Τρίτη 23 Οκτωβρίου 2012

ΕΙΣ ΤΟΝ ΜΕʹ ΨΑΛΜΟΝ.





Homiliae super Psalmos
Εἰς τὸ τέλος ὑπὲρ τῶν υἱῶν Κορέ· ὑπὲρ τῶν κρυφίων ψαλμός.  Προφητείαν μοι δοκεῖ περιέχειν  ὁ ψαλμὸς  περὶ τῶν  κατὰ τὸ τέλος. Ὅπερ τέλος εἰδὼς  καὶ ὁ Παῦλος, φησίν· Εἶτα τὸ τέλος, ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί. Ἢ ἐπειδὴ αἱ πράξεις ἡμῶν ἀπάγουσιν ἡμᾶς πρὸς τὸ τέλος, ἑκάστη τὸ οἰκεῖον ἑαυτῇ, ἡ μὲν ἀγαθὴ πρὸς τὴν μακαριότητα, ἡ δὲ φαύλη πρὸς τὴν αἰωνίαν  κατάκρισιν· αἱ δὲ παρὰ τοῦ Πνεύματος ἐν τῷ ψαλμῷ τούτῳ παραδι δόμεναι συμβουλαὶ πρὸς τὸ ἀγαθὸν τέλος ἀπ άγουσι τοὺς πειθομένους· τούτου ἕνεκεν ἐπιγέγραπται Εἰς τὸ τέλος· ὡς τῆς ἀναφορᾶς   τῶν   διδαγμά   των   ἐπὶ   τὸ  μακάριον   τέλος   τῆς   ἀνθρωπίνης   ζωῆς ὑπαρχούσης. Ὑπὲρ τῶν υἱῶν Κορέ. Τοῖς δὲ υἱοῖς Κορὲ καὶ οὗτος εἴρηται ὁ ψαλμὸς, οὓς οὐ διαιρεῖ τὸ Πνεῦμα τὸ ἅγιον, διότι ὥσπερ μιᾷ ψυχῇ καὶ μιᾷ φωνῇ μετὰ πάσης τῆς  πρὸς  ἀλλήλους  συμφωνίας  τοὺς  προφητικοὺς  λόγους  προΐεντο·  μηδὲν  τοῦ ἑτέρου αὐτῶν παρὰ τοὺς λοιποὺς προφητεύσαντος, ἀλλ' ἴσου αὐτοῖς τοῦ προφητικοῦ χαρίσματος  δωρη  θέντος  διὰ  τὸ  ἴσον  αὐτῶν  τῆς  πρὸς  ἀλλήλους  εἰς  τὰ  καλὰ διαθέσεως. Ὑπὲρ δὲ τῶν κρυφίων  εἴρη ται ὁ ψαλμός· τουτέστιν, ὑπὲρ ἀποῤῥήτων, καὶ τῶν  ἐν μυστηρίῳ κεκρυμμένων.

  Γενόμενος δὲ ἐν τοῖς κατὰ μέρος ῥητοῖς τοῦ ψαλμοῦ, μαθήσῃ τὸ κεκρυμ μένον τῶν λόγων· καὶ ὅτι οὐ τοῦ τυχόντος ἐστὶν ἐν ιδεῖν τοῖς θείοις μυστηρίοις, ἢ μόνου τοῦ δυνα μένου γενέσθαι τῆς ἐπαγγελίας ἐναρμόνιον ὄργανον, ὥστε ἀντὶ  ψαλτηρίου  κινεῖσθαι αὐτοῦ τὴν ψυχὴν  ὑπὸ τοῦ ἐνεργοῦντος αὐτῇ ἁγίου Πνεύματος. Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. Πολλῆς βοηθείας δέεται πᾶς ἄνθρωπος, διὰ τὴν ἐκ φύσεως προσοῦσαν αὐτῷ ἀσθένειαν, πολλῶν αὐτῷ προσπι πτόντων ἀνιαρῶν καὶ ἐπιπόνων. Τὴν οὖν  ἐκ πάντων  τῶν  περιστατικῶν  καταφυγὴν  ἐπιζητῶν,  ὥσπερ ἐπὶ  ἄσυλον φεύγων  χωρίον,  ἢ ἐπί  τινα  κορυφὴν  ὀξεῖαν  καρτερῷ  τείχει  περιειλημμένην  κα ταφεύγων,  διὰ  τὴν  τῶν  πολεμίων  ἐπιδρομήν·  οὕτως  ἐπὶ  τὸν  Θεὸν καταφεύγει, μόνην εἶναι ἡγούμενος ἀνάπαυσιν τὴν ἐν αὐτῷ διαμονήν. Ὅτι μὲν οὖν ἐπὶ τὸν Θεὸν ἡ καταφυγὴ  παρὰ πᾶσιν ὡμολόγηται,  πολλὴν  δὲ πλάνην  καὶ σύγχυσιν ὁ ἐχθρὸς ἐνεποίησε περὶ τὴν τοῦ σώζοντος ἐκλογήν. Ἐπιβουλεύων γὰρ ὡς πολέμιος, πάλιν τοὺς ἐπιβουλευθέντας ἐξαπατᾷ, αὐτῷ προσφεύγειν ὡς φύλακι, ὥστε διπλοῦν αὐτοῖς περιίστασθαι τὸ κακόν· ἢ βιαίως ληφθεῖσιν,  ἢ ἐξ ἀπάτης ἀπολομένοις.  ∆ιὰ τοῦτο πρὸς δαίμονας καὶ  εἴδωλα  καταφεύγουσιν  οἱ ἄπιστοι τοῦ ὄντως  Θεοῦ τὴν γνῶσιν ὑπὸ τῆς παρὰ τοῦ διαβόλου γενο μένης αὐτοῖς συγχύσεως ἀφαιρεθέντες. Καὶ οἱ ἐπι γινώσκοντες  δὲ τὸν Θεὸν περὶ τὴν τῶν  πραγμάτων  διάκρισιν σφάλλονται, ἀπαιδεύτως  τὰς  αἰτήσεις  τῶν  συμφερόντων  ποιούμενοι,  καὶ  αἰτοῦντές  τινα  ὡς ἀγαθὰ,  οὐκ  ἐπὶ  συμφέροντι  πολλάκις  αὐτῶν,  καὶ  φεύγοντες  ἄλλα  ὡς  πονηρὰ, πολλὴν  αὐτοῖς ἐνίοτε τὴν ὠφέλειαν  φέροντα. Οἷον, νοσεῖ τις; Φεύγων τὸ ἐκ τῆς νόσου ἐπίπονον, εὔχεται τὴν ὑγίειαν. Ἀπέβαλε χρήματα; Περιώδυνός ἐστι τῇ ζημίᾳ. Ἔστι  δὲ   πολλάκις   καὶ   ἡ   νόσος  ὠφέλιμος,   ὅταν   παι   δαγωγεῖν   μέλλῃ   τὸν ἁμαρτάνοντα· καὶ ἡ ὑγίεια βλαβερὰ, ὅταν ἐφόδιον γίνηται πρὸς ἁμαρτίαν τῷ ἔχοντι. Οὕτω καὶ χρήματα ἤδη τισὶν ὑπηρεσία πρὸς ἀκολασίαν ἐγένετο· καὶ πενία πολλοὺς ἐσωφρόνισε τῶν ὡρμημένων  κακῶς. Μήτε οὖν φύγῃς ἃ μὴ δεῖ, μήτε προσφύγῃς ᾧ μὴ δεῖ. Ἀλλ' ἕν σοι φευκτὸν ἤτω, ἡ ἁμαρτία, καὶ μία καταφυγὴ ἐκ τῶν κα κῶν, ὁ Θεός. Μὴ πεποίθετε ἐπ' ἄρχοντας· μὴ ἐπαίρεσθε ἐπὶ πλούτου ἀδηλότητι· μὴ φρονεῖτε ἐπὶ  δυνάμει  σώματος· μὴ  τῆς  ἀνθρωπίνης  δόξης  τὸ  περιφανὲς  διώκετε.  Οὐδὲν τούτων  σώζει· πάντα πρόσκαιρα, πάντα ἀπατηλά. Μία καταφυγὴ, ὁ Θεός. Ἐπικατάρατος  ἄνθρωπος   ὁ  τὴν   ἐλπίδα   ἔχων   ἐπ'  ἄνθρωπον,   ἢ  ἐπί   τι   τῶν ἀνθρωπίνων.  Ὁ Θεὸς οὖν ἡμῶν καταφυγὴ καὶ δύναμις. Τῷ δυναμένῳ λέγειν, Πάντα ἰσχύω ἐν τῷ ἐνδυνα μοῦντί με Χριστῷ, δύναμίς ἐστιν ὁ Θεός. Πολλῶν μὲν οὖν ἐστιν εἰπεῖν, Ὁ Θεὸς ἡμῶν καταφυγή· καὶ τὸ, Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν· τὸ δὲ ἀπὸ τῆς   αὐτῆς   διαθέσεως   εἰπεῖν   τῷ   Προφήτῃ  πάνυ   ὀλίγων.   Ὀλίγοι   γὰρ  οἱ  μὴ τεθαυμακότες  τὰ  ἀνθρώ  πινα,  ἀλλ'  ὅλοι  ἠρτημένοι  τοῦ  Θεοῦ, καὶ  αὐτὸν  ἀνα πνέοντες,  καὶ  πᾶσαν  ἐλπίδα  καὶ  πεποίθησιν  ἔχοντες.  Καὶ ἐλέγχει  γε  ἡμᾶς  τὰ πράγματα, ὅταν ἐν ταῖς θλίψεσιν ἐπὶ πάντα μᾶλλον ἢ ἐπὶ τὸν Θεὸν τρέχω μεν. Νοσεῖ τὸ παιδίον; Καὶ σὺ τὸν ἐπαοιδὸν περι σκοπεῖς, ἢ τὸν τοὺς περιέργους χαρακτῆρας τοῖς τραχήλοις τῶν ἀναιτίων νηπίων περιτιθέντα· ἢ τό γε τελευταῖον ἐπὶ τὸν ἰατρὸν ἔρχῃ  καὶ  τὰ  φάρμακα,  τοῦ  δυναμένου  σώζειν  καταμελήσας.  Κἂν ἐνύπνιόν   σε ἐκταράξῃ, πρὸς τὸν ὀνειροσκόπον τρέχεις. Κἂν φοβηθῇς ἐχθρὸν, προστάτην ἕνα τῶν ἀνθρώπων  πε ρινοεῖς. Καὶ ὅλως ἐφ' ἑκάστης χρείας ἐλέγχῃ, ῥή ματι μὲν τὸν Θεὸν ὀνομάζων  καταφυγὴν,  ἔργῳ δὲ τὴν ἐκ τῶν  ἀνωφελῶν  καὶ ματαίων  βοήθειαν ἐπι σπώμενος.  Ἔστι δὲ  τῷ  δικαίῳ  ἀληθινὴ  βοήθεια  ὁ  Θεός. Ὥσπερ τις  στρατηγὸς ὁπλιτικὸν  γενναῖον  ἐξηρτημένος ἕτοιμος ἀεὶ βοηθεῖν  τῷ καταπονου  μένῳ  μέρει· οὕτως ὁ Θεὸς βοηθὸς ἡμῶν ἐστι, καὶ 29.420 σύμμαχος παντὶ τῷ στρατευομένῳ κατὰ τῆς μεθ οδείας τοῦ διαβόλου, ἀποστέλλων τὰ λειτουργικὰ πνεύματα πρὸς τὴν σωτηρίαν τῶν δεομένων. Εὑ ρίσκει δὲ ἡ θλίψις πάντα τὸν δίκαιον διὰ τὴν τοῦ βίου ἐπιτήδευσιν. Ὁ γὰρ ἐκκλίνων μὲν τὴν πλα τεῖαν καὶ εὐρύχωρον ὁδὸν, ὁδεύων δὲ τὴν στενὴν καὶ τεθλιμμένην, εὑρίσκεται ὑπὸ τῶν θλίψεων. Ἐμψύχως τὸν λόγον ἐσχημάτισεν ὁ Προφήτης εἰπών· Ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. Ὥσπερ γὰρ ζῶα ἔμψυχα καταλαμβάνουσιν ἡμᾶς, ἐργαζόμεναι ὑπομονὴν, καὶ διὰ τῆς ὑπομονῆς δοκι μὴν, καὶ διὰ τῆς δοκιμῆς ἐλπίδα. Ὅθεν καὶ ὁ Ἀπόστολός φησι· ∆ιὰ πολλῶν  θλίψεων  δεῖ ἡμᾶς εἰσελ θεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ· καὶ, Πολ λαὶ αἱ θλίψεις τῶν δικαίων. Ἀλλ' ὁ γενναίως καὶ ἀταράχως τὸν ἐκ τῆς θλίψεως πειρασμὸν ὑπομείνας ἐρεῖ, ὅτι Ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. Καὶ τοσοῦτον  ἀπέχει  ἀπαυδᾷν  καὶ  ἀποκνεῖν  ἐν  ταῖς  θλίψεσιν,  ὅτι  καὶ  καυχήματος ἀφορμὴν τὸ ὑπερβάλλον  τῶν  κακῶν  ποιεῖται  λέγων,  ὅτι Οὐ μόνον  δὲ, ἀλλὰ καὶ καυχώμενοι ἐν ταῖς θλίψεσι. ∆ιὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσ σεσθαι τὴν γῆν, καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν. Μέγα ἐπιδείκνυται  τὸ στερέωμα τῆς εἰς Χριστὸν πεποιθήσεως ὁ Προφήτης, ὅτι κἂν πάντα ἄνω καὶ κάτω γίνηται, κἂν ἡ γῆ στρέφηται ταρασσομένη, κἂν τὰ ὄρη τὴν οἰκείαν ἕδραν καταλι πόντα, πρὸς τὰ μέσα μεθίσταται τῆς θαλάσσης· Οὐ φοβηθησόμεθα, διὰ τὸ ἔχειν τὸν Θεὸν καταφυγὴν καὶ  δύναμιν  καὶ  βοηθὸν  ἐν  θλίψεσι  ταῖς  εὑρούσαις ἡμᾶς  σφόδρα. Τίνος  οὕτως ἀπτόητος  ἡ καρδία, τίνος  οὕ  τως  ἀτάραχοι  οἱ  λογισμοὶ,  ὥστε ἐν  τῇ  τηλικαύτῃ συγχύσει τετάσθαι τῇ διανοίᾳ πρὸς τὸν Θεὸν, καὶ διὰ τὴν πρὸς αὐτὸν ἐλπίδα, ἐπὶ μηδενὶ τῶν γινομέ νων ἐκπλήττεσθαι; Ἡμεῖς δὲ ἀνθρώπου ὀργὴν οὐχ ὑπομένομεν· ἢ κυνὸς ἐπιδραμόντος, ἢ ἄλλου τινὸς θηρίου, οὐ πρὸς Θεὸν ἀποβλέπομεν τὸν βοηθὸν ἡμῶν ἐν ταῖς θλίψεσιν, ἀλλὰ διαπτοηθέντες πρὸς ἑαυτοὺς ἐπιστρεφόμεθα. Ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν. Εἶπε γῆς ταραχὴν, καὶ ὀρῶν μετάθε σιν· λέγει καὶ θαλάσσης σάλον καὶ ἀνατροπὴν,  μέσον τῶν  ὀρέων τοῖς πελάγεσιν  ἐμπιπτόντων. Ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν· τῶν θαλασσῶν δηλονότι. Ἐπὶ πλέον δὲ ποιεῖται τὴν ἐν τοῖς ὕδασι ταραχὴν αὐτὰ τὰ ὄρη μὴ ἐνιδρυμένα τῇ θα λάσσῃ, ἀλλὰ τῷ οἰκείῳ σάλῳ πολὺν ἐμποιοῦντα τὸν κλόνον  τοῖς ὕδασιν. Ὅτε τοίνυν  ἡ μὲν γῆ ταράσσε ται, ὕδατα  δὲ θαλασσῶν  ἠχήσει καὶ ἀναβρασθήσεται ἐκ βυθῶν,  ὄρη δὲ μετατίθεται καὶ πολὺν ὑπομένει τὸν τάραχον, διὰ τὸ ὑπερβάλλον τῆς δυνάμεως τοῦ Κυ ρίου· τότε, φησὶν, ἀπτόητος ἡμῶν ἡ καρδία τοῦ ἀσφαλεῖς  καὶ βεβαίας ἔχειν ἐπὶ Θεὸν τὰς ἐλπίδας. Ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ. ∆ύνασαι καὶ τροπικῶς ἐκλαβεῖν τὴν διάνοιαν τοῦ ῥη τοῦ, ὄρη ὀνομάζων τοὺς μεγαλοφρονοῦντας   ἐπὶ  τῷ  ἑαυτῶν  μεγέθει,  ἀγνοοῦντας  δὲ  τὴν  τοῦ  Θεοῦ κρα ταιότητα, καὶ ὑπερυψουμένους κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, εἶτα νικωμένους  ὑπὸ τῶν μετὰ δυνάμεως καὶ σοφίας πρεσβευόντων τὸν τῆς σοφίας λόγον, καὶ μετὰ τὴν συναίσθησιν  τῆς  ἑαυτῶν   πτωχείας   φοβουμένους   τὸν  Κύριον,  καὶ ὑποταπεινουμένους  τῇ κραταιότητι  αὐτοῦ. Ἢ τάχα  καὶ οἱ ἄρχοντες  τοῦ αἰῶνος τούτου, καὶ πατέρες τῆς ἀπολλυμένης σοφίας, ὄρη καὶ αὐτοὶ λέγονται, ταρασσόμενοι ἐν τῇ τοῦ Χριστοῦ κραταιό τητι, ἣν ἐν τῷ ἀγῶνι διὰ τοῦ σταυροῦ πρὸς τὸν τὸ κράτος ἔχοντα   τοῦ   θανάτου   ἐπεδείξατο.  Ἀπεκδυ  σάμενος  γὰρ,  ὥσπερ  τις   γενναῖος ἀγωνιστὴς, κατ επάλαισε τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, καὶ Ἐδειγ μάτισεν ἐν παῤῥησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν τῷ ξύλῳ. Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ. Τὰ μὲν  ἁλμυρὰ ὕδατα σφο δρῶς ὑπὸ τῶν  πνευμάτων  ἐκταρασσόμενα ἤχησαν  καὶ  ἐταράχθησαν· τὰ  δὲ τοῦ  ποταμοῦ  ὁρμήματα ἀψοφητὶ  προϊόντα,  καὶ ἡσυχῆ τοῖς ἀξίοις τῆς ὑποδοχῆς ἐπιῤ ῥέοντα, εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ. Καὶ νῦν  ὁ δίκαιος πίνει  τὸ ζῶν ὕδωρ, καὶ ὕστερον δὲ πίεται  ἀφθονώτερον,  ἡνίκα ἂν πολιτογραφηθῇ ἐν τῇ πόλει τοῦ Θεοῦ. Ἀλλὰ νῦν μὲν δι' ἐσόπτρου καὶ ἐν αἰνίγ ματι πίνει, διὰ τὴν κατὰ βραχὺ κατάληψιν τῶν θείων θεωρημάτων· τότε δὲ ὁμοῦ πλημμυροῦντα   τὸν   ποταμὸν   ὑποδέξεται,   πᾶσαν  δι'  εὐφροσύνης   ἐπικλύ   ζειν δυνάμενον  τὴν πόλιν τοῦ Θεοῦ. Τίς δ' ἂν εἴη ὁ ποταμὸς τοῦ Θεοῦ ἢ τὸ Πνεῦμα τὸ ἅγιον, ἐκ τῆς πίστεως τῶν εἰς Χριστὸν πεπιστευκότων  ἐγγινόμενον  τοῖς ἀξίοις; Ὁ γὰρ πιστεύων, φησὶν, εἰς ἐμὲ, πο ταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσι· καὶ πάλιν· Ἐάν  τις  πίῃ  ἐκ  τοῦ  ὕδατος  οὗ  ἐγὼ  δίδωμι,  γενή  σεται  ἐν  αὐτῷ  πηγὴ  ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.  Οὗτος τοίνυν  ὁ ποταμὸς εὐφραίνει  πᾶσαν ὁμοῦ τὴν πόλιν  τοῦ Θεοῦ, ἤτοι τὴν Ἐκκλησίαν τῶν  τὸ πολίτευμα  ἐχόντων  ἐν οὐρανοῖς· ἢ πᾶσαν τὴν νοη τὴν κτίσιν ἀπὸ τῶν ὑπερκοσμίων δυνάμεων μέχρι τῶν ἀνθρωπίνων ψυχῶν πόλιν χρὴ νοεῖν εὐφραινομέ νην ὑπὸ τῆς ἐπιῤῥοῆς τοῦ ἁγίου Πνεύματος. Ὁρί ζονται γάρ τινες πόλιν εἶναι σύστημα ἱδρυμένον, κατὰ νόμον διοικούμενον. Ἐφαρμόζει δὲ καὶ τῇ ἄνω Ἱερουσαλὴμ τῇ ἐπουρανίῳ  πόλει ὁ ἀποδοθεὶς ὅρος τῆς πόλεως. Σύστημα γὰρ κἀκεῖ τῶν πρωτοτόκων, τῶν ἀπογεγραμμένων  ἐν οὐρανοῖς· καὶ ἱδρυμένον τοῦτο διὰ τὸ ἀμετακίνητον τῆς διαγωγῆς τῶν ἁγίων, καὶ κατὰ νόμον τὸν οὐράνιον διοικούμενον. Τὴν τοίνυν διάταξιν ἐκείνης τῆς πολιτείας, καὶ πᾶσαν τὴν διακόσμησιν καταμαθεῖν,  οὐδεμιᾶς ἐστιν ἀνθρωπίνης  φύσεως. Ἐκεῖνα γάρ ἐστιν, Ἃ ὀφθαλμὸς οὐκ εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώ που ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· πλὴν ὅτι μυριάδες ἀγγέλων  ἐκεῖ, καὶ παν ήγυρις ἁγίων, καὶ Ἐκκλησία πρωτοτόκων  ἀπογεγραμ μένων  ἐν οὐρανοῖς. Περὶ ἐκείνης  φησὶν ὁ ∆αβίδ· ∆ε δοξασμένα ἐλαλήθη  περὶ σοῦ ἡ πόλις  τοῦ Θεοῦ. Ἐκείνῃ τῇ πόλει  διὰ τοῦ Ἡσαΐου ἐπαγγέλλεται  ὁ Θεὸς, ὅτι Θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύ νην γενεῶν γενεαῖς· καὶ οὐκ ἔσται σύντριμμα οὐδὲ ταλαιπωρία ἐν τοῖς  ὁρίοις  σου· ἀλλὰ  κλη  θήσεται  σωτήριον  τὰ  τείχη  σου. Ἐπάρας οὖν  τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς, ἀξίως τῶν ἄνω ζήτει τὰ περὶ τῆς πόλεως τοῦ Θεοῦ. Τί δ' ἂν τῆς ἐκεῖ μακαριότη τος ἐπάξιόν τις ἐννοηθείη,  ἣν εὐφραίνει  μὲν ὁ ποτα μὸς τοῦ Θεοῦ, τεχνίτης  δὲ  καὶ  δημιουργός  ἐστιν  ὁ  Θεός; Ἡγίασε τὸ  σκήνωμα  αὐτοῦ  ὁ Ὕψιστος. Τάχα τὴν σάρκα λέγει τὴν θεοφόρον, ἁγιασθεῖσαν διὰ τῆς πρὸς τὸν Θεὸν συναφείας. Ὥστε νοήσεις σκήνωμα τοῦ Ὑψίστου τὴν διὰ σαρκὸς ἐπιφάνειαν  τοῦ Θεοῦ. Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς, καὶ οὐ σαλευθήσε ται. Βοηθήσει αὐτῇ ὁ Θεὸς, τὸ πρὸς πρωὶ πρωί. Καὶ ἐπειδὴ ὁ Θεὸς ἐν μέσῳ τῆς πόλεώς  ἐστι, τὸ ἀσά λευτον  χαριεῖται αὐτῇ, τὴν βοήθειαν αὐτῇ παρεχό μενος ἐν ταῖς πρώταις ἀνατολαῖς τοῦ φωτός. Εἴτε οὖν τῇ ἄνω Ἱερουσαλὴμ, εἴτε τῇ κάτω Ἐκκλησίᾳ τὸ τῆς πόλεως ἐφαρμόσει ὄνομα, Ἡγίασεν ἐν αὐτῇ τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Καὶ διὰ τοῦ σκηνώ ματος τούτου, ᾧ κατεσκήνωσεν ὁ Θεὸς, ἐν μέσῳ αὐ τῆς ἐγένετο, χαριζόμενος αὐτῇ τὸ μὴ σαλεύεσθαι. Ἐν μέσῳ δέ ἐστι τῆς πόλεως ὁ Θεὸς, ἴσας πανταχό θεν ἐπὶ τὰ πέρατα τοῦ κύκλου τῆς ἑαυτοῦ προνοίας τὰς ἀκτῖνας ἐκπέμπων. Οὕτω γὰρ τὸ δίκαιον τοῦ Θεοῦ διασώζεται, τὸ αὐτὸ μέτρον τῆς ἀγαθότητος διανέμοντος ἅπασι. Βοηθήσει αὐτῇ ὁ Θεὸς τὸ πρὸς πρωὶ πρωί. Τὴν μὲν οὖν παρ' ἡμῖν πρωίαν ὁ αἰσθητὸς ἥλιος ποιεῖ, ἐπειδὰν τὸν καθ' ἡμᾶς ὁρίζοντα ὑπερκύψῃ· τὴν  δὲ ἐν τῇ ψυχῇ  πρωίαν  ὁ τῆς δικαιοσύ νης Ἥλιος ἀποτελεῖ τῇ ἀνατολῇ  τοῦ φωτὸς  τοῦ νοητοῦ ποιῶν  ἡμέραν ἐν τῷ παραδεξαμένῳ αὐτόν. Ἐν νυκτὶ γάρ ἐσμεν παρὰ τὸν καιρὸν τῆς ἀγνωσίας οἱ ἄνθρω ποι. Ἐπειδὰν οὖν, ἀναπετάσαντες ἑαυτῶν τὸ ἡγεμο νικὸν, ὑποδεξώμεθα τὸ ἀπαύγασμα τῆς δόξης, καὶ περιλαμφθῶμεν  τῷ φωτὶ τῷ ἀϊδίῳ, Βοηθήσει αὐτῇ ὁ Θεὸς τὸ πρὸς πρωὶ πρωί. Ἐπειδὰν γενώμεθα τέκνα φωτὸς, καὶ ἡ νὺξ μὲν ἡμῖν προκόψῃ, ἡ δὲ ἡμέρα ἐγγίσῃ, τότε ἄξιοι τῆς τοῦ Θεοῦ βοηθείας γι νόμεθα. Βοηθεῖ οὖν τῇ πόλει ὁ Θεὸς, διὰ τῆς ἰδίας ἀνατολῆς  καὶ ἐπιφανείας  πρωίαν αὐτῇ ἐμποιῶν. Ἰδοὺ γὰρ ἄνθρωπος, φησὶν, Ἀνατολὴ ὄνομα αὐτῷ. Οἷς ἂν οὖν ἐπανατείλῃ τὸ νοητὸν φῶς, λυομένου τοῦ ἐκ τῆς ἀγνοίας καὶ πονηρίας σκότους, πρωία τούτοις ἐγγίνεται. Ἐπεὶ οὖν φῶς εἰς τὸν κόσμον ἐλήλυθεν, ἵνα ὁ περιπατῶν ἐν αὐτῷ μὴ προσ κόπτῃ, ἡ βοήθεια αὐτοῦ πρωίας ἐστὶ παρεκτική. Ἢ τάχα ἐπειδὴ ὄρθρου βαθέος ἡ ἀνάστασις ἦν, βοηθήσει ὁ Θεὸς τῇ πόλει τὸ πρὸς πρωὶ πρωὶ, ὁ τὴν κατὰ τοῦ θανάτου νίκην πρωία τῇ τρίτῃ ἡμέρᾳ τῆς ἀνα στάσεως ἐργασάμενος. Ἐταράχθησαν ἔθνη, ἔκλιναν  βασιλεῖαι, ἔδωκε φωνὴν αὐτοῦ ὁ Ὕψιστος, ἐσαλεύθη ἡ γῆ. Νόησόν μοι τινὰ πόλιν  ἐπιβουλευομένην  παρὰ τῶν  ἐπιστρατευόντων  αὐτῇ πολεμίων,  τέως μὲν περικαθ εζομένων  αὐτὴν  ἐθνῶν πολλῶν καὶ βασιλέων τῶν καθ' ἕκαστον ἔθνος τὰ σκῆπτρα διαλαχόντων·  εἶτά τινα στρατηγὸν, ἄμαχον τὴν ῥώμην, ἀθρόως ἐπιφανέντα  εἰς βοήθειαν τῇ πόλει ταύτῃ, λύοντα μὲν τὴν πολιορκίαν, σκεδαννύντα δὲ τὴν συστρο φὴν τῶν ἐθνῶν, εἰς φυγὴν δὲ τοὺς βασιλεῖς συν ελαύνοντα  ἐκ μόνου τοῦ ἐμβοῆσαι αὐτοῖς  μετὰ δυνάμεως, καταπλῆξαί  τε  αὐτῶν  τὰς  καρδίας  τῇ  στεῤῥότητι  τῆς  φωνῆς.  Πόσην οὖν  εἰκὸς ταραχὴν  συστῆναι, τῶν  ἐθνῶν διωκομένων,  καὶ  τῶν βασιλέων εἰς  φυγὴν ἐκκλινάντων·  θροῦν δέ τινα ἄσημον καὶ ἦχον ἀκατάπαυστον ἐκ τῆς τεθορυβημένης αὐ τῶν φυγῆς ἀναπέμπεσθαι, πάντα δὲ τόπον πλήρη εἶναι τῶν ὑπὸ δειλίας φυγαδευθέντων,  ὥστε σάλον ἐγγίνεσθαι  πανταχοῦ  ταῖς ὑποδεχομέναις  αὐτοὺς πό λεσιν ἢ κώμαις; Τὴν τοιαύτην οὖν παρίστησι τῇ πό λει τοῦ Θεοῦ παρὰ τοῦ Σωτῆρος ἀντίληψιν   ἐν  τῷ  λέ  γειν·  Ἐταράχθησαν ἔθνη,  ἔκλιναν  βασιλεῖαι, ἔδωκε  φωνὴν αὐτοῦ ὁ Ὕψιστος, ἐσαλεύθη ἡ γῆ. Κύριος τῶν  δυνάμεων  μεθ' ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ. Εἶδε τὸν ἐνανθρωπήσαντα  Θεὸν, εἶδε τὸν ἐκ Παρθένου ἁγίας γεννηθέντα Ἐμμανουήλ· ὅ ἐστι μεθερμηνευόμενον Μεθ' ἡμῶν ὁ Θεός· καὶ διὰ τοῦτο προφητικῶς ἐκβοᾷ· Κύριος τῶν δυνάμεων μεθ' ἡμῶν· δεικνὺς, ὅτι οὗτός ἐστιν ὁ τοῖς ἁγίοις  προφήταις  καὶ  πατριάρχαις  ἐμφανισθείς.  Ἀντιλήπτωρ  ἡμῶν,  φησὶν,  οὐχὶ
ἄλλος Θεὸς παρὰ τὸν ὑπὸ τῶν προφητῶν παραδιδόμενον· ἀλλ' ὁ Θεὸς Ἰακὼβ, ὁ ἐν τῷ χρηματισμῷ πρὸς τὸν ἑαυτοῦ θεράποντα διαλεχθείς· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ. ∆εῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, ἃ ἔθετο τέ ρατα ἐπὶ τῆς γῆς, ἀνταναιρῶν  πολέμους μέχρι τῶν περάτων τῆς γῆς. Τοὺς μακρὰν ὄντας  τοῦ  λό  γου  τῆς  ἀληθείας  εἰς  τὴν  διὰ  τῆς  ἐπιγνώσεως  ἐγγύτητα προσκαλεῖται  ὁ  λόγος  λέγων·  ∆εῦτε  καὶ  ἴδετε.  Ὥσπερ γὰρ  ἐπὶ  τῶν  σωματικῶν ὀφθαλμῶν  αἱ  μὲν  ἐπὶ  πολὺ  ἀποστάσεις ἀμυδρὰν  ποιοῦσι  τὴν  τῶν  ὁρω  μένων κατάληψιν,   οἱ  δὲ  προσεγγισμοὶ  τῶν   θεωρούν   των   ἐναργῆ   παρέχονται   τῶν βλεπομένων τὴν ἐπίγνωσιν· οὕτω καὶ ἐπὶ τῶν κατὰ νοῦν θεωρημά των, ὁ μὴ διὰ τῶν ἔργων οἰκειωθεὶς  καὶ πλησιάσας Θεῷ ἰδεῖν τὰ ἔργα αὐτοῦ καθαροῖς τοῖς διανοίας ὀφθαλ μοῖς οὐ δύναται. ∆ιὰ τοῦτο, ∆εῦτε, προσεγγίσατε πρότερον, εἶτα ἴδετε τὰ ἔργα Κυρίου τεράστια ὄντα καὶ παράδοξα· ὑφ' ὧν καταπλαγέντα τὰ πρό τερον πολέμια καὶ στασιώδη ἔθνη  πρὸς ἡσυχίαν  μετ έβαλε. ∆εῦτε, τέκνα, ἀκούσατέ μου· καὶ, ∆εῦτε πάντες  οἱ κοπιῶντες,  καὶ πεφορτισμένοι. Πατρικὴ ἡ φωνὴ,  ἡπλωμέναις  ἀγκάλαις πρὸς ἑαυτὸν καλοῦν τος τοὺς τέως ἀφηνιάζοντας. Ὁ οὖν ἀκούσας τῆς κλή σεως, καὶ ἐγγίσας, καὶ κολληθεὶς τῷ προστάξαντι, ὄψεται τὸν εἰρηνοποιήσαντα τὰ πάντα διὰ τοῦ σταυ ροῦ, Εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς. Τόξον συντρίψει, καὶ συνθλάσει ὅπλον, καὶ θυρεοὺς κατακαύσει ἐν πυρί. Ὁρᾷς τὸ εἰρηνικὸν Κυρίου τῶν δυνάμεων, ὅτι ἔχων μεθ' ἑαυτοῦ ἀορά τους δυνάμεις ἀγγελικῶν  καταλόγων; Ὁρᾷς τὸ ἀν  δρεῖον  ὁμοῦ καὶ φιλάνθρωπον   τοῦ  ἀρχιστρατήγου  τῶν  δυνάμεων;  ὅς γε, Κύριος ὢν τῶν  δυνάμεων,  καὶ πάντα ἔχων  τὰ συστήματα τῶν  ἀγγελικῶν  καταλό γων, οὐδαμοῦ τινα τιτρώσκει τῶν πολεμίων, οὐδένα καταβάλλει, οὐδενὸς ἅπτεται· ἀλλὰ τόξα συντρί βει, καὶ ὅπλα, καὶ θυρεοὺς κατακαίει ἐν πυρί. Τόξον μὲν συντρίβει, ὥστε μηκέτι τὰ πεπυρωμένα  βέλη ἐκπέμπεσθαι δι' αὐτῶν· ὅπλα δὲ συνθλάσει τὰ ἀγχέμαχα, ὡς μὴ δύνασθαι τοὺς σύνεγγυς τραύματα δέχεσθαι ἐπιβουλευομένους. Καὶ θυρεοὺς κατακαύσει ἐν πυρὶ, γυμνῶν  τοὺς ἀντικειμένους  ἀπὸ τῶν προ βλημάτων, καὶ πάντα ἐπ' εὐεργεσίᾳ τῶν ἐχθρῶν ἐνεργῶν. Σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός. Ἐφ' ὅσον μὲν τοῖς ἔξω Θεοῦ σχολάζομεν πράγμασιν, οὐ δυνάμεθα χωρῆσαι γνῶσιν Θεοῦ. Τίς γὰρ μεριμνῶν τὰ τοῦ κόσμου, καὶ ἐμβαθύνων τοῖς περισπασμοῖς τῆς  σαρκὸς,  δύναται   τοῖς  περὶ  Θεοῦ  λόγοις  προσέχειν,  καὶ  τῇ  ἀκριβείᾳ  τῶν τηλικούτων  θεωρημάτων  ἀρκεῖν; Οὐχ ὁρᾷς, ὅτι ὁ εἰς τὰς ἀκάνθας ἐμπεσὼν λόγος ὑπὸ τῶν ἀκανθῶν  συμπνίγεται; Ἄκανθαι δέ εἰσιν ἡδοναὶ σαρκὸς, καὶ πλοῦτος καὶ δόξα, καὶ βιωτικαὶ μέριμναι. Πάντα δὲ τούτων ἔξω δεήσει γενέσθαι τὸν ἐπι δεόμενον τῆς  γνώσεως  τοῦ Θεοῦ, καὶ σχολάσαντα ἀπὸ τῶν  παθῶν,  οὕτως  ἀναλαβεῖν  τὴν ἐπίγνωσιν  τοῦ  Θεοῦ. Πῶς  γὰρ  εἰσέλθῃ  εἰς  ψυχὴν  στενοχωρουμένην   ὑπὸ  τῶν προκαταλαβόντων αὐτὴν  διαλογισμῶν  ἡ  περὶ  Θεοῦ ἔννοια;  Οἶδε δὲ  καὶ Φαραὼ, ὅτι ἴδιόν ἐστι τοῦ σχολάζοντος ἐκζητεῖν τὸν Θεὸν, καὶ διὰ τοῦτο ὀνειδίζει τὸν Ἰσραήλ· Σχολάζετε, σχολασταί ἐστε, καὶ λέγετε· Κυρίῳ τῷ Θεῷ ἡμῶν προσευξόμεθα. Αὕτη μὲν οὖν ἡ σχολὴ ἀγαθὴ τῷ σχολάζοντι καὶ ὠφέλιμος, ἡσυχίαν ἐμποιοῦσα πρὸς τὴν τῶν σωτηρίων διδαγμά των ἀνάληψιν· πονηρὰ δὲ σχολὴ ἡ τῶν Ἀθηναίων, οἷς Εἰς οὐδὲν ἄλλο εὐκαίρουν ἢ λέγειν τι καὶ ἀκούειν καινότερον· ἣν καὶ νῦν τινες μιμοῦνται, τῇ τοῦ βίου σχολῇ πρὸς τὴν ἀεί τινος καινοτέρου δόγμα τος εὕρεσιν ἀποχρώμενοι. Ἡ τοιαύτη σχολὴ φίλη ἐστὶν ἀκαθάρτοις καὶ πονηροῖς πνεύμασιν. Ὅταν ἐξέλθῃ, φησὶ, τὸ ἀκάθαρτον  πνεῦμα  ἀπὸ τοῦ ἀνθρώπου,  λέγει, Πορεύσομαι εἰς τὸν  τόπον  ὅθεν  ἐξῆλθον.  Καὶ ἐλθὸν  εὑρίσκει τὸν  οἶκον  ἐκεῖνον σχολάζοντα   καὶ   σεσαρωμένον. Μὴ  γένοιτο   οὖν   ἡμᾶς   σχολὴν   ποιῆσαι   τῷ ἀντικειμένῳ   πρὸς   τὴν   εἴσοδον,   ἀλλὰ   ἀσχολήσωμεν   ἡμῶν   τὸν   ἔσω  οἶκον, προενοικίσαν  τες  ἐν  ἑαυτοῖς  διὰ  τοῦ  Πνεύματος  τὸν  Χριστόν. Μετὰ  γοῦν  τὸ χαρίσασθαι τὴν εἰρήνην τοῖς τέως ταρασσομένοις ὑπὸ τῶν πολεμίων, τότε λέγει τὸ, Σχολάσατε  ἀπὸ  τῶν  περισπώντων  ὑμᾶς  ἐχθρῶν,  ἵνα  ἐν  ἡσυχίᾳ  τοὺς  περὶ  τῆς ἀληθείας θεωρήσητε λόγους. ∆ιὰ τοῦτο καὶ ὁ Κύριος, Πᾶς ὅστις οὐκ ἀποτάσσε ται, φησὶ, πᾶσι τοῖς ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι μαθητής. Σχολάσαι οὖν δεῖ ἀπὸ τῶν  γαμικῶν  ἔργων,  ἵνα  σχολάσωμεν τῇ προσευχῇ· σχολάσαι ἀπὸ τῶν  περὶ τὸν πλοῦτον σπουδῶν, ἀπὸ τῆς περὶ τὸ δοξά ριον τοῦτο ἐπιθυμίας, ἀπὸ τῶν πρὸς ἀπόλαυσιν ἡδο νῶν, ἀπὸ φθόνου καὶ πάσης τῆς εἰς τὸν πλησίον ἡμῶν πονηρίας, ἵνα, γαληνιώσης  ἡμῶν  τῆς  ψυχῆς  καὶ  ὑπ'  οὐδενὸς  πάθους  ταρασσομένης, οἷον  ἐν κατόπτρῳ   τινὶ   καθαρὰ  γένηται   καὶ  ἀνεπισκότητος   ἡ  ἔλλαμψις   τοῦ  Θεοῦ. Ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ. Σαφῶς ταῦτα λέγει περὶ τοῦ καθ' ἑαυτὸν  πάθους  ὁ Κύριος, καθὼς  ἐν  τῷ  Εὐαγ γελίῳ  γέγραπται·  Κἀγὼ, ὅταν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Καὶ ὅτι ὥσπερ Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτω δεῖ ὑψω θῆναι τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς. Ἐπεὶ οὖν ὑπὲρ τῶν  ἐθνῶν  ἔμελλεν  ὑψοῦσθαι  πρὸς τὸν  σταυ ρὸν, καὶ ὑπὲρ πάσης τῆς  γῆς  τὴν ὕψωσιν καταδέχε σθαι, διὰ τοῦτό φησιν· Ὑψωθήσομαι ἐν τοῖς ἔθνε σιν, ὑψωθήσομαι ἐν  τῇ  γῇ.  Κύριος τῶν  δυνάμεων  μεθ'  ἡμῶν,  ἀντιλήπτωρ  ἡμῶν  ὁ Θεὸς Ἰακώβ. Ἐπαγαλλόμενος τῇ τοῦ Θεοῦ βοηθείᾳ, δὶς τὴν αὐτὴν φωνὴν  ἐξεβόησε· Κύριος τῶν δυνάμεων  μεθ'  ἡμῶν·  οἱονεὶ  ἐπεμβαίνων  καὶ  ἐναλλόμενος  τῷ  ἐχθρῷ,  διὰ  τὴν τελείαν  ἐπὶ τὸν Σωτῆρα τῶν ψυχῶν  ἡμῶν πεποί θησιν, ὡς οὐδὲν πεισόμενος παρ' αὐτοῦ. Εἰ γὰρ ὁ Θεὸς ὑπὲρ ἡμῶν,  τίς καθ'  ἡμῶν; Ὁ τῷ Ἰακὼβ  τὴν νίκην χαρισάμενος, καὶ μετὰ τὴν πάλην ἀποδεί ξας αὐτὸν Ἰσραὴλ, οὗτός ἐστιν ἀντιλήπτωρ ἡμῶν· αὐτὸς πολεμεῖ ὑπὲρ ἡμῶν. Ἡμεῖς δὲ ἡσυχάσωμεν, ὅτι Αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον. 

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας







Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |