Τρίτη 30 Οκτωβρίου 2012

Εἰς τὴν Σουσάνναν



De Susanna


Εἰς τὴν Σουσάνναν.


Ἥκομεν ὑμῖν εὐγνώμονες ὀφειλέται τοῦ λόγου, οὐχ ὅσον ὀφείλομεν πληροῦντες, ἀλλ' ὅσον ἔχομεν ἀποδιδόντες. Ἡ μὲν γὰρ προθυμία δαψιλὴς καὶ πλείω τοῦ ὀφειλομένου ἥπλωται διδόναι· ἡ δὲ τοῦ λόγου πενία ἐστένωται· δι' ὃ ὀλίγα ὑμῖν ἀντὶ πολλῶν  παρακαλοῦντες διδόαμεν. Εἰ δέ τις ὑμῶν βουληθείη τὰ ὀλιγοστὰ τῶν λόγων ἡμῶν τῇ προθυμίᾳ τῆς καρδίας συμπαρεκτεῖναι, οὐδὲν ἐλλείψομεν  πρὸς τὸ ὀφειλόμενον,  τῆς προθυμίας ἡμῶν τὸ ἐλλεῖπον  μέρος τῶν  λόγων  ἀναπληρούσης. Καὶ γὰρ ὁ Θεὸς ὅταν πένητος ἴδῃ βραχείας προσφορὰς καὶ πλουσίου δαψιλεῖς, οἶδεν ἐξ ἴσου δέχεσθαι τὰς τιμάς· πολλάκις δὲ μειζόνως τὰς τοῦ πένητος ὑποδέχεται· οὐ γὰρ τῷ ὄγκῳ τῶν χρημάτων, ἀλλὰ τῇ προθυμίᾳ τῆς καρδίας ἐμβλέπει. Ἀπόδειξις δὲ τῶν λεγομένων  ἡ περὶ τὴν πενιχρὰν χήραν τὴν τὰ δύο λεπτὰ εἰς τὸ γαζοφυλάκιον βαλοῦσαν· ὑπερεταλάντευσε γὰρ παρὰ Κυρίῳ ἡ ταύτης βραχεῖα προσφορὰ τῶν τὸν χρυσὸν βεβληκότων πλουσίων· ἐπειδὴ οὐ χρημάτων χρῄζει ὁ Θεὸς, ἀλλ' εἰλικρινοῦς καὶ εὐπροαιρέτου καρδίας.



Φέρε τοίνυν  καὶ ἡμεῖς ἁπλώσαντες  ἡμῶν  ἐν εἰλικρινείᾳ  τὰς καρδίας, οἷον παρὰ Θεοῦ κεκτήμεθα λόγον, ὥσπερ ἔν τισι γαζοφυλακίοις  Θεοῦ ἐμψύχοις καταβαλλόμενοι, τὸ χρέος τοῦ λόγου ὑμῖν ἀποτίσωμεν. Μέμνημαι γὰρ τῇ προτεραίᾳ ἐπαγγειλάμενος   ὑμῖν  τὴν  τῆς  μακαρίας  Σουσάννης  σωφροσύνης  ἄθλησιν,  εἰς πολλῶν  ὠφέλειαν  κηρύττειν· ὅτε καὶ ὁ Ἰωσὴφ κατὰ τῆς Αἰγυπτίας ἠγωνίζετο, καὶ πᾶσιν ἡμῖν παλαίσματα σωφροσύνης ὑπεδείκνυεν.  Ἀγωνιζέσθω οὖν καὶ Σουσάννα ἐν τῷδε τῷ πανδήμῳ θεάτρῳ, ὅπου καὶ Θεὸς, καὶ ἄγγελοι, καὶ ἄνδρες, καὶ γυναῖκες ὁρῶσιν·  ἀγωνιζέσθω,   καὶ   διδασκέτω,   πῶς   δεῖ   νεωτέρας   ἕως   θανάτου   ὑπὲρ σωφροσύνης  ἀγωνίζεσθαι.  Αὕτη τοίνυν  ἡ  μακαρία  Σουσάννα εὐγενὴς  τῷ  γένει τυγχάνουσα, ἐξ ἁπαλῶν  ὀνύχων  ἐν οἰκίσκῳ θαλαμευομένη,  εὐπρεπὴς τῷ κάλλει ὑπάρχουσα, καὶ σεμνοῦ βίου τρόπον ἀσκηθεῖσα, ὅτε τὸ τῆς νεότητος αὐτῆς κάλλος ἐπήνθει, πρὸς νομίμου γάμου συζυγίαν ἡρμόσθη. Καὶ δὴ τὸ τοῦ γάμου μυστήριον ἀβλαβὲς τῷ ἰδίῳ ἀνδρὶ φυλάττουσα, οὐκ ὄμμα ἄτακτον πρὸς νεωτερικοῦ καὶ ξένου κάλλους  θέαν  περιέφερεν·  οὐκ  ἀκοὴν  ἀνοίγουσα,  τὴν  τῶν  προνικῶν  ᾀσμάτων καλλιφωνίαν ὑπεδέχετο· οὐ τὴν  ὄσφρησιν ἐπηφίει  ἀνέρπειν  τὰ τῶν  νεωτερικῶν ἱματίων καπνίσματα· οὐδ' ἄλλην τινὰ αἴσθησιν ἁπλῶς φέρεσθαι συνεχώρει, ἵνα μὴ ἡ ἐν τῇ καρδίᾳ αὐτῆς   φυλαττομένη  σωφροσύνη ὑποφθαρεῖσα  τοῖς  ἁπαλοῖς δελεάσμασι πρὸς ἡδονὰς  σκελισθείη. Τὰ γὰρ πλεῖστα τῶν  ἁμαρτημάτων  ἐκ τῶν αἰσθήσεων τῆς ψυχῆς ἡμῶν  περιγίνεται.  Ἔστι γὰρ ἡ ψυχὴ, καθάπερ παρθένος ἐν θαλάμῳ τινὶ, ἐν μέσῃ τῇ καρδίᾳ ἡσυχάζουσα, καὶ ὑπὸ τῶν πέντε αἰσθήσεων, ὥσπερ ὑπό τινων θεραπαινίδων, δορυφορουμένη.


Ποίων αἰσθήσεων; Ὁράσεως, γεύσεως, ὀσφρήσεως, ἀκοῆς, καὶ ἁφῆς. Ἐὰν οὖν μηδεμία  αἴσθησις  ὑποφθαρεῖσα  πλανηθείη,  φυλάττεται   ἀκεραία  καὶ  ἀβλαβὴς  ἡ ψυχή· ἐὰν δὲ συμβῇ τὴν ὅρασιν ἀκυβέρνητον μείνασαν πρὸς νεωτερικοῦ  κάλλους θέαν ῥεμφθῆναι, καὶ λάβρον τὸ κῦμα τῆς ἐπιθυμίας διὰ τῶν ὀφθαλμῶν εἰς τὸ βάθος τῆς  καρδίας εἰσδέξασθαι, εὐθὺς, λαίλαπι  ἡδονῶν  ῥιπισθεῖσα, πρὸς τὴν  ἁμαρτίαν ὑποβρύχιος φέρεται περὶ τὴν σωφροσύνην ναυαγήσασα· καὶ πάσχει λοιπὸν ἐκεῖνο, ὅπερ καὶ ὁ ∆αυῒδ παθὼν  ἔλεγεν· Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ   με.  Ὁμοίως  δὲ  καὶ  ἡ  ἀκοὴ  ἐὰν  ἀναπετασθεῖσα  δέξηται  τὰ  τῆς καλλιφωνίας   θέλγητρα,  πρὸς  ἐκεῖνα  τὴν  διάνοιαν  τείνασα,  ὅλην  ἑαυτὴν  τοῖς  πορνικοῖς ᾄσμασι συνελκύσασα καταστρέφει. Ἡ δὲ γεῦσις ἀδηφαγίᾳ καὶ οἴνῳ πολλῷ ἐμφορηθεῖσα πρὸς μέθην καὶ κοίτας τὴν ψυχὴν  καταφθείρει.Ἡ δὲ ὄσφρησις τοῖς περιέργοις  μυρίσμασι  τῶν  νέων   ἀποδεθεῖσα,  καὶ  τὴν   ψυχὴν   μεθ'   ἑαυτῆς συναπέδησεν. Οὕτως οὖν ὡς παρθένος τις ἡ ψυχὴ ὑπὸ ἀφρόνων θεραπαινίδων, τῶν αἰσθήσεων,  ἁλίσκεται  πρὸς  τὴν  τῆς  ἀκολασίας  ἁμαρτίαν  προδιδομένη.  Ἡ  γὰρ ἁμαρτία πάσας τὰς αἰσθήσεις καρώσασα, δίκην κλέπτου λαθραίως εἰς τὸ ταμιεῖον τῆς καρδίας ἐπεισέρχεται· εἶτα εἰσελθοῦσα ὅλην αὐτὴν γυμνοῖ τὴν ἐνθήκην τῆς σωφροσύνης  ἀποσυλήσασα. Ἠσφαλίζετο  γοῦν  ἡ  μακαρία  ἐκείνη  τὸ  βλέμμα,  τὸ σχῆμα, τὸ βῆμα, τὴν ἀκοὴν, τὴν ὅρασιν, τὴν ὄσφρησιν, τὴν γεῦσιν, τὴν ἁφήν· καὶ ἦν ἀληθῶς, κατὰ τὴν σοφίαν τὴν λέγουσαν, Κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη. Ὥσπερ γὰρ κῆπος, μηδενὸς αὐτὸν συλαγωγῆσαι δυναμένου, ἐτύγχανεν  ἡ μακαρία, πηγάζουσα   τὰ   τῆς   σωφροσύνης   ἀρώματα,   καὶ   ὥσπερ   πηγὴ   ἦν   τῇ   πίστει ἐσφραγισμένη, ἐξ ἧς οὐδεὶς  τῶν  ἀτάκτων  τὸ τῆς  σωφροσύνης  κάλλος  ἀντλῆσαι ἠδύνατο. Ταύτης ἐν ἐπιθυμίᾳ γεγόνασι δύο πρεσβύτεροι τοῦ λαοῦ, οἱ δοκοῦντες κυβερνᾷν τὸ ποίμνιον, καὶ ἕκαστος αὐτῶν φλογὶ τῆς ἐπιθυμίας καιόμενος, θάτερος θατέρῳ τὸ ἔγκρυφον τῆς καρδίας πῦρ φανερῶσαι ᾐσχύνετο. Καὶ ἐν μιᾷ τῶν ἡμερῶν ἑκάτερος αὐτῶν λάθρα τοῦ ἑταίρου αὐτοῦ ἀπῄει κατασκοπεῦσαι τὴν Σουσάνναν· καὶ εὑρηκότες ἀλλήλους, καὶ ἀνετάσαντες ὡμολόγησαν ἀλλήλοις δι' ἣν παρῆσαν αἰτίαν· τότε κοινωνίαν  θέμενοι ἐν τῇ τῆς ἁμαρτίας πράξει, τῆς κακίας ἐποιοῦντο ἔρευναν ἐκμελῆ, καὶ παρετήρουν καιρὸν, ὅπως αὐτῆς κατατύχωσι μόνης. Συνέβη οὖν ἐν μιᾷ τῶν  ἡμερῶν  κατὰ  τὸ  εἰωθὸς  τὴν  Σουσάνναν  εἰσελθεῖν  εἰς  τὸν  παράδεισον τοῦ ἀνδρὸς, λούσασθαι κατὰ τὸ καῦμα· καὶ ἐξαποστειλάσης αὐτῆς τὰς παιδίσκας ἐπὶ τὸ κομίσαι σμῆγμα, ἐπιδραμόντες  αὐτῇ  ἄφνω  οἱ πρεσβύτεροι ὥσπερ λύκοι  ἀμνάδα κατεῖχον, τῷ οἴστρῳ τῆς ἀκολασίας σπαράξαι βουλόμενοι· καὶ ἦν μόνη Σουσάννα ἀνὰ μέσον τῶν  δύο λεόντων,  καὶ οὐδεὶς ὁ βοηθῶν,  οὐ παιδίσκη, οὐ δοῦλος, οὐ συγγενὴς, οὐ φίλος, οὐ γείτων, εἰ μὴ μόνος οὐρανόθεν προσεῖχε Θεὸς ὁ κωλύειν μὲν δυνάμενος, συγχωρῶν δὲ γίνεσθαι τὴν πάλην ἵνα κρυπτομένας γνώμας ἐλέγξῃ, καὶ τῆς μὲν Σουσάννης τὴν σωφροσύνην, τῶν δὲ πρεσβυτέρων τὴν ἀκολασίαν δημοσιεύσῃ, ὁμοῦ δὲ ταῖς γυναιξὶ παιδευτήριον  μέγιστον τὴν Σουσάννης ἐνάρετον ἄθλησιν ἐπιδείξῃ. Μεγάλη ἦν μάχη, σφοδρὸς ἀγὼν τῇ Σουσάννῃ ἀπέκειτο, μείζων τοῦ Ἰωσήφ. Ἐκεῖνος μὲν γὰρ ἀνὴρ ὢν μετὰ μιᾶς ἐμάχετο γυναικός· αὕτη δὲ γυνὴ οὖσα μετὰ δύο ἀνδρῶν ἐπάλαιεν. Θέατρον ἦν μέγιστον καὶ τερπνὸν, γυνὴ μετὰ δύο ἀνδρῶν  ἐπύκτευεν· καὶ τὸ θαυμαστὸν, ἐὰν ἀκούσητε ποῦ τὸ σκάμμα ἠνέῳκτο· ἐν παραδείσῳ, ὅπου  ὁ ὄφις  τὴν  Εὔαν ἠπάτησεν.  Ὡς οὖν  ἕτοιμος  γέγονεν  ἡ  πάλη, ἠνοίχθησαν οἱ οὐρανοὶ, ἡ σάλπιγξ ἐβόα, ὁ ἀγὼν ἕτοιμος, ὁ ἀγωνοθέτης  οὐρανόθεν προσεῖχε τῇ πάλῃ, καὶ ὁ δῆμος τῶν ἀγγέλων  ἐπικεκυφὼς  ἐθεώρει· ὁ ὄφις ἐν τοῖς παρανόμοις, ἡ δὲ πίστις ἐν τῇ σώφρονι. Πολλὴ ἦν φροντὶς  ἀμφοτέροις  περὶ τῆς νίκης· τοῖς μὲν πρεσβυτέροις τὸ μὴ ὑπὸ γυναικὸς ἡττηθῆναι, τῇ δὲ Σουσάννῃ τὸ μὴ ἀπολέσαι τὴν σωφροσύνην· ἐκείνοις τὰ ὀψώνια τῆς νίκης οἱ δαίμονες ἡτοίμαζον, τῇ δὲ Σουσάννῃ τὰ ἔπαθλα τῆς σωφροσύνης ἡτοίμαζον ἄγγελοι. Κατέχουσι τὴν Σουσάνναν οἱ παράνομοι· καὶ πρῶτον μὲν διὰ λόγων  ἐπάλαιον  αὐτῇ· τί λέγοντες; Πρεσβύτεροί ἐσμεν  τοῦ  λαοῦ,  ἡμῖν  νόμος  πεπίστευται,  τοῦ  λύειν  καὶ  δεσμεῖν ἐξουσίαν εἰλήφαμεν.


Οὐδείς ἐστιν  ἐνθάδε  κατάσκοπος· Γενοῦ μεθ' ἡμῶν·  ἐν  ἐπιθυμίᾳ  σου γάρ ἐσμεν. Ἐὰν δὲ μὴ βουληθῇς, καταμαρτυρήσομέν σου, ὅτι ἦν μετὰ σοῦ νεανίσκος, καὶ διὰ τοῦτο  ἀπέστειλας  τὰ κοράσια ἀπὸ σοῦ. Καὶ ὅρα πόσα ἦν  τὰ συνέχοντα  τὴν Σουσάνναν· συκοφαντία ἀκολασίας, φόβος θανάτου, κατάγνωσις ἐπὶ τοσούτου λαοῦ, μῖσος ἀνδρὸς, μῖσος συγγενῶν, πένθος οἰκετῶν, καὶ ἁπαξαπλῶς  παντὸς τοῦ οἴκου  κατάκλυσις. Ἀλλ' οὐδὲν τούτων τὸν λογισμὸν νικῆσαι ἴσχυσε τῆς σώφρονος· ἡ γὰρ ἐλπὶς τῆς καρδίας αὐτῆς ἦν εἰς Θεόν. Στενάζουσα γοῦν ἔλεγε· Στενά μοι πάντοθεν· ἐάν τε γὰρ πράξω, θάνατός μοί ἐστιν· ἐάν τε μὴ πράξω, οὐκ ἐκφεύξομαι τὰς χεῖρας ὑμῶν.  Αἱρετόν μοί ἐστι μὴ πράξασαν ἐμπεσεῖν εἰς τὰς χεῖρας  ὑμῶν,  ἢ ἁμαρτεῖν ἐνώπιον Κυρίου. Οἴμοι, οὓς ἐδόκουν εἶναι ποιμένας, λύκους ὁρῶ· οὓς ἐδόκουν εἶναι τῶν χειμαζομένων  λιμένας, οὗτοι ναυάγιον  γεγόνασιν. Οὐ μιανεῖτέ  μου τὴν σωφροσύνην· οὐ καταισχύνω μου τοὺς γονεῖς· οὐκ ἀτιμάζω μου τὴν συγγένειαν· οὐ λυπῶ  μου τὸν  ἄνδρα· οὐ λύω  μου τὴν  πρὸς αὐτὸν  συζυγίαν  ἐκ τῆς  πρὸς ὑμᾶς ἀτάκτου ὁμιλίας· αἱροῦμαι θάνατον  ἄνομον  ἤπερ θάλαμον  ἄτακτον. Ἐμοὶ δὲ καὶ πάρεστιν ὁ ἀνὴρ, οὐ τῇ τοῦ σώματος παρουσίᾳ, ἀλλὰ τῇ τῆς ψυχῆς διαθέσει, καὶ τοὺς τῶν  γονέων  μου χαρακτῆρας μεθ' ἑαυτῆς περιφέρω. Φοβήθητε τὸν ὁρῶντα Θεόν· αἰσχύνθητε τοὺς παρόντας ἀγγέλους· νοήσατε ὅ ἐστε· γνῶτε ὃν ἀναγινώσκετε νόμον τὸν λέγοντα· Οὐκ ἐπιθυμήσῃ τὴν γυναῖκα τοῦ πλησίον σου.
Ταῦτα εἰρηκυῖα ἀνεβόησε, μάρτυρας τῆς ἀταξίας αὐτῶν συγκαλοῦσα· ἀνεβόησαν δὲ καὶ οἱ δύο πρεσβύτεροι· εἰσέδραμον οἱ τῆς Σουσάννης δοῦλοι, καὶ παιδίσκαι· ὁρῶσι μετ' αὐτῆς τοὺς δύο πρεσβυτέρους. Ἡνίκα δὲ εἶπον οἱ πρεσβύτεροι τοὺς λόγους κατὰ Σουσάννης, κατῃσχύνθησαν οἱ δοῦλοι σφόδρα, ὅτι οὐκ ἐῤῥήθη λόγος τοιοῦτος περὶ Σουσάννης ποτέ. Ἐγένετο δὲ τῇ ἐπαύριον συνέδριον μέγιστον· ἔτι  γὰρ  ἡ  κρίσιμος πάλη,  ἡ περὶ  στεφάνου  νίκη.  Συνήχθη  πᾶς  ὁ λαὸς  ἀνδρῶν, γυναικῶν,  νηπίων· πάλιν συνηθροίσθη τὸ θέατρον· οἱ κάτω ἄνθρωποι οὐκ ᾔδεισαν τί  ἐθεώρουν·  οἱ  δὲ  ἐν  οὐρανῷ  ἄγγελοι   ἐπεγίνωσκον   τὸ  πρᾶγμα.  Ἦλθον  οἱ πρεσβύτεροι  γέμοντες   τῆς  ἀνομίας·  καλοῦσι  τὴν  Σουσάνναν,  ὡς  μὲν  ἐκεῖνοι ἐνόμιζον, πρὸς αἰσχύνην καὶ θάνατον· ὡς δὲ τῷ δικαίῳ κριτῇ προώριστο, πρὸς ζωὴν καὶ δόξαν αἰώνιον. Καί φασι πρὸς τὸν λαόν· Ἀποστείλατε πρὸς Σουσάνναν θυγατέρα Χελκίου· οἱ δὲ ἀπέστειλαν. Ἦλθεν αὐτὴ, καὶ οἱ γονεῖς αὐτῆς, καὶ ὁ ἀνὴρ αὐτῆς, καὶ τὰ τέκνα αὐτῆς. Καὶ ἦλθεν ἡ Σουσάννα ὡς θανεῖν ὀφείλουσα διὰ σωφροσύνην, μετὰ πολλῆς εὐλαβείας στενάζουσα, θλιβομένη, οὐχ ὅτι ἤμελλεν ἀποθνήσκειν, ἀλλ' ὅτι ὄνομα  κακὸν  κατελίμπανε   τοῖς   γονεῦσιν,   ὅτι  ἤμελλεν   ὀνειδισμὸν   τῷ   γένει καταλιπεῖν· οὐδένα γὰρ εἶχε μάρτυρα τοῦ γεγονότος πράγματος ἐν τῷ παραδείσῳ. Πολλοὶ ἦσαν οἱ δακρύοντες ὑπὲρ αὐτῆς, οἱ φίλοι, οἱ συγγενεῖς, οἱ γονεῖς, οἱ γείτονες· ὁ ἀνὴρ ἐπένθει, ὁ οἶκος αὐτῆς ἐθρήνει· κἀκείνη αὐτὴ κατώδυνος, σκυθρωπὴ, δακρύουσα,  θλιβομένη,   ἐν   πολλῇ   ταπεινότητι   καρδίας  ἵσταται  ἐν   τῷ   μέσῳ. Πάνδημος ἦν ἡ θέα, Θεοῦ, ἀγγέλων, ἀνθρώπων.

Ἀνίστανται οἱ δύο πρεσβύτεροι, οἱ ἐν σχήματι ποιμένων  λύκοι· ἐπιτιθέασιν αὐτῇ τὰς χεῖρας, καὶ ἐν αὐτοῖς ὁ συκοφάντης ὄφις ἐλάλει. Τί ἐλάλει; Περιπατούντων ἡμῶν  χθὲς  ἐν  τῷ  παραδείσω μόνων,  εἰσῆλθεν  αὕτη, καὶ ἀπέλυσε τὰς παιδίσκας αὐτῆς, καὶ ἦλθε πρὸς αὐτὴν ὁ νεανίσκος, ὃς ἦν κεκρυμμένος, καὶ ἀνέπεσε μετ' αὐτῆς. Ἡμεῖς δὲ ὄντες ἐν τῇ γωνίᾳ  τοῦ παραδείσου, καὶ ἰδόντες τὴν ἀνομίαν  γινομένην, ἐδράμομεν ἐπ' αὐτούς· κἀκείνου μὲν ἐγκρατεῖς οὐκ ἠδυνήθημεν  γενέσθαι, διὰ τὸ ἰσχύειν αὐτὸν ὑπὲρ ἡμᾶς, καὶ ἀνοίξαντα τὰς θύρας ἐκπεπηδηκέναι· ταύτης δὲ ἐπιλαβόμενοι  ἠρωτῶμεν,  τίς ἦν ὁ νεανίσκος, καὶ οὐκ ἠθέλησεν ἀπαγγεῖλαι  ἡμῖν. Ταῦτα μαρτυροῦμεν. Καὶ ἐπίστευσεν αὐτοῖς ἡ συναγωγὴ, ὡς πρεσβυτέροις τοῦ λαοῦ καὶ  κριταῖς·  καὶ  κατέκριναν  αὐτὴν  ἀποθανεῖν.  Καὶ ἀπήγετο  ἡ  Σουσάννα  πρὸς θάνατον, καὶ οὐδεὶς ἦν ὁ ἐκδικητὴς τῆς ἀληθείας, καὶ μάρτυς, εἰ μὴ μόνος ὁ Θεός· καὶ συνεχώρει γενέσθαι τὸ γινόμενον,  ἵν' ἀμφοτέρων τελεία δειχθῇ ἡ πρᾶξις, τῶν μὲν παρανόμων  ἡ  τῆς ἀκολασίας κακία καὶ συκοφαντία, τῆς δὲ μακαρίας Σουσάννης ἡ ἕως θανάτου ἔνστασις τῆς σωφροσύνης.

Ὁρᾷς ἕως πότε ὁ Θεὸς ἐγκαταλιμπάνει;  Ἐγκαταλιμπάνει  δὲ ὡς χρυσὸν ἐν χωνευτηρίῳ δοκιμάζων ἐν τοῖς πειρασμοῖς τοὺς δικαίους· ὥσπερ καὶ ἐπὶ τοῦ Ἀβραὰμ πεποίηκεν. Ἀπήγετο ὁ Ἰσαὰκ εἰς ὁλοκάρπωσιν, τὸ θυσιαστήριον ᾠκοδόμητο, τὰ ξύλα ἐπετέθη, καὶ οὐδαμοῦ τὸ πρόβατον. Λαμβάνει τὴν  μάχαιραν  πατὴρ, καὶ οὐδαμοῦ πρόβατον· ὥρμησε τοῦ σφάξαι, καὶ τότε ὁ Θεὸς τῇ φωνῇ τὴν χεῖρα αὐτοῦ ἐχαλίνωσε. Ταῦτα δὲ εἶπον, ἵνα ἕκαστος ὑμῶν ὅταν πειράζηται, κἂν ἐγγὺς τοῦ θανάτου γένηται, μὴ ἀπελπίσῃ τὴν ἀπὸ τοῦ Θεοῦ ἀντίληψιν,  ἀλλ' ἕως τέλους ἀπεκδέξηται. Ἀπήγετο γοῦν  ἡ Σουσάννα θανεῖν·  οὐδεὶς  ἦν  ὁ βοηθῶν.  Ὅτε λοιπὸν  εἶδε τὴν  ἀνθρώπων ἀντίληψιν   μὴ  ὑπάρχουσαν,  ἀνατρέχει  τῇ  διανοίᾳ  πρὸς  τὸν  ἐν  οὐρανῷ  πιστὸν μάρτυρα, πρὸς τὸν ἀκοίμητον ὀφθαλμὸν, καὶ λέγει μετὰ φωνῆς· Ὁ Θεὸς ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν  γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, σὺ ἐπίστασαι, ὅτι ψευδῆ μου καταμαρτυροῦσιν· καὶ ἰδοὺ ἐγὼ ἀποθνήσκω μηδὲν πράξασα, ὧν οὗτοι κατ' ἐμοῦ ἐπονηρεύσαντο.

Καὶ εἰσήκουσεν αὐτῆς  ὁ  εἰρηκώς·  Ἔτι σοῦ λαλοῦντος  ἐγὼ  πάρειμι.  Καὶ ἀπαγομένης αὐτῆς ἀπολέσθαι, ἐξήγειρεν ὁ Θεὸς τὸ πνεῦμα παιδαρίου νεωτέρου, ᾧ ὄνομα ∆ανιήλ. Καὶ ἐβόησε φωνῇ  μεγάλῃ· Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος ταύτης. Ἐπέστρεψε δὲ πᾶς ὁ λαὸς, καὶ εἶπε· Τίς ὁ λόγος οὗτος, ὃν λελάληκας; Ὁ δὲ στὰς ἐν μέσῳ αὐτῶν  ἔφη· Οὕτως μωροὶ υἱοὶ  Ἰσραὴλ, οὐκ ἀνακρίναντες,  οὐδὲ τὸ  σαφὲς ἐπιγνόντες κατεκρίνατε θυγατέρα Ἰσραήλ; Ἀναστρέψατε εἰς τὸ κριτήριον· ψευδῆ γὰρ οὗτοι κατεμαρτύρησαν αὐτῆς. Καὶ ἀνέστρεψε πᾶς ὁ λαὸς μετὰ σπουδῆς. Καὶ εἶπε ∆ανιήλ· ∆ιαχωρίσατε αὐτοὺς ἀπ' ἀλλήλων.  Καὶ ἐπερώτησε τὸν ἕνα, λέγων· Πεπαλαιωμένε ἡμερῶν κακῶν, νῦν ἥκασιν αἱ ἁμαρτίαι σου, ἃς ἐποίεις. Εἰπὲ οὖν μοι, ὑπὸ ποῖον  δένδρον  εἶδες αὐτοὺς ὁμιλοῦντας  ἀλλήλοις;  Ὁ δὲ εἶπεν· Ὑπὸ σχοῖνον. Καὶ εἶπε ∆ανιήλ· Ὀρθῶς ἐψεύσω εἰς τὴν ἑαυτοῦ κεφαλήν·  μέλλει  γὰρ ὁ ἄγγελος  τοῦ Θεοῦ τὴν  μάχαιραν  ἔχων  σχίσαι σε μέσον. Καὶ μεταστήσας τοῦτον, καλεῖ τὸν ἕτερον, καὶ λέγει· Σπέρμα Χαναὰν, καὶ οὐχὶ Ἰούδα, τὸ κάλλος ἐξηπάτησέ σε, καὶ ἐπιθυμία τῶν ὀφθαλμῶν διέστρεψε τὴν καρδίαν σου. Εἰπὲ τοίνυν, ὑπὸ ποῖον δένδρον εἶδες αὐτοὺς ὁμιλοῦντας; Ὁ δὲ εἶπεν· Ὑπὸ πρῖνον. Ὁ δὲ ∆ανιὴλ πρὸς αὐτόν· Ὀρθῶς καὶ σὺ ἐψεύσω εἰς τὴν σεαυτοῦ κεφαλήν· μέλλει γὰρ ὁ ἄγγελος τοῦ Θεοῦ ἔχων  τὴν  ῥομφαίαν  πρῖσαι σε μέσον. Καὶ ἀνεβόησεν  πᾶς ὁ λαὸς  φωνῇ.  μεγάλῃ λέγων· Εὐλογητὸς Κύριος ὁ σώζων πάντας τοὺς ἐλπίζοντας ἐπ' αὐτόν. Καὶ ἐσώθη ἐν τῇ  ἡμέρᾳ ἐκείνῃ  αἷμα  δίκαιον.  Καὶ ἐπληρώθη  τὸ  ὑπὸ  τοῦ  ∆αυῒδ  εἰρημένον  ἐκ προσώπου Σουσάννης·

Ἐμοῦ δὲ ἀντελάβετο  ἡ δεξιά σου· αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου, οἱ παράνομοι πρεσβύτεροι· εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς· παραδοθήσονται  εἰς  χεῖρα  ῥομφαίας· μέλλει  γὰρ ὁ ἄγγελος  τοῦ  Θεοῦ ἔχων  τὴν ῥομφαίαν σπαράττειν αὐτούς· Μερίδες ἀλωπέκων  ἔσονται. Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ· ὁ ἀνὴρ τῆς Σουσάννης. Ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ, τουτέστιν, ὁ πιστεύων αὐτῷ· ὅτι ἐνεφράγη στόμα λαλούντων  ἄδικα· τὰ τῶν παρανόμων πρεσβυτέρων ἄδικα στόματα.

Τότε  μετεστρέφετο  τὸ  πένθος   τῶν   γονέων   αὐτῆς  εἰς  χαράν·  ὁ  ἀνὴρ ἠγαλλιᾶτο  δοξάζων τὸν Θεόν· οἱ συγγενεῖς ἔχαιρον· οἱ γείτονες  εὐθύμουν· πᾶς ὁ οἶκος  αὐτῆς  εὐφραίνετο,  καὶ  ἁπαξαπλῶς  πάνδημος  ἦν  ἑορτὴ  Θεοῦ, ἀγγέλων, ἀνθρώπων. Εἶδες    ἐν γυναικείῳ σώματι ἀνδρείαν ψυχήν; εἶδες γυναικὸς σωφροσύνην, ἧς ἡ μνήμη μένει ἀθάνατος μετὰ νίκης; Αὕτη παρὰ ἀνθρώπων ἐδοξάσθη, παρὰ ἀγγέλων  ἐμεγαλύνθη,  παρὰ Θεῷ ἐστεφανώθη·  ταύτην  ζηλώσατε, γυναῖκες, ἵνα τῆς αὐτῆς καὶ ὑμεῖς τιμῆς ἀξιωθῆτε παρὰ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.








Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |