ἢ θανάτους,  ἀπόβλεψον  πρὸς τὸν  Κύριον τὸν  διασκεδάζοντα βουλὰς ἐθνῶν, καὶ ἀθετοῦντα λο γισμοὺς λαῶν. 29.341 Ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει· λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γε νεάν. Οὐχ ὁρᾷς τὰ τῶν ἐθνῶν δόγματα, τὴν ματαίαν ταύτην φιλοσοφίαν, ὅπως λεπτοὶ καὶ περιττοὶ περὶ τὰς εὑρήσεις τῶν δογμάτων εἰσὶν ἔν τε λογικοῖς θεω ρήμασι καὶ ἠθικαῖς διατάξεσι, καὶ φυσιολογίαις τισὶ καὶ δόγμασιν ἄλλοις τοῖς ἐποπτικοῖς λεγομένοις; πῶς διεσκέδασται πάντα, καὶ ἠχρείωται, μόνη δὲ ἐμ πολιτεύεται νῦν τῷ κόσμῳ ἡ ἀλήθεια τοῦ Εὐαγγε λίου; Πολλαὶ γὰρ αἱ βουλαὶ ἐν καρδίᾳ ἀνθρώπων·  ἀλλ' ἡ βουλὴ τοῦ Κυρίου ἐκράτησε. Καὶ ἀναγκαῖόν γε, εἰ μέλλοι μόνιμος καὶ ἑδραία ἡ παρὰ τοῦ Θεοῦ βουλὴ ταῖς ψυχαῖς ἡμῶν ἐναπομένειν,  προδια σκεδασθῆναι πρότερον ἐν ἡμῖν τοὺς ἀνθρωπίνους  λο γισμούς. Ὥσπερ γὰρ ὁ γράφειν μέλλων ἐν κηρῷ, προκαταλεαίνων πρότερον, οὕτως ἐπιβάλλει τοὺς τύ πους οὓς ἐὰν θέλῃ· οὕτω καὶ καρδίαν χρὴ τὴν μέλλουσαν τρανῶς ὑποδέχεσθαι τὰ θεῖα λόγια, καθαρὰν ἐκ τῶν ἐναντίων λογισμῶν ἀποδειχθῆναι. Λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. Ἐπεὶ οὖν δύο εἰσὶν
οἱ ἐκλεκτοὶ λαοὶ, καὶ δύο αὐτοῖς διαθῆκαί εἰσι δεδωρημέναι, δύνανται  κατὰ τὸ, Λο γισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν, δὶς τῆς γενεᾶς ὀνομαζομένης, δύο νοεῖσθαι καὶ λογισμοί· εἷς μὲν καθ' ὃν τὴν προτέραν ἐδεξάμεθα ∆ια θήκην, ἕτερος δὲ ὁ τὴν καινὴν καὶ σωτήριον τοῦ Χριστοῦ διδασκαλίαν ἡμῖν χαρισάμενος. Μακάριον τὸ ἔθνος οὗ ἐστι Κύριος ὁ Θεὸς αὐτοῦ, λαὸς ὃν ἐξελέξατο εἰς κληρονομίαν  ἑαυτῷ. Οὐδεὶς μακαρί ζει τὸν λαὸν τῶν  Ἰουδαίων,  ἀλλὰ τὸν λαὸν τὸν ἀπὸ πάντων  τῶν λαῶν ἀριστίνδην ἐξειλεγμένον.  Ἡμεῖς γάρ ἐσμεν τὸ ἔθνος, ὧν ἐστι Κύριος ὁ Θεὸς ἡμῶν· ἡμεῖς ἐσμεν καὶ λαὸς ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ· ἔθνος μὲν, διὰ τὸ ἐξ ἐθνῶν πολλῶν συνει λέχθαι, λαὸς δὲ, διὰ τὸ ἀντὶ τοῦ ἀποβληθέντος λαοῦ προσκληθῆναι. Καὶ ἐπειδὴ Πολλοὶ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοὶ, μακαρίζει οὐχὶ τὸν κληθέντα,  ἀλλὰ τὸν ἐκλεχθέντα.  Μακάριος γὰρ ὃν ἐξελέξατο. Τίς δὲ ἡ αἰτία τοῦ μακαρισμοῦ; Ἡ προσδοκωμένη κληρο νομία τῶν αἰωνίων  ἀγαθῶν. Ἢ μήποτε κατὰ τὸν  Ἀπόστολον, ἐπειδὴ, ὅταν  τὸ πλήρωμα  τῶν  ἐθνῶν  εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται,  πρῶτον  μα  καρίζει  τὸ  πλήρωμα  τῶν   ἐθνῶν,  ἔπειτα τὸν  ὕστερον σωζόμενον Ἰσραήλ; Σώζεται δὲ, δηλονότι, οὐχ ὁ τυχὼν, ἀλλὰ τὸ λεῖμμα μόνον τὸ κατ' ἐκλογὴν χά ριτος. ∆ιὰ τοῦτό φησι· Λαὸς ὃν ἐξελέξατο εἰς κλη ρονομίαν ἑαυτῷ. Ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος· εἶδε πάν τας τοὺς υἱοὺς τῶν ἀνθρώπων ἐξ ἑτοίμου κατοικη  τηρίου  αὐτοῦ.  Τοὺς  μένοντας   ἐπὶ  τοῦ  ἰδίου  ἀξιώ  29.344 ματος,  καὶ ποιοῦντας τὰ ἐπιβάλλοντα τῇ φύσει τῇ ἀνθρωπίνῃ ἄνωθεν ἐφορᾷ ὁ Κύριος· τοὺς δὲ πρὸς τὸ  ἔσχατον  τῆς  κακίας  ὑπενεχθέντας  ἑτέρως  ἐπισκέ πτεται  διὰ  τοῦ  αὐτὸς καταβαίνειν.   Κραυγὴ  γὰρ,  φησὶ,  Σοδόμων  καὶ  Γομόῤῥας  πεπλήθυνται,   καὶ  αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα. Καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομέ νην πρὸς μὲ συντελοῦνται· καὶ πάλιν· Κατέβη ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον, ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων. Ἐνταῦθα δὲ, Ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος· εἶδε πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Σκόπει τὸν ὑψηλὸν θεατὴν, σκόπει τὸν ἄνωθεν ἐγκατακύπτοντα τοῖς ἀνθρωπίνοις πράγμα σιν. Ὅπου περ ἂν βαδίζῃς, ὅ τι περ ἂν ἐνεργῇς, κἂν ἐν σκότει, κἂν ἐν ἡμέρᾳ, ἐπισκοποῦντα ἔχεις τὸν τοῦ Θεοῦ ὀφθαλμόν.  Ἐξ ἑτοίμου  κατοικητηρίου  αὐτοῦ.  Οὐ πύλαι  ἀνοίγονται·  οὐ παραπετάσματα συνάγονται·  ἕτοιμόν  ἐστιν εἰς θέαν  τὸ κατοικητήριον  τοῦ Θεοῦ. Πάντας ἐφορᾷ τοὺς υἱοὺς τῶν ἀνθρώπων.  Οὐδὲ εἷς διαφεύγει  αὐτοῦ τὴν θέαν· οὐ σκότος, οὐ τοῖχοι παρα καλύπτοντες, οὐδὲν ἐμπόδιόν ἐστιν ὀφθαλμοῖς Θεοῦ. Ὅς γε τοσοῦτον ἀπέχει τοῦ μὴ καθέκαστον ἐφορᾷν, ὅτι καὶ τὰς καρδίας ἐφορᾷ, ἃς αὐτὸς ἔπλασεν ἄνευ τῆς πρὸς τὸ χεῖρον ἐπιμιξίας. Ἁπλῆν αὐτὴν ἔπλασε καθ' ἑαυτὴν εἰκόνα σώζουσαν τὴν καρδίαν ὁ δημιουρ γὸς τῶν  ἀνθρώπων  Θεός· ὕστερον δὲ αὐτὴν τῇ πρὸς τὰ πάθη τῆς σαρκὸς ἐπιπλοκῇ ποικίλην ἐποιήσαμεν καὶ παντοδαπὴν ἡμεῖς τὴν καρδίαν, τὸ θεοειδὲς αὐτῆς καὶ ἁπλοῦν  καὶ μονότροπον  διαφθείραντες.  Ἐπεὶ οὖν καρδιῶν  ἐστι δημιουργὸς, διὰ τοῦτο  καὶ συνίησι πάντα  τὰ ἔργα ἡμῶν.  Ἔργα δὲ λέγομεν καὶ τοὺς λόγους καὶ τὰς ἐννοίας, καὶ πᾶσαν ἁπαξαπλῶς τὴν τοῦ ἀνθρώπου κίνησιν. Ποίᾳ γὰρ διαθέσει καὶ τίνι προθέσει, πότερον εἰς ἀνθρώπων ἀρέσκειαν, ἢ εἰς ὑπουργίαν τῶν δεδομένων  ἡμῖν προσταγμάτων παρὰ Θεοῦ, μόνος οἶδεν ὁ συνιεὶς πάντα τὰ ἔργα ἡμῶν. ∆ιὰ τοῦτο καὶ περὶ παντὸς ῥήματος ἀργοῦ διδόαμεν λόγον. Καὶ ἕως ποτηρίου ὕδατος ψυχροῦ τὸν μισθὸν οὐκ ἀπόλλυμεν, διὰ τὸ εἰς πάντα ἡμῶν τὰ ἔργα   συνιέναι   τὸν   Κύριον.  Οὐ  σώζεται   βασιλεὺς   διὰ   πολλὴν   δύναμιν.   Οὐ στρατιωτικῆς δυνάμεως περιβολὴ, οὐ τείχη πόλεων, οὐ πεζικὴ φάλαγξ, οὐχ ἱππικὴ δύναμις, οὐ ναυτικῆς ἰσχύος παρασκευὴ βασιλεῖ τὴν σωτηρίαν περιποιεῖ. Κύριος γὰρ καθιστᾷ βασιλεῖς καὶ μεθιστᾷ, καὶ οὐκ ἔστιν ἐξουσία εἰ μὴ ὑπὸ Θεοῦ τεταγμένη. Σώζεται  οὖν βασιλεὺς οὐ παρὰ τὴν πολλὴν  δύναμιν, ἀλλὰ παρὰ τὴν θείαν χάριν. Ὥστε ἀληθῆ καὶ τούτοις εἶναι τὸν λόγον, ὅτι Χάριτί ἐστε σεσωσμένοι. Ὥσπερ οὐδὲ  γεωργὸς  τοσοῦτον  διὰ  τὴν  γεωργικὴν  ἐπιμέλειαν  τυγχάνει  τοῦ  γεωργικοῦ μέρους, ὅσον διὰ τὸν αὔξοντα τὰ γεωργούμενα Θεόν. Οὔτε γὰρ ὁ φυτεύων  ἐστί τι, οὔτε ὁ ποτίζων,  ἀλλ' ὁ αὐξάνων  Θεός. Εἰ δὲ καρδία βασιλέως ἐν χειρὶ Θεοῦ, οὐ σώζεται διὰ τὴν ὁπλιτικὴν  δύναμιν, ἀλλὰ διὰ τὴν θείαν χειραγωγίαν.  Ἐν χειρὶ δὲ Θεοῦ ἐστιν οὐχ ὁ τυχὼν, ἀλλ' ὁ ἄξιος τῆς τοῦ βασιλέως προσηγορίας. Ὡρίσαντο δέ τινες βασιλείαν εἶναι τὴν ἔννομον ἐπιστασίαν, ἢ τὴν ἐπὶ πᾶσιν ἀρχὴν ἀνυπεύθυνον ἁμαρτίᾳ. Καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. Γίγαντα λέ γει τὸν φυσικῇ δυνάμει καὶ τόνῳ σωματικῷ κεχρη μένον. Οὔτε οὖν βασιλεὺς τὴν ἐκ τοῦ ὁπλιτικοῦ βοή  θειαν  ἀρκοῦσαν  ἔχει  πρὸς  σωτηρίαν,  οὔτε  ὁ  ἀνδρεῖος  ἑαυτῷ  πρὸς  πάντα ἐπαρκεῖν ἐστιν ἱκανός. Ἀσθένεια γάρ ἐστι καὶ ἀδυναμία πάντα ὁμοῦ τὰ ἀνθρώπινα πρὸς τὴν  ἀληθινὴν  δύναμιν  παραβαλλόμενα.  ∆ιὰ τοῦτο  Τὰ ἀσθενῆ τοῦ  κόσμου ἐξελέξατο  ὁ  Θεὸς,  ἵνα  καταισχύνῃ   τὰ  ἰσχυρά·  καὶ  ἐκ  στόματος  νηπίων   καὶ θηλαζόντων  κατηρτίσατο αἶνον, ἵνα καταλύσῃ τὸν ἐχθρὸν καὶ ἐκδικητήν. Μάλι στα γὰρ ἔλαμψεν ἡ θεία χάρις ἐν τοῖς νηπίοις καὶ ἀνοήτοις ἐνεργουμένη. Ψευδὴς ἵππος εἰς  σω τηρίαν·  ἐν  δὲ  πλήθει  δυνάμεως  αὐτοῦ  οὐ  σωθήσεται.  Ἐκβέβληται  τῆς χρήσεως τῶν  ἁγίων  ὁ ἵππος.  Καὶ οὔτε  ἐν  πολέμοις  εὐημερῶν  ὁ Ἰσραὴλ ἱππικῇ δυνάμει ποτὲ φαίνεται κεχρημένος, οὔτε ἰδίᾳ τις τῶν ἁγίων τὴν χρῆσιν τῶν ἵππων ὡς ἁρμόζου σαν παρεδέξατο· Φαραὼ δὲ ἵππῳ χρῆται, καὶ Σεναχηρεὶμ ὁ ὑπερήφανος τῇ περιουσίᾳ τῶν ἵππων μέγα φρονεῖ. ∆ιόπερ τοῦ μὲν Φαραὼ ἵππον καὶ ἀνα βάτην ἔῤῥιψεν εἰς θάλασσαν· τοῦ δὲ Σεναχηρεὶμ ἐνύσταξαν πάντες οἱ ἐπιβεβηκότες τοῖς ἵπποις· ὅθεν καὶ ὁ διὰ Μωϋσέως νόμος τὰ περὶ βασιλέων νο μοθετῶν, Οὐ πληθυνεῖ, φησὶν,  ἑαυτῷ  ἵππον.  Ἐν  δὲ  πλήθει  δυνάμεως  αὐτοῦ  οὐ  σωθήσεται.  Ὅταν  γὰρ ἀσθενῶ, φησὶ, τότε δυνατός εἰμι. Τὸ δὲ πλῆθος τῆς σωματικῆς δυνάμεως ἐμπόδιόν ἐστι πρὸς τὴν σωτηρίαν τοῦ πνεύματος. Ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβου μένους αὐτόν. Ἀλλαχοῦ μὲν εἴρηται· Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους· ἐνταῦθα δὲ, Ἐπὶ τοὺς φοβουμένους αὐτόν. Ὅταν ἡμεῖς ἐπὶ τὸν Κύριον ἀποβλέ πωμεν, καὶ ὦσιν ἡμῶν οἱ ὀφθαλμοὶ πρὸς αὐτὸν, ὥστ' ἂν εἰπεῖν ἡμᾶς· Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν· τότε οἱονεὶ ἐφελκόμεθα πρὸς τὴν ἐπισκοπὴν ἡμῶν τὸν ὀφθαλμὸν τοῦ Κυρίου. Τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐ τοῦ. Τὸ ταπεινὸν τῶν δουλευόντων τῷ Κυρίῳ ἐμφαί νει, πῶς ἐπὶ τὸ ἔλεος αὐτοῦ ἐλπίζουσιν. Ὁ γὰρ μὴ πεποιθὼς ἐπὶ τοῖς ἑαυτοῦ ἀνδραγαθήμασι, μηδὲ προσδοκῶν ἐξ ἔργων δικαιωθήσεσθαι, μόνην ἔχει τὴν ἐλπίδα τῆς σωτηρίας τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ. Ὅταν γὰρ ἐνθυμηθῇ τὸ, Ἰδοὺ Κύριος καὶ ὁ μισθὸς αὐτοῦ,  ἀποδοῦναι  ἑκάστῳ ὡς  τὸ  ἔργον  αὐτοῦ,  καὶ  λογίσηται  ἑαυτοῦ  τὰ πονηρὰ ἔργα, φοβεῖται μὲν τὴν κόλασιν καὶ ὑποπτήσσει τοῖς ἀπειλουμένοις· πρὸς δὲ τὸ μὴ καταποθῆναι ὑπὸ τῆς λύπης, εὔελπίς ἐστι πρὸς τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ καὶ τὸ φιλάνθρω πον ἀποβλέπων. Ἐλπίζει δὲ, ὅτι ῥυσθήσεται ἡ ψυχὴ αὐτοῦ ἐκ θανάτου, καὶ διατραφήσεται ὑπ' αὐτοῦ ἐν λιμῷ. Ἡ δὲ ψυχὴ ἡμῶν  ὑπομενεῖ  τῷ Κυρίῳ, ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστι. Παρά κλησιν ἔχει πρὸς ὑπομονὴν ὁ λόγος· ὥστε κἄν ποτε καταληφθῶμεν  ὑπό τινος τῶν ἐκθλιβόντων  ἡμᾶς, μὴ χωρισθῆναι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ, ἀλλ' ὅλῃ ψυχῇ ὑπομένειν τὰ ἐπίπονα, τὴν παρὰ Θεοῦ βοήθειαν ἀναμένοντας. Ὅτι ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν, καὶ ἐν  τῷ  ὀνόματι  τῷ  ἁγίῳ  αὐτοῦ  ἠλπίσαμεν.  Τοῦτο συνᾴδει  τοῖς  ἐν  τῇ  ἀρχῇ  τοῦ ψαλμοῦ· Ἀγαλλιᾶσθε, δίκαιοι,  ἐν  Κυρίῳ· καὶ, Ἐν αὐτῷ  εὐφρανθήσεται  ἡ καρδία ἡμῶν.  Καί μοι δοκεῖ κατὰ ταῦτα  εἰρηκέναι  ὁ Ἀπό στολος τὸ, Ἐν τούτοις  πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς· καὶ τὸ, Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμενοι ἐν ταῖς θλίψεσιν. Εἰπὼν γὰρ ὁ Ψαλμῳδὸς, ὅτι Ἡ ψυχὴ ἡμῶν ὑπομενεῖ τῷ Κυρίῳ, ἵνα δείξῃ,  ὅτι  οὐχὶ  βιαίως  οὐδὲ  καταπιεζόμενος  ὑπὸ  τῶν  θλίψεων  τὴν  ὑπομονὴν
ἐπιδείκνυται, ἀλλὰ μετὰ πάσης χαρᾶς ὑποδέχεται τὰς ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου κακώσεις, Οὐ μόνον,  φησὶν,  ὑπομένομεν,  ἀλλὰ  καὶ  Ἐν  αὐτῷ  εὐφρανθήσεται  ἡ καρδία  ἡμῶν,  καὶ  ἐν  τῷ  ὀνόματι  τῷ  ἁγίῳ  αὐτοῦ  ἠλπίσαμεν.  Ἀρκεῖ  ἡμῖν  τὸ ὀνομάζεσθαι Χριστια νοὺς πρὸς τὸ πᾶσαν ἐκφυγεῖν  τὴν ἀπὸ τῶν ἐναντίων ἐπήρειαν. Ἅγιον δὲ τὸ ὄνομα εἶναι λέγεται τοῦ Θεοῦ, οὐ πάντως διὰ τὸ ἐν συλλαβαῖς ἔχειν τινὰ δύναμιν ἁγιαστικὴν, ἀλλ' ὅτι πᾶσα ἡ ἰδιότης τοῦ Θεοῦ, καὶ ἡ ἔννοια τῶν ἐξαιρέτως περὶ αὐτὸν θεωρου μένων ἁγία ἐστὶ καὶ ἁγνή. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σοί. Ὁρᾷς πῶς ἐπιστημόνως προσηύξατο; Τὴν ἰδίαν διάθεσιν μέτρον ἐποίησε τῆς ἐπιχορηγίας τῶν οἰκτιρμῶν τοῦ Θεοῦ. Τοσοῦτος, φησὶ, γένοιτο ὁ ἔλεός σου ἐφ' ἡμᾶς, ὅσην φθάσαντες ἡμεῖς ἐπὶ σοὶ τὴν ἐλπίδα κατεβαλό μεθα. Πᾶσα δὲ ἡμῶν ἡ ἐλπὶς ἐπιστρέψαι εἰς τὴν ἀνάπαυσιν, ἵνα, μετασχηματισθέντος τοῦ σώματος τῆς ταπεινώσεως ἡμῶν, νοήσωμεν αὐτὸ τοῦτο γενό μενον σύμμορφον τῷ σώματι τῆς δόξης.



Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας








Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |