Κυριακή 28 Οκτωβρίου 2012

Πρός Θαλάσσιον Α'



ΑΠΑΝΤΑ, ΜΑΞΙΜΟΥ τοῦ ΟΜΟΛΟΓΗΤΟΥ *

3ος Τόμος - 14 Β   
ΠΡΟΣ ΘΑΛΑΣΣΙΟΝ     231
4ος Τόμος - 14 Γ   
... συνέχεια ... ΠΡΟΣ ΘΑΛΑΣΣΙΟΝ    


   3ος Τόμος - 14 Β
ΠΡΟΣ ΘΑΛΑΣΣΙΟΝ *
ΤΑΔΕ ΕΝΕΣΤΙΝ ΕΝ Τῼ ΔΕ Τῼ ΠΡΩΤῼ ΒΙΒΛΙῼ ΤΩΝ ΑΠΟΡΩΝ ΤΗΣ ΘΕΙΑΣ ΓΡΑΦΗΣ
(≡14Β_018≡>
ΜΑΞΙΜΟΥ ΜΟΝΑΧΟΥ
ΠΡΟΛΟΓΟΣ ΤΩΝ ΠΑΡΑΚΕΙΜΕΝΩΝ ΕΝ ΤΟΙΣ ΜΕΤΩΠΙΟΙΣ ΣΧΟΛΙΩΝ

Φυσικὸν μὲν τοῖς λογικοῖς πέφυκε κάλλος ὁ λόγος· λόγου δὲ κάλλος ἡ κατὰ τὸν λόγον ἀκριβὴς τῶν λογικῶν ἐστι σύνεσις· συνέσεως δὲ κάλλος ἐστὶν ἡ κατὰ τὴν ἀρετὴν σὺν λόγῳ τῶν λογικῶν γόνιμος ἕξις· ταύτης δὲ κάλλος τῆς ἕξεως ἡ περὶ τὴν ἀληθῆ γνῶσιν ἀπλανὴς θεωρία καθέστηκεν, ἧς τέλος ἐστὶν ἡ σοφία, συνέσεως ὑπάρχουσα σαφεστάτη συμπλήρωσις, οἷα δὴ λόγος τυγχάνουσα κατὰ φύσιν τετελεσμένος, ὅστις ἐστὶ νοῦς καθαρός, τῇ περὶ τὴν αἰτίαν ἑνώσει σχέσιν λαβὼν ὑπὲρ νόησιν· καθ᾽ ἥν, ἀποπαύσας τὴν πολυποίκιλον πρὸς τὰ μετὰ τὴν αἰτίαν φυσικὴν αὐτοῦ κίνησίν τε καὶ σχέσιν, μόνης ἀγνώστως ἀντέχεται, κατὰ τὴν ἄφθεγκτον λῆξιν γεγενημένος, τῆς ὑπὲρ νόησιν παμμακαρίστου σιγῆς, ἣν δηλῶσαι παντελῶς οὐ δύναται λόγος ἢ νόησις, ἀλλὰ μόνη κατὰ τὴν μέθεξιν ἡ πεῖρα τῶν ἀξιωθέντων τῆς ὑπὲρ νόησιν ἀπολαύσεως, ἧς σημεῖόν ἐστιν εὔγνωστόν τε καὶ πᾶσι κατάδηλον ἡ κατὰ διάθεσιν πρὸς τὸν αἰῶνα τοῦτον παντελὴς ἀναισθησία τῆς ψυχῆς καὶ διάστασις.

Ἐντεῦθεν, εἰδὼς μηδὲν λόγου κατὰ φύσιν εἶναι τοῖς λογικοῖς οἰκειότερον, μήτε μὴν τῆς περὶ αὐτὸν τριβῆς καὶ συνέσεως τοῖς φιλοθέοις πρὸς εὐδοξίαν ἁρμοδιώτερον —φημὶ δὲ λόγον, οὐ τὸν ἐκ τέχνης ἐν προφορᾷ κατ᾽ εὐγλωττίαν πρὸς ἀκοῆς ἡδονὴν κομψῶς γεγοητευμένον, ὃν ἀσκεῖσθαι καὶ μοχθηροὶ δύναιντ᾽ ἂν ἄνδρες ἐπιτηδεύοντες, ἀλλ᾽ ὃν ἡ φύσις οὐσιωδῶς καὶ δίχα μαθήσεως κατὰ διάθεσιν ἔχει κρυπτόμενον πρός τε τὴν ἄπταιστον τῶν ὄντων διάσκεψιν καὶ τῆς ἐν ὅλοις ἀληθείας διάληψιν, ὃν καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἅγιον, καλῶς ταῖς ἀρεταῖς διαπλασθέντα, (≡14Β_020≡> πρὸς συμβίωσιν πέφυκεν ἄγεσθαι καὶ θεῖον ἄγαλμα τῆς καθ᾽ ὁμοίωσιν ὡραιότητος αὐτοῦ κατασκευάζειν μηδενὶ τῶν προσόντων φυσικῶς τῇ θεότητι κατὰ τὴν χάριν λειπόμενον (ὄργανον γάρ ἐστιν ὅλην ἐπιστημόνως συλλεγόμενον τὴν νοητῶς ἐν τοῖς οὖσι ἀπαστράπτουσαν τῆς θείας ἀγαθότητος ἔμφασιν, δι᾽ ἧς, ἐμβατεύων τῇ τῶν ὄντων μεγαλουργίᾳ, πρὸς τὴν γενέτην φέρει τε καὶ φέρεται τῶν ὄντων αἰτίαν τοὺς αὐτῷ διόλου ποιώσαντας τὴν ὅλην ὁρμὴν τῆς ἐνούσης αὐτοῖς κατὰ φύσιν ἐφέσεως, μηδενὶ τῶν μετὰ τὴν αἰτίαν παντελῶς κρατουμένους), ὃν ἡμεῖς περιέποντες πάντων μὲν καθιστάμεθα τῶν πονηρῶν παθῶν πανδαμάτορες, μηδενὶ τῶν παρὰ φύσιν δουλούμενοι, πασῶν δὲ τῶν θείων ἀναδεικνύμεθα πράκτορες ἀρετῶν, παντὶ δηλονότι καλῷ τὸ κατὰ τὴν ὕλην αἶσχος τῆς ψυχῆς πρὸς κάλλος
πνευματικὸν ἀποξέοντες· ἔνθα γὰρ λόγος κρατεῖ, τὸ κατ᾽ αἴσθησιν πέφυκεν ἀπογίνεσθαι κράτος, ἐν ᾧ τῆς ἁμαρτίας πέφυρταί πως ἡ δύναμις, πρὸς οἶκτον τῆς συγγενοῦς καθ᾽ ὑπόστασιν σαρκὸς τὴν ψυχὴν δι᾽ ἡδονῆς ὑποσύρουσα· καθ᾽ ἥν, ὡς ἔργον αὐτῇ φυσικὸν ἐγχειρίσασα τὴν ἐμπαθῆ καὶ καθ᾽ ἡδονὴν τῆς σαρκὸς ἐπιμέλειαν, ἀπάγει τῆς κατὰ φύσιν ζωῆς καὶ πείθει τῆς ἀνυποστάτου κακίας αὐτὴν γενέσθαι δημιουργόν· κακία γάρ ἐστι ψυχῆς νοερᾶς ἡ λήθη τῶν κατὰ φύσιν καλῶν, ἥτις ἐκ τῆς περὶ τὴν σάρκα τε καὶ κόσμον ἐμπαθοῦς ἐπιγίνεται σχέσεως, ἣν ἀφανίζει στρατηγῶν ὁ λόγος, καὶ κατ᾽ ἐπιστήμην πνευματικὴν τήν τε τοῦ κόσμου καὶ τῆς σαρκὸς διερευνώμενος γένεσίν τε καὶ φύσιν, καὶ πρὸς τὴν συγγενῆ τῶν νοητῶν τὴν ψυχὴν χώραν ἐλαύνων, πρὸς ἣν ὁ νόμος τῆς ἁμαρτίας οὐδεμίαν ποιεῖται διάβασιν, οὐκ ἔχων καθάπερ γέφυραν πρὸς τὸν νοῦν διαβιβάζουσαν αὐτὸν ἔτι τὴν αἴσθησιν, διαλυθεῖσαν ἤδη πρὸς τὴν ψυχὴν κατὰ τὴν σχέσιν καὶ τοῖς αἰσθητοῖς ἐναπορριφεῖσαν θεάμασιν, ὧν διαβὰς τὴν σχέσιν καὶ τὴν φύσιν ὁ νοῦς παντελῶς οὐκ αἰσθάνεται—.
Τοῦτο, καθάπερ ἔφην, εἰδώς, δεῖν ᾠήθην ἑτέραν τινὰ τῷ παρόντι λόγῳ τῆσδε τῆς συγγραφῆς δοῦναι βοήθειαν τὴν τῶν (≡14Β_022≡> παρατεθέντων ἐν τοῖς μετωπίοις σχολίων γραφήν, αὐτόν τε πρὸς κάλλος συμπληροῦσαν τὸν λόγον καὶ τοῖς ἐντευξομένοις ἡδυτέραν τὴν ἐν τοῖς νοήμασι παρεχομένην ἑστίασιν καὶ πάσης ἁπλῶς γινομένην τῆς ἐμφερομένης τῇ συγγραφῇ διανοίας σαφήνειαν. Μετὰ γὰρ τὴν ἔκδοσιν ἀναγνοὺς τὴν ὅλην πραγματείαν, εὑρών τέ τινας μὲν τόπους δεομένους σαφηνείας, τινὰς δὲ προσθήκης διανοίας, καὶ ἄλλους μετρίας τινὸς ἐπὶ τῷ κειμένῳ κατὰ τὴν ἔκδοσιν ἐπενθυμήσεως, ταύτην ἐποιησάμην, ὡς ἔφην, τὴν τῶν σχολίων γραφήν, ἁρμόσας ἑκάστῳ τόπῳ τὸ προσῆκον ἐνθύμημα.
Διὸ παρακαλῶ πάντας τοὺς ἐντευξομένους ἢ καὶ μεταγράψοντας καὶ τὴν τῶν σχολίων ἔξωθεν ἀναγνῶναι καὶ παραθέσθαι γραφὴν κατὰ τὴν ἑκάστου σημείωσιν, ἵν᾽ ἄρτιος ᾖ κατὰ πάντα τρόπον ὁ λόγος, μηδενὶ παρημελημένῳ παντελῶς κολοβούμενος.

ΣΧΟΛΙΑ
1. Σχόλια λέγονται τὰ λαμβανόμενα ἐκ τῆς Γραφῆς καὶ εὑρισκόμενα τρόπῳ τινὶ ἔξωθεν τοῦ βιβλίου ὡς προμετωπίδες, ὧν ἡ ἔκθεσις ἔχει ἐσωτερικὴν συνάφειαν. Ἰδίᾳ δὲ σχόλια λέγεται ἡ ὑμνολογία, τουτέστιν οἱ ἐπίσημοι λόγοι.
2. Ἐπίσημον ρητορείαν φησὶ τὴν δημιουργηθεῖσαν μᾶλλον ἐκ τῆς τέχνης, παρὰ ἐκ τῆς φύσεως.
3. Ἐπεὶ ὁ λόγος διαφθείρεται ὑπό τῆς αἰσθήσεως, ὑφέλκει τὴν ψυχὴ ἐκ τῆς συγγενοῦς αὐτῆς σαρκός ὅσῃ δυνάμει καὶ ποιεῖ αὐτὴν οἰκείαν τῷ Θεῷ. Ἡ ψυχὴ λέγεται ὅτι συγγενής ἐστι τῆς σαρκός δυσὶ τρόποις· ἤ ὡς συναποτελεοῦσα ἡ ψυχή μετά τῆς σαρκὸς μίαν ὑπόστασιν ἤ ὡς δεικνύουσα ἀνυπακοὴν τῷ λόγῳ καὶ συνδεόμενη μετὰ τῆς σαρκὸς μέσῳ τῆς αἰσθήσεως.
4. Δύναμίν φησι αὐτὸν τὸν θεῖον φωτισμόν, ἥτις ἀεί, ὡς τὸ φῶς τοῖς ὁφθαλμοῖς, παροῦσά ἐστι τῷ λόγῳ, διδάσκουσα τὴν (≡14Β_024≡> ψυχὴν τὰς φυσικὰς ἀρετὰς καὶ ἀνακαλοῦσα αὐτὴν διὰ τῆς σαρκικῆς ἐπιθυμίας.
5. Ὁ νόμος τῆς ἁμαρτίας ἐστὶ ἡ ἐμπαθής διάθεσις τῆς ψυχῆς πρὸς τὴν ὕλην, τουτέστι πρὸς τὰ σωματικὰ.
6. Γέφυρα τῆς ψυχῆς ἐστι ἡ αἴσθησις ἡ ἀποχωρισμένη τῶν αἰ¬σθητῶν, δι' ἧς αὕτη ἀναβαίνει τῷ λόγῳ, διὰ τοῦ λόγου τῷ διανοίᾳ καὶ διὰ τῆς διανοίας τῷ Θεῷ.
7. Ἐντευξομένους φησὶ τοὺς προσηλωμένους εἰς τὰς σπουδὰς τῆς πνευματικῆς φιλοσοφίας.
8. Πραγματείαν λέγει ἅπαντα τὰ ἐρωτήματα τοῦ Θαλασσίου, εἰς ἅ, ἀπαντῶν κατὰ σειράν, παρέθεσε ἑκάστην τῶν ἀπαν¬τήσεων, τουτέστι τα σχόλια, εἰς ἑκάστην ἔκθεσιν, ὅπερ ἔδειξε πᾶσι τοῖς ἀναγνώσταις καὶ ἀντιγραφοῖς ὅτι ποιεῖ τὸ βιβλίον τοῦτο.
9. Σαφήνειαν λέγει, ὡς οἶμαι, τὸν ἑρμηνευτικὸν τρόπον τῆς ἐκ¬θέσεως· προσθήκην ὄχι μόνον ἅπερ ὁ Θαλάσσιος προβάλ¬λει ἐκ τῆς Γραφῆς, ἀλλὰ καὶ ὅσα ἔτι προστίθησι καὶ ἑρμη¬νεύει ὁ ἴδιος· ὑπενθύμισις ὑπάρχει ἔνθα μετ' ἐξαίρετου σα¬φηνείας καὶ τῷ τρόπῳ τῆς ἐκθέσεως εἰσάγει ὑψηλοτάτας ἐννοίας.


ΠΡΟΟΙΜΙΟΝ ΠΡΟΣ ΤΟΝ ΕΠΙΤΑΞΑΝΤΑ ΤΗΝ ΣΥΓΓΡΑΦΗΝ

(≡14Β_026≡>
ΠΡΟΣ ΘΑΛΑΣΣΙΟΝ
ΟΣΙΩΤΑΤΟΝ ΠΡΕΣΒΥΤΕΡΟΝ ΚΑΙ ΗΓΟΥΜΕΝΟΝ
ΠΕΡΙ ΔΙΑΦΟΡΩΝ ΑΠΟΡΩΝ ΤΗΣ ΑΓΙΑΣ ΓΡΑΦΗΣ

Τῷ ὁσιωτάτῳ δούλῳ τοῦ Θεοῦ
κυρίῳ Θαλασσίῳ
πρεσβυτέρῳ καὶ ἡγουμένῳ
Μάξιμος ταπεινὸς μονάζων
χαίρειν

Τῆς σαρκὸς κατὰ τὴν σχέσιν λογικῶς τὴν ψυχὴν ἀποχωρίσας καὶ τῆς αἰσθήσεως ὁλικῶς διὰ τοῦ Πνεύματος ἐκσπάσας τὸν νοῦν, ἄνθρωπε τοῦ Θεοῦ, τὴν μὲν ἀρετῶν κατέστησας μητέρα πολύγονον, τὸν δὲ θείας πηγὴν ἀένναον ἀπέδειξας γνώσεως, εἰς χρῆσιν μόνον τῆς τῶν κρειττόνων οἰκονομίας τὴν πρὸς τὴν σάρκα τῆς ψυχῆς συζυγίαν ποιησάμενος καὶ πρὸς κατανόησιν τῆς τῶν ὁρωμένων μεγαλουργίας ὄργανον κεκτημένος τὴν αἴσθησιν, τὴν μὲν πρακτικῶς διὰ τοῦ ἤθους πρὸς εἶδος τυπούμενον τὸ κατ᾽ ἀρετὴν τῆς ψυχῆς δεχομένην κλέος καὶ τοῖς ἔξω προφαίνουσαν, ἵν᾽ ἔχωμεν ἀρετῆς εἰκόνα, πρὸς μίμησιν προβεβλημένον, τὸν ὑμέτερον βίον, τὴν δέ, τοῖς τῶν ὁρωμένων σχήμασι τοὺς λόγους τῶν νοητῶν συμβολικῶς ἐγχαράττουσαν καὶ δι᾽ αὐτῶν πρὸς τὴν ἁπλότητα τῶν νοητῶν θεαμάτων τὸν νοῦν ἀναβιβάζουσαν, πάσης καθαρῶς ἀπολυθέντα τῆς ἐν τοῖς ὁρωμένοις ποικιλίας τε καὶ συνθέσεως, ἵν᾽ ἔχωμεν ἀληθείας ὁδὸν ἀπλανῆ τὴν ὑμετέραν γνῶσιν τῆς πρὸς τὰ νοητὰ διαβάσεως.
Ἐντεῦθεν, μετὰ τὴν τελείαν τῆς πρὸς αἴσθησίν τε καὶ σάρκα (≡14Β_028≡> σχετικῆς προσπαθείας ἀπόθεσιν, τῷ ἀπείρῳ πελάγει τῶν λογίων τοῦ Πνεύματος μετ᾽ ἐπιστήμης κατὰ νοῦν εὐτόνως διανηχόμενος, ἐρευνᾷς μετὰ τοῦ Πνεύματος τὰ βάθη τοῦ Πνεύματος· παρ᾽ οὗ δεξάμενος τὴν τῶν κεκρυμμένων μυστηρίων φανέρωσιν, διὰ πολλήν, ὡς ἔοικεν, ταπεινοφροσύνην, πολλῶν τῆς ἁγίας Γραφῆς ἀπορουμένων κεφαλαίων χάρτην πληρώσας ἀπέστειλας, ζητῶν καὶ παρ᾽ ἐμοῦ τοῦ πάσης ἀρετῆς ἐρήμου καὶ γνώσεως ἑκάστου κεφαλαίου κατὰ τὴν ἀναγωγικὴν θεωρίαν τὴν ἀπόκρισιν ἔγγραφον.
Ὃν δεξάμενος καὶ ἀναγνούς, καταπλαγεὶς καὶ νοῦν καὶ ἀκοὴν καὶ διάνοιαν, ᾔτουν ὑμᾶς ἐκλιπαρῶν περὶ τούτου συγγνώμην τῆς παραιτήσεως, μόλις εἶναι λέγων προσιτὰ τὰ ζητούμενα καὶ τοῖς ἄγαν ἐπὶ πλεῖστον ἐν θεωρίᾳ διαβεβηκόσι καὶ περὶ τὸ τέλος που τῆς ὑψηλοτάτης καὶ ἀνεφίκτου τοῖς ἄλλοις ἐφθακόσι γνώσεως, μὴ ὅτι γε ἐμοὶ τῷ κατὰ γῆν ἐρριμμένῳ καὶ κατὰ τὸν ὄφιν ἄλλην, ὡς ἡ παλαιὰ κατάρα, μετὰ τὴν γῆν τῶν παθῶν βρῶσιν οὐκ ἔχοντι καὶ σκώληκος δίκην ἱλυσπωμένῳ τῇ σήψει τῶν ἡδονῶν. Καὶ τοῦτο πολλάκις καὶ ἐπὶ πολὺ ποιήσας, ὡς εὗρον μὴ δεχομένους ὑμᾶς τὴν ἐμὴν περὶ τούτου παράκλησιν, δείσας μή τι πάθῃ τὸ χρῆμα τῆς ἀγάπης, καθ᾽ ἣν ἀλλήλοις συγκραθέντες μίαν ἔχομεν ψυχήν, κἂν δύο σώματα φέρωμεν, εἰς πρόφασιν ἀπειθείας, ὡς εἰκός, νομισθείσης ὑμῖν τῆς ἐμῆς παραιτήσεως, κατετόλμησα καὶ μὴ θέλων τῶν ὑπὲρ δύναμιν, κατηγορηθῆναι μᾶλλον προπέτειαν καὶ γελᾶσθαι κρεῖττον ἡγούμενος παρὰ τῶν βουλομένων ἢ τὴν ἀγάπην κατά τι δέξασθαι σάλον καὶ μείωσιν, ἧς οὐδὲν τῶν μετὰ Θεόν ἐστι τοῖς νοῦν ἔχουσι τιμιώτερον, μᾶλλον δὲ τῷ Θεῷ προσφιλέστερον, ὡς τοὺς διῃρημένους εἰς ἓν συναγούσης καὶ μίαν ἐν τοῖς πολλοῖς ἢ τοῖς πᾶσιν ἀστασίαστον κατὰ τὴν γνώμην δημιουργῆσαι δυναμένης ταὐτότητα.
Καί μοι σύγγνωθι πρῶτος αὐτός, τίμιε πάτερ, τῆς ἐγχειρήσεως, (≡14Β_030≡> καὶ τοὺς ἄλλους αἴτει προπετείας ἀφίεσθαί με, καὶ ἵλεώ μοι τὸν Θεὸν ταῖς εὐχαῖς κατάστησον καὶ τῶν λεγομένων συλλήπτορα, μᾶλλον δὲ τῆς ὅλης καὶ ὀρθῆς γενέσθαι περὶ ἑκάστου κεφαλαίου χορηγὸν ἀποκρίσεως· παρ᾽ αὐτοῦ γάρ ἐστι πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ὡς πηγῆς καὶ Πατρὸς τῶν ἀναλόγως τοῖς ἀξίοις χορηγουμένων πασῶν φωτιστικῶν γνώσεών τε καὶ δυνάμεων. Ὑμῖν γὰρ θαρρῶν τὸ ὑμέτερον κατεδεξάμην ἐπίταγμα, τῆς εὐπειθείας μισθὸν ἐκδεχόμενος τὴν δι᾽ ὑμῶν θείαν εὐμένειαν.
Ἕκαστον δὲ τῶν κεφαλαίων εἱρμῷ τε καὶ τάξει, καθὼς παρ᾽ ὑμῶν ἐγράφη, προθείς, πρὸς ἔπος ποιήσομαι τὴν ἀπόκρισιν ὡς οἷόν τε σύντομον καὶ ὁριστικήν, καθ᾽ ὅσον οἷός τε ὦ καὶ τὴν πρὸς τὸ νοεῖν τε καὶ λέγειν εὐσεβῶς θεόθεν χορηγοῦμαι χάριν καὶ δύναμιν, ἵνα μὴ πλήθει λόγων βαρήσωμεν τῶν ἐντευξομένων τὴν ἀκοήν, καὶ μάλιστα πρὸς ὑμᾶς γε τὸν λόγον ποιούμενος τοὺς γνωστικοὺς ὄντως καὶ ἀκριβεῖς τῶν θείων θεάμονας καὶ τῶν παθῶν διαβάντας τὴν ὄχλησιν καὶ τὴν ὅλην παρελθόντας σχέσιν τῆς φύσεως καὶ τῶν καθηκόντων κεκτημένους τὸν λόγον ἡγεμόνα καὶ δικαστὴν δικαιότατον, καὶ τὸν νοῦν διὰ τῆς κατὰ τὸ κρεῖττον ἀνοησίας εἰς τὸν ἐνδότατον τῆς θείας ἀφθεγξίας καταστήσαντας τόπον, ἔνθα μόνης ἐστὶν ἀγνώστως εὐφροσύνης θείας ἀντιλαμβάνεσθαι, τὴν τῶν ἀξιουμένων αὐτῆς πεῖραν μόνην ἐχούσης τοῦ οἰκείου μεγέθους διδάσκαλον, καὶ διὰ τοῦτο μόνης χρῄζοντας μικρᾶς περὶ τῶν ζητουμένων ἐμφάσεως προδεικτικῆς τοῦ παμφαοῦς κάλλους τῶν ἐμφερομένων τοῖς θείοις λογίοις μυστικῶν θεαμάτων καὶ τῆς ἐπ᾽ αὐτοῖς πνευματικῆς μεγαλονοίας, εἴπερ καὶ τοῦτο θεμιτὸν ἐμοὶ πρὸς ὑμᾶς εἰπεῖν, τοὺς ἅλας ἤδη τῆς γῆς καὶ φῶς τοῦ κόσμου, κατὰ τὸν κυριακὸν λόγον, διὰ τὸν πλοῦτον τῆς ἀρετῆς καὶ τὴν πολλὴν χύσιν τῆς γνώσεως γεγενημένους καὶ τὴν ἐν ἄλλοις σηπεδόνα τῶν παθῶν τρόποις ἀρετῶν ἐκκαθαίροντας καὶ τὴν ἄγνοιαν, ψυχῆς ὑπάρχουσαν τύφλωσιν, τῷ τῆς γνώσεως φωτὶ καταυγάζοντας.
 (≡14Β_032≡> Παρακαλῶ δὲ τοὺς ἁγιωτάτους ὑμᾶς καὶ πάντας τούς, ὡς εἰκός, ἐντευξομένους τῷδε τῷ γράμματι μὴ τοῦτο ὅρον ποιεῖσθαι τῆς τῶν κεφαλαίων πνευματικῆς ἑρμηνείας τὰ λεγόμενα παρ᾽ ἐμοῦ· πολὺ γὰρ τῆς τῶν θείων λογίων ἀπολιμπάνομαι διανοίας καὶ τῆς ἄλλων πρὸς τοῦτο χρῄζω διδασκαλίας. Ἀλλ᾽ εἴ τι καὶ παρ᾽ ἑαυτῶν ἢ παρ᾽ ἄλλων ἐπιβαλεῖν ἢ μαθεῖν δυνηθείητε, μᾶλλον ἐκεῖνο δικαίως ἐγκρίνατε καὶ τῆς ὑψηλοτέρας καὶ ἀληθοῦς γένεσθε διανοίας, ἧς ἔργον ἐστὶν ἡ τῆς καρδίας πληροφορία τῶν ἐφιεμένων τῆς τῶν ἀπορηθέντων πνευματικῆς διαγνώσεως.
Ὕδατι γὰρ ὁ θεῖος ἔοικε λόγος, ὥσπερ φυτοῖς παντοδαποῖς καὶ βλαστήμασι καὶ διαφόροις ζῴοις—τοῖς αὐτόν φημι τὸν λόγον ποτιζομένοις ἀνθρώποις—ἀναλόγως αὐτοῖς ἐκφαινόμενός τε γνωστικῶς καὶ πρακτικῶς διὰ τῶν ἀρετῶν ὡς καρπὸς προδεικνύμενος κατὰ τὴν ἐν ἑκάστῳ ποιότητα τῆς ἀρετῆς καὶ τῆς γνώσεως καὶ γινόμενος δι᾽ ἄλλων ἄλλοις ἐπίδηλος· ἑνὶ γὰρ οὐδέποτε περιγράφεται καὶ μιᾶς ἐντὸς οὐκ ἀνέχεται διανοίας γενέσθαι διὰ τὴν φυσικὴν ἀπειρίαν κατάκλειστος.
 Ἐπειδὴ δὲ περὶ τῶν διοχλούντων ἡμῖν παθῶν πρῶτον εἰπεῖν ἐκελεύσατε, πόσα τε καὶ ποῖα τυγχάνει, καὶ ἐκ ποίας ἀρχῆς καὶ εἰς οἷον διὰ τῆς οἰκείας μεσότητος καταντᾷ πέρας, καὶ ποίας ἕκαστον δυνάμεως ψυχῆς ἢ μέλους σώματος ἐμφυόμενον πρὸς ἑαυτὸ ἀοράτως μορφοῖ τὸν νοῦν καὶ τὸ σῶμα ποιοῖ, βαφῆς δίκην, ὅλην διὰ τῶν λογισμῶν πρὸς τὴν ἁμαρτίαν χρῶσαν τὴν ἀθλίαν ψυχήν, τῆς τε προσηγορίας ἑκάστου τὴν δύναμιν καὶ τὴν ἐνέργειαν, τούς τε καιροὺς καὶ τὰ σχήματα καὶ τοὺς δι᾽ αὐτῶν δόλους τῶν ἀκαθάρτων δαιμόνων καὶ τὰς ἀοράτους συμπλοκὰς καὶ τὰς ὑποκρίσεις, καὶ πῶς δι᾽ ἄλλων ἄλλα λεληθότως προβάλλονται καὶ ἐπ᾽ ἄλλα δι᾽ ἄλλων πιθανῶς ὑποσύρουσιν, τάς τε λεπτότητας καὶ τὰς σμικρότητας καὶ τὰ μεγέθη καὶ τοὺς ὄγκους αὐτῶν, ὑφέσεις τε καὶ ἐφέσεις ἐπαγωγάς τε καὶ καταδρομάς, καὶ ὑποχωρήσεις καὶ συστολὰς ἐπιμονάς τε καὶ (≡14Β_034≡> προσεδρείας ταχυτέρας ἢ βραδυτέρας, καὶ οἷον τὰς ὡς ἐν δικαστηρίῳ πρὸς τὴν ψυχὴν δικαιολογίας καὶ τὰς δῆθεν κατὰ διάνοιαν γινομένας ψήφους τάς τε φαινομένας ἥττας ἢ νίκας, τίς τε ἡ ἐφ᾽ ἑκάστῳ διάθεσις καὶ διὰ ποίαν αἰτίαν ἓν ἢ πολλὰ πάθη τῇ ψυχῇ συγχωροῦνται προσβάλλειν καὶ τοῦτο ἢ καθ᾽ ἑαυτοὺς ἢ σὺν ἀλλήλοις, καὶ ποίῳ λόγῳ συναναφέρουσιν ἑαυτοῖς ἀχρόνως τὰς οἰκείας ὕλας, δι᾽ ὧν κεκρυμμένως πρὸς ἡμᾶς τὸν πικρὸν συμπλέκουσι πόλεμον, ὡς ἐπὶ παροῦσιν ἐργωδῶς τοῖς μηδαμῶς οὖσι διαπονουμένους καὶ οἷον ὁρμῶντας ταῖς ὕλαις ἢ φεύγοντας, τὸ μὲν δι᾽ ἡδονήν, τὸ δὲ δι᾽ ὀδύνην πάσχοντας, τόν τε τρόπον τῆς ἐν ἡμῖν ὑπάρξεως αὐτῶν καὶ τῆς πολυπλόκου καὶ διαφόρου κατὰ τὸν ὕπνον αὐτῶν ἐν ὀνείροις φαντασίας, καὶ εἰ ἔν τινι μέρει καθείργνυνται τῆς ψυχῆς ἢ τοῦ σώματος ἢ ἐν ὅλῃ τῇ ψυχῇ καὶ ὅλῳ τῷ σώματι, καὶ εἰ, ἐντὸς ὄντες, διὰ τῶν φυσικῶν παθῶν τὰ ἐκτὸς ἐπισπᾶσθαι πείθουσι τὴν ψυχὴν διὰ μέσου τοῦ σώματος καὶ πλανῶσι τῆς αἰσθήσεως μόνης ὅλην γενέσθαι, τῶν κατὰ φύσιν οἰκείων ἀφεμένην, ἤ, ἐκτὸς ὄντες, διὰ τῆς ἔξωθεν ἐπαφῆς τοῦ σώματος τὴν ἀόρατον ψυχὴν πρὸς τὰ ὑλικὰ σχηματίζουσι, σύνθετον αὐτῇ μορφὴν ἐπιτιθέντες, τῆς ἀναληφθείσης κατὰ τὴν φαντασίαν ὕλης τὸ εἶδος προσπλάττοντες, καὶ εἰ τάξις ἐστὶν ἐν αὐτοῖς καὶ εἱρμὸς κακούργως ἐπινενοημένος διὰ τῶνδε τῶν παθῶν πρότερον ἀπόπειραν λαβεῖν τῆς ψυχῆς καὶ οὕτως διὰ τῶν ἄλλων ἀκολούθως αὐτῇ μάχεσθαι, καὶ τίνες τίνων προηγοῦνται, τίνες τε τίσι συνέπονται πάλιν ἢ παρέπονται, ἢ φύρδην ἀτάκτως, ὡς ἔτυχεν, δι᾽ οἱωνδήποτε παθῶν τὴν ψυχὴν ἐκταράσσουσιν, καὶ εἰ προνοίας δίχα τὰ τοιαῦτα πάσχειν ὑπ᾽ αὐτῶν ἡ ψυχὴ συγχωρεῖται ἢ κατὰ πρόνοιαν, καὶ τίς ὁ τῆς προνοίας ἐφ᾽ ἑκάστῳ πάθει τῆς ἐγκαταλείψεως τῆς ψυχῆς λόγος, τίς τε τῆς ἑκάστου τῶν ἀπηριθμημένων παθῶν ἀναιρέσεως ὁ τρόπος, καὶ ποίοις ἔργοις ἢ λόγοις ἢ λογισμοῖς ἡ ψυχὴ τούτων ἐλευθεροῦται καὶ τῆς συνειδήσεως τὸν μολυσμὸν (≡14Β_036≡> ἐκτινάσσεται, ποίῳ δὲ πάθει ποίαν ἀρετὴν ἀντιθεῖσα νικήσει, τὸν πονηρὸν φυγαδεύσασα δαίμονα, συναφανίσασα παντελῶς αὐτῷ καὶ αὐτὴν τοῦ πάθους τὴν κίνησιν, καὶ πῶς μετὰ τὴν τῶν παθῶν ἀπαλλαγὴν τὰ οἰκεῖα καλῶς διασκοπῆσαι δυνήσεται, καὶ διὰ ποίων λόγων ἢ τρόπων, τὰς ἀπαθεῖς τῶν αἰσθητῶν πρὸς τὰς αἰσθήσεις οἰκειωσαμένη διὰ τοῦ κατὰ φύσιν λόγου σχέσεις, μορφώσει πρὸς ἀρετάς, ὡς διὰ τῶν παθῶν αὐτὴ πρότερον ἐμορφοῦτο πρὸς ἁμαρτίαν, καὶ πῶς τὴν καλὴν ποιήσηται δεόντως ἀντιστροφήν, τοῖς δι᾽ ὧν τὸ πρὶν ἐπλημμέλει χρωμένη πρὸς γένεσιν ἀρετῶν καὶ ὑπόστασιν, πῶς τε, τούτων πάλιν ἀπαλλαγεῖσα τῶν σχέσεων, τοὺς τῶν γεγονότων λόγους, διὰ τῆς ἐν πνεύματι φυσικῆς θεωρίας ἀφέτους τῶν ἐπ᾽ αὐτοῖς αἰσθητῶν συμβόλων γενομένους, ἐπιστημονικῶς ἀναλέξηται, πῶς τε αὖ, μετὰ τούτους πάλιν τοῖς νοητοῖς προσβαλοῦσα, καθαρῷ τῆς ἐπ᾽ αἰσθήσεσι διανοίας γενομένῳ τῷ νῷ τὰς ἁπλᾶς δέξηται νοήσεις καὶ τὴν τὰ ὅλα συνδέουσαν ἀλλήλοις κατὰ τὸν ἀρχικὸν τῆς σοφίας λόγον ἁπλῆν ἀναλήψηται γνῶσιν, μεθ᾽ ἥν, ὡς πάντα τὰ ὄντα περάσασα μετὰ τῶν αὐτοῖς προσφυῶν νοημάτων, πάσης ἀπολελυμένη καθαρῶς καὶ αὐτῆς τῆς πρὸς τὸ νοεῖν οἰκείας δυνάμεως, πρὸς αὐτὸν πάθῃ τὸν Θεὸν τὴν ὑπὲρ νόησιν ἕνωσιν, καθ᾽ ἥν, ἀφράστως παρ᾽ αὐτοῦ δεχομένη τῆς ὄντως ἀληθείας, σπέρματος δίκην, τὴν μάθησιν, πρὸς ἁμαρτίαν οὐκέτι τραπήσεται, χώρας οὐκ οὔσης ἔτι τῷ διαβόλῳ πρὸς κακίαν αὐτὴν πιθανῶς ὑποσύρεσθαι διὰ τὴν ἄγνοιαν τοῦ φύσει καλοῦ καὶ πάντα τὰ μετέχειν αὐτοῦ δυνάμενα καλλωπίζοντος.
Ἐπειδὴ τούτων καὶ τῶν τοιούτων ἐζητήσατε τοὺς λόγους καὶ τοὺς τρόπους καὶ τὰς αἰτίας, ἐγγράφως ὑμῖν καταθέσθαι, κελευόντων ὑμῶν, ἀναμεινάτω μικρὸν τέως ὁ περὶ τούτων λόγος, ἂν διδῷ Θεός, ἐν ἄλλοις εὐκαιρότερον ἐξετασθησόμενος καὶ φιλοπονώτερον βασανισθησόμενος, εἴπερ ὅλως αἴσθομαι δυνάμεως κατὰ νοῦν νηκτικῆς καὶ τούτου τοῦ μεγάλου καὶ βαθέος (≡14Β_038≡> κατατολμῆσαι πελάγους ἀνεχομένης. Οὐ γὰρ αἰσχύνομαι λέγειν ὡς οὐδέπω τὰς δυσεκλύτους ἔγνων τῶν ἀκαθάρτων δαιμόνων μεθοδείας τε καὶ τέχνας, ἅτε δὴ τὸν τῆς ὕλης κονιορτὸν ἔχων ἐπισκοτοῦντα τοῖς ὄμμασι τῆς ψυχῆς καὶ οὐκ ἐῶντα καθαρῶς θεωρῆσαι τὴν τῶν γεγονότων φύσιν καὶ διακρῖναι τῶν ὄντων σὺν λόγῳ τὰ εἶναι δοκοῦντα καὶ μόνην φενακίζοντα τὴν ἄλογον αἴσθησιν, ὅτι μόνων ὡς ἀληθῶς ἐστι τὰ τοιαῦτα διερευνᾶσθαι καὶ εἰπεῖν τῶν ἄγαν θεωρητικῶν καὶ ὑψηλῶν τὴν διάνοιαν καὶ διὰ πείρας πολλῆς εἰληφότων τήν τε τῶν καλῶν καὶ μὴ τοιούτων διάγνωσιν καί, τὸ δὴ τῶν ἄλλων ἁπάντων κρεῖττον καὶ τιμιώτερον, τὴν πρὸς τὸ νοεῖν τε καλῶς καὶ λέγειν σαφῶς τὰ νοηθέντα παρὰ τοῦ Θεοῦ δεξαμένων χάριν καὶ δύναμιν. Πλὴν ὡς ἂν μὴ παντελῶς ἀπαραμύθητος κατὰ τὴν παροῦσαν ὑπόθεσιν ὁ περὶ τούτων λόγος καταλειφθῇ, μικρὰ περὶ τῆς γενέσεως τῶν παθῶν εἰπὼν καὶ ὅσον παραδεῖξαι τοῖς καθ᾽ ὑμᾶς γνωστικοῖς τὸ τέλος ἐκ τῆς ἀρχῆς, τῶν ἐφεξῆς ἀκολούθως ποιοῦμαι κεφαλαίων τὴν ἐξήγησιν.
 Τὸ κακὸν οὔτε ἦν οὔτε ἔστιν οὔτε ἔσται κατ᾽ οἰκείαν φύσιν ὑφεστώς—οὔτε γὰρ ἔχει καθοτιοῦν οὐσίαν ἢ φύσιν ἢ ὑπόστασιν ἢ δύναμιν ἢ ἐνέργειαν ἐν τοῖς οὖσιν—, οὔτε ποιότης ἐστὶν οὔτε ποσότης οὔτε σχέσις οὔτε τόπος οὔτε χρόνος οὔτε θέσις οὔτε ποίησις οὔτε κίνησις οὔτε ἕξις οὔτε πάθος, φυσικῶς τῶν ὄντων τινὶ ἐνθεωρούμενον—οὔτε μὴν ἐν τούτοις πᾶσιν τὸ παράπαν κατ᾽ οἰκείωσιν φυσικὴν ὑφέστηκεν—, οὔτε ἀρχὴ οὔτε μεσότης οὔτε τέλος ἐστίν, ἀλλ᾽ ἵνα ὡς ἐν ὅρῳ περιλαβὼν εἴπω, τὸ κακὸν τῆς πρὸς τὸ τέλος τῶν ἐγκειμένων τῇ φύσει δυνάμεων ἐνεργείας ἐστὶν ἔλλειψις, καὶ ἄλλο καθάπαξ οὐδέν.
 ῍Η πάλιν, τὸ κακὸν τῶν φυσικῶν δυνάμεων κατ᾽ ἐσφαλμένην κρίσιν ἐστὶν ἐπ᾽ ἄλλο παρὰ τὸ τέλος ἀλόγιστος κίνησις· τέλος δέ φημι τὴν τῶν ὄντων αἰτίαν, ἧς φυσικῶς ἐφίεται πάντα, (≡14Β_040≡> κἂν εἰ τὰ μάλιστα τὸν φθόνον εὐνοίας πλάσματι καλύψας ὁ πονηρός, πρὸς ἄλλο τι τῶν ὄντων παρὰ τὴν αἰτίαν κινῆσαι τὴν ἔφεσιν παραπείσας δόλῳ τὸν ἄνθρωπον, τὴν τῆς αἰτίας ἐδημιούργησεν ἄγνοιαν.
Τῆς οὖν πρὸς τὸ τέλος ἐνεργείας τῶν κατὰ φύσιν δυνάμεων ὁ πρῶτος ἄνθρωπος ἐλλείψας τὴν κίνησιν, τὴν τῆς οἰκείας αἰτίας ἐνόσησεν ἄγνοιαν, ἐκεῖνο νομίσας εἶναι Θεὸν διὰ τῆς συμβουλῆς τοῦ ὄφεως, ὅπερ ἔχειν ἀπώμοτον ὁ τῆς θείας ἐντολῆς διετάξατο λόγος. Οὕτω δὲ παραβάτης γενόμενος καὶ τὸν Θεὸν ἀγνοήσας, πρὸς ὅλην τὴν αἴσθησιν ὅλην ἀπρὶξ ἀναμίξας τὴν νοερὰν δύναμιν, τὴν σύνθετον καὶ ὀλέθριον πρὸς πάθος ἐνεργουμένην τῶν αἰσθητῶν ἐπεσπάσατο γνῶσιν, καὶ παρασυνεβλήθη τοῖς κτήνεσιν τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς, τὰ αὐτὰ αὐτοῖς κατὰ πάντα τρόπον καὶ ἐνεργῶν καὶ ζητῶν καὶ βουλόμενος, καὶ πλέον εἰς ἀλογίαν ἔχων τοῦ κατὰ φύσιν λόγου πρὸς τὸ παρὰ φύσιν τὴν ἄμειψιν.
Ὅσον οὖν κατὰ μόνην τὴν αἴσθησιν τῆς τῶν ὁρωμένων ἐπεμελεῖτο γνώσεως ὁ ἄνθρωπος, τοσοῦτον ἐπέσφιγγεν ἑαυτῷ τοῦ Θεοῦ τὴν ἄγνοιαν· ὅσον δὲ ταύτης τῆς ἀγνοίας συνέσφιγγε τὸν δεσμόν, τοσοῦτον τῆς πείρας ἀντείχετο τῆς τῶν γνωσθέντων ὑλικῶν αἰσθητικῆς ἀπολαύσεως· ὅσον δὲ ταύτης ἐνεφορεῖτο, τοσοῦτον τῆς ἐκ ταύτης γεννωμένης φιλαυτίας ἐξῆπτε τὸν ἔρωτα· ὅσον δὲ πεφροντισμένως περιεποιεῖτο τῆς φιλαυτίας τὸν ἔρωτα, τοσοῦτον τῆς ἡδονῆς, ὡς τῆς φιλαυτίας οὔσης καὶ γεννήματος καὶ τέλους, πολλοὺς ἐπενόει τρόπους συστάσεως· καὶ ἐπειδὴ πᾶσα κακία πέφυκε τοῖς συνιστῶσιν αὐτὴν συμφθείρεσθαι τρόποις, εὑρίσκων δι᾽ αὐτῆς τῆς πείρας πάσης ἡδονῆς εἶναι πάντως τὴν ὀδύνην διάδοχον, πρὸς μὲν τὴν ἡδονὴν τὴν ὅλην ἔσχεν ὁρμήν, πρὸς δὲ τὴν ὀδύνην τὴν ὅλην ἀποφυγήν, τῆς μὲν κατὰ πᾶσαν ὑπεραγωνιζόμενος δύναμιν, τῆς δὲ κατὰ πᾶσαν σπουδὴν καταγωνιζόμενος, οἰόμενος, ὅπερ ἀμήχανον ἦν, διὰ τῆς τοιαύτης μεθοδείας ἀλλήλων ταύτας διαστῆσαι καὶ μόνῃ τῇ (≡14Β_042≡> ἡδονῇ συνημμένην τὴν φιλαυτίαν ἔχειν παντελῶς ὀδύνης ἀπείρατον, ἀγνοήσας ὑπὸ τοῦ πάθους, ὡς ἔοικεν, ὡς οὐκ ἐνδέχεταί ποτε χωρὶς ὀδύνης εἶναι τὴν ἡδονήν. Ἐγκέκραται γὰρ τῇ ἡδονῇ τῆς ὀδύνης ὁ πόνος, κἂν λανθάνειν δοκῇ τοὺς ἔχοντας διὰ τὴν κατὰ τὸ πάθος τῆς ἡδονῆς ἐπικράτειαν, ἐπειδὴ τὸ ἐπικρατοῦν ἀεὶ διαφαίνεσθαι πέφυκεν, καλύπτον τοῦ παρακειμένου τὴν αἴσθησιν.
Ἐντεῦθεν ὁ πολὺς ὄχλος τῶν παθῶν καὶ ἀναρίθμητος εἰσεφθάρη τῷ βίῳ τῶν ἀνθρώπων· ἐντεῦθεν πολυστένακτος γέγονεν ἡμῶν ἡ ζωή, τῆς οἰκείας ἀναιρέσεως τιμῶσα τὰς ἀφορμὰς καὶ τῆς φθορᾶς τὰς προφάσεις ἑαυτῇ διὰ τὴν ἄγνοιαν ἐξευρίσκουσά τε καὶ περιέπουσα· ἐντεῦθεν ἡ μία φύσις εἰς μυρία κατεμερίσθη τμήματα καὶ οἱ τῆς αὐτῆς φύσεως ἀλλήλων ἐσμὲν δίκην ἑρπετῶν θηρίων παραναλώματα. Ἡδονῆς γὰρ διὰ τὴν φιλαυτίαν ἀντιποιούμενοι καὶ ὀδύνην διὰ τὴν αὐτὴν αἰτίαν πάλιν φεύγειν σπουδάζοντες, τὰς ἀμυθήτους τῶν φθοροποιῶν παθῶν ἐπινοοῦμεν γενέσεις. Οἷον, εἰ μὲν δι᾽ ἡδονῆς τῆς φιλαυτίας φροντίζομεν, γεννῶμεν τὴν γαστριμαργίαν τὴν ὑπερηφανίαν τὴν κενοδοξίαν τὴν φυσίωσιν τὴν φιλαργυρίαν τὴν πλεονεξίαν τὴν τυραννίδα τὸ γαῦρον τὴν ἀλαζονείαν τὴν ἀπόνοιαν τὴν μανίαν τὴν οἴησιν τὸν τῦφον τὴν καταφρόνησιν τὴν ὕβριν τὸ βάκηλον τὸ εὐτράπελον τὴν ἀσωτίαν τὴν ἀκολασίαν τὴν περπερίαν τὸν μετεωρισμὸν τὴν βλακείαν τὸν ἀκκισμὸν τὸν ἐκμυκτηρισμὸν τὴν πολυλογίαν τὴν ἀκαιρολογίαν τὴν αἰσχρολογίαν καὶ ὅσα ἄλλα τοῦ τοιούτου γένους ἐστίν· εἰ δὲ μᾶλλον δι᾽ ὀδύνης ὁ τῆς φιλαυτίας αἰκίζεται τρόπος, γεννῶμεν τὸν θυμὸν τὸν φθόνον τὸ μῖσος τὴν ἔχθραν τὴν μνησικακίαν τὴν λοιδορίαν τὴν καταλαλιὰν τὴν συκοφαντίαν τὴν λύπην τὴν ἀνελπιστίαν τὴν ἀπόγνωσιν τὴν τῆς προνοίας διαβολὴν τὴν ἀκηδίαν τὴν ὀλιγωρίαν τὴν δυσθυμίαν τὴν ἀθυμίαν τὴν ὀλιγοψυχίαν τὸ ἄκαιρον πένθος τὸν κλαυθμὸν τὴν κατήφειαν τὸν ὀλοφυρμὸν τὸν ζῆλον τὴν ζηλοτυπίαν τὴν παραζήλωσιν καὶ ὅσα ἄλλα τῆς τῶν καθ᾽ ἡδονὴν ἀφορμῶν ἐστερημένης ἐστὶ διαθέσεως. Ἐκ δὲ τῆς γινομένης δι᾽ ἄλλας τινὰς αἰτίας καθ᾽ (≡14Β_044≡> ἡδονὴν καὶ ὀδύνην μίξεως ἤγουν μοχθηρίας—οὕτω γὰρ καλοῦσι τινὲς τὴν ἐκ τῶν ἐναντίων μερῶν τῆς κακίας σύνθεσιν—γεννῶμεν τὴν ὑπόκρισιν τὴν εἰρωνείαν τὸν δόλον τὴν προσποίησιν τὴν κολακείαν τὴν ἀνθρωπαρεσκείαν καὶ ὅσα ἄλλα τῆς μικτῆς εἰσι πανουργίας ἐπινοήματα. Πάντα γὰρ ἀπαριθμεῖσθαι τὰ νῦν καὶ λέγειν μετὰ τῶν οἰκείων σχημάτων τε καὶ τρόπων καὶ αἰτιῶν καὶ καιρῶν οὐκ ἀνεκτόν, τῆς ἐπ᾽ αὐτοῖς ἐξετάσεως, Θεοῦ χαριζομένου δύναμιν, κατ᾽ ἰδίαν ὑπόθεσιν ἐρευνηθησομένης.
Τὸ τοίνυν κακόν ἐστιν, ὡς προέφην, ἡ ἄγνοια τῆς ἀγαθῆς τῶν ὄντων αἰτίας· ἥτις, τὸν μὲν νοῦν πηρώσασα τὸν ἀνθρώπινον, τὴν αἴσθησιν δὲ τρανῶς διανοίξασα, τῆς μὲν θείας γνώσεως παντελῶς αὐτὸν ἀπεξένωσεν, τῆς δὲ τῶν αἰσθητῶν ἐμπαθοῦς ἐπλήρωσε γνώσεως· ἧς πρὸς μόνην τὴν αἴσθησιν ἀνέδην μεταλαμβάνων, κτηνῶν ἀλόγων δίκην, ὁ ἄνθρωπος καὶ εὑρὼν διὰ τῆς πείρας τῆς φαινομένης αὐτοῦ σωματικῆς φύσεως συστατικὴν τῶν αἰσθητῶν τὴν μετάληψιν, εἰκότως, οἷα τοῦ νοητοῦ κάλλους ἤδη τῆς θείας ὡραιότητος διαμαρτήσας, τὴν φαινομένην κτίσιν εἰς Θεὸν παρεγνώρισεν, διὰ τὴν αὐτῆς πρὸς σύστασιν σώματος χρείαν θεοποιήσας, καὶ τὸ σῶμα τὸ ἴδιον, οἰκείως ἔχον κατὰ φύσιν πρὸς τὴν νομισθεῖσαν εἶναι Θεὸν κτίσιν, κατὰ τὸ εἰκὸς ἠγάπησεν, κατὰ πᾶσαν σπουδὴν διὰ τῆς περὶ μόνον τὸ σῶμα φροντίδος τε καὶ ἐπιμελείας λατρεύων τῇ κτίσει παρὰ τὸν κτίσαντα. Οὐ γὰρ ἄλλως δύναταί τις λατρεύειν τῇ κτίσει, μὴ τὸ σῶμα περιποιούμενος, ὥσπερ οὔτε τῷ Θεῷ τις λατρεύειν, μὴ τὴν ψυχὴν ἀρεταῖς ἐκκαθαίρων· καθ᾽ ὃ σῶμα τὴν φθοροποιὸν ἐπιτελῶν λατρείαν ὁ ἄνθρωπος καὶ κατ᾽ αὐτὸ γενόμενος φίλαυτος ἡδονὴν εἶχεν ἀπαύστως καὶ ὀδύνην ἐνεργουμένην, ἐσθίων ἀεὶ τὸ ξύλον τῆς παρακοῆς, τὸ καλοῦ τε καὶ κακοῦ κατὰ ταὐτὸν μεμιγμένην κατὰ τὴν αἴσθησιν διὰ τῆς πείρας ἔχον τὴν γνῶσιν. Καὶ τάχα ξύλον εἶναι γνωστὸν καλοῦ καὶ πονηροῦ τὴν φαινομένην κτίσιν εἰπών τις οὐχ ἁμαρτήσει τῆς ἀληθείας· (≡14Β_046≡> ἡδονῆς γὰρ καὶ ὀδύνης ποιητικὴν ἔχει φυσικῶς τὴν μετάληψιν.
῍Η πάλιν· ἐπειδὴ καὶ λόγους ἔχει πνευματικοὺς τῶν ὁρωμένων ἡ κτίσις καὶ νοῦν διατρέφοντας, καὶ δύναμιν πάλιν φυσικήν, τὴν μὲν αἴσθησιν τέρπουσαν, τὸν δὲ νοῦν διαστρέφουσαν, ξύλον γνωστὸν καλοῦ τε καὶ κακοῦ προσηγορεύθη, τοῦ καλοῦ μὲν ἔχουσα γνῶσιν, θεωρουμένη πνευματικῶς, κακοῦ δὲ γνῶσιν, λαμβανομένη σωματικῶς. Παθῶν γὰρ γίνεται διδάσκαλος τοῖς σωματικῶς αὐτῆς μεταλαμβάνουσιν, τῶν θείων αὐτοῖς λήθην ἐπάγουσα. Διὸ τῷ ἀνθρώπῳ τυχὸν καὶ ἀπηγόρευσεν ἀναβαλόμενος αὐτῆς τέως τὴν μετάληψιν ὁ Θεός, ἵνα πρότερον, ὡς ἦν μάλιστα δίκαιον, διὰ τῆς ἐν χάριτι μετοχῆς τὴν οἰκείαν ἐπιγνοὺς αἰτίαν καὶ τὴν δοθεῖσαν κατὰ χάριν ἀθανασίαν διὰ τῆς τοιαύτης μεταλήψεως πρὸς ἀπάθειαν στομώσας καὶ ἀτρεψίαν, ὡς θεὸς ἤδη τῇ θεώσει γενόμενος, ἀβλαβῶς ἐπ᾽ ἀδείας μετὰ τοῦ Θεοῦ τὰ τοῦ Θεοῦ διασκέψηται κτίσματα καὶ τὴν αὐτῶν ἀναλήψηται γνῶσιν ὡς θεὸς ἀλλ᾽ οὐκ ἄνθρωπος, τὴν αὐτὴν ἔχων τῷ Θεῷ κατὰ χάριν τῶν ὄντων μετὰ σοφίας εἴδησιν διὰ τὴν πρὸς θέωσιν τοῦ νοῦ καὶ τῆς αἰσθήσεως μεταποίησιν.
Οὕτω μὲν οὖν ἐνταῦθα ληπτέον περὶ τοῦ ξύλου κατὰ τὴν πᾶσιν ἁρμόσαι δυναμένην ἀναγωγήν, τοῦ μυστικωτέρου λόγου καὶ κρείττονος φυλαττομένου τοῖς μυστικοῖς τὴν διάνοιαν καὶ παρ᾽ ἡμῶν διὰ τῆς σιωπῆς τιμωμένου. Τοῦ ξύλου δὲ νῦν τῆς παρακοῆς ἐμνήσθην παροδικῶς, δεῖξαι θέλων ὡς ἡ περὶ Θεοῦ ἄγνοια τὴν κτίσιν ἐθεοποίησεν, ἧς ὑπάρχει λατρεία σαφὴς ἡ κατὰ τὸ σῶμα τοῦ γένους τῶν ἀνθρώπων φιλαυτία, περὶ ἥν ἐστιν ὥσπέρ τις μικτὴ γνῶσις ἡ τῆς ἡδονῆς πεῖρα καὶ τῆς ὀδύνης, δι᾽ ἃς ἡ πᾶσα τῶν κακῶν ἐπεισήχθη τῷ βίῳ τῶν ἀνθρώπων ἰλὺς διαφόρως τε καὶ ποικίλως καί, ὡς οὐκ ἄν τις ἐφίκοιτο λόγος, πολυμόρφως συνισταμένη, καθόσον ἕκαστος τῶν τῆς (≡14Β_048≡> ἀνθρωπίνης μετειληφότων φύσεως κατὰ τὸ ποσόν τε καὶ ποιὸν ἐν ἑαυτῷ ζῶσαν ἔχει καὶ πράττουσαν τὴν περὶ τὸ φαινόμενον αὐτοῦ μέρος, λέγω δὲ τὸ σῶμα, φιλίαν, ἀναγκάζουσαν αὐτὸν δουλοπρεπῶς διά τε τὴν ἐπιθυμίαν τῆς ἡδονῆς καὶ τὸν φόβον τῆς ὀδύνης πολλὰς ἰδέας ἐπινοῆσαι παθῶν, καθὼς οἵ τε καιροὶ συμπίπτουσι καὶ τὰ πράγματα, καὶ ὁ τῶν τοιούτων ἐπιδέχεται τρόπος, ἐφ᾽ ᾧ τὴν μὲν ἡδονὴν ἑλεῖν δυνηθῆναι διὰ παντὸς πρὸς συμβίωσιν, τῆς ὀδύνης δὲ παντελῶς ἀνέπαφον διαμεῖναι, τὸ ἀμήχανον ἐπιτηδεύειν διδάσκουσαν καὶ εἰς πέρας κατὰ σκοπὸν ἐλθεῖν μὴ δυνάμενον. Φθαρτῆς γὰρ οὔσης τῆς ὅλης φύσεως τῶν σωμάτων καὶ σκεδαστῆς, δι᾽ ὅσων τις ἐπιτηδεύει τρόπων ταύτην συστήσασθαι, τὴν αὐτῆς φθορὰν ἰσχυροτέραν μᾶλλον καθίστησιν, δεδοικὼς καὶ μὴ θέλων ἀεὶ τὸ στεργόμενον καὶ παρὰ γνώμην περιέπων ἀνεπαισθήτως διὰ τοῦ στεργομένου τὸ μὴ στεργόμενον, ἐξηρτημένος τῶν φύσει στῆναι μὴ δυναμένων καὶ διὰ τοῦτο συνεξαλλοιῶν τοῖς σκεδαστοῖς τῆς ψυχῆς τὴν διάθεσιν συνδιανηχομένην ἀστάτως τοῖς ῥέουσι καὶ τὴν οἰκείαν ἀπώλειαν οὐ κατανοῶν διὰ τὴν παντελῆ τῆς ψυχῆς πρὸς τὴν ἀλήθειαν τύφλωσιν. Πάντων δὲ τούτων τῶν κακῶν ἐστιν ἀπαλλαγὴ καὶ σύντομος πρὸς σωτηρίαν ὁδὸς ἡ ἀληθὴς τοῦ Θεοῦ κατ᾽ ἐπίγνωσιν ἀγάπη καὶ ἡ καθόλου τῆς κατὰ ψυχὴν πρός τε τὸ σῶμα καὶ τὸν κόσμον τοῦτον στοργῆς ἐξάρνησις, καθ᾽ ἥν, τῆς μὲν ἡδονῆς τὴν ἐπιθυμίαν, τῆς ὀδύνης δὲ τὸν φόβον ἀποβαλόμενοι, τῆς κακῆς ἐλευθερούμεθα φιλαυτίας, πρὸς τὴν γνῶσιν ἀναβιβασθέντες τοῦ κτίσαντος, καί, πονηρᾶς ἀγαθὴν ἀντιλαβόντες νοερὰν φιλαυτίαν, σωματικῆς κεχωρισμένην στοργῆς, οὐ παυόμεθα λατρεύοντες τῷ Θεῷ διὰ ταύτης τῆς καλῆς φιλαυτίας, ἐκ Θεοῦ τῆς ψυχῆς ἀεὶ ζητοῦντες τὴν σύστασιν. Αὕτη γάρ ἐστιν ἀληθὴς λατρεία καὶ ὄντως θεάρεστος ἡ τῆς ψυχῆς διὰ τῶν ἀρετῶν ἀκριβὴς ἐπιμέλεια.
Ὁ τοίνυν σωματικῆς ἡδονῆς μὴ ἐφιέμενος καὶ ὀδύνην παντελῶς μὴ φοβούμενος γέγονεν ἀπαθὴς ταύταις, μετὰ τῆς τεκούσης (≡14Β_050≡> αὐτὰς φιλαυτίας πάντα τὰ δι᾽ αὐτάς τε καὶ ἐξ αὐτῶν μετὰ τῆς ἀρχηγικωτάτης τῶν κακῶν ἀγνοίας ὁμοθυμαδὸν συναπέκτεινε πάθη, καὶ ὅλος γέγονεν τοῦ ἑστῶτός τε καὶ μένοντος καὶ ἀεὶ ὡσαύτως ἔχοντος φύσει καλοῦ, παντάπασιν αὐτῷ συνδιαμένων ἀκίνητος καὶ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν τοῦ Θεοῦ κατοπτριζόμενος, ἐκ τῆς ἐν ἑαυτῷ φωτοειδοῦς λαμπρότητος τὴν θείαν καὶ ἀπρόσιτον δόξαν θεώμενος.
Δειχθείσης τοιγαροῦν ἡμῖν ὑπὸ τοῦ λόγου τῆς ὀρθῆς καὶ ῥᾳδίας ὁδοῦ τῶν σῳζομένων, τὴν ἡδονὴν τῆς παρούσης ζωῆς καὶ τὴν ὀδύνην ὅση δύναμις ἀρνησώμεθα καὶ τοὺς ὑφ᾽ ἡμᾶς τοῦτο ποιεῖν διδάξωμεν παρακλήσει πολλῇ, καὶ πάσης παθῶν ἐπινοίας καὶ δαιμονιώδους κακουργίας παντελῶς ἀπηλλάγημέν τε καὶ ἀπηλλάξαμεν· καὶ μόνης ἀντιποιηθῶμεν τῆς θείας ἀγάπης, καὶ οὐδεὶς ἡμᾶς τοῦ Θεοῦ χωρίσαι δυνήσεται, οὐ θλίψις οὐ στενοχωρία οὐ λιμὸς οὐ κίνδυνος οὐ μάχαιρα οὐδ᾽ ὅσα τῷ ἁγίῳ ἀπηρίθμηται ἀποστόλῳ κατὰ τὸν τόπον, διὰ τῆς κατ᾽ ἐνέργειαν γνώσεως, τῆς ἀγάπης ἐν ἡμῖν ἀκινήτου μενούσης, τῆς ψυχῆς ἀΐδιόν τε καὶ ἄρρητον ἐξ αὐτοῦ χορηγούμενοι εὐφροσύνην καὶ σύστασιν· ἧς ἀξιωθέντες, πρὸς μὲν τὸν κόσμον τοῦτον τὴν σῴζουσαν ἕξομεν ἄγνοιαν, μηκέτι δίχα λογισμοῦ σώφρονος, ὡς τὸ πρότερον, ἀνακεκαλυμμένῳ προσώπῳ τῆς αἰσθήσεως ὡς δόξαν τὴν τῶν αἰσθητῶν ἐπιφάνειαν βλέποντες, περὶ ἣν τὰ πάθη προδήλως ἔχει τὴν γένεσιν, ἀλλὰ μᾶλλον ἀνακεκαλυμμένῳ τῆς διανοίας προσώπῳ, παντὸς αἰσθητοῦ καλύμματος ἀπηλλαγμένῳ, τὴν ἐν ἀρεταῖς καὶ γνώσει πνευματικῇ δόξαν τοῦ Θεοῦ κατοπτριζόμενοι, καθ᾽ ἣν ἡ κατὰ χάριν πρὸς Θεὸν γίνεσθαι πέφυκεν ἕνωσις, πάσης ἀγνοίας καὶ πτώσεως τὸν νοῦν διεγείρουσα. Ὡς γάρ, ἀγνοήσαντες τὸν Θεόν, τὴν ἀπολαυστικῶς τῇ αἰσθήσει γνωσθεῖσαν κτίσιν διὰ τὴν ἐξ αὐτῆς τοῦ σώματος σύστασιν Θεὸν ἐποιήσαμεν, οὕτω τὴν ἐφικτὴν τῇ νοήσει κατ᾽ ἐνέργειαν γνῶσιν τοῦ Θεοῦ λαμβάνοντες, (≡14Β_052≡> διὰ τὴν ἐξ αὐτοῦ τῆς ψυχῆς πρός τε τὸ εἶναι καὶ εὖ εἶναι καὶ ἀεὶ εἶναι σύστασιν, πᾶσαν πάσης αἰσθήσεως ἀγνοήσομεν πεῖραν.

ΣΧΟΛΙΑ.
1. Τήν σάρκα φησίν διά τῶν φαινομένων ἠθῶν εἶναι δεκτικὸν τῆς κατ᾿ ἀρετήν τῆς ψυχῆς διαθέσεως, ὄργανον πρός ἔμφασιν αὐτῇ τῇ ψυχῇ συνεζευγμένην.
2. Τήν αἴσθησιν λέγει παραπέμπουσαν τῷ νῷ τήν τῶν ὁρατῶν φαντασίαν, πρός κατανόησιν τῶν ἐν τοῖς οὖσιν λόγων, ὡς ὄργανον τῆς τοῦ νοῦ πρός τά νοητά διαβάσεως.
3. Τῆς ἀγάπης ἴδιόν φησι τῶν κατ᾿ αὐτήν ζώντων μίαν ἐνδεῖξαι γνώμην.
4. Ὅτι τῶν ὄντων διαβάς τήν οὐσίαν ὁ νοῦς, ἀνόητος γίνεται Θεῷ προσβάλλων ὑπέρ πᾶσαν ὄντι κατ' οὐσίαν καί γνῶσιν καί νόησιν.
5. Ὅτι πρός τὰς διαθέσεις τῶν ψυχῶν ὁ τοῦ Θεοῦ Λόγος ἐν τοῖς δεχομένοις αὐτόν ποιεῖται τήν τῶν χαρισμάτων διαφοράν.
6. Ὅτι κατά διάνοιαν ὡς ὑπέρ παρουσῶν τῶν ὑλῶν τούς ἀφανεῖς ἐν ἡμῖν συμπλέκουσι πολέμους οἱ δαίμονες.
7. Ὅτι διά τήν ἡδονήν φησὶν ἀγαπῶμεν τά πάθη· καί διά τήν ὀδύνην τήν ἀρετήν ἀποφεύγομεν.
8. Ὅτι καθάπερ ὁ λόγος κρατῶν τῶν παθῶν ἀρετῆς ὄργανον ποιεῖται τάς αἰσθήσεις, οὕτω καί τά πάθη κρατοῦντα τοῦ λόγου, μορφοῦσι τάς αἰσθήσεις πρός ἁμαρτίαν.
9. Ὅτι καθ᾿ ἕξιν μετά τήν ἀπαλλαγήν τῆς πρός τά ὄντα φυσικῆς σχέσεως ἑνωθεῖσα τῷ Θεῷ ἡ ψυχή, τήν περί τό καλόν παγιότητα λαμβάνει ἀμετακίνητον.
(=0268=) 10. Ὄντα λέγει τάς τῶν ὄντων οὐσίας· εἶναι δέ δοκοῦντα τάς κατά ποιὸν καί ποσὸν ῥοάς τε καί ἀποῤῥοάς, περί ἅς ἡ τῶν αἰσθήσεων πλάσις συνέστηκε τήν ἁμαρτίαν δημιουργοῦσα.
11. Ὅτι μέσος ὤν Θεοῦ καί ὕλης ὁ ἄνθρωπος, πρός τόν Θεόν (≡14Β_054≡> ὡς αἰτίαν καί τέλος τῆς οἰκείας γενέσεως μή κινηθεὶς ἀλλά πρός τήν ὕλην, εἰκότως τόν Θεόν ἠγνόησε, τῇ πρός τήν ὕλην ῥοπῇ τόν νοῦν ἀπογεώσας.
12. Σύνθετον γνῶσιν εἶπεν, τήν κατ᾿ αἴσθησιν πεῖραν τῶν αἰσθητῶν, ὡς κατά φύσιν ἔχουσαν ἡδονήν διά τήν γένεσιν, καί πόνον διά τήν φθοράν.
13. Ἡ κτίσις τῶν ὁρατῶν, φησιν, καί πρός νοῦν ἔχει λόγους πνευματικούς, καί φυσικήν πρός αἴσθησιν δύναμιν· ὧν τά νοήματα καθάπερ ξύλον ἐν μέσῳ τῆς καρδίας, παραδείσου τροπικῶς νοουμένης, ὑπάρχουσι.
14. Ἀγνοεῖ τις τήν καθ᾿ ἡδονήν καί ὀδύνην τῆς αἰσθήσεως πεῖραν, ὅταν τῷ Θεῷ προσδήσει τόν νοῦν, τῆς σωματικῆς γενόμενον ἐλεύθερον σχέσεως.

Ἐπειδὴ ἠγάθυνέ σε ὁ Θεὸς κελεῦσαί μοι ἅπερ εἶχον σεσημειωμένα τῶν ἀπορουμένων μοι κεφαλαίων γράψαι καὶ πέμψαι σοι, τὰ ἀναγκαιότερά μοι φανέντα προέταξα.

 (≡14Β_056≡>
Α (1). ΠΕΡΙ ΛΥΠΗΣ ΚΑΙ ΗΔΟΝΗΣ ΚΑΙ ΕΠΙΘΥΜΙΑΣ ΤΕ ΚΑΙ ΦΟΒΟΥ.
1. ΕΡΩΤΗΣΙΣ Α'
Τὰ πάθη αὐτὰ καθ᾽ αὑτὰ κακὰ ἢ παρὰ τὴν χρῆσιν κακά; Λέγω δὲ ἡδονὴν καὶ λύπην, ἐπιθυμίαν καὶ φόβον, καὶ τὰ τούτοις ἑπόμενα.
Ἀπόκρισις.
Τὰ πάθη ταῦτα, ὥσπερ καὶ τὰ λοιπά, τῇ φύσει τῶν ἀνθρώπων προηγουμένως οὐ συνεκτίσθη, ἐπεὶ καὶ εἰς τὸν ὅρον ἂν συνετέλουν τῆς φύσεως. Λέγω δέ, παρὰ τοῦ Νυσσαέως μεγάλου Γρηγορίου μαθών, ὅτι διὰ τὴν τῆς τελειότητος ἔκπτωσιν ἐπεισήχθη ταῦτα, τῷ ἀλογωτέρῳ μέρει προσφυέντα τῆς φύσεως· δι᾽ ὧν, ἀντὶ τῆς θείας καὶ μακαρίας εἰκόνος, εὐθὺς ἅμα τῇ παραβάσει διαφανὴς καὶ ἐπίδηλος ἐν τῷ ἀνθρώπῳ γέγονεν ἡ τῶν ἀλόγων ζῴων ὁμοίωσις. Ἔδει γάρ, τῆς ἀξίας τοῦ λόγου καλυφθείσης, ὑφ᾽ ὧν γνωμικῶς ἐπεσπάσατο τῆς ἀλογίας γνωρισμάτων ἐνδίκως τὴν φύσιν τῶν ἀνθρώπων κολάζεσθαι, σοφῶς εἰς συναίσθησιν τῆς λογικῆς μεγαλονοίας ἐλθεῖν οἰκονομοῦντος τοῦ Θεοῦ τὸν ἄνθρωπον.
Πλὴν καλὰ γίνεται καὶ τὰ πάθη ἐν τοῖς σπουδαίοις, ὁπηνίκα σοφῶς αὐτὰ τῶν σωματικῶν ἀποστήσαντες, πρὸς τὴν τῶν οὐρανίων μεταχειρίζονται κτῆσιν· οἷον, τὴν μὲν ἐπιθυμίαν τῆς νοερᾶς τῶν θείων ἐφέσεως ὀρεκτικὴν ἐργάσονται κίνησιν, τὴν ἡδονὴν δὲ τῆς ἐπὶ τοῖς θείοις χαρίσμασι τοῦ νοῦ θελκτικῆς ἐνεργείας εὐφροσύνην ἀπήμονα, τὸν δὲ φόβον τῆς μελλούσης ἐπὶ πλημμελήμασι τιμωρίας προφυλακτικὴν ἐπιμέλειαν, τὴν δὲ λύπην διορθωτικὴν ἐπὶ παρόντι κακῷ μεταμέλειαν, καὶ συντόμως (≡14Β_058≡> εἰπεῖν, κατὰ τοὺς σοφοὺς τῶν ἰατρῶν, σώματι φθαρτικοῦ θηρὸς τῆς ἐχίδνης τὴν οὖσαν ἢ μελετωμένην ἀφαιρουμένους λώβωσιν, τοῖς πάθεσι τούτοις πρὸς ἀναίρεσιν χρώμενοι παρούσης κακίας ἢ προσδοκωμένης, καὶ κτῆσιν καὶ φυλακὴν ἀρετῆς τε καὶ γνώσεως. Καλὰ οὖν, ὡς ἔφην, ταῦτα τυγχάνει διὰ τὴν χρῆσιν ἐν τοῖς πᾶν νόημα αἰχμαλωτίζουσιν εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ.
Εἰ δὲ καὶ ἐπὶ Θεοῦ τι τούτων εἴρηται τῇ Γραφῇ ἢ ἐπὶ ἁγίων, ἐπὶ μὲν Θεοῦ, δι᾽ ἡμᾶς, ὡς ἡμῖν προσφυῶς διὰ τῶν ἡμετέρων παθῶν τὰς σωστικὰς ἡμῶν καὶ ἀγαθουργοὺς τῆς προνοίας προόδους ἐκφαίνοντος, ἐπὶ δὲ τῶν ἁγίων, ὡς οὐκ ἄλλως δυναμένων τὰς περὶ Θεὸν νοερὰς αὐτῶν σχέσεις τε καὶ διαθέσεις διὰ φωνῆς προενέγκαι σωματικῆς, χωρὶς τῶν ἐγνωσμένων τῇ φύσει παθῶν.
ΣΧΟΛΙΑ.
1. Ὅτι τούς δαφόρους περί ἡμᾶς τῆς προνοίας τρόπους τοῖς ἡμῖν ἐγνωσμένοις πάθεσιν ἡ Γραφή διαπλάττεται.
2. Ὅτι τήν περί Θεόν ποιάν σχέσιν τῶν ἁγίων τοῖς ὀνόμασι τούτοις τούτοις ἡ Γραφή διασημαίνει.

Β (2). ΠΕΡΙ ΤΟΥ ΤΙ ΣΗΜΑΙΝΕΙ "Ο ΠΑΤΗΡ ΜΟΥ ΕΩΣ ΑΡΤΙ ΕΡΓΑΖΕΤΑΙ".
2. ΕΡΩΤΗΣΙΣ Β'
Εἰ πάντα τὰ εἴδη τὰ συμπληροῦντα τὸν κόσμον ἐν ταῖς ἓξ ἡμέραις ὁ δημιουργὸς ἐποίησεν, τί μετὰ ταῦτα ὁ Πατὴρ ἐργάζεται; Λέγει γὰρ ὁ Σωτὴρ ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Μή τι ἆρα τὴν τῶν ἅπαξ γεγονότων εἰδῶν συντήρησιν λέγει;
Ἀπόκρισις.
Τοὺς μὲν πρώτους τῶν γεγονότων λόγους ὁ Θεὸς καὶ τὰς (≡14Β_060≡> καθόλου τῶν ὄντων οὐσίας ἅπαξ, ὡς οἶδεν αὐτός, συμπληρώσας, ἔτι ἐργάζεται οὐ μόνον τὴν τούτων αὐτῶν πρὸς τὸ εἶναι συντήρησιν, ἀλλὰ καὶ τὴν κατ᾽ ἐνέργειαν τῶν ἐν αὐτοῖς δυνάμει μερῶν δημιουργίαν πρόοδόν τε καὶ σύστασιν, ἔτι μὴν καὶ τὴν διὰ τῆς προνοίας πρὸς τὰ καθόλου τῶν μερικῶν ἐξομοίωσιν, ἕως ἄν, τῷ κατὰ φύσιν γενικωτέρῳ λόγῳ τῆς λογικῆς οὐσίας διὰ τῆς πρὸς τὸ εὖ εἶναι κινήσεως τῶν μερικῶν τὴν αὐθαίρετον ἑνώσας ὁρμήν, ποιήσειεν ἀλλήλοις τε καὶ τῷ ὅλῳ σύμφωνα καὶ ταὐτοκίνητα, μὴ ἐχόντων τὴν γνωμικὴν πρὸς τὰ καθόλου τῶν ἐπὶ μέρους διαφοράν, ἀλλ᾽ εἷς καὶ ὁ αὐτὸς ἐφ᾽ ὅλων θεωρηθήσεται λόγος, μὴ διαιρούμενος τοῖς τῶν καθ᾽ ὧν ἴσως κατηγορεῖται τρόποις, καὶ οὕτως ἐνεργουμένην τὴν ἐκθεωτικὴν τῶν ὅλων ἐπιδείξηται χάριν· δι᾽ ἣν γενόμενος ἄνθρωπος ὁ Θεὸς καὶ Λόγος φησὶν ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι, ὁ μὲν εὐδοκῶν, ὁ δὲ αὐτουργῶν, καὶ τοῦ ἁγίου Πνεύματος οὐσιωδῶς τήν τε τοῦ Πατρὸς ἐπὶ πᾶσιν εὐδοκίαν καὶ τὴν αὐτουργίαν τοῦ Υἱοῦ συμπληροῦντος, ἵνα γένηται διὰ πάντων καὶ ἐν πᾶσι εἷς ὁ ἐν τριάδι Θεός, ἀναλόγως ὅλος ἑκάστῳ κατὰ χάριν τῶν ἀξιουμένων καὶ ὅλοις ἐνθεωρούμενος, ὡς ὅλῳ καὶ ἑκάστῳ μέλει τοῦ σώματος δίχα μειώσεως ἐνυπάρχει φυσικῶς ἡ ψυχή.
ΣΧΟΛΙΑ.
1. Ἐν τῇ ὕλῃ· τουτέστι, τῇ καθόλου τῶν ὄντων οὐσίᾳ δυνάμει τυγχάνουσι, τά κατά μέρος ἐκ τῆς ὕλης γινόμενα μερικά, ὧν τήν γένεσιν φησίν ὁ Θεός προδήλως ἐργάζεται.
2. Τήν πρός τά καθόλου τῶν μερικῶν ἐξομοίωσιν λέγει, τήν πάντων τῶν ἀνθρώπων κατά μίαν τῆς γνώμης κίνησιν πρός τόν λόγον τῆς φύσεως ἕνωσιν, ἥν ἐργάζεται διά τῆς προνοίας ὁ Θεός, ἵνα γένηται πάντων ὥσπερ μία φύσις, οὕτω (≡14Β_062≡> καί γνώμη, πάντων Θεῷ τε καί ἀλλήλοις συναφθέντων διά τοῦ Πνεύματος.

Γ (3). ΠΕΡΙ ΤΟΥ ΕΝ ΤΩ ΕΥΑΓΓΕΛΙΩ ΒΑΣΤΑΖΟΝΤΟΣ ΤΟ ΚΕΡΑΜΙΟΝ ΤΟΥ ΥΔΑΤΟΣ.
3. ΕΡΩΤΗΣΙΣ Γ'
Τίς ἐστι κατὰ τὸ Εὐαγγέλιον ὁ ἐν τῇ πόλει τὸ κεράμιον βαστάζων τοῦ ὕδατος, καὶ διὰ τί ὕδατος, ᾧ οἱ ὑπὸ Χριστοῦ πεμπόμενοι μαθηταὶ ἀπαντῶσι καὶ κελεύονται ἀκολουθεῖν; Τίς τε ὁ οἰκοδεσπότης; Καὶ διὰ τί παρὰ τοῖς εὐαγγελισταῖς σιωπᾶται τὸ ὄνομα; Καὶ τί τὸ ἀνώγαιον τὸ μέγα καὶ ἐστρωμένον, ἐν ᾧ τὸ φρικτὸν τοῦ θείου δείπνου ἐκτελεῖται μυστήριον;
Ἀπόκρισις.
Οὐ μόνον ἡ Γραφὴ παρεσιώπησε τοῦ ἀνθρώπου τὸ ὄνομα, πρὸς ὃν ἀπέστειλεν ὁ Σωτὴρ τοὺς δύο μαθητὰς εἰς τὴν τοῦ Πάσχα παρασκευήν, ἀλλὰ καὶ τῆς πόλεως εἰς ἣν ἀπεστάλησαν. Ὅθεν, κατὰ πρώτην ἐπιβολήν, ὑπονοῶ τοῦτο δηλοῦσθαι διὰ τῆς πόλεως τὸν αἰσθητὸν κόσμον, τὸν ἄνθρωπον δὲ τὴν καθόλου φύσιν τῶν ἀνθρώπων, πρὸς ἣν ἀποστέλλονται, ὥσπερ μαθηταὶ τοῦ Θεοῦ καὶ Λόγου, καὶ πρόδρομοι τῆς αὐτοῦ πρὸς τὴν φύσιν τῶν ἀνθρώπων μυστικῆς εὐωχίας ἑτοιμασταί, ὁ τῆς πρώτης διαθήκης νόμος καὶ ὁ τῆς καινῆς, ὁ μὲν διὰ τῆς πρακτικῆς φιλοσοφίας παντὸς μολυσμοῦ τὴν φύσιν ἀποκαθαίρων, ὁ δὲ διὰ τῆς θεωρητικῆς μυσταγωγίας ἀπὸ τῶν σωματικῶν πρὸς τὰ συγγενῆ τῶν νοητῶν θεάματα τὸν νοῦν γνωστικῶς ἀναβιβάζων. Καὶ τούτου τεκμήριον τὸ τοὺς πεμφθέντας μαθητὰς εἶναι Πέτρον καὶ Ἰωάννην· ἔστι γὰρ ὁ μὲν Πέτρος πράξεως, ὁ δὲ Ἰωάννης θεωρίας σύμβολον.
Διὸ προσφόρως ὑπαντᾷ πρῶτος αὐτοῖς ὁ τὸ κεράμιον βαστάζων τοῦ ὕδατος, σημαίνων δι᾽ ἑαυτοῦ πάντας τοὺς κατὰ τὴν πρακτικὴν φιλοσοφίαν τοῖς ὤμοις τῶν ἀρετῶν, ὡς ἐν κεραμίῳ, (≡14Β_064≡> τῇ νεκρώσει τῶν ἐπὶ γῆς μελῶν τοῦ σώματος φρουρουμένην βαστάζοντας τὴν διὰ τῆς πίστεως τῶν μολυσμῶν αὐτοὺς ἐκκαθαίρουσαν χάριν τοῦ Πνεύματος, εἶτα μετὰ τοῦτον δεύτερος ὁ τὸ ἀνώγαιον τὸ ἐστρωμένον δεικνὺς οἰκοδεσπότης, διδάσκων ὡσαύτως δι᾽ ἑαυτοῦ πάντας τοὺς κατὰ τὴν θεωρίαν τὸ ὕψος τῆς ἑαυτῶν καθαρᾶς καὶ μεγαλοφυοῦς διανοίας, ὥσπερ ἀνώγαιον, πρὸς ὑποδοχὴν τοῦ μεγάλου Λόγου θεοπρεπῶς γνωστικοῖς νοήμασί τε καὶ δόγμασι καταστρώσαντας. Ἡ δὲ οἰκία ἐστὶν ἡ κατ᾽ εὐσέβειαν ἕξις, πρὸς ἣν ὁ μὲν πρακτικὸς ὁδεύει νοῦς τὴν ἀρετὴν διέπων, δεσπόζει δὲ ταύτης, ὡς ἰδίαν λοιπὸν φύσει κτησάμενος, ὁ τῷ θείῳ φωτὶ τῆς μυστικῆς γνώσεως καταλαμπόμενος νοῦς καὶ διὰ τοῦτο, σὺν τῷ πρακτικῷ, τῆς ὑπερφυοῦς τοῦ Σωτῆρος Λόγου παρουσίας τε καὶ εὐωχίας ἀξιούμενος.
Εἷς μὲν οὖν ὁ ἄνθρωπος εἴρηται καὶ δύο, εἴπερ ὁ μὲν κεράμιον βαστάζων γέγραπται, ὁ δὲ οἰκοδεσπότης ἀνηγόρευται· εἷς μέν, ὡς ἔφην, τυχόν, διὰ τὴν μίαν φύσιν, δύο δὲ διὰ τὸ ταύτην τὴν φύσιν τοῖς πρακτικοῖς κατ᾽ εὐσέβειαν διῃρῆσθαι καὶ θεωρητικοῖς· οὓς πάλιν διὰ τοῦ Πνεύματος μιγνὺς ὁ Λόγος ἕνα καλεῖ τε καὶ ποιεῖ.
Εἰ δὲ καὶ εἰς τὸν καθέκαστον ἄνθρωπον θέλοι τις τὰ εἰρημένα θεωρῆσαι, τῆς ἀληθείας οὐκ ἐκβέβηκε. Πόλις γάρ ἐστιν ἡ τοῦ καθέκαστον ψυχή, εἰς ἣν διαπαντὸς ἀποστέλλονται, ὡς μαθηταὶ τοῦ Λόγου καὶ Θεοῦ, οἱ περὶ ἀρετῆς καὶ γνώσεως λόγοι. Ὁ δὲ τὸ κεράμιον βαστάζων τοῦ ὕδατός ἐστιν ὁ ἀνέχων τοῖς ὤμοις τῆς ἐγκρατείας ἀκαθαίρετον τὴν ἐν τῷ βαπτίσματι δοθεῖσαν χάριν τῆς πίστεως καρτερικὸς τρόπος τε καὶ λογισμός. Ἡ δὲ οἰκία ἐστὶν ἡ ἐκ πολλῶν καὶ διαφόρων, ὥσπερ λίθων, στερρῶν τε καὶ ἀνδρικῶν ἠθῶν τε καὶ λογισμῶν οἰκοδομηθεῖσα κατάστασίς τε καὶ ἕξις τῶν ἀρετῶν. Τὸ δὲ ἀνώγαιον ἡ πλατεῖα καὶ εὐρύχωρός ἐστι διάνοιά τε καὶ ἐπιτηδειότης τῆς γνώσεως, θείοις μυστικῶν τε καὶ ἀπορρήτων δογμάτων κατακοσμηθεῖσα θεάμασιν. Ὁ δὲ οἰκοδεσπότης ἐστὶν ὁ νοῦς ὁ τῷ (≡14Β_066≡> λαμπρῷ τῆς κατ᾽ ἀρετὴν οἰκίας καὶ τῷ ὕψει κάλλει τε καὶ μεγέθει τῆς γνώσεως ἐμπλατυνόμενος· πρὸς ὃν μετὰ τῶν αὐτοῦ μαθητῶν, τουτέστι τῶν περὶ φύσεως καὶ χρόνου πρώτων καὶ πνευματικῶν νοημάτων, ἐνδημῶν ὁ Λόγος ἑαυτὸν μεταδίδωσιν. Πάσχα γὰρ ἀληθῶς ἐστιν ἡ πρὸς τὸν ἀνθρώπινον νοῦν τοῦ Λόγου διάβασις, καθ᾽ ἣν τὸ πλῆρες ἅπασι χαρίζεται τοῖς ἀξίοις διὰ τῆς τῶν οἰκείων ἀγαθῶν μετοχῆς παραγινόμενος μυστικῶς ὁ τοῦ Θεοῦ Λόγος.

Δ (4). ΠΕΡΙ ΤΟΥ ΜΗ ΚΤΗΣΑΣΘΑΙ ΔΥΟ ΧΙΤΩΝΑΣ.
4. ΕΡΩΤΗΣΙΣ Δ'
Πῶς τοῖς μαθηταῖς ἐνετείλατο ὁ Κύριος μὴ κτήσασθαι δύο χιτῶνας, αὐτὸς πέντε κεκτημένος κατὰ τὸν ἅγιον εὐαγγελιστὴν Ἰωάννην, ὡς ἐκ τῶν μερισαμένων αὐτὰ δῆλόν ἐστι. Καὶ τίνα ταῦτα τυγχάνει τὰ ἱμάτια;
Ἀπόκρισις.
Ὁ Σωτὴρ οὐκ ἔσχε πέντε χιτῶνας ἀλλ᾽ ἕνα τὸν ἐπὶ τοῦ σώματος καὶ τὴν ἔξω περιβολήν, ὧν τὸ μὲν ἐντὸς ἐπὶ τοῦ σώματος καλοῦσι χιτώνιον, τὴν ἔξω δὲ περιβολὴν προσαγορεύουσιν ἱμάτιον. Ἀλλὰ μυστικῶς τῷ ῥητῷ τῆς ἱστορίας τὸ τῆς θεωρίας ἄρρητον ὁ μέγας ἐξέδωκε διὰ τοῦ Πνεύματος εὐαγγελιστὴς Ἰωάννης, ἵνα τὸν ἡμέτερον νοῦν διὰ τῶν ἱστορουμένων ἐπὶ τὴν ἀλήθειαν ὁδηγήσῃ τῶν νοουμένων. Ὁ μὲν οὖν ἄνωθεν ὑφαντὸς διόλου χιτὼν τοῦ Σωτῆρος, ὃν οὐκ ἔσχισαν οἱ σταυρώσαντες, κἂν ἐκδύσαι συνεχωρήθησαν, ἡ διάλληλος τῶν ἀρετῶν ἀδιάστατός ἐστι συνοχή τε καὶ συμπλοκὴ καὶ παρ᾽ ἡμῶν τῷ λόγῳ κατάλληλος καὶ πρέπουσα σκέπη, ἢ ἡ ἄνωθεν κατ᾽ αὐτὸν τοῦ νέου ἀνθρώπου διὰ τοῦ Πνεύματος ὑφασμένη χάρις. Ἡ ἔξω δὲ περιβολὴ ὁ αἰσθητός ἐστι κόσμος, στοιχείοις τέσσαρσι διαιρούμενος, ὃν ὡς τέσσαρα ἱμάτια μερίζονται οἱ νοητῶς ἐν (≡14Β_068≡> ἡμῖν σταυροῦντες τὸν Κύριον. Μερίζονται τοίνυν οἱ δαίμονες τὴν φαινομένην κτίσιν τῶν τεσσάρων στοιχείων, πρὸς πάθος ὁρᾶν κατ᾽ αἴσθησιν ἡμᾶς παρασκευάζοντες τοὺς ἐν αὐτῇ θείους ἀγνοήσαντας λόγους. Τὸν δὲ χιτῶνα τῶν ἀρετῶν κἂν ἐπαίρουσιν ἐξ ἡμῶν διὰ τῆς τῶν καλῶν ἀπραξίας, ἀλλὰ τὴν ἀρετὴν κακίαν εἶναι πεῖσαι οὐ δύνανται.
Μὴ τοίνυν πλεονεξίας ἀφορμὴν ποιήσωμεν τὰ πέντε τοῦ Σωτῆρος ἱμάτια, ἀλλὰ γνῶμεν τί τῆς Γραφῆς ὑπάρχει τὸ βούλημα, καὶ πῶς ἐν ἡμῖν ἀμελοῦσι τῶν καλῶν ὁ Κύριος σταυροῦται καὶ γυμνοῦται διὰ τῆς ἡμῶν ἐν τοῖς καλοῖς ἀργίας, καὶ πρὸς ὑπηρεσίαν παθῶν δι᾽ ἡμῶν, ὥσπερ ἱμάτια, μερίζονται τὴν αὐτοῦ κτίσιν οἱ δαίμονες· καὶ ἀσφαλεῖς γενώμεθα φύλακες τῶν ἐκ Θεοῦ χαρισθέντων ἡμῖν ἀγαθῶν· καὶ τὴν κτίσιν καλῶς πρὸς μόνην τὴν αὐτοῦ θεασώμεθα δόξαν· καὶ τὸν χιτῶνα τοῦ λόγου τῆς γνώσεως, φημὶ δὲ τὰς ἀρετάς, διὰ τῆς σπουδῆς τῶν ἀγαθῶν ἔργων ἀναφαίρετον τηρήσωμεν.
Εἰ δὲ βούλεσθε, πρὸς τοῖς εἰρημένοις, χιτῶνα μὲν νοεῖν ἄνωθεν ὑφαντὸν τὸν τῶν ἀσωμάτων καὶ νοητῶν οὐσιῶν κόσμον, τὴν ἔξω δὲ περιβολήν, ἣν εἰς τέσσαρα μέρη ὡς στοιχεῖα διεῖλεν ὁ λόγος, εἰς τὴν σωματικὴν φύσιν νοεῖν, οὐχ ἁμαρτήσεσθε τῆς ἀληθείας· ὧν τὸ μὲν σῶμα τῇ φθορᾷ διέλυσαν, ἰσχὺν λαβόντες καθ᾽ ἡμῶν τοῦ νόμου τῆς ἐντολῆς τὴν παράβασιν, τὴν δὲ ψυχήν, ὡς τῆς ἄνωθεν συγγενείας ὑπάρχουσαν, οὐ κατέσχισαν.

Ε (5). ΠΕΡΙ ΤΗΣ ΚΑΤΑΡΑΘΕΙΣΗΣ ΓΗΣ ΕΝ ΤΟΙΣ ΕΡΓΟΙΣ ΤΟΥ ΑΔΑΜ.
5. ΕΡΩΤΗΣΙΣ Ε'
Τίς ἡ καταρωμένη γῆ ἐν τοῖς ἔργοις τοῦ Ἀδὰμ κατὰ τὴν ἀναγωγήν; Καὶ τί τὸ ἐν λύπαις αὐτὴν φαγεῖν; Καὶ τί τὸ μετὰ τὸ ἀνατεῖλαι ἀκάνθας καὶ τριβόλους τὸν χόρτον ἐσθίειν; Καὶ τί τὸ τελευταῖον ἐν ἱδρῶτι τοῦ προσώπου αὐτοῦ τὸν ἄρτον φαγεῖν; Καὶ μέντοι οὐδέποτε ὤφθη ἄνθρωπος (≡14Β_070≡> γῆν ἐσθίων οὔτε χόρτον· οὐδὲ οἱ τὸν ἄρτον ἐσθίοντες κατὰ τὴν ἀπόφασιν τῆς ἱστορίας ἐν ἱδρῶτι τοῦ προσώπου ἐσθίουσιν.
Ἀπόκρισις.
Ἡ κατηραμένη γῆ ἐν τοῖς ἔργοις τοῦ Ἀδάμ ἐστιν ἡ σὰρξ τοῦ Ἀδάμ, ἀεὶ γινομένη διὰ τῶν ἔργων τοῦ Ἀδάμ, λέγω δὲ τῶν παθῶν τοῦ γεωθέντος νοῦ, κατηραμένη τῇ τῶν ἀρετῶν, ὡς ἔργων Θεοῦ, ἀκαρπίᾳ· ἣν μετ᾽ ὀδύνης πολλῆς καὶ λύπης ἐσθίει τῆς κατ᾽ αὐτὴν μικρᾶς ἡδονῆς ἀπολαύων. ῞Ητις σὰρξ ὑπὲρ ταύτης τῆς φθαρτῆς ἀπολαύσεως ἀνατέλλει αὐτῷ μερίμνας καὶ φροντίδας, καθάπερ ἀκάνθας, καὶ μεγάλους πειρασμοὺς καὶ κινδύνους, ὥσπερ τριβόλους, κατά τε λόγον καὶ θυμὸν καὶ ἐπιθυμίαν ἀλγεινῶς αὐτὸν πανταχόθεν κατακεντοῦντας, ἵνα μόλις δυνηθῇ τὴν ταύτης ὑγείαν τε καὶ εὐεξίαν, ὡς χόρτον μαραινόμενον, περιποιήσασθαι καὶ φαγεῖν, τουτέστι τυχεῖν, καὶ τότε μετὰ πολλὴν τῶν δεινῶν ἐπανακύκλησιν ἐν ἱδρῶτι τοῦ προσώπου, τουτέστιν ἐν τῷ κατ᾽ αἴσθησιν καμάτῳ τε καὶ κόπῳ τῆς περιέργου κατασκοπῆς τῶν αἰσθητῶν, ὥσπερ ἄρτον, τὴν πρὸς σύστασιν ἔχειν τῆς παρούσης ζωῆς ἀφορμήν, ἢ διὰ τέχνης ἢ δι᾽ ἄλλης τινὸς περινενοημένης τῷ βίῳ μεθοδίας.
῍Η μᾶλλον γῆ τοῦ Ἀδάμ ἐστιν ἡ καρδία, κατάραν λαβοῦσα διὰ τῆς παραβάσεως τὴν τῶν οὐρανίων ἀγαθῶν ἀφαίρεσιν. ῞Ηντινα γῆν κατὰ τὴν πρακτικὴν φιλοσοφίαν διὰ πολλῶν θλίψεων ἐσθίει, καθαρθεῖσαν τῆς κατὰ συνείδησιν τῆς κατάρας τῶν ἔργων τῆς αἰσχύνης. Καὶ πάλιν τοὺς ἀνατέλλοντας ἐν αὐτῇ δίκην ἀκανθῶν λογισμοὺς περὶ τῆς τῶν σωμάτων γενέσεως καί, ὥσπερ τριβόλους, τοὺς περὶ τῶν ἀσωμάτων προνοίας τε καὶ κρίσεως περισκελεῖς λογισμοὺς ἀποκαθαίρων τῷ λόγῳ, τὴν φυσικήν, ὥσπερ χόρτον, δρέπεται πνευματικῶς θεωρίαν. Καὶ οὕτως, ὡς ἐν ἱδρῶτι τοῦ προσώπου, τῷ ἐπιστημονικῷ τῆς διανοίας κατὰ τὴν γνῶσιν τρόπῳ τὸν ἄφθαρτον τῆς θεολογίας ἄρτον ἐσθίει, τὸν μόνον ὄντως ζωτικόν, καὶ τῶν ἐσθιόντων αὐτὸν συντηροῦντα πρὸς ἀφθαρσίαν τὴν γένεσιν. Γῆ τοίνυν ἐστίν, καλῶς (≡14Β_072≡> ἐσθιομένη, ἡ διὰ πράξεως τῆς καρδίας κάθαρσις, χόρτος δὲ ἡ κατὰ τὴν φυσικὴν θεωρίαν ἐπιστήμη τῶν γεγονότων, ἄρτος δὲ ἡ κατὰ τὴν θεολογίαν ἀληθὴς μυσταγωγία.
ΣΧΟΛΙΟΝ
1. Ἔργα λέγει τοῦ Ἀδάμ τά πάθη τῆς ἀτιμίας· τάς γάρ ἀρετάς ἐργάζεται μόνος ὁ Θεός ἐν τοῖς βουλομένοις· πρός τήν τῶν ἀρετῶν φανέρωσιν, μόνην καθάπερ ὄργανον λαμβάνων, τῶν βουλομένων τήν πρόθεσιν.

S (6). ΠΕΡΙ ΤΟΥ "Ο ΓΕΓΕΝΝΗΜΕΝΟΣ ΕΚ ΤΟΥ ΘΕΟΥ ΑΜΑΡΤΙΑΝ ΟΥ ΠΟΙΕΙ".
6. ΕΡΩΤΗΣΙΣ S'
Εἰ κατὰ τὸν ἅγιον Ἰωάννην ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει, καὶ οὐ δύναται ἁμαρτάνειν, ὁ δὲ γεγεννημένος ἐξ ὕδατος καὶ Πνεύματος οὗτος ἐκ τοῦ Θεοῦ γεγέννηται, πῶς οἱ ἐκ τοῦ Θεοῦ διὰ τοῦ βαπτίσματος γεγεννημένοι ἡμεῖς δυνάμεθα ἁμαρτάνειν;
Ἀπόκρισις.
Διττὸς ἐν ἡμῖν τῆς ἐκ Θεοῦ γεννήσεως ὁ τρόπος· ὁ μὲν πᾶσαν δυνάμει παροῦσαν τοῖς γεννωμένοις διδοὺς τὴν χάριν τῆς υἱοθεσίας, ὁ δὲ κατ᾽ ἐνέργειαν ὅλην παροῦσαν καὶ τὴν τοῦ γεννωμένου πᾶσαν πρὸς τὸν γεννῶντα Θεὸν προαίρεσιν γνωμικῶς μεταπλάττουσαν εἰσάγων· καὶ ὁ μὲν κατὰ πίστιν μόνην δυνάμει παροῦσαν τὴν χάριν ἔχων, ὁ δὲ πρὸς τῇ πίστει καὶ τὴν κατ᾽ ἐπίγνωσιν ἐνεργοῦσαν ἐν τῷ ἐπεγνωκότι τὴν τοῦ γνωσθέντος θειοτάτην ὁμοίωσιν ἐμποιῶν. Οἷς μὲν οὖν ὁ πρῶτος τῆς γεννήσεως ἐνθεωρεῖται τρόπος, διὰ τὸ μήπω τὴν γνώμην καθαρῶς ἐξηλωθεῖσαν τῆς σαρκικῆς προσπαθείας ποιωθῆναι διόλου τῷ Πνεύματι κατ᾽ αὐτὴν τῶν ἐγνωσμένων θείων μυστηρίων δι᾽ (≡14Β_074≡> ἐνεργείας τὴν μέθεξιν, τὸ πρὸς ἁμαρτίαν ῥέψαι ποτὲ βουλομένοις οὐκ ἄπεστιν. Οὐ γὰρ γεννᾷ γνώμην τὸ Πνεῦμα μὴ θέλουσαν, ἀλλὰ βουλομένην μεταπλάττει πρὸς θέωσιν· ἧς ὁ κατ᾽ ἐπίγνωσιν πείρᾳ μεταλαβὼν οὐ δύναται τοῦ κυρίως κατ᾽ ἀλήθειαν ἅπαξ ἔργῳ διαγνωσθέντος πρὸς ἄλλο τι παρ᾽ ἐκεῖνο κἀκεῖνο εἶναι προσποιούμενον μεταπεσεῖν, ὥσπερ οὔτε ὀφθαλμὸς ἅπαξ τὸν ἥλιον θεασάμενος εἰς τὴν σελήνην ἤ τινας ἄλλους τῶν κατ᾽ οὐρανὸν ἀστέρων παραγνωρίσαι. Ὧν δὲ κατὰ τὴν γέννησιν τὴν ὅλην προαίρεσιν λαβὸν τὸ Πνεῦμα τὸ ἅγιον ἀπὸ τῆς γῆς πρὸς οὐρανοὺς διόλου μετέθηκε καὶ διὰ τῆς κατ᾽ ἐνέργειαν ἀληθοῦς ἐπιγνώσεως ταῖς τοῦ Θεοῦ καὶ Πατρὸς μακαρίαις ἀκτῖσι τὸν νοῦν μετεποίησεν, ὡς ἄλλον εἶναι θεὸν νομισθῆναι, παθόντα κατὰ τὴν ἕξιν διὰ τῆς χάριτος ὅπερ οὐ πάσχων ἀλλ᾽ ὑπάρχων κατ᾽ οὐσίαν ἐστὶν ὁ Θεός, τούτων σαφῶς ἀναμάρτητος κατὰ τὴν ἕξιν τῆς ἀρετῆς καὶ τῆς γνώσεως ἡ προαίρεσις γέγονεν, μὴ δυναμένων ἀρνήσασθαι τὸ διὰ τῆς πείρας αὐτοῖς κατ᾽ ἐνέργειαν διεγνωσμένον. Κἂν οὖν ἔχωμεν τὸ πνεῦμα τῆς υἱοθεσίας, ὅπέρ ἐστι σπέρμα πρὸς τὴν τοῦ σπείραντος εἰδοποιοῦν τοὺς γεννωμένους ὁμοίωσιν, ἀλλ᾽ οὐ παρέχομεν αὐτῷ τὴν γνώμην τῆς ἐπ᾽ ἄλλο ῥοπῆς τε καὶ διαθέσεως καθαράν, καὶ διὰ τοῦτο καὶ μετὰ τὸ γεννηθῆναι δι᾽ ὕδατος καὶ Πνεύματος θέλοντες ἁμαρτάνομεν. Εἰ δὲ τούτων, ὕδατος λέγω καὶ Πνεύματος, τὴν ἐνέργειαν δέχεσθαι γνωστικῶς τὴν γνώμην παρεσκευάζομεν, ἄρα ἂν διὰ τῆς πρακτικῆς τὸ μυστικὸν ὕδωρ ἐποιεῖτο τὴν τῆς συνειδήσεως κάθαρσιν, καὶ τὸ ζωοποιὸν Πνεῦμα τὴν ἄτρεπτον ἐν ἡμῖν τοῦ καλοῦ διὰ τῆς ἐν πείρᾳ γνώσεως ἐνήργει τελείωσιν. Λείπει τοιγαροῦν ἑκάστῳ ἡμῶν τῶν ἁμαρτεῖν ἔτι δυναμένων τὸ καθαρῶς ἑαυτοὺς ὅλους κατὰ τὴν γνώμην ἐμπαρέχειν βουληθῆναι τῷ Πνεύματι.
 (≡14Β_076≡>
ΣΧΟΛΙΑ
1. Διὰ τοῦ ἑνὸς τρόπου, φησί, δίδοται δυνάμει μόνον ἡ χάρις τῆς υἱοθεσίας, ἐπεὶ πᾶσι τοῖς βαπτισθεῖσι δίδοται ἡ δυνατότης γενέσθαι υἱοὺς τοῦ Θεοῦ· ἔφη γάρ· «ἐάν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν». Καὶ πάλιν· «ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι». Διὰ δὲ τοῦ ἑτέρου τρόπου, διὰ τῆς ἐκτελέσως τῶν ἐντολῶν καὶ τῆς γνώσεως τῆς ἀληθείας, δίδοται ἡ τελειότης τῆς αὐτῆς υἱοθεσίας, τουτέστιν ἡ ἀδυναμία πρὸς ἁμαρτίαν, διὰ τῆς θεώσεως τῆς οὐκ ἐν τῷ πρώτῳ τρόπῳ ὑπαρχούσης. Διὰ γὰρ τὴν ἐλευθέραν βούλησιν τοῦ ἀνθρώπου οὐκ ἀφαιρεῖται ἐν αὐτῷ ἡ δυνατότης πρὸς ἁμαρτίαν, ὡς μὴ στρεφομένου ἔτι κατὰ χάριν ὅλου τοῦ πόθου πρὸς Θεόν.
2. Ἡ ἀργή πίστις, φησίν, δυνάμει τήν χάριν ἔχει τῆς υἱοθεσίας, ὡς διά τῶν ἐντολῶν μή κινουμένων τῶν ἐχόντων αὐτήν.

Ζ (7). ΠΕΡΙ ΤΟΥ "ΕΙΣ ΤΟΥΤΟ ΓΑΡ ΚΑΙ ΝΕΚΡΟΙΣ ΕΥΗΓΓΕΛΙΣΘΗ".
7. ΕΡΩΤΗΣΙΣ Ζ'
Τί ἐστιν εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσι μὲν κατὰ ἄνθρωπον σαρκί, ζῶσι δὲ κατὰ Θεὸν πνεύματι; Πῶς οἱ νεκροὶ σαρκὶ κρίνονται;
Ἀπόκρισις.
Ἔθος ἐστὶ τῇ Γραφῇ τοὺς χρόνους μεταλλάσσειν καὶ εἰς ἀλλήλους μετεκλαμβάνειν, καὶ τὸν μέλλοντα ὡς παρῳχηκότα καὶ τὸν παρῳχηκότα ὡς μέλλοντα, καὶ τὸν ἐνεστῶτα εἰς τὸν πρὸ αὐτοῦ καὶ μετ᾽ αὐτὸν χρόνον ἐκφωνεῖν, ὡς ἔστι δῆλον τοῖς αὐτῆς πεπειραμένοις. Φασὶν οὖν τινες νεκροὺς λέγειν ἐνταῦθα τὴν Γραφὴν τοὺς πρὸ τῆς ἐπιδημίας τοῦ Χριστοῦ τελειωθέντας ἀνθρώπους, οἷον τοὺς ἐν τῷ κατακλυσμῷ, τοὺς ἐν τῷ χρόνῳ τῆς πυργοποιΐας, τοὺς ἐν Σοδόμοις, τοὺς ἐν Αἰγύπτῳ, καὶ τοὺς ἄλλους (≡14Β_078≡> τοὺς κατὰ διαφόρους καιρούς τε καὶ τρόπους τὴν πολύτροπον δίκην καὶ τὰς ἐξαισίους ἐπαγωγὰς τῶν θείων κριμάτων δεξαμένους· οἵτινες οὐχ ὑπὲρ ἀγνοίας Θεοῦ τοσοῦτον ὅσον τῆς εἰς ἀλλήλους παροινίας τὴν δίκην ἔτισαν· οἷς εὐηγγελίσθαι λέγει τὸ μέγα τῆς σωτηρίας κήρυγμα, κριθεῖσιν ἤδη σαρκὶ κατὰ ἄνθρωπον, τουτέστιν ἀπολαβοῦσι τῶν εἰς ἀλλήλους ἐγκλημάτων τὴν δίκην διὰ τῆς ἐν σαρκὶ ζωῆς, ἵνα ζήσωσι κατὰ Θεὸν πνεύματι, τουτέστι ψυχῇ δεχόμενοι, κατὰ τὸν ᾅδην ὄντες, τῆς θεογνωσίας τὸ κήρυγμα, διὰ τοῦ καὶ νεκροὺς σῶσαι κατελθόντος εἰς ᾅδην Σωτῆρος πιστεύσαντες. Ὑπὲρ δὲ τοῦ νοηθῆναι τὸν τόπον οὕτως ἐκλάβωμεν· εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, κριθεῖσι κατὰ ἄνθρωπον σαρκί, ἵνα ζήσωσι κατὰ Θεὸν πνεύματι.
῍Η πάλιν νεκροὺς λέγει τυχὸν ἐπικεκρυμμένως τοὺς τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντας, οἷς εἰκότως κατ᾽ ἀλήθειαν δι᾽ αὐτῶν τῶν ἔργων δέδοται τὸ θεῖον Εὐαγγέλιον, εἴπερ τὸ Εὐαγγέλιον σαρκικῆς μὲν εἰσηγεῖται ζωῆς ἄρνησιν, πνευματικῆς δὲ ὁμολογίαν, τοὺς ἀεὶ μὲν κατὰ ἄνθρωπον, λέγω δὲ τὴν ἀνθρωπίνην ἐν σαρκὶ κατὰ τὸν αἰῶνα τοῦτον ζωήν, ἀποθνῄσκοντας, ζῶντας δὲ κατὰ Θεὸν μόνῳ τῷ πνεύματι, κατὰ τὸν θεῖον ἀπόστολον καὶ τοὺς ἀμφ᾽ αὐτόν, τοὺς ζῶντας μὲν οὐδαμῶς ἰδίαν ζωήν, ζῶντα δὲ τὸν Χριστὸν ἐν ἑαυτοῖς κατὰ μόνην ἔχοντας τὴν ψυχήν. Οὕτως οἱ διὰ τὸν Θεὸν ἐν τῷ αἰῶνι τούτῳ νεκροὶ σαρκὶ κρίνονται, θλίψεις καὶ βασάνους πολλὰς καὶ στενοχωρίας ἔχοντες, καὶ διωγμοὺς καὶ μυρία πειρασμῶν εἴδη μετὰ χαρᾶς ὑπομένοντες.

Η (8). ΠΕΡΙ ΤΟΥ "Ο ΘΕΟΣ ΦΩΣ ΕΣΤΙΝ".
8. ΕΡΩΤΗΣΙΣ Η'
Ἐπειδὴ πάλιν λέγει ὁ ἅγιος Ἰωάννης ὁ Θεὸς φῶς ἐστι, καὶ πάλιν μετ᾽ ὀλίγα ἐὰν ἐν τῷ φωτὶ περιπατῶμεν, ὡς αὐτός (≡14Β_080≡> ἐστιν ἐν τῷ φωτί, πῶς καὶ φῶς ὁ αὐτὸς λέγεται, καὶ ἐν τῷ φωτὶ εἶναι, ὡς ἄλλος ἐν ἄλλῳ;
Ἀπόκρισις.
Ὁ κατ᾽ οὐσίαν ἀληθῶς φῶς ὑπάρχων Θεὸς ἐν τοῖς ἐν αὐτῷ διὰ τῶν ἀρετῶν περιπατοῦσίν ἐστιν, ἀληθῶς φῶς γενομένοις. Ὥσπερ οὖν τὸ κατὰ μέθεξιν φῶς, ὡς οἱ ἅγιοι πάντες διὰ φιλοθεΐαν ἐν τῷ κατ᾽ οὐσίαν γίνονται φωτί, οὕτω τὸ κατ᾽ οὐσίαν ἐν τῷ κατὰ μέθεξιν φωτὶ διὰ φιλανθρωπίαν γίνεται φῶς. Ἐὰν οὖν ἐσμεν κατὰ τὴν ἀρετὴν καὶ τὴν γνῶσιν ὡς ἐν φωτὶ τῷ Θεῷ, καὶ αὐτὸς ὁ Θεός, ὡς φῶς, ἐν φωτί ἐστιν ἐν ἡμῖν. Ὁ γὰρ φύσει φῶς ὁ Θεὸς ἐν τῷ μιμήσει γίνεται φωτί, ὡς ἐν εἰκόνι ἀρχέτυπον. ῍Η μᾶλλον, φῶς ἐστιν ὁ Θεὸς καὶ Πατὴρ ἐν φωτί, δηλαδὴ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, οὐκ ἄλλο καὶ ἄλλο καὶ ἄλλο φῶς ὑπάρχων, ἀλλὰ κατ᾽ οὐσίαν ἓν καὶ τὸ αὐτό, κατὰ τὸν τῆς ὑπάρξεως τρόπον τρισσοφαές.

Θ (9). ΠΕΡΙ ΤΟΥ "ΑΔΕΛΦΟΙ, ΝΥΝ ΤΕΚΝΑ ΘΕΟΥ ΕΣΜΕΝ ΚΑΙ ΟΥΠΩ ΕΦΑΝΕΡΩΘΗ ΤΙ ΕΣΟΜΕΘΑ".
9. ΕΡΩΤΗΣΙΣ Θ'
Τί λέγει πάλιν ὁ ἅγιος Ἰωάννης ἀδελφοί, νῦν τέκνα Θεοῦ ἐσμεν, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα; Εἰ οὔπω ἐφανερώθη τί ἐσόμεθα, πῶς ὁ ἅγιος Παῦλος λέγει ἡμῖν δὲ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος· τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ; Πῶς δὲ καὶ τοιαῦτα φιλοσοφεῖ περὶ τοῦ τί ἐσόμεθα;
Ἀπόκρισις.
Ὁ μὲν ἅγιος εὐαγγελιστὴς Ἰωάννης τὸν τρόπον τῆς μελλούσης τῶν γενομένων ἐνταῦθα τέκνων τοῦ Θεοῦ διὰ τῶν κατὰ (≡14Β_082≡> τὴν πίστιν ἀρετῶν θεώσεως ἠγνοηκέναι λέγει, μήπω φανερωθείσης τῆς αὐθυπάρκτου κατὰ τὸ εἶδος τῶν μελλόντων ἀγαθῶν ὑποστάσεως. Διὰ πίστεως γὰρ ἐνταῦθα περιπατοῦμεν, ἀλλ᾽ οὐ διὰ εἴδους. Ὁ δὲ ἅγιος Παῦλος τὸν ἐπὶ τοῖς μέλλουσιν ἀγαθοῖς θεῖον σκοπὸν λέγει δι᾽ ἀποκαλύψεως εἰληφέναι, οὐ μὴν αὐτὸν ἐγνωκέναι τὸν κατὰ τὸν θεῖον σκοπὸν τῆς ἐκθεώσεως τρόπον. Διὸ λέγει σαφῶς ἑαυτὸν ἑρμηνεύων κατὰ σκοπὸν διώκω πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως, γνῶναι δηλονότι θέλων ἐκ τοῦ παθεῖν τὸν τρόπον τῆς κατ᾽ ἐνέργειαν ἐκπληρώσεως τοῦ θείου καὶ αὐτῷ δι᾽ ἀποκαλύψεως ἐνταῦθα γνωσθέντος σκοποῦ τῆς ἐκθεωτικῆς τῶν ἀξιουμένων δυνάμεως. Συνᾴδουσιν οὖν οἱ ἀπόστολοι, διὰ τῆς δοκούσης ἐναντιοφανοῦς διδασκαλίας ἀλλήλοις συμπνέοντες, ὡς ὑφ᾽ ἑνὸς καὶ τοῦ αὐτοῦ κινούμενοι Πνεύματος. Ὁ μὲν γὰρ τοῦ τρόπου τῆς μελλούσης κατὰ τὴν χάριν θεώσεως ὁμολογεῖ τὴν ἄγνοιαν, ὁ δὲ τοῦ σκοποῦ μεγαλοφυῶς εἰσηγεῖται τὴν εἴδησιν. Ὅτι δὲ ταύτης ἔχεται τῆς γνώμης ὁ μέγας ἀπόστολος, αὐτὸς ἑαυτοῦ διὰ πάντων τῶν θείων αὐτοῦ λόγων μάρτυς καθέστηκεν, ποτὲ μὲν πᾶσαν καταργηθήσεσθαι φάσκων γνῶσιν καὶ προφητείαν, ποτὲ δὲ οὔπω λογιζόμενος ἑαυτὸν κατειληφέναι, ποτὲ δὲ δι᾽ ἐσόπτρου καὶ αἰνιγμάτων βλέπειν λέγων τὰ μέλλοντα καὶ εἶναι καιρὸν ὅτε τῆς πρόσωπον πρὸς πρόσωπον τῶν ἐλπιζομένων μεγάλης καὶ ὑπὲρ νόησιν ἀπολαύειν χάριτος, ποτὲ δὲ ἐκ μέρους γινώσκειν ὁμολογῶν καὶ ἐκ μέρους προφητεύειν, ποτὲ δὲ χρῆν αὐτὸν γνώσεσθαι καθὼς καὶ ἐπεγνώσθη διαρρήδην βοῶν, ὡς οὔπω δηλονότι γνοὺς τὸ γνωσθησόμενον. Καὶ συντόμως εἰπεῖν, τὸ ὅταν ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται τῷ ἀποστόλῳ εἰρημένον ταὐτὸν εἶναί μοι φαίνεται τῷ οὔπω ἐφανερώθη τί ἐσόμεθα λεχθέντι τῷ θεολόγῳ.

Ι (10). ΠΕΡΙ ΤΟΥ "Ο ΦΟΒΟΥΜΕΝΟΣ ΟΥ ΤΕΤΕΛΕΙΩΤΑΙ ΕΝ ΤΗ ΑΓΑΠΗ".
10. ΕΡΩΤΗΣΙΣ Ι'
Εἰ ὁ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ, πῶς οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν; Ἐὰν οὐκ ἔστιν ὑστέρημα, δῆλον ὅτι τετελείωται. Πῶς οὖν ὁ φοβούμενος οὐ τετελείωται;
Ἀπόκρισις.
Ἡ καλὴ τῶν θείων Γραφῶν εὐταξία, κατὰ τὸν σωστικὸν τοῦ Πνεύματος θεσμὸν τῶν ἀπὸ τῆς ἐκτὸς κατὰ τὰ πάθη πληθύος ἐπὶ τὴν θείαν ἑνότητα κινουμένων τοὺς βαθμοὺς διορίζουσα, τοὺς μὲν εἰσαγομένους καὶ ἐπὶ τὰ πρόπυλά που τυγχάνοντας τῆς θείας αὐλῆς τῶν ἀρετῶν φοβουμένους ἐκάλεσεν, τοὺς δὲ κτησαμένους σύμμετρον ἕξιν τῶν κατὰ τὴν ἀρετὴν λόγων τε καὶ τρόπων οἶδεν ὀνομάζειν προκόπτοντας, τοὺς δὲ κατ᾽ αὐτὴν γνωστικῶς ἤδη γεγενημένους τῆς τῶν ἀρετῶν ἐκφαντικῆς ἀληθείας κορυφὴν προσαγορεύει τελείους. Οὔτε οὖν ὁ φοβούμενος τὸν Κύριον, ἀπεστρεμμένος διόλου τὴν κατὰ τὴν φθορὰν τῶν παθῶν ἀρχαίαν ἀναστροφὴν καὶ πᾶσαν ἑαυτοῦ τὴν διάθεσιν διὰ τὸν φόβον ἐκδεδωκὼς τοῖς θείοις προστάγμασι, ὑστερεῖ τινος καλοῦ τῶν εἰσαγομένοις πρεπόντων, κἂν οὔπω τὴν ἐν ἀρεταῖς ἕξιν ἐκτήσατο, καὶ τῆς ἐν τοῖς τελείοις λαλουμένης σοφίας γέγονε μέτοχος· οὔτε μὴν ὁ προκόπτων τῶν ἐπιβεβλημένων αὐτοῦ τῷ βαθμῷ καλῶν τινος ὑστερεῖ, κἂν τὴν αὐτὴν οὔπω τοῖς τελείοις ὑπερέχουσαν τῶν θείων ἐκτήσατο γνῶσιν.
Καὶ πάλιν οἱ μὲν τὴν πρακτικὴν ἀνδρικῶς μετιόντες φιλοσοφίαν, φόβου καὶ μνήμης τῶν μελλόντων θείων δικαιωτηρίων οὔπω τὴν ψυχὴν ἀπολύσαντες, νοείσθωσαν ἡμῖν οἱ φοβούμενοι, μηδενὸς μὲν κατὰ τὸν μακάριον Δαβὶδ ὑστεροῦντες καθάπαξ τῶν ὑπὲρ ἀληθείας ἀγωνιζομένων κατὰ τῆς ἀντικειμένης δυνάμεως, ὅμως δ᾽ οὖν ἔτι λειπόμενοι τῆς κατὰ νοῦν τῶν (≡14Β_086≡> τελείων ἀκραιφνοῦς τῶν μυστικῶν θεαμάτων διαδόσεως. Οἱ δὲ τῆς θεωρητικῆς ἤδη μυστικῶς ἀξιωθέντες θεολογίας καὶ πάσης φαντασίας ὑλικῆς τὸν νοῦν καθαρὸν καταστήσαντες καὶ εἰκόνα τῆς θείας ὡραιότητος ὅλην ἀνελλιπῶς φέρουσαν τὴν ἐκμίμησιν, ἔστωσαν ἡμῖν οἱ ἀγαπῶντες.
Οὐκ ἔστιν οὖν ὑστέρημα τοῖς φοβουμένοις κατὰ τὸν μακάριον Δαβίδ, ὡς φοβουμένοις, κἂν οὐκ ἔχῃ τὸ πλῆρες καὶ τέλειον τῆς ἀμέσου πρὸς τὸν λόγον ἑνώσεως κατὰ τὸ ἴσον τοῖς ἀγαπῶσι τὸν Κύριον ὁ φοβούμενος. Ἕκαστος γὰρ ἐν τῷ ἰδίῳ τάγματι καὶ τὴν ἠφορισμένην αὐτῷ μονὴν ἔχει τὸ τέλειον, κἂν ἄλλος ἄλλου κατὰ τὸ ποιὸν ἢ ποσὸν τῆς πνευματικῆς ἡλικίας ἐστὶν ὑψηλότερος.
Ἐπειδὴ δὲ διττός ἐστιν ὁ φόβος κατὰ τὸ φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ σῶμα καὶ ψυχὴν ἀπολέσαι ἐν γεέννῃ, καὶ κατὰ τὸ ὁ φόβος Κυρίου ἁγνός, διαμένων εἰς αἰῶνα αἰῶνος, καὶ μέγας καὶ φοβερός ἐστιν ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ, ζητητέον πῶς ἔξω βάλλει τὸν φόβον ἡ ἀγάπη, εἴπερ εἰς αἰῶνα αἰῶνος διαμένει, πῶς δὲ φοβερὸς ἔσται διαμένων ὁ Θεὸς εἰς τοὺς ἀπείρους αἰῶνας ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ.
῍Η μᾶλλον, ἐπειδή, καθὼς ἔφην, διττός ἐστιν ὁ φόβος, ὁ μὲν ἁγνὸς ὁ δὲ οὐχ ἁγνός—οἷον, ὁ μὲν ἐπὶ πλημμελήμασι κατ᾽ ἐκδοχὴν κολάσεως συνιστάμενος φόβος, αἰτίαν ἔχων τῆς οἰκείας γενέσεως τὴν ἁμαρτίαν, ὡς οὐχ ἁγνός, οὐκ ἔσται διαπαντός, τῇ ἁμαρτίᾳ διὰ τῆς μετανοίας συναφανιζόμενος, ὁ δὲ ἁγνὸς φόβος, ὁ δίχα τῆς ἐπὶ πλημμελήμασι μνήμης ἀεὶ συνεστώς, οὐκ ἀπογενήσεταί ποτε, διότιπερ οὐσιωδῶς ἐμπέφυκέ πως τῷ Θεῷ πρὸς τὴν κτίσιν, ποιούμενος ἔκδηλον αὐτοῦ πᾶσι τὴν φυσικὴν αἰδεσιμότητα τῆς ὑπὲρ πᾶσαν βασιλείαν τε καὶ δύναμιν ὑπεροχῆς—, ὁ τοίνυν μὴ φοβούμενος τὸν Θεὸν ὡς κριτήν, ἀλλ᾽ αἰδούμενος αὐτὸν διὰ τὴν ὑπερβάλλουσαν τῆς ἀπείρου δυνάμεως (≡14Β_088≡> ὑπεροχήν, οὐκ ἔχει δικαίως ὑστέρημα, τέλειος ὑπάρχων ἐν τῇ ἀγάπῃ, μετ᾽ αἰδοῦς καὶ τῆς πρεπούσης σεβασμιότητος ἀγαπῶν τὸν Θεόν, καὶ οὗτός ἐστιν ὁ κτησάμενος τὸν διαμένοντα φόβον εἰς αἰῶνα αἰῶνος, καὶ οὐκ ἔστιν αὐτῷ ὑστέρημα τὸ παράπαν οὐδέν.
Συνᾴδουσιν οὖν ἀλλήλοις ὅ τε προφήτης καὶ ὁ εὐαγγελιστής, ὁ μὲν λέγων μὴ εἶναι τοῖς κατὰ τὸν ἁγνὸν φόβον τὸν Κύριον φοβουμένοις ὑστέρημα, ὁ δὲ τὸν φοβούμενον ὡς κριτὴν διὰ τὴν ἐρρυπωμένην συνείδησιν μὴ εἶναι τέλειον ἐν τῇ ἀγάπῃ. Κατὰ ταύτην τὴν ἐκδοχὴν τυχὸν καὶ ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ φοβερός ἐστιν ὁ Θεός, ὡς ἐγκεκραμένην φόβῳ ποιῶν τὴν τῶν ἀγαπώντων αὐτὸν καὶ περὶ αὐτὸν γενησομένων ἀγάπην. Φόβου γὰρ καθ᾽ ἑαυτὴν κεχωρισμένη ἡ ἀγάπη εἰς καταφρόνησιν πέφυκεν ὡς τὰ πολλὰ μεταπίπτειν, μὴ οἷον στομουμένης φόβῳ τῆς ἐξ αὐτῆς τικτομένης φυσικῶς παρρησίας.
Τί δὲ βούλεται τὸ περικύκλῳ αὐτοῦ λεγόμενον, εἰ δοκεῖ, κατανοήσωμεν. Ὁ γὰρ κυκλούμενος καὶ ἐμπρὸς καὶ ὀπίσω καὶ ἐκ δεξιῶν καὶ ἐξ ἀριστερῶν ἔχει τοὺς περικυκλοῦντας αὐτόν. Ἐπειδὴ τοίνυν καὶ ὁ Κύριος ἔχει τοὺς περικυκλοῦντας, νοήσωμεν τοὺς μὲν ὀπίσω τοὺς διὰ τῶν ἐντολῶν κατὰ τὴν πρακτικὴν ἀρετὴν ἀμέμπτως ὀπίσω Κυρίου τοῦ Θεοῦ πορευθέντας, τοὺς ἐξ ἀριστερῶν δὲ τοὺς τὴν φυσικὴν ἐν πνεύματι θεωρίαν μετὰ τῆς τῶν κριμάτων εὐσεβοῦς ἀναλήψεως κατορθώσαντας—φησὶ γὰρ περὶ τῆς σοφίας ἡ τῶν Παροιμιῶν βίβλος ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα —, τοὺς ἐκ δεξιῶν δὲ τοὺς καθαρὰν αἰσθητῆς φαντασίας δεξαμένους τὴν ἄϋλον γνῶσιν τῶν νοητῶν—ἐν γὰρ τῇ δεξιᾷ αὐτῆς, φησί, ἔτη ζωῆς—, τοὺς δὲ ἐμπρὸς τοὺς δι᾽ ὑπερβάλλουσαν περὶ τὸ θεῖον κάλλος ἐρωτικὴν τῆς κατὰ νοῦν ἐφέσεως ζέσιν ἀξιωθέντας τῆς πρόσωπον πρὸς πρόσωπον ἀπολαύσεως.
 (≡14Β_090≡> Εἰ δὲ καὶ ἄλλος ἐστὶ περὶ τούτου μείζων λόγος καὶ ὑψηλότερος, ὑμῖν καὶ τοῖς καθ᾽ ὑμᾶς θείοις ἀνδράσιν ἐστὶ ληπτός.

ΙΑ (11). ΠΕΡΙ ΤΟΥ ΤΙΣ Η ΑΡΧΗ ΤΩΝ ΜΗ ΤΗΡΑΣΑΝΤΩΝ ΑΥΤΗΝ ΑΓΓΕΛΩΝ.
11. ΕΡΩΤΗΣΙΣ ΙΑ'
Τίς ἡ ἀρχὴ τῶν μὴ τηρησάντων αὐτὴν ἀγγέλων, καὶ τί τὸ οἰκητήριον ὃ ἀπέλιπον, καὶ τίνες οἱ ἀΐδιοι δεσμοί, καὶ τί ὁ ζόφος ὑφ᾽ ὃν τετήρηνται, καὶ τί ἐν τῇ κρίσει τῆς μεγάλης ἡμέρας πείσονται;
Ἀπόκρισις.
Ὁ μὲν ἀκριβὴς περὶ τούτων λόγος τοῖς ἀποστολικοῖς τὴν διάνοιαν μόνοις ἔστω τετηρημένος, τοῖς ἀμέσως παρὰ τοῦ Λόγου διδαχθεῖσι τήν τε τῶν ὄντων γνῶσιν ἀψευδῆ καὶ τῆς ἐπὶ τοῖς οὖσι σοφῆς προνοίας τὴν ἀγαθὴν καὶ δικαίαν διεξαγωγήν, οἷα μηδὲν ἑαυτῶν καὶ τοῦ Λόγου κατὰ νοῦν ἀφεῖσι κωλυτικὸν διατείχισμα.
Ὅσον δ᾽ οὖν εἰς ἐμὲ φθάνει τὸν κάτω καὶ πολλὰ ἔχοντα τῆς τοῦ Λόγου πρὸς ἐμὲ κωλύματα διαβάσεως, ἀρχὴ τῶν μὴ τηρησάντων αὐτὴν ἀγγέλων ἐστὶν ὁ λόγος τυχόν, καθ᾽ ὃν ἐκτίσθησαν, ἢ ἡ δοθεῖσα πρὸς ἐκθέωσιν αὐτοῖς κατὰ χάριν φυσικὴ δυναστεία, ἢ πάλιν ἡ κατὰ τὴν ἀξίαν τῆς χάριτος τάξις τῆς στάσεως. Τὸ δὲ οἰκητήριόν ἐστιν ἢ ὁ οὐρανὸς ἢ ἡ κατὰ τὴν ἕξιν τῶν ὑπὲρ ἔννοιαν ἀγαθῶν σοφία, ἣν οἰκεῖν ἐδημιουργήθησαν—οἶδε γὰρ καὶ σοφίας οἶκον ὀνομάζειν ὁ λόγος—, ἢ ἡ φρουρητικὴ τῶν δοθέντων αὐτοῖς φυσικῶν τε καὶ ἐπικτήτων ἀγαθῶν ἐπισκοπὴ τῆς ἀχράντου θεότητος, ἣν ἀπέλιπον τυραννήσαντες. Ἀΐδιοι δὲ δεσμοί εἰσιν ἡ κατὰ γνώμην αὐτῶν παντελής τε καὶ διηνεκὴς περὶ τὸ καλὸν ἀκινησία, καθ᾽ ἣν οὐδαμῶς οὐδέποτε θείας ἀνέσεως ἀπολαύουσιν, ἢ πάλιν ἡ διὰ τὴν ἡμῶν σωτηρίαν (≡14Β_092≡> τῆς καθ᾽ ἡμῶν μανίας αὐτοὺς ἐπέχουσα κατὰ πρόνοιαν τοῦ Θεοῦ δύναμις, μὴ συγχωροῦσα προβῆναι τῆς αὐτῶν πονηρίας τὰ καθ᾽ ἡμῶν μηχανήματα. Ζόφος δέ ἐστιν ἡ παντελὴς καὶ ὁλόκληρος τῆς θείας ἄγνοια χάριτος· καθ᾽ ἣν διόλου γνωμικῶς ποιωθέντες, τῆς μακαρίας καὶ παμφαοῦς τοῦ ἀκηράτου φωτὸς ἐστέρηνται διαδόσεως, περὶ τὸ μὴ ὂν πᾶσαν τὴν δοθεῖσαν αὐτοῖς κατὰ φύσιν νοερὰν δύναμιν ἀναλώσαντες. Τί δὲ πείσονται κατὰ τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως μόνος οἶδεν ὁ δίκαιος κριτής, ὁ κατ᾽ ἀξίαν ἑκάστῳ δικαίαν ἀφορίζων τὴν ἀμοιβὴν καὶ τῷ μέτρῳ τῆς κακίας ἴσον πρεπόντως τὸ εἶδος διανέμων τῆς κρίσεως καὶ πρόσφορον τὴν ἐπ᾽ αἰῶσιν ἀτελευτήτοις ψῆφον συνεκφέρων μετὰ δικαιοσύνης τοῖς ἀγαθοῖς αὐτοῦ δόγμασιν.

ΙΒ (12). ΠΕΡΙ ΤΟΥ ΤΙΣ Ο ΑΠΟ ΤΗΣ ΣΑΡΚΟΣ ΕΣΠΙΛΩΜΕΝΟΣ ΧΙΤΩΝ.
12. ΕΡΩΤΗΣΙΣ ΙΒ'
Τίς ὁ ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένος χιτών;
Ἀπόκρισις.
Ὁ πολλοῖς πλημμελήμασι τῶν ἐκ τῆς σαρκὸς παθημάτων κεκηλιδωμένος βίος χιτών ἐστιν ἐσπιλωμένος. Ὡς ἔκ τινος γὰρ ἐνδύματος τῆς κατὰ τὸν βίον ἀναστροφῆς ἕκαστος τῶν ἀνθρώπων διαφαίνεσθαι πέφυκεν, εἴτε δίκαιος εἴτε ἄδικος, ὁ μὲν χιτῶνα καθαρὸν ἔχων τὸν ἐνάρετον βίον, ὁ δὲ πονηροῖς ἐσπιλωμένην ἔργοις τὴν ζωὴν κεκτημένος.
῍Η μᾶλλον, ἐσπιλωμένος ἀπὸ τῆς σαρκός ἐστι χιτὼν ἡ κατὰ συνείδησιν μορφοῦσα διὰ τῆς μνήμης τῶν ἐκ τῆς σαρκὸς πονηρῶν κινημάτων τε καὶ ἐνεργημάτων τὴν ψυχὴν ἕξις τε καὶ διάθεσις· ἣν ὁρῶσα διαπαντὸς καθάπερ χιτῶνά τινα περὶ ἑαυτήν, δυσωδίας πληροῦται παθῶν. Ὡς γὰρ ἀπὸ τοῦ πνεύματος διὰ τῶν ἀρετῶν ἀλλήλαις κατὰ λόγον συνυφαινομένων ἀφθαρσίας γίνεται τῇ ψυχῇ χιτών, ὃν ἐνδυσαμένη γίνεται καλὴ καὶ ἐπίδοξος, οὕτως καὶ ἀπὸ τῆς σαρκός, τῶν παθῶν ἀλλήλοις κατὰ (≡14Β_094≡> τὴν ἀλογίαν συνυφαινομένων, γίνεταί τις χιτὼν ἀκάθαρτος καὶ ἐσπιλωμένος, ἐξ ἑαυτοῦ δεικνὺς γνώριμον τὴν ψυχήν, μορφὴν ἄλλην αὐτῇ καὶ εἰκόνα παρὰ τὴν θείαν ἐνθέμενος.

ΙΓ (13). ΠΕΡΙ ΤΟΥ "ΤΑ ΓΑΡ ΑΟΡΑΤΑ ΑΥΤΟΥ ΑΠΟ ΚΤΙΣΕΩΣ ΚΟΣΜΟΥ ΤΟΙΣ ΠΟΙΗΜΑΣΙ ΝΟΟΥΜΕΝΑ ΚΑΘΟΡΑΤΑΙ".
13. ΕΡΩΤΗΣΙΣ ΙΓ'
Τί ἐστι τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης; Τίνα τὰ ἀόρατα τοῦ Θεοῦ, καὶ τίς ἡ ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης;
Ἀπόκρισις.
Οἱ τῶν ὄντων λόγοι προκαταρτισθέντες τῶν αἰώνων ἐν τῷ Θεῷ, καθὼς οἶδεν αὐτός, ἀόρατοι ὄντες, οὓς καὶ ἀγαθὰ θελήματα καλεῖν τοῖς θείοις ἐστὶν ἔθος ἀνδράσιν, ἀπὸ τῶν ποιημάτων νοούμενοι καθορῶνται. Πάντα γὰρ τὰ ποιήματα τοῦ Θεοῦ κατὰ φύσιν μετὰ τῆς δεούσης ἐπιστήμης γνωστικῶς ὑφ᾽ ἡμῶν θεωρούμενα τοὺς καθ᾽ οὓς γεγένηνται λόγους κρυφίως ἡμῖν ἀπαγγέλλουσι καὶ τὸ ἐφ᾽ ἑκάστῳ ποιήματι θεῖον σκοπὸν ἑαυτοῖς συνεκφαίνουσιν, καθ᾽ ὃ καὶ οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, καὶ τὸ στερέωμα τὴν τῶν χειρῶν ἀναγγέλλει ποίησιν. Ἀΐδιος δὲ δύναμίς ἐστι καὶ θειότης ἡ συνεκτικὴ τῶν ὄντων πρόνοια καὶ ἡ κατ᾽ αὐτὴν ἐκθεωτικὴ τῶν προνοουμένων ἐνέργεια.
῍Η τάχα τὰ ἀόρατα τοῦ Θεοῦ εἰσιν οὐκ ἄλλό τι παρὰ τὴν ἀΐδιον αὐτοῦ δύναμιν καὶ θειότητα, ἔχουσας διαπρυσίους κήρυκας τὰς τῶν γεγονότων ὑπερφυεῖς μεγαλοπρεπείας. Ὡς γὰρ ἐκ τῶν ὄντων τὸν κυρίως ὄντα Θεὸν ὅτι ἔστι πιστεύομεν, οὕτως ἐκ τῆς τῶν ὄντων οὐσιώδους κατ᾽ εἶδος διαφορᾶς τὴν κατ᾽ οὐσίαν ἔμφυτον αὐτοῦ σοφίαν ὑφεστῶσαν καὶ τῶν ὄντων συνεκτικὴν διδασκόμεθα· καὶ πάλιν, ἐκ τῆς οὐσιώδους κατ᾽ εἶδος (≡14Β_096≡> τῶν ὄντων κινήσεως τὴν κατ᾽ οὐσίαν ἔμφυτον αὐτοῦ ζωὴν ὑφεστῶσαν καὶ τῶν ὄντων συμπληρωτικὴν μανθάνομεν, ἐκ τῆς κατὰ τὴν κτίσιν σοφῆς θεωρίας τὸν περὶ τῆς ἁγίας Τριάδος, Πατρὸς λέγω καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, λόγον λαμβάνοντες· Θεοῦ γὰρ ἀΐδιός ἐστιν, ὡς ὁμοούσιος, δύναμις ὁ Λόγος, καὶ θειότης ἀΐδιος τὸ ὁμοούσιον ἅγιον Πνεῦμα.
Κατάκριτοι τοιγαροῦν οἱ μὴ συνδιδαχθέντες ἐκ τῆς τῶν ὄντων θεωρίας τὴν αἰτίαν τῶν ὄντων καὶ τὰ κατὰ φύσιν τῆς αἰτίας ἴδια, τὴν δύναμιν λέγω καὶ τὴν θειότητα. Βοᾷ τοίνυν ἡ κτίσις διὰ τῶν ἐν αὐτῇ ποιημάτων καὶ οἷον ἀπαγγέλλει τοῖς νοερῶς δυναμένοις ἀκούειν τὴν ἰδίαν αἰτίαν τριαδικῶς ὑμνουμένην, λέγω δὲ τὸν Θεὸν καὶ Πατέρα, καὶ τὴν ἄφραστον αὐτοῦ δύναμιν καὶ τὴν θειότητα, ἤγουν τὸν μονογενῆ Λόγον καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Ταῦτα γάρ εἰσι τὰ ἀόρατα τοῦ Θεοῦ τὰ ἀπὸ τῆς κτίσεως τοῦ κόσμου νοήσει καθορώμενα.
ΣΧΟΛΙΟΝ
1. Ὅτι ἐκ τῶν ὄντων, φησίν, τὸν τῶν ὄντων γινώσκομεν αἴτιον· καί ἐκ τῆς διαφορᾶς τῶν ὄντων τήν ἐνυπόστατον τοῦ ὄντος διδασκόμεθα σοφίαν· καί ἐκ τῆς τῶν ὄντων φυσικῶς κινήσεως, τήν ἐνυπόστατον τοῦ ὄντος μανθάνομεν ζωήν, τήν τῶν ὄντων ζωοποιόν δύναμιν, τό Πνεῦμα τό ἅγιον.

ΙΔ (14). ΠΕΡΙ ΤΟΥ "ΚΑΙ ΕΣΕΒΑΣΘΗΣΑΝ ΚΑΙ ΕΛΑΤΡΕΥΣΑΝ ΤΗ ΚΤΙΣΗ ΠΑΡΑ ΤΟΝ ΚΤΙΣΑΝΤΑ".
14. ΕΡΩΤΗΣΙΣ ΙΔ'
Τί ἐστι καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα; Τί ἐστι σέβας καὶ τί ἐστι λατρεία;
Ἀπόκρισις.
Σέβας ἐστὶν ἡ μετὰ πίστεως προσκύνησις τοῦ θείου, λατρεία (≡14Β_098≡> δὲ ἡ διὰ τῶν ἔργων θεραπεία. Τοῦτο δὲ τὸ σέβας, ἤγουν τὴν πίστιν, ἐπὶ τὴν κτίσιν μεταβιβάσαντες οἱ ἄνθρωποι παρὰ τὸν κτίσαντα προσεκύνουν, πιστεύοντες δαιμονίοις, καὶ ἐλάτρευον, τὴν διὰ τῶν πονηρῶν ἔργων αὐτοῖς θεραπείαν προσάγοντες. Ἡμεῖς δέ, τὸν Θεὸν σέβοντες διὰ τῆς εἰς αὐτὸν πίστεως, σπουδάσωμεν καὶ λατρείαν αὐτῷ προσαγαγεῖν καθαρὰν τὴν διὰ τῶν ἀρετῶν τετελειωμένην πολιτείαν.

ΙΕ (15). ΠΕΡΙ ΤΟΥ "ΤΟ ΓΑΡ ΑΦΘΑΡΤΟΝ ΣΟΥ ΠΝΕΥΜΑ ΕΣΤΙΝ ΕΝ ΠΑΣΙΝ".
15. ΕΡΩΤΗΣΙΣ ΙΕ'
Τί ἐστι τὸ γὰρ ἄφθαρτόν σου Πνεῦμά ἐστιν ἐν πᾶσι· διὸ τοὺς παραπίπτοντας κατὰ μικρὸν ἐλέγχεις; Εἰ περὶ τοῦ ἁγίου Πνεύματος λέγει, πῶς εἰς ἀσύνετον καρδίαν σοφία οὐκ εἰσελεύσεται οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίαις; Ἐσημειωσάμην δὲ τοῦτο διὰ τὸ ἁπλῶς εἰπεῖν ἐν πᾶσιν.
Ἀπόκρισις.
Τὸ Πνεῦμα τὸ ἅγιον οὐδενὸς ἄπεστι τῶν ὄντων, καὶ μάλιστα τῶν λόγου καθοτιοῦν μετειληφότων. Συνεκτικὸν γὰρ ὑπάρχει τῆς ἑκάστου γνώσεως, ὅτι Θεὸς καὶ Θεοῦ Πνεῦμα κατὰ δύναμιν προνοητικῶς διὰ πάντων χωροῦν καὶ τὸν ἐν ἑκάστῳ κατὰ φύσιν λόγον ἀνακινοῦν καὶ δι᾽ αὐτοῦ πρὸς συναίσθησιν τῶν πλημμελῶς παρὰ τὸν θεσμὸν τῆς φύσεως πεπραγμένων ἄγον τὸν αἰσθανόμενον καὶ τὴν προαίρεσιν εὔεικτον ἔχοντα πρὸς ὑποδοχὴν τῶν ἐκ φύσεως ὀρθῶν λογισμῶν. Ἀμέλει τοι πολλοὺς εὑρίσκομεν καὶ τῶν ἄγαν βαρβάρων καὶ νομάδων ἀνθρώπων καλοκἀγαθίας μεταποιουμένους καὶ τοὺς ἀνέκαθεν κρατήσαντας ἐν αὐτοῖς θηριώδεις ἀθετοῦντας νόμους.
Οὕτω μὲν οὖν ἐν πᾶσιν ἁπλῶς ἐστι τὸ Πνεῦμα τὸ ἅγιον. Προσδιωρισμένως δὲ καὶ κατ᾽ ἄλλην ἐπίνοιάν ἐστιν ἐν πᾶσι τοῖς κατὰ νόμον ὡς νομοθετητικὸν καὶ προαγορευτικὸν μελλόντων (≡14Β_100≡> μυστηρίων, ἐμποιοῦν αὐτοῖς αἴσθησιν μὲν τῆς τῶν ἐντολῶν παραβάσεως, ἐπιστήμην δὲ τῆς προαγορευθείσης κατὰ Χριστὸν τελειότητος. Ὅθεν κἀκ τούτων πολλοὺς εὑρίσκομεν τὴν μὲν παλαιὰν καὶ ἐν σκιαῖς κειμένην καταλιμπάνοντας λατρείαν, πρὸς δὲ τὴν νέαν καὶ μυστικὴν προθύμως μεταβαλλομένους.
Ἔστι δὲ πρὸς τοῖς εἰρημένοις τρόποις καὶ ἐν πᾶσι τοῖς τὸ θεῖον καὶ θεοποιὸν ὄντως ὄνομα τοῦ Χριστοῦ κληρωσαμένοις διὰ τῆς πίστεως οὐ μόνον ὡς φρουρητικὸν καὶ προνοητικῶς λόγου τοῦ κατὰ φύσιν ἀνακινητικὸν καὶ ὡς δεικτικὸν τῆς τῶν ἐντολῶν παραβάσεως καὶ φυλακῆς καὶ τῆς κατὰ Χριστὸν ἐξαγγελτικὸν προαγορεύσεως, ἀλλὰ καὶ ὡς δημιουργικὸν τῆς κατὰ χάριν διὰ τῆς πίστεως δοθείσης υἱοθεσίας. Ὡς γὰρ σοφίας ποιητικὸν ἐν μόνοις ἐκείνοις γίνεται τοῖς καὶ ψυχὴν καὶ σῶμα καθαρθεῖσι διὰ τῆς τῶν ἐντολῶν ἀκριβοῦς συνασκήσεως, ὡς οἰκείοις προσομιλοῦν διὰ τῆς ἁπλῆς καὶ ἀΰλου γνώσεως καὶ τὸν νοῦν αὐτῶν ταῖς ἀχράντοις τῶν ἀρρήτων νοήσεσι πρὸς ἐκθέωσιν ἐντυποῦν.
Ἔστιν οὖν ἐν πᾶσι μὲν ἁπλῶς, καθ᾽ ὃ πάντων ἐστὶ συνεκτικὸν καὶ προνοητικὸν καὶ τῶν φυσικῶν σπερμάτων ἀνακινητικόν, προσδιωρισμένως δὲ καὶ ἐν πᾶσι τοῖς ἐν νόμῳ, καθότι τῆς τῶν ἐντολῶν ἐστιν ὑποδεικτικὸν παραβάσεως καὶ τῆς κατὰ Χριστὸν προαγορευθείσης ἐπαγγελίας φωτιστικόν, ἐν δὲ πᾶσι τοῖς κατὰ Χριστόν, πρὸς τοῖς εἰρημένοις, ὡς υἱοθετητικόν. Ὡς δὲ σοφίας ποιητικὸν ἐν οὐδενὶ τῶν εἰρημένων ἐστὶν ἁπλῶς, πλὴν τῶν συνιέντων καὶ ἑαυτοὺς διὰ τῆς ἐνθέου πολιτείας ἀξίους ποιησαμένων τῆς αὐτοῦ θεωτικῆς ἐνοικήσεως. Πᾶς γὰρ μὴ ποιῶν τὰ θεῖα θελήματα, κἂν πιστός ἐστιν, ἀσύνετον ἔχει τὴν καρδίαν, ὡς πονηρῶν λογισμῶν ἐργαστήριον, καὶ τὸ σῶμα κατάχρεων ἁμαρτίαις, ὡς διαπαντὸς μολυσμοῖς παθῶν ἐνεχόμενον.
 (≡14Β_102≡> ΣΧΟΛΙΑ
1. Ὅτι ὡς πάντων ποιητικόν τε καὶ προνοητικόν ἐν πᾶσίν ἐστιν τὸ Πνεῦμα τὸ ἅγιον.
2. Ὅτι ὡς νομοθετητικὸν καὶ προαγορευτικόν ἐστι τὸ Πνεῦμα τὸ ἅγιον καὶ ἐν τοῖς κατὰ νόμον.
3. Ὅτι κατ' ἐξαίρετον ἐν τοῖς Χριστιανοῖς ἐστιν ὡς θείας υἱοθεσίας ποιητικὸν τὸ Πνεῦμα τὸ ἅγιον.

ΙS (16). ΠΕΡΙ ΤΟΥ ΧΩΝΕΥΘΕΝΤΟΣ ΜΟΣΧΟΥ ΕΝ ΤΗ ΕΡΗΜΩ.
16. ΕΡΩΤΗΣΙΣ ΙS'
Τίς ὁ χωνευτὸς μόσχος, καὶ διὰ τί μόσχον ἑνικῶς λέγει, τὸ δὲ οὗτοι οἱ θεοί σου, Ἰσραήλ, πληθυντικῶς, καὶ τί τὸ λεπτυνθῆναι καὶ διασπαρῆναι ὑπὸ τὸ ὕδωρ, καὶ τίνα τὰ ἐνώτια καὶ τὰ ἑξῆς κόσμια;
Ἀπόκρισις.
Ὁ κατὰ τὸν Ἰσραὴλ ὡς ἐξ Αἰγύπτου τῆς ἁμαρτίας ἐξερχόμενος νοῦς καὶ συνεξιοῦσαν ἔχων ἑαυτῷ τῆς καθ᾽ ἁμαρτίαν πλάνης, καθάπερ ἐκτύπωμα κακίας ἐν τῇ διανοίᾳ, τὴν φαντασίαν, ἐπὰν μικρὸν ἀμελήσας ἀπολειφθῇ τῆς λογικῆς διακρίσεως, ὡς πάλαι τοῦ Μωσέως ὁ Ἰσραήλ, τὴν ἀλόγιστον, καθάπερ μόσχον, καὶ πάντων μητέρα τῶν παθῶν ἕξιν ὑφίστησιν. Ὡς μὲν ἐνώτια τοὺς λόγους οὓς εἴληφε φυσικῶς περὶ θεολογίας ἐκ τῆς τῶν ὄντων εὐσεβοῦς κατανοήσεως, ὡς δὲ περιτραχηλίους κόσμους τὰς ἐκ τῆς φυσικῆς θεωρίας ἐγγενομένας αὐτῷ θεοπρεπεῖς περὶ τῶν ὄντων δόξας, ὡς δὲ ψέλλια χειρῶν τὰς κατὰ τὴν πρακτικὴν τῶν ἀρετῶν φυσικὰς ἐνεργείας χωνεύων, ὡς ἐν καμίνῳ, τῇ διαπύρῳ ζέσει τῆς τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας ἐμπαθοῦς διαθέσεως, καὶ κατὰ τὴν προαποκειμένην τῇ διανοίᾳ τοῦ κακοῦ φαντασίαν τε καὶ μορφὴν δι᾽ ἐνεργείας αὐτῆς τὴν (≡14Β_104≡> ἁμαρτίαν ἀποτελῶν, τὴν ἀεὶ σκεδαστὴν καὶ συνδιασκεδάζουσαν ἑαυτῇ τὸν αὐτὴν διαπραττόμενον νοῦν καὶ τῆς περὶ τὴν ἀλήθειαν ἑνικῆς ταὐτότητος αὐτὸν διατέμνουσαν καὶ περὶ πολλὰς καὶ ἀπαγεῖς διαχέουσαν τῶν οὐκ ὄντων φαντασίας τε καὶ δόξας ἀλόγιστον ἕξιν συνίστησιν, ἣν λεαίνει καὶ σπείρει ὑπὸ τὸ ὕδωρ ἡ τοῦ θείου Λόγου παρουσία, τῇ λεπτότητι τῆς θεωρίας τὸ πρὸς αἴσθησιν κατ᾽ ἐπιφάνειαν ἐν τοῖς πάθεσι πάχος τῆς διανοίας λεαίνουσα, καὶ τὴν εἰς ἀλλήλας τῶν φυσικῶν δυνάμεων γενομένην κατὰ τὸ πάθος μεταβολήν τε καὶ σύγχυσιν εὐκρινῶς διαστέλλουσα καὶ πρὸς τὴν οἰκείαν πάλιν ἀρχὴν τῆς γνώσεως ἐπανάγουσα. Τοῦτο γὰρ τὸ ὑπὸ τὸ ὕδωρ σπεῖραί μοι νοεῖται.
Πᾶσαν μὲν οὖν τῶν ἱστορουμένων κατὰ τὸν τόπον ἐν τούτοις συντεμὼν παρέθετο τὴν θεωρίαν ὁ λόγος. Ἵνα δὲ σαφέστερον γένηται τὸ χωρίον, ὁριστικῶς ἕκαστον, εἰ δοκεῖ, θεωρήσωμεν.
Μόσχος οὖν ἐστι χωνευτὸς ἡ τῶν κατὰ φύσιν δυνάμεων εἰς ἀλλήλας φύρσις καὶ σύγχυσις, ἢ μᾶλλον σύνοδος ἐμπαθὴς καὶ ἀλόγιστος καὶ τῆς ἀλογίστου τῶν παρὰ φύσιν παθῶν ἐνεργείας ἀποτελεστική· εἷς δὲ μόσχος, ὅτι μία κακίας ἕξις, εἰς πολλὰ κακίας εἴδη διασκεδαζομένη· μόσχος δέ, διὰ τὸ καρτερικὸν καὶ φιλόπονον καὶ γεωργικὸν καὶ οἷον ἀναδοτικὸν καὶ ἐπινοητικόν, ὡς ἐν μηρυκισμῷ, τῆς περὶ τὰ πάθη κακῆς διαθέσεως· χωνευτὸς δέ, ὅτι κατ᾽ εἶδος τῆς προαποκειμένης τῇ διανοίᾳ κακῆς φαντασίας ἡ τῶν παθῶν ἕξις ἀποτελεῖται καὶ ἐνέργεια· τὸ δὲ οὗτοι οἱ θεοί σου, Ἰσραήλ, πληθυντικῶς εἰρημένον, ἐπειδὴ σκεδαστὸν φύσει τὸ κακὸν ὑπάρχει καὶ ἄστατον καὶ πολύμορφον καὶ διαιρετικόν. Εἰ γὰρ φύσει τὸ καλόν ἐστιν ἑνοποιητικὸν τῶν διῃρημένων καὶ συνεκτικόν, τὸ κακὸν δηλονότι τῶν ἡνωμένων ἐστὶ διαιρετικόν τε καὶ φθαρτικόν.
Ἐνώτια δὲ οἱ περὶ θεολογίας τῷ νῷ φυσικῶς ἐνυπάρχοντες ἐκ τῆς τῶν ὄντων εὐσεβοῦς κατανοήσεως τυγχάνουσι λόγοι· (≡14Β_106≡> οἱ δὲ περὶ τὸν τράχηλον κόσμοι εἰσὶ τὰ κατὰ τὴν φυσικὴν θεωρίαν ὀρθὰ περὶ τῶν ὄντων δόγματα· τὰ δὲ ψέλλια ἡ κατὰ τὴν πρᾶξίν ἐστιν ἐνέργεια τῶν ἀρετῶν. ῍Η πάλιν ἐνώτιά ἐστιν ὁ ἔμφυτος λόγος—λόγου γὰρ τὸ οὖς σύμβολον—, περιτραχήλιος δὲ κόσμος ἐστὶ τὸ θυμικόν— ἀναστήματος γὰρ καὶ τυραννίδος τύπος ὁ τράχηλος—, ψέλλια δὲ χειρῶν ἡ ἐπιθυμία, διὰ τῆς καθ᾽ ἡδονὴν μηνυομένη πράξεως. Ἅπερ πάντα κατὰ τὴν περὶ ἑκάστου δοθεῖσαν ἔννοιαν ῥίπτων ὁ νοῦς εἰς τὸ πῦρ τῶν παθῶν ἀποτελεῖ τὴν ἄλογον καὶ ἀνόητον τῆς ἀγνοίας ἕξιν, τὴν πάντων μητέρα τῶν κακῶν. Λεπτύνει δὲ αὐτήν, ὁπηνίκα τὸ τοῦ πάθους κατὰ τὴν ἐπιφάνειαν πρὸς αἴσθησιν πάχος τῇ διανοίᾳ διασκοπήσας ὁ νοῦς τῶν ποιούντων τοῦ πάθους τὴν σύνθεσιν πρὸς τὴν οἰκείαν ἀρχὴν ἕκαστον διελὼν ἀναγάγῃ, καὶ οὕτως σπείρει ὑπὸ τὸ ὕδωρ, λέγω δὲ τὴν γνῶσιν τῆς ἀληθείας, ἄγων τὰ διευκρινηθέντα καὶ τῆς πρὸς ἄλληλα κακῆς ἀπαλλαγέντα συμπλοκῆς καὶ συνθέσεως.
Οἷον δέ τι λέγω· πᾶν πάθος κατὰ συμπλοκὴν πάντως αἰσθητοῦ τινος καὶ αἰσθήσεως καὶ φυσικῆς δυνάμεως, θυμοῦ λέγω τυχὸν ἢ ἐπιθυμίας ἢ λόγου παρατραπέντος τοῦ κατὰ φύσιν, συνίσταται. Ἐὰν οὖν τὸ πρὸς ἄλληλα κατὰ σύνθεσιν τέλος τοῦ τε αἰσθητοῦ καὶ τῆς αἰσθήσεως καὶ τῆς ἐπ᾽ αὐτῇ φυσικῆς δυνάμεως θεωρήσας ὁ νοῦς δυνηθῇ πρὸς τὸν οἰκεῖον φύσει λόγον τούτων ἕκαστον διακρίνας ἐπαναγαγεῖν καὶ θεωρῆσαι καθ᾽ ἑαυτὸν τὸ αἰσθητὸν ἄνευ τῆς πρὸς αὐτὸ τῆς αἰσθήσεως σχέσεως καὶ τὴν αἴσθησιν δίχα τῆς τοῦ αἰσθητοῦ πρὸς αὐτὴν οἰκειότητος καὶ τὴν ἐπιθυμίαν, φέρε εἰπεῖν, ἢ ἄλλην τινὰ τῶν κατὰ φύσιν δυνάμεων χωρὶς τῆς ἐμπαθοῦς ἐπ᾽ αἰσθήσει τε καὶ αἰσθητῷ διαθέσεως, ὡς ἡ τοῦ πάθους ποιὰ παρασκευάζει τὴν θεωρίαν γίνεσθαι κίνησις, ἐλέπτυνε λεάνας τοῦ μόσχου, τουτέστι τοῦ οἱουδήποτε συμβαίνοντος πάθους, τὴν σύστασιν καὶ ὑπὸ τὸ ὕδωρ τῆς γνώσεως ἔσπειρεν, ἀφανίσας παντελῶς καὶ αὐτὴν τῶν παθῶν τὴν ψιλὴν φαντασίαν διὰ τῆς πρὸς ἑαυτὰ τῶν ἀποτελούντων αὐτὸ κατὰ φύσιν πραγμάτων ἀποκαταστάσεως. Γένοιτο δὲ καὶ ἡμᾶς τὸν χωνευτὸν μόσχον λεπτύναντας τῆς ψυχῆς (≡14Β_108≡> ἀφανίσαι, μόνην ἐχούσης ἀκίβδηλον τὴν θείαν εἰκόνα, μηδενὶ καθάπαξ τῶν ἐκτὸς μολυνομένην.
Τὸ δὲ ἐπιφερόμενον καὶ ἐπότισεν αὐτὸ Μωυσῆς τοὺς υἱοὺς Ἰσραὴλ τὸν τρόπον σημαίνει τῆς τῶν παθῶν καθαιρετικῆς διδασκαλίας, τοῖς μανθάνουσι παρὰ τῶν διδασκόντων διδόμενον.

ΙΖ (17). ΠΕΡΙ ΤΟΥ ΑΓΓΕΛΟΥ ΤΟΥ ΑΠΕΙΛΗΣΑΝΤΟΣ ΤΩ ΜΩΥΣΗ ΘΑΝΑΤΟΝ ΕΝ ΤΗ ΟΔΩ ΑΙΓΥΠΤΟΥ.
17. ΕΡΩΤΗΣΙΣ ΙΖ'
Εἰ ὁ Θεὸς τὸν Μωυσῆν ἀπέστειλεν εἰς Αἴγυπτον, τίνι τῷ λόγῳ τὸν ὑπὸ τοῦ Θεοῦ ἀπεσταλμένον ὁ τοῦ Θεοῦ ἄγγελος ἀποκτεῖναι ἐζήτει, καὶ ἂν ἀπέκτεινεν, εἰ μὴ σπεύσασα ἡ γυνὴ τὸ παιδίον περιέτεμεν καὶ δι᾽ ἑαυτῆς τὴν τοῦ ἀγγέλου ὁρμὴν ἔστησε; Καὶ εἰ ἀναγκαία ἦν ἡ περιτομὴ τοῦ παιδίου, διὰ τί πρὸ τοῦ αὐτόν τὸν Θεὸν ἀποστεῖλαι μετὰ ἡμερότητος οὐκ ἐνετείλατο αὐτῷ περιτεμεῖν τὸ παιδίον; Διὰ τί δέ, καὶ ὅτε πταῖσμα ἦν, ὁ ἀγαθὸς ἄγγελος τὸν ὑπὸ τοῦ Θεοῦ εἰς τοιαύτην διακονίαν ἀποστελλόμενον ἡμέρως οὐκ ἐνουθέτησεν;
Ἀπόκρισις.
Ὁ τῶν γραφικῶν αἰνιγμάτων φόβῳ Θεοῦ τὸν νοῦν διερευνώμενος καὶ μόνης τῆς θείας ἕνεκεν δόξης, οἷον ὡς προκάλυμμα περιαιρῶν τὸ γράμμα τοῦ πνεύματος, εὑρήσει πάντα, κατὰ τὸν τῆς σοφίας λόγον, ἐνώπια, μηδενὸς εὑρισκομένου κωλύματος πρὸς τὴν ἄμεμπτον ἐπὶ τὰ θεῖα τῆς διανοίας κίνησιν. Τὴν μὲν οὖν ἱστορίαν ἤδη πληρωθεῖσαν σωματικῶς ἐν τοῖς κατὰ Μωσέα καιροῖς παρήσομεν, τὴν δὲ τῆς ἱστορίας ἐν πνεύματι δύναμιν νοεροῖς κατανοήσωμεν ὄμμασιν, ἀεὶ γινομένην καὶ τῷ γίνεσθαι πλέον ἀκμάζουσαν.
Ἔρημος τοίνυν, ἀφ᾽ ἧς πέμπεται Μωυσῆς εἰς Αἴγυπτον ἐξαγάγαι τοὺς υἱοὺς Ἰσραήλ, ἔστιν ἢ ἡ ἀνθρωπεία φύσις ἢ ὁ κόσμος (≡14Β_110≡> οὗτος ἢ ἡ παθῶν ἐστερημένη ἕξις· καθ᾽ ἣν καὶ ἐν ᾧ τὴν διὰ τῆς θεωρίας τῶν ὄντων παιδευθεὶς γνῶσιν ὁ νοῦς ἐπιτροπὴν δέχεται παρὰ Θεοῦ κρυφίαν τε καὶ μυστικὴν κατὰ τὸ ἀφανὲς τῆς καρδίας ἐξαγαγεῖν τῆς Αἰγύπτου, λέγω δὲ τῆς σαρκὸς καὶ τῆς αἰσθήσεως, καθάπερ Ἰσραηλίτας, τὰ θεῖα τῶν ὄντων νοήματα, περὶ τὸν πηλόν, τὰ πάθη λέγω τῆς σαρκός, ἀνονήτως πονούμενα. Ταύτην δὲ τὴν θείαν ὁ νοῦς πιστευόμενος διακονίαν, μετὰ τῆς συνημμένης αὐτῷ συμβίου δίκην κατὰ τὴν γνῶσιν σοφίας καὶ τοῦ ἐξ αὐτῆς γεννηθέντος εὐγενοῦς τρόπου τε καὶ λογισμοῦ, τῆς κατὰ τὸν βίον σεμνῆς πολιτείας τὴν ὁδὸν πάντως ὁδεύει τῶν ἀρετῶν, τὴν μηδαμῶς ἐπιδεχομένην τῶν ἐν αὐτῇ βαδιζόντων στάσιν, ἀλλ᾽ ἀεικίνητον καὶ ὀξὺν ἐχόντων κατὰ σκοπὸν τῆς ψυχῆς πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τὸν δρόμον, ἐπειδὴ τῆς ἀρετῆς ἡ στάσις κακίας ἐστὶν ἀρχή, τοῦ νοῦ περί τι τῶν ἑκατέρωθεν τῇ ὁδῷ παρακειμένων ὑλικῶν ἐμπαθῶς ἀσχοληθέντος καὶ τὸν καθαρὸν καὶ διόλου περιτετμημένον τρόπον τε καὶ λογισμὸν τῆς εὐσεβοῦς ἀγωγῆς ἀκρόβυστον ποιουμένου καὶ βέβηλον.
Διὸ τὸν ἐλέγχοντα λόγον εὐθὺς ὡς ἄγγελον κατὰ τὴν συνείδησιν θάνατον ἀπειλοῦντα θεωρεῖ καὶ τῆς ἀπειλῆς αἰτίαν εἶναι τὴν κατ᾽ ἀρετὴν στάσιν διαμαρτυρόμενον, τὴν τῆς ἀκροβυστίας τοῦ λογισμοῦ περιποιητικήν, ὃν ἡ σύνοικος τῷ νῷ δυσωπεῖ σοφία, ψήφῳ τῷ λόγῳ τῆς πίστεως, ὡς ἡ Σεπφόρα, τὴν ἐγγενομένην ὑλικὴν τῷ λογισμῷ παιδὶ φαντασίαν περιτέμνουσα καὶ πᾶσαν αἰσθητῆς ζωῆς ἔννοιαν ἀποξηραίνουσα. Φησὶ γὰρ ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου, τουτέστιν ἔληξεν ἡ ἐμπαθὴς ζωὴ καὶ φαντασία καὶ κίνησις, καθαρθέντος διὰ τῆς σοφίας κατὰ τὴν πίστιν τοῦ μολυνθέντος λογισμοῦ· μεθ᾽ ἣ κάθαρσιν παύεται, καθάπερ τις ἄγγελος, ὁ διὰ τῆς συνειδήσεως πλήττων τὸν ἁμαρτάνοντα νοῦν καὶ ἐνδιαβάλλων αὐτοῦ πᾶν (≡14Β_112≡> νόημα παρὰ τὸ προσῆκον κινούμενον λόγος. Πολλῶν γὰρ ἐπ᾽ ἀληθείας πεπλήρωται τῶν ἀρετῶν ἡ ὁδὸς ἁγίων ἀγγέλων, τῶν ἑκάστης ἀρετῆς κατ᾽ εἶδος ἐνεργητικῶν, φημὶ λόγων τε καὶ τρόπων, καὶ τῶν ἀοράτως πρὸς τὰ καλὰ συνεργούντων ἡμῖν ἀγγέλων καὶ τοὺς τοιούτους ἡμῖν ἀνακινούντων λόγους.
Καλῶς οὖν ἔχει καὶ μεγαλοφυῶς τῆς ἁγίας Γραφῆς ὁ λόγος, παριστῶν ἀεὶ τὰ νοούμενα πρὸ τῶν ἱστορουμένων ἐν τοῖς ὑγιῆ κεκτημένοις τῆς ψυχῆς τὰ ὄμματα καὶ μηδεμίαν ἔχων διαβολὴν ἢ τοῦ Θεοῦ ἢ τῶν ἁγίων αὐτοῦ ἀγγέλων. Οὐ γὰρ εἶχε Μωυσῆς, ἀποστελλόμενος παρὰ τοῦ Θεοῦ, κατὰ τὸ νοούμενον τῆς Γραφῆς ἀκρόβυστον υἱὸν ἤγουν λογισμόν, ἐπεὶ ἄρα προστάξας αὐτῷ πρότερον περιτεμεῖν ἀπέστελλεν· οὔτε μὴν ὁ θεῖος ἄγγελος ἀπηνὴς ἦν, μηνύων τῷ Μωυσῇ τὸν ἐκ τῆς ἐσφαλμένης αὐτῷ κατὰ τὴν τῶν ἀρετῶν ὁδὸν στάσεως συμβάντα θάνατον, ὃν ἡ περὶ τὸν δρόμον τυχὸν ἀτονία τῶν ἀρετῶν ὑπέστησεν.
Ἐπισκήπτοντες γὰρ καὶ ὑμεῖς ἀκριβέστερον τῇ ἱστορίᾳ, σαφῶς εὑρήσετε ὡς οὐ κατὰ τὴν ἀρχὴν οὔτε κατὰ τὸ μέσον οὔτε κατὰ τὸ τῆς ὁδοῦ τέλος, ἀλλ᾽ ἐν τῷ καταλύματι ὑπαντήσας ὁ ἄγγελος τὸν ὑπὲρ τοῦ συμβάντος λεληθότως κατὰ διάνοιαν πάθους ἠπείλησε θάνατον, ὡς, εἴγε μὴ ἔστη τοῦ δρόμου καὶ κατέλυσε τῆς ὁδοιπορίας, οὐκ ἂν διεβλήθη, δεξάμενος διὰ τοῦ ἀγγέλου τὴν ἀγανάκτησιν ἐπὶ τῇ τοῦ παιδὸς ἀκροβυστίᾳ.
Παρακαλέσωμεν δὲ τὸν Θεόν, εἴπερ ἐσμὲν ἐν τῇ ὁδῷ τῶν ἐντολῶν, κατὰ πᾶσαν ἡμῶν παράβασιν τοῦ ἐξ αὐτῆς θανάτου μὴ παύσασθαι, καθάπερ ἄγγελόν τινα, τὸν μηνυτὴν κατὰ συνείδησιν ἀποστέλλοντα λόγον, ὅπως, λαβόντες αἴσθησιν, μάθωμεν διὰ τῆς ἐμφύτου φρονήσεως περιτέμνειν, καθάπερ ἀκροβυστίαν, τὴν κατὰ τὸν δρόμον τοῦ βίου λεληθότως συμβαίνουσαν ἡμῖν τῶν παθῶν ἀκαθαρσίαν.

ΙΗ (18). ΠΕΡΙ ΤΟΥ "ΕΙ ΟΙ ΠΟΙΗΤΑΙ ΤΟΥ ΝΟΜΟΥ ΔΙΚΑΙΩΘΗΣΟΝΤΑΙ, ΠΩΣ ΕΚΠΙΠΤΕΙ ΤΗΣ ΧΑΡΙΤΟΣ Ο ΕΝ ΝΟΜΩ ΔΙΚΑΙΟΥΜΕΝΟΣ;".
(≡14Β_114≡>
18. ΕΡΩΤΗΣΙΣ ΙΗ'
Εἰ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται, κατὰ τὸν ἀπόστολον, πῶς πάλιν λέγει ὅσοι ἐν νόμῳ δικαιοῦσθε τῆς χάριτος ἐξεπέσατε;
Ἀπόκρισις.
Οὐχ ἁπλῶς οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται, ἀλλ᾽ οἱ τοῦ πνευματικοῦ νόμου καὶ νοουμένου πνευματικῶς καὶ κατὰ τὸν ἔσω ἄνθρωπον ἐν πνεύματι ποιοῦντες τὸν κατὰ πνεῦμα νόμον δικαιωθήσονται, μὴ ἐκπίπτοντες τῆς χάριτος διὰ τὴν εἰς τὸ βάθος τῆς ψυχῆς κατὰ τὴν κάθαρσιν τοῦ λόγου διάβασιν. Οἱ δὲ κατὰ τὸ φαινόμενον τοῦ νόμου σωματικῶς λατρεύοντες τῆς θείας πάντως ἐκπίπτουσι χάριτος, ἀγνοοῦντες τὴν τὸν νοῦν πάσης καθαίρουσαν κηλίδος ἐν χάριτι τοῦ πνευματικοῦ νόμου τελείωσιν καὶ τὸ τέλος Χριστόν.

ΙΘ (19). ΠΕΡΙ ΤΟΥ "ΟΣΟΙ ΑΝΟΜΩΣ ΗΜΑΡΤΟΝ, ΑΝΟΜΩΣ ΚΑΙ ΑΠΟΛΟΥΝΤΑΙ".
19. ΕΡΩΤΗΣΙΣ ΙΘ'
Τί ἐστιν ὅσοι ἀνόμως ἥμαρτον ἀνόμως καὶ ἀπολοῦνται, καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον διὰ νόμου κριθήσονται; Καὶ πῶς ὁ αὐτὸς λέγει πάλιν ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ Εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ; Εἰ διὰ νόμου κριθήσονται, πῶς διὰ Ἰησοῦ Χριστοῦ;
Ἀπόκρισις.
Ὁ τοῦ Θεοῦ Λόγος Ἰησοῦς Χριστός, ὡς μὲν πάντων δημιουργός, καὶ νόμου τοῦ κατὰ φύσιν ἐστὶ ποιητής, ὡς δὲ προνοητὴς καὶ νομοθέτης, καὶ τοῦ ἐν γράμματι σαφῶς καὶ τοῦ ἐν πνεύματι, τουτέστιν ἐν χάριτι, νόμου ἐστὶ δοτήρ· τέλος γὰρ νόμου Χριστός, δηλονότι τοῦ γραπτοῦ νοουμένου πνευματικῶς. (≡14Β_116≡> Εἰ τοίνυν εἰς Χριστόν, ὡς δημιουργὸν προνοητήν τε καὶ νομοθέτην καὶ ἱλασμόν, ὅ τε κατὰ φύσιν καὶ ὁ γραπτὸς καὶ ὁ τῆς χάριτος συνάγεται νόμος, ἀληθεύει φάσκων ὁ θεῖος ἀπόστολος ὅτι ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων μέλλει κρίνειν κατὰ τὸ Εὐαγγέλιον αὐτοῦ, τουτέστι καθῶς εὐαγγελίζεται διὰ Ἰησοῦ Χριστοῦ τοῦ μονογενοῦς κατ᾽ οὐσίαν οἰκείου Λόγου, χωρῶν διὰ πάντων, καὶ τοὺς μὲν ἐλέγχων, τοὺς δὲ προσφόρως ἀποδεχόμενος, καὶ τοῖς κατὰ φύσιν καὶ νόμον καὶ χάριν διὰ τοῦ συνόντος αὐτῷ κατ᾽ οὐσίαν μονογενοῦς ἀφράστου Λόγου τὰ κατ᾽ ἀξίαν ἀπονέμων. Πάσης γὰρ φύσεως καὶ παντὸς νόμου καὶ θεσμοῦ καὶ τάξεως ὁ τοῦ Θεοῦ Λόγος ἐστὶ ποιητής, καὶ τῶν ἐν φύσει καὶ νόμῳ καὶ θεσμῷ καὶ τάξει κριτής· τοῦ γὰρ διαγορεύοντος Λόγου χωρίς, νόμος οὐκ ἔστιν. Εἴτε οὖν ἐν νόμῳ τις κρίνεται, ὡς ἐν Χριστῷ κριθήσεται, εἴτε χωρὶς νόμου, πάλιν ἐν αὐτῷ πάντως κριθήσεται· πάντων γὰρ τῶν ὄντων καὶ λεγομένων καὶ νοουμένων ἐστὶ καὶ ἀρχὴ καὶ μεσότης καὶ τέλος, ὡς δημιουργός, ὁ Λόγος.

Κ (20). ΠΕΡΙ ΤΗΣ ΕΝ ΤΩ ΕΥΑΓΓΕΛΙΩ ΞΗΡΑΝΘΕΙΣΗΣ ΣΥΚΗΣ.
20. ΕΡΩΤΗΣΙΣ Κ'
Τίς ἡ ἐν τῷ Εὐαγγελίῳ παραλόγως, ὅσον πρὸς τὸ φαινόμενον, ξηρανθεῖσα συκῆ; Καὶ τίς ἡ ἀκρασία τῆς πείνης παρὰ καιρὸν ἐπιζητούσης καρπόν; Καὶ τίς ἡ τοῦ ἀναισθήτου κατάρα;
Ἀπόκρισις.
Ὁ πάντα σωτηρίας ἕνεκεν τῶν ἀνθρώπων μετὰ σοφίας οἰκονομῶν Θεὸς Λόγος, πρότερον διὰ νόμου σωματικωτέραν ἔχοντος λατρείαν παιδαγωγήσας τὴν φύσιν —οὐ γὰρ ἠδύνατο γυμνὴν τυπικῶν προκαλυμμάτων δέξασθαι τὴν ἀλήθειαν διὰ τὴν ἐγγενομένην αὐτῇ πρὸς τὴν ἀρχετυπίαν τῶν θείων πραγμάτων (≡14Β_118≡> ἄγνοιάν τε καὶ ἀλλοτρίωσιν—, ὕστερον, ἐμφανῶς δι᾽ ἑαυτοῦ γενόμενος ἄνθρωπος, κατὰ πρόσληψιν σαρκὸς νοεράν τε καὶ λογικὴν ἐχούσης ψυχὴν παραγενόμενος καὶ πρὸς τὴν ἄϋλον γνωστικὴν ἐν πνεύματι λατρείαν, ὡς Λόγος, τὴν φύσιν μεταγαγών, οὐκ ἠβούλετο, τῆς ἀληθείας τῷ βίῳ διαφανείσης, τὴν σκιὰν ἔχειν τὴν δυναστείαν, ἧς τύπος ὑπῆρχεν ἡ συκῆ. Διὰ τοῦτό φησιν· ἐπανιὼν ἐκ Βηθανίας εἰς Ἱεροσόλυμα, τουτέστι μετὰ τὴν τυπικὴν καὶ σκιώδη κατὰ τὸν νόμον λανθάνουσαν αὐτοῦ παρουσίαν αὖθις τῇ φύσει τῶν ἀνθρώπων διὰ σαρκὸς ἐπιδημῶν—οὕτω γὰρ ληπτέον τὸ ἐπανιών—, εἶδε συκῆν ἐν τῇ ὁδῷ φύλλα μόνον ἔχουσαν, τὴν ἐν σκιαῖς ὑπάρχουσαν καὶ τύποις, σωματικὴν δηλαδὴ τοῦ νόμου λατρείαν κατὰ τὴν ἄστατον καὶ παροδικήν, ὡς ἐν ὁδῷ κειμένην, παράδοσιν, καὶ μόνων οὖσαν τῶν παρερχομένων τύπων τε καὶ θεσμῶν· ἣν θεασάμενος ὁ Λόγος κομψῶς τε καὶ ἀμφιλαφῶς, καθάπερ συκῆν, τοῖς ἐκτός, ὥσπερ φύλλοις, περιβλήμασι τῶν σωματικῶν τοῦ νόμου παρατηρημάτων κεκοσμημένην, καὶ μὴ εὑρηκὼς καρπόν, δηληνότι δικαιοσύνης, ὡς λόγον μὴ τρέφουσαν κατηράσατο, μᾶλλον δὲ προσέταξε μηκέτι τοῖς κατὰ νόμον τύποις δυναστευομένην καλύπτεσθαι τὴν ἀλήθειαν· ὃ δὴ προβὰν ἐδείχθη διὰ τῶν ἔργων, καταξηρανθείσης παντελῶς τῆς ἐν μόνοις σχήμασιν ἐχούσης τὸ εἶναι νομικῆς ὡραιότητος καὶ τοῦ ἐπ᾽ αὐτῇ τύφου τῶν Ἰουδαίων ἀποσβεσθέντος. Οὐ γὰρ ἦν εὔλογον οὔτε μὴν εὔκαιρον, τῆς ἀληθείας τῶν τῆς δικαιοσύνης καρπῶν ἐμφανῶς δειχθείσης, ἀπατωμένην παραπείθεσθαι φύλλοις τὴν ὄρεξιν τῶν τὴν παροῦσαν ζωὴν ὡς ὁδὸν παρατρεχόντων, ἀφέντων τοῦ Λόγου τὴν ἐδώδιμον εὐκαρπίαν. Διό φησιν οὐκ ἦν ὁ καιρὸς σύκων· ὁ χρόνος δηλαδὴ καθ᾽ ὃν ἐκράτει τῆς ἀνθρωπίνης φύσεως ὁ νόμος, οὐκ ἦν δικαιοσύνης καρπῶν, ἀλλ᾽ εἰκονιστικὸς τῶν ἐν δικαιοσύνῃ καρπῶν καὶ οἷον τῆς μελλούσης πάντων σωστικῆς θείας καὶ ἀπορρήτου χάριτος μηνυτικός· εἰς ἣν μὴ φθάσας ὁ (≡14Β_120≡> παλαιὸς διὰ τῆς ἀπιστίας ἀπώλετο λαός. Ἰσραὴλ γάρ, φησὶν ὁ θεῖος ἀπόστολος, διώκων νόμον δικαιοσύνης, τὸν ἐν σκιᾷ δηλονότι καὶ τύποις, εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασε, τὸν ἐν Πνεύματι κατὰ Χριστὸν δηλαδὴ τελειούμενον.
῍Η πάλιν, ἐπειδὴ τῶν ἱερέων καὶ γραμματέων καὶ νομικῶν καὶ Φαρισαίων ἡ πληθύς, τὴν κενὴν νοσήσασα δόξαν διὰ τῆς τῶν εὐλαβῶς δῆθεν πεπλασμένων ἠθῶν ἐπιδείξεως, τῷ δοκεῖν μετιέναι δικαιοσύνην τὸν ἐκ τῆς οἰήσεως διέτρεφε τῦφον, συκῆν ἄκαρπον μόνοις κομῶσαν τοῖς φύλλοις εἶναί φησι τῶν εἰρημένων τὴν οἴησιν ὁ λόγος· ἣν ὁ τῆς σωτηρίας ὀρεγόμενος πάντων ἀνθρώπων καὶ πεινῶν αὐτῶν τὴν ἐκθέωσιν ὡς ἄκαρπον καταρώμενος ἀποξηραίνει, ὅπως, τοῦ δοκεῖν εἶναι δίκαιοι τὸ εἶναι μᾶλλον προκρίναντες, τὸν μὲν καθ᾽ ὑπόκρισιν τῆς ἠθικῆς ἐπιδείξεως ἐκδυσάμενοι χιτῶνα, τὸν ἐνάρετον δέ, καθὼς ὁ θεῖος βούλεται Λόγος, ἀνοθεύτως μετελθόντες, εὐσεβῶς τὴν ζωὴν διενέγκωσι, Θεῷ μᾶλλον τῆς ψυχῆς τὴν διάθεσιν ἢ τοῖς ἀνθρώποις τὸν ἐκτὸς ἐπιδεικνύμενοι περὶ τὰ ἤθη σχηματισμόν.
Εἰ δὲ καὶ τῶν Χριστιανῶν ἐσμεν τοιοῦτοί τινες, τὴν εὐλάβειαν διὰ τῶν τρόπων σχηματιζόμενοι δίχα τῆς ἐπ᾽ ἔργοις δικαιοσύνης, ἐκδεξώμεθα τὸν Λόγον, ὡς φιλάνθρωπον ἡμῶν πεινῶντα τὴν σωτηρίαν, ἀποξηραίνοντα τῆς ψυχῆς τὸ τῆς κακίας σπέρμα, τὴν οἴησιν, μηκέτι φθορᾶς καρπὸν φέρουσαν τὴν ἀνθρωπαρεσκίαν.
Ἔχετε, κατὰ τὴν ἐμὴν πενιχρὰν δύναμιν, τοῦ λόγου τὴν δύναμιν, κατὰ τὴν ἐκδοθεῖσαν ἀφήγησιν καλῶς πεινῶντα τὸν Κύριον χρησίμως τε τὴν συκῆν καταρώμενον καὶ εὐκαίρως ξηραίνοντα δείξασαν, ὡς ἐμποδιστικὴν τῆς ἀληθείας, εἴτε τὴν παλαιὰν κατὰ τὸν νόμον τῶν σωματικῶν τύπων παράδοσιν, εἴτε τὴν τῶν Φαρισαίων καὶ ἡμῶν ἐπὶ τοῖς ἤθεσιν οἴησιν.

ΚΑ (21). ΠΕΡΙ ΤΟΥ "ΑΠΕΚΔΥΣΑΜΕΝΟΣ ΤΑΣ ΑΡΧΑΣ ΚΑΙ ΤΑΣ ΕΞΟΥΣΙΑΣ".
21. ΕΡΩΤΗΣΙΣ ΚΑ'
Τί ἐστιν ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τὰ ἑξῆς; Πῶς δὲ καὶ ἦν αὐτὰς ὅλως ἐνδυσάμενος, ἁμαρτίας χωρὶς γεγενημένος;
Ἀπόκρισις.
Ὁ κατὰ πάντα τρόπον ὁμοίως ἡμῖν, δίχα μόνης ἁμαρτίας, ἀτρέπτως ὑποδὺς τὴν ἡμετέραν φύσιν θεαρχικὸς Λόγος, τέλειος γενόμενος ἄνθρωπος, τὸν πρῶτον Ἀδὰμ εἶχε τοῖς κατὰ τὴν γένεσίν τε καὶ γέννησιν τρόποις φαινόμενον. Οἷον, ὁ πρῶτος ἄνθρωπος, ἐκ Θεοῦ τὸ εἶναι λαβὼν καὶ γενόμενος κατ᾽ αὐτὴν τοῦ εἶναι τὴν γένεσιν, φθορᾶς ἦν καὶ ἁμαρτίας ἐλεύθερος—οὐ γὰρ συνεκτίσθη αὐτῷ φθορὰ καὶ ἁμαρτία—ὅτε δὲ τὴν ἐντολὴν παραβὰς ἥμαρτε, γέννησιν καταδικάζεται διὰ πάθους καὶ ἁμαρτίας συνισταμένην, ἐν τῷ δι᾽ αὐτὴν παθητῷ τῆς ἁμαρτίας ἐχούσης, ὡς ἐν νόμῳ, λοιπὸν κατὰ τὴν φύσιν τὴν γένεσιν· καθ᾽ ὃν οὐδείς ἐστιν ἀναμάρτητος, ὑποκείμενος φύσει τῷ νόμῳ τῆς μετὰ τὴν γένεσιν διὰ τὴν ἁμαρτίαν ἐπεισαχθείσης γεννήσεως.
Ἐπειδὴ τοίνυν διὰ τὴν παράβασιν ἡ ἁμαρτία, διὰ δὲ τὴν ἁμαρτίαν τὸ παθητὸν κατὰ τὴν γέννησιν τῇ φύσει τῶν ἀνθρώπων ἐπεισῆλθεν, καὶ συνήκμαζεν ἀεὶ τῷ παθητῷ τῆς γεννήσεως διὰ τῆς ἁμαρτίας ἡ πρώτη παράβασις, οὐκ ἦν ἐλπὶς ἐλευθερίας, δεσμῷ πονηρῷ δεθείσης ἀλύτως κατὰ γνώμην τῆς φύσεως. Ὅσον γὰρ πρὸς τὴν οἰκείαν ἔσπευδε διὰ τῆς γεννήσεως σύστασιν ἡ φύσις, τοσοῦτον πλέον ἑαυτὴν τῷ νόμῳ τῆς ἁμαρτίας ἐπέσφιγγεν, ἐνεργουμένην ἔχουσα κατὰ τὸ παθητὸν τὴν παράβασιν. Ἐν αὐτῷ γὰρ τῷ παθητῷ διὰ τὴν φυσικὴν περίστασιν ἔχουσα τῆς ἁμαρτίας τὴν αὔξησιν, πασῶν εἶχε τῶν ἐναντίων (≡14Β_124≡> δυνάμεων ἀρχῶν τε καὶ ἐξουσιῶν κατὰ τὴν ἐν τῷ παθητῷ γενικὴν ἁμαρτίαν διὰ τῶν παρὰ φύσιν παθῶν ἐγκεκρυμμένας τοῖς κατὰ φύσιν πάθεσι τὰς ἐνεργείας· δι᾽ ὧν πᾶσα πονηρὰ δύναμις ἐνήργει, κατὰ τὸ παθητὸν τῆς φύσεως εἰς τὴν φθορὰν τῶν παρὰ φύσιν παθῶν τὴν γνώμην διὰ τῶν κατὰ φύσιν ἐλαύνουσα.
Γενόμενος οὖν ὑπὲρ φιλανθρωπίας ὁ τοῦ Θεοῦ μονογενὴς Υἱὸς καὶ Λόγος τέλειος ἄνθρωπος, διὰ τὸ ταύτης τῆς πονηρᾶς ἐξελέσθαι τὴν τῶν ἀνθρώπων φύσιν ἀμηχανίας, ἐκ μὲν τῆς κατὰ τὴν γένεσιν τοῦ Ἀδὰμ πρώτης συστάσεως λαβὼν εἶχε δίχα τῆς ἀφθαρσίας τὸ ἀναμάρτητον, ἐκ δὲ τῆς ὕστερον διὰ τὴν ἁμαρτίαν ἐπεισαχθείσης τῇ φύσει γεννήσεως μόνον εἴληφε δίχα τῆς ἁμαρτίας τὸ παθητόν. Ἐπεὶ τοίνυν ἐν τῷ παθητῷ κατὰ τὸν Ἀδάμ, ὡς ἔφην, διὰ τὴν ἁμαρτίαν αἱ πονηραὶ δυνάμεις ἔσχον τὰς ἐνεργείας ἀφανῶς ἐγκεκρυμμένας τῷ περιστατικῷ νόμῳ τῆς φύσεως, εἰκότως ἐν τῷ Σωτῆρι Θεῷ τοῦ Ἀδὰμ θεωροῦσαι κατὰ φύσιν διὰ τὴν σάρκα τὸ παθητὸν καὶ δοκοῦσαι πρὸς ἀνάγκης περιστατικῶς ὡς ψιλὸν ἄνθρωπον καὶ τὸν Κύριον κεκτῆσθαι τὸν νόμον τῆς φύσεως, ἀλλ᾽ οὐχὶ κατὰ θέλησιν γνώμῃ κινούμενον, προσέβαλον, ἐλπίζουσαι κἀκεῖνον διὰ τοῦ κατὰ φύσιν πάθους τὸ παρὰ φύσιν πείθειν φαντάζεσθαι πάθος καί τι δρᾶν αὐταῖς ἐοικός· ὅς, διὰ τῆς πρώτης πείρας τῶν καθ᾽ ἡδονὴν πειρασμῶν συγχωρήσας τοῖς οἰκείοις αὐτὰς ἐμπαίζεσθαι δόλοις, ἐξεδύσατο ταύτας ἐξωθήσας τῆς φύσεως, ἀπρόσιτος μείνας αὐταῖς καὶ ἀνέπαφος, ἡμῖν προδήλως ἀλλ᾽ οὐχ ἑαυτῷ τὴν νίκην ποιούμενος· οἷς καὶ γέγονεν ἄνθρωπος προσάγων ὡς ἀγαθὸς ὅλον τὸ κατορθούμενον. Οὐ γὰρ αὐτὸς ἐδεῖτο πείρας, Θεὸς ὢν καὶ δεσπότης καὶ παντὸς πάθους κατὰ φύσιν ἐλεύθερος, ἀλλ᾽ ἵνα, τοῖς ἡμετέροις πειρασμοῖς τὴν πονηρὰν προσκαλούμενος δύναμιν, ἕληται τῇ προσβολῇ, νεκρώσας τὴν ἑλεῖν αὐτὸν ὡς ἐν ἀρχῇ τὸν Ἀδὰμ προσδοκήσασαν.
 (≡14Β_126≡> Οὕτω μὲν οὖν κατὰ τὴν πρώτην πεῖραν προσβαλούσας τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐξεδύσατο, πόρρω ποιήσας τῆς φύσεως, καὶ τὸ καθ᾽ ἡδονὴν παθητὸν ἰασάμενος, καὶ τὸ χειρόγραφον ἐν ἑαυτῷ τοῦ Ἀδὰμ τῆς τῶν καθ᾽ ἡδονὴν παθῶν γνωμικῆς συγκαταθέσεως ἀπαλείψας· δι᾽ οὗ τὴν γνώμην ὁ ἄνθρωπος ῥέπουσαν ἔχων πρὸς ἡδονὴν τὴν πονηρὰν καθ᾽ ἑαυτοῦ καὶ σιγῶν διὰ τῶν ἔργων ἀνεκήρυττε δεσποτείαν, τῷ τοῦ θανάτου φόβῳ τῆς καθ᾽ ἡδονὴν ἐνοχῆς οὐκ ἐλευθερούμενος.
Ἐπειδὴ τοίνυν διὰ τῆς καθ᾽ ἡδονὴν πρώτης πείρας ἡττήσας τὰς πονηρὰς ἐματαίωσε δυνάμεις ἀρχάς τε καὶ ἐξουσίας ὁ Κύριος, καὶ δευτέραν αὐταῖς συγχωρεῖ ποιεῖσθαι προσβολὴν καὶ τὴν λειπομένην δι᾽ ὀδύνης καὶ πόνων πεῖραν τῶν πειρασμῶν προσαγαγεῖν, ἵνα τελείως κενώσας ἐν ἑαυτῷ τὸν φθαρτικὸν ἰὸν τῆς αὐτῶν πονηρίας ὡς πῦρ δαπανήσῃ, παντελῶς ἐξαφανίσας τῆς φύσεως, ἀπεκδυσάμενος κατὰ τὸν τοῦ θανάτου καιρὸν ἐν τῷ σταυρῷ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μείνας τοῖς πόνοις ἀνάλωτος, μᾶλλον δὲ φοβερὸς φανεὶς κατὰ τοῦ θανάτου, τὸ κατ᾽ ὀδύνην παθητὸν ἐξηλώσας τῆς φύσεως· ἧς ἀπορρέπουσαν διὰ τῆς δειλίας τὴν γνώμην ἔχων ὁ ἄνθρωπος διαπαντὸς φόβῳ θανάτου καὶ παρὰ γνώμην τυραννούμενος διὰ τὸ ζῆν τῆς καθ᾽ ἡδονὴν ἀντείχετο δουλείας.
Ἐξεδύσατο μὲν οὖν ὁ Κύριος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας κατὰ τὴν πρώτην ἐν τῇ ἐρήμῳ πεῖραν τῶν πειρασμῶν, τὸ καθ᾽ ἡδονὴν παθητὸν τῆς ὅλης φύσεως ἰασάμενος· ἀπεξεδύσατο δὲ ταύτας πάλιν κατὰ τὸν καιρὸν τοῦ θανάτου, τῆς φύσεως ὁμοίως ἐξηλώσας τὸ κατ᾽ ὀδύνην παθητόν, τὸ ἡμῖν κατορθούμενον ἑαυτοῦ διὰ φιλανθρωπίαν ὡς ὑπευθύνου ποιούμενος, μᾶλλον δὲ τῶν κατορθουμένων τὸ κλέος ἡμῖν ὡς ἀγαθὸς λογιζόμενος. Ἐπειδὴ γὰρ ὁμοίως ἡμῖν λαβὼν χωρὶς ἁμαρτίας τὸ τῆς φύσεως (≡14Β_128≡> παθητόν, δι᾽ οὗ πέφυκεν ἐνεργεῖν τὰ ἑαυτῆς πᾶσα πονηρὰ καὶ ὀλέθριος δύναμις, ἐν τῷ καιρῷ τοῦ θανάτου καὶ ἐπ᾽ αὐτὸν ἐλθούσας ἐρεύνης χάριν ἀπεξεδύσατο, θριαμβεύσας τε καὶ παραδειγματίσας αὐτὰς ἐν τῷ σταυρῷ κατὰ τὴν ἔξοδον τῆς ψυχῆς, μηδὲν τὸ σύνολον εὑρούσας ἐν τῷ κατ᾽ αὐτὸν παθητῷ τῆς φύσεως ἴδιον, ὅτε μάλιστα προσεδοκοῦσαν διὰ τὸ φύσει κατὰ σάρκα παθητὸν εὑρεῖν τι πάντως ἀνθρώπινον, εἰκότως δι᾽ ἑαυτοῦ δυνάμει καὶ πᾶσαν ὡς διά τινος ἀπαρχῆς τῆς ἐξ ἡμῶν ἁγίας αὐτοῦ σαρκὸς τὴν φύσιν τῶν ἀνθρώπων τῆς ἐμφυρείσης αὐτῇ κατὰ τὸ παθητὸν κακίας ἠλευθέρωσεν, ὑποτάξας αὐτῷ τῷ τῆς φύσεως παθητῷ τὴν ἐν αὐτῷ ποτε, φημὶ δὲ τῷ παθητῷ, βασιλεύσασαν τῆς φύσεως πονηρὰν δυναστείαν.
῏Ην μὲν καὶ ἄλλως τὸν περὶ τούτου λόγον μυστικώτερόν τε καὶ ὑψηλότερον θεωρῆσαι δυνατόν. Ἀλλ᾽ ἐπειδή, καθὼς ἴστε, τὰ τῶν θείων δογμάτων ἀπορρητότερα διὰ γραφῆς οὐ δεῖ κατατίθεσθαι, ἀρκεσθῶμεν τοῖς εἰρημένοις δυσωποῦσι φιλοπραγμονοῦσαν περὶ τούτου τὴν ἔννοιαν. Θεοῦ δὲ χαριζομένου καὶ τὸ κατ᾽ ὀφθαλμοὺς ὑμῶν ἀξιωθῆναι, τὴν ἀποστολικὴν διάνοιαν ἅμα φιλομαθῶς ἐξετάσομεν.
ΣΧΟΛΙΑ
1. Γένεσιν λέγει τήν ἐκ Θεοῦ πρώτην τοῦ ἀνθρώπου διάπλασιν· γέννησιν δέ, τήν ἐκ καταδίκης ὕστερον διά τήν παράβασιν ἐξ ἀλλήλων διαδοχήν.
2. Κακίας λέγει τὰς ἐνεργείας τῶν ἀκαθάρτων πνευμάτων. Τὰ πάθη δυὸ εἰδῶν ἐστι· τὸ μὲν τὰ παρὰ φύσιν πάθη ἐστί, ἅπερ εἰσὶ κακίαι ἀεὶ ἀντικείμεναι ταῖς ἀρεταῖς, μὴ δυνάμεναι ποτὲ ἐκδηλωθῆναι ἐν ταῖς ἀρεταῖς· τὸ δὲ ἕτερον τὰ (≡14Β_130≡> πάθη εἰσὶ ἐκεῖνα, ἅπερ εἰ καὶ μὴ ἐκ τοῦ Θεοῦ ποιηθέντα ἐν τῇ φύσει τῶν ἀνθρώπων, ἀλλ' εἰσῆλθον αὐτῇ ἅμα τῇ παραβάσει, διὸ θεωρούμενα καθ' ἑαυτά, κακὰ εἰσι, δυνάμενα δὲ μεταβληθῆναι εἰς ἀγαθὰ τοῖς χρησαμένοις καλῶς, ἅπερ εἰσὶ ἢ ἡδονὴ τε καὶ ὀδύνη, ἡ ἐπιθυμία τε καὶ ὁ φόβος, ἐν οἷς κεκρυμμέναι εἰσὶ κακίαι, δι' ὧν αἱ ἀντικείμεναι δυνάμεις πεφύκασι πράττειν ἀδίκους πράξεις.
3. Κινήσεις τῆς ψυχῆς λέγει τὴν ἡδονὴν καὶ ὀδύνην, τὴν ἐπιθυμίαν καὶ τὸν φόβον, λαμβανόμεναι ὡς ἀγαθαὶ καὶ κακαί, ἐν αἷς λανθανόντως αἱ κακίαι ἐνυπάρχουσι.
4. Τὴν διαδοχὴν τῶν ἀνθρώπων ὀνομάζει ἐπείσακτον γέννησιν τῇ φύσει ἡμῶν, ἐνώσει σωματικῇ, ὁμοίᾳ τοῖς ζώοις. Εἰ γὰρ ἡ τοῦ ἀνθρώπου φύσις οὐκ ἔπιπτε διὰ τοῦ πρώτου ἀνθρώπου τῇ παραβάσει, ὁ πολλαπλασιασμὸς τοῦ ἀνθρωπίνου γένους οὐκ ἂν ἐγίγνετο τῇ τῶν σωμάτων ἑνώσει, ἥτις ἐστὶ ἡ τῆς παραβάσεως ποινή, ἀλλὰ θαυμαστῷ τινι θείῳ τρόπῳ, ἄνευ μολυσμοῦ σπέρματός τίνος.
5. Διαδοχὴ ὀνομάζει τὴν δι' ἑνώσεως γέννησιν τῶν ἀνθρώπων ἐκ σπέρματος, ἥτις οὐκ ἐν τῇ φύσει αὐτοῦ ἦν, ἄλλα ποινὴ ἐστὶ ἐπείσακτος τῇ φύσει.
6. Τὰ ἀκάθαρτα πνεύματα πεφύκασι ὑποσύρειν τοὺς ἀνθρώπους, ὑποβάλλοντα μετὰ δόλου τὰ παρὰ φύσιν πάθη ὑπὸ μορφήν τῶν κατὰ φύσιν.
7. Τῆς ἡμῶν καθ᾿ ἡδονήν, οἰκειοῦτο πεῖραν εἰς πρόκλησιν τοῦ πειράζοντος ὁ φύσει καθ᾿ ἡδονήν καί ὡς ἄνθρωπος ἀπαθής ὑπάρχων· παθητός γάρ ἦν σαρκί κατά φύσιν, ὡς ἄνθρωπος, διά τό θνητόν, ἀλλ᾿ οὐκ ἐμπαθής κατά γνώμην ὡς ἀναμάρτητος.
8. Τὰς προτροπὰς τοῦ διαβόλου πρὸς τὸν Κύριον ἐν τῇ ἔρημῳ, ἐν τῷ ναῷ καὶ ἐν τῷ ὑψηλῷ ὅρει καλεῖ πειρασμούς.
9. Πάθος τοῦ σταυροῦ καλεῖ ἐκεῖνο δι' οὗ ἡττήθη ὁ διάβολος καὶ ἡ φύσις τοῦ ἀνθρώπου ἠλευθερώθη ὑπὸ τοῦ θανάτου καὶ τῆς ἁμαρτίας.
 (≡14Β_132≡> 10. Ἕτερὸν ἐστι ἡ παθητότης τῆς ἡδονῆς, καὶ ἕτερον ἡ παθητότης τῆς σαρκός· παθητότης τῆς ἡδονῆς, τουτέστιν ἁμαρτία, οὐκ ἦν τῷ Χριστῷ.
11. Φύσεως ἴδιον κέκληκε, τό κατά γνώμην μετά παράβασιν πρός ἁμαρτίαν ἐξ ἀσθενείας ὀλισθηρόν· ὅπερ οὔτε κατά σάρκα φυσικῶς εἶχεν ὁ Κύριος, καί σαρκί κατ᾿ οὐσίαν ἀναμάρτητος ὤν.
12. Ὅτι οὐ δεῖ τοὺς ἑρμηνευτάς τῆς Γραφῆς ἑρμηνεύειν τι ὡς μὴ δυνάμενον ἄλλως ἑρμηνευθῆναι.

ΚΒ (22). ΠΕΡΙ ΤΟΥ "ΕΙ ΕΝ ΤΟΙΣ ΑΙΩΣΙ ΤΟΙΣ ΕΠΕΡΧΟΜΕΝΟΙΣ ΔΕΙΞΕΙ ΤΟΝ ΠΛΟΥΤΟΝ ΑΥΤΟΥ Ο ΘΕΟΣ, ΠΩΣ ΕΙΣ ΗΜΑΣ ΤΑ ΤΕΛΗ ΤΩΝ ΑΙΩΝΩΝ ΚΑΤΗΝΤΗΣΕΝ;".
22. ΕΡΩΤΗΣΙΣ ΚΒ'
Εἰ ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις δείξει τὸν πλοῦτον αὐτοῦ ὁ Θεός, πῶς εἰς ἡμᾶς τὰ τέλη τῶν αἰώνων κατήντησεν;
Ἀπόκρισις.
Ὁ πάσης κτίσεως, ὁρατῆς τε καὶ ἀοράτου, κατὰ μόνην τοῦ θελήματος τὴν ῥοπὴν ὑποστήσας τὴν γένεσιν πρὸ πάντων τῶν αἰώνων καὶ αὐτῆς τῆς τῶν γεγονότων γενέσεως τὴν ἐπ᾽ αὐτοῖς ἀφράστως ὑπεράγαθον εἶχε βουλήν· ἡ δὲ ἦν αὐτὸν μὲν ἀτρέπτως ἐγκραθῆναι τῇ φύσει τῶν ἀνθρώπων διὰ τῆς καθ᾽ ὑπόστασιν ἀληθοῦς ἑνώσεως, ἑαυτῷ δὲ τὴν φύσιν ἀναλλοιώτως ἑνῶσαι τὴν ἀνθρωπίνην, ἵν᾽ αὐτὸς μὲν ἄνθρωπος γένηται, καθὼς οἶδεν αὐτός, Θεὸν δὲ ποιήσειε τῇ πρὸς ἑαυτὸν ἑνώσει τὸν ἄνθρωπον, μερίσας δηλονότι σοφῶς τοὺς αἰῶνας καὶ διορίσας, τοὺς μὲν ἐπ᾽ ἐνεργείᾳ τοῦ αὐτὸν γενέσθαι ἄνθρωπον, τοὺς δὲ ἐπ᾽ ἐνεργείᾳ τοῦ τὸν ἄνθρωπον ποιῆσαι Θεόν.
Τῶν οὖν ἐπ᾽ ἐνεργείᾳ τοῦ αὐτὸν γενέσθαι ἄνθρωπον προωρισμένων αἰώνων εἰς ἡμᾶς τὰ τέλη κατήντησεν, τῆς θείας (≡14Β_134≡> προθέσεως κατὰ τὴν σάρκωσιν δι᾽ αὐτῶν τῶν πραγμάτων λαβούσης τὴν ἔκβασιν· ὅπερ ὁ θεῖος διασκοπήσας ἀπόστολος, τῆς κατὰ πρόθεσιν τῶν αἰώνων πρὸς τὸ γενέσθαι τὸν Θεὸν ἄνθρωπον ἐνιδὼν τὸ τέλος δι᾽ αὐτῆς τῆς τοῦ Θεοῦ καὶ Λόγου σαρκώσεως, φησὶν εἰς ἡμᾶς κατηντηκέναι τὰ τέλη τῶν αἰώνων, οὐχ ἁπλῶς παρ᾽ ἡμῶν νοουμένων τῶν αἰώνων, ἀλλὰ τῶν, ἐπ᾽ ἐνεργείᾳ δηλονότι τοῦ τῆς ἐνσωματώσεως μυστηρίου, τὸ οἰκεῖον κατὰ πρόθεσιν τοῦ Θεοῦ πέρας εἰληφότων.
Ἐπεὶ οὖν οἱ κατὰ πρόθεσιν ἐπ᾽ ἐνεργείᾳ τοῦ γενέσθαι τὸν Θεὸν ἄνθρωπον προορισθέντες αἰῶνες εἰς ἡμᾶς τὸ τέλος εἰλήφασιν, ἐνεργήσαντος κατ᾽ ἀλήθειαν τοῦ Θεοῦ τὴν ἑαυτοῦ τελείαν ἐνανθρώπησιν καὶ πληρώσαντος, τοὺς ἄλλους ἐκδέχεσθαι χρὴ λοιπὸν αἰῶνας ἐπελευσομένους ἐπ᾽ ἐνεργείᾳ τῆς τῶν ἀνθρώπων μυστικῆς καὶ ἀπορρήτου θεώσεως, καθ᾽ οὓς τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χρηστότητος αὐτοῦ εἰς ἡμᾶς δείξει ὁ Θεός, ἐνεργήσας τελείως ἐν τοῖς ἀξίοις τὴν θέωσιν. Εἰ γὰρ αὐτὸς τῆς ἐπὶ τῷ ἀνθρωπισθῆναι μυστικῆς ἐνεργείας εἴληφε πέρας, κατὰ πάντα τρόπον χωρὶς μόνης ἁμαρτίας ἡμῖν ὁμοιωθεὶς καὶ εἰς τὰ κατώτερα μέρη τῆς γῆς καταβάς, ἔνθα τὸν ἄνθρωπον ἀπεώσατο τῆς ἁμαρτίας ἡ τυραννίς, πάντως καὶ τῆς ἐπὶ τῷ θεωθῆναι τὸν ἄνθρωπον μυστικῆς ἐνεργείας λήψεται πέρας, κατὰ πάντα τρόπον, χωρὶς μόνης δηλονότι τῆς πρὸς αὐτὸν κατ᾽ οὐσίαν ταυτότητος, ὁμοιώσας ἑαυτῷ τὸν ἄνθρωπον καὶ ὑπεράνω πάντων τῶν οὐρανῶν ἀναβιβάσας, ἔνθα τὸ τῆς χάριτος φύσει μέγεθος ὑπάρχον προσκαλεῖται διὰ τὴν ἀπειρίαν τῆς ἀγαθότητος τὸν κάτω κείμενον ἄνθρωπον· ὅπερ μυστικῶς διδάσκων ὁ μέγας ἀπόστολός φησιν ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν εἰς ἡμᾶς ὑπερβάλλοντα πλοῦτον τῆς τοῦ Θεοῦ χρηστότητος δειχθήσεσθαι.
Διέλωμεν οὖν καὶ ἡμεῖς τῇ ἐπινοίᾳ τοὺς αἰῶνας, καὶ ἀφορίσωμεν τοὺς μὲν τῷ μυστηρίῳ τῆς θείας ἐνανθρωπήσεως, (≡14Β_136≡> τοὺς δὲ τῇ χάριτι τῆς ἀνθρωπίνης θεώσεως, καὶ εὑρήσομεν τοὺς μὲν περὶ τὸ οἰκεῖον ὄντας τέλος, τοὺς δὲ οὔπω παραγενομένους. Καὶ συντόμως εἰπεῖν, τῶν αἰώνων οἱ μὲν τῆς τοῦ Θεοῦ πρὸς ἀνθρώπους εἰσὶ καταβάσεως, οἱ δὲ τῆς τῶν ἀνθρώπων πρὸς Θεὸν ὑπάρχουσιν ἀναβάσεως. Οὕτω νοοῦντες οὐκ ἐνσκάζομεν τῇ ἀσαφείᾳ τῶν θείων λόγων, τὴν εἰς ταὐτὸν περίπτωσιν νομίζοντες παθεῖν τὸν θεῖον ἀπόστολον.
῍Η μᾶλλον, ἐπειδὴ καὶ ἀρχὴ καὶ μεσότης καὶ τέλος ἐστὶ πάντων τῶν αἰώνων τῶν τε παρελθόντων καὶ ὄντων καὶ ἐσομένων ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός, εἰκότως εἰς ἡμᾶς κατήντησε δυνάμει τῆς πίστεως τὸ κατ᾽ εἶδος ἐνεργείᾳ κατὰ τὴν χάριν ἐσόμενον ἐπὶ θεώσει τῶν ἀξίων τέλος τῶν αἰώνων.
῍Η πάλιν, ἐπειδὴ ἕτερος ὁ τοῦ ποιεῖν καὶ ἕτερος ὁ τοῦ πάσχειν λόγος, μυστικῶς ἅμα καὶ σοφῶς διεῖλε παρελθοῦσιν αἰῶσι καὶ μέλλουσι τὸν τοῦ ποιεῖν καὶ τοῦ πάσχειν λόγον ὁ θεῖος ἀπόστολος. Οἷον, οἱ τῆς σαρκὸς αἰῶνες, ἐν οἷς νῦν ζῶμεν—οἶδε γὰρ ἡ Γραφὴ καὶ χρονικοὺς αἰῶνας κατὰ τὸ καὶ ἐκοπίασεν εἰς τὸν αἰῶνα καὶ ζήσεται εἰς τέλος—, τῆς τοῦ ποιεῖν εἰσιν ἰδιότητος, οἱ δὲ μέλλοντες εἶναι τοῦ Πνεύματος μετὰ τὴν παροῦσαν ζωὴν τῆς τοῦ πάσχειν εἰσὶν μεταποιήσεως. Ἐνταῦθα τοίνυν ὄντες, ὡς ποιοῦντες εἰς αἰώνων τέλη καταντῶμεν, πέρας λαμβανούσης ἡμῶν κατὰ τὸ ποιεῖν τῆς δυνάμεώς τε καὶ τῆς ἐνεργείας. Ἐν δὲ τοῖς αἰῶσι τοῖς ἐπερχομένοις, πάσχοντες τὴν πρὸς τὸ θεοῦσθαι χάριτι μεταποίησιν, οὐ ποιοῦμεν ἀλλὰ πάσχομεν, καὶ διὰ τοῦτο οὐ λήγομεν θεουργούμενοι. Ὑπὲρ φύσιν γὰρ τότε τὸ πάθος ἐστὶ καὶ μηδένα λόγον ἔχον ὁριστικὸν τῆς ἐπ᾽ ἄπειρον τῶν τοῦτο πασχόντων θεουργίας. Ποιοῦμεν γὰρ ἡμεῖς, ἐφ᾽ ὅσον τήν τε τῶν ἀρετῶν ποιητικὴν φύσει λογικὴν ἔχομεν δύναμιν ἐνεργουμένην καὶ τὴν πάσης γνώσεως δεκτικὴν νοερὰν (≡14Β_138≡> ἀσχέτως δυνάμει πᾶσαν τῶν ὄντων καὶ γινωσκομένων φύσιν διαβαίνουσαν καὶ πάντας κατόπιν ἑαυτῆς τοὺς αἰῶνας ποιουμένην· καὶ πάσχομεν ἡνίκα, τῶν ἐξ οὐκ ὄντων τελείως τοὺς λόγους περάσαντες, εἰς τὴν τῶν ὄντων ἀγνώστως ἔλθωμεν αἰτίαν καὶ συγκαταπαύσομεν τοῖς φύσει πεπερασμένοις τὰς οἰκείας δυνάμεις, ἐκεῖνο γινόμενοι ὅπερ τῆς κατὰ φύσιν δυνάμεως οὐδαμῶς ὑπάρχει κατόρθωμα, ἐπειδὴ τοῦ ὑπὲρ φύσιν ἡ φύσις καταληπτικὴν οὐ κέκτηται δύναμιν. Θεώσεως γὰρ οὐδὲν γενητὸν κατὰ φύσιν ἐστὶ ποιητικόν, ἐπειδὴ μηδὲ Θεοῦ καταληπτικόν. Μόνης γὰρ τῆς θείας χάριτος ἴδιον τοῦτο πέφυκεν εἶναι τὸ ἀναλόγως τοῖς οὖσι χαρίζεσθαι θέωσιν, καὶ λαμπρυνούσης τὴν φύσιν τῷ ὑπὲρ φύσιν φωτὶ καὶ τῶν οἰκείων ὅρων αὐτὴν ὑπεράνω κατὰ τὴν ὑπερβολὴν τῆς δόξης ποιουμένης.
Οὐκοῦν τὰ τέλη τῶν αἰώνων εἰς ἡμᾶς εἰκότως κατήντησε τοὺς ὅσον οὐδέπω διὰ τῆς ἐν Χριστῷ χάριτος ληψομένους τῶν ὑπὲρ αἰῶνας καὶ φύσιν ἀγαθῶν τὴν δωρεάν, ὧν τύποι καὶ προχαράγματα καθεστήκασιν οἱ τρόποι τῶν ἀρετῶν καὶ τῶν γνωσθῆναι φύσει δυναμένων οἱ λόγοι, δι᾽ ὧν ὁ Θεὸς ἀεὶ θέλων ἐν τοῖς ἀξίοις ἄνθρωπος γίνεται. Μακάριος οὖν ὁ μετὰ τὸ ποιῆσαι διὰ σοφίας ἐν ἑαυτῷ τὸν Θεὸν ἄνθρωπον καὶ τοῦ τοιούτου μυστηρίου πληρώσας τὴν γένεσιν, πάσχων τὸ γενέσθαι τῇ χάριτι Θεός, ὅτι τοῦ ἀεὶ τοῦτο γίνεσθαι πέρας οὐ λήψεται. Ὁ γὰρ ταύτην τοῖς ἀξίοις ποιῶν, ἀόριστος ὑπάρχων κατ᾽ οὐσίαν, ἀόριστον ἔχει, καὶ πάσης ἀοριστίας ἐπέκεινα, τὴν τοῦτο ποιοῦσαν δύναμιν καὶ μηδέποτε συγκαταλήγουσαν τοῖς ὑπ᾽ αὐτῆς γινομένοις, καθάπερ ἡμεῖς, ἀεὶ δὲ μᾶλλον ἑαυτῇ συγκρατοῦσαν τοὺς ἐξ αὐτῆς τὸ εἶναι λαβόντας, ἄνευ αὐτῆς εἶναι μὴ δυναμένους. Ὅθεν καὶ πλοῦτον εἶπε χρηστότητος, ὡς μὴ παυομένης ποτὲ τῆς ἐφ᾽ ἡμῖν ἐν χρηστότητι κατὰ τὴν πρὸς θέωσιν μεταποίησιν θείας καὶ παμφαοῦς διαθέσεως.
 (≡14Β_140≡>
ΣΧΟΛΙΑ
1. Ἡ πρός τήν σάρκα τοῦ Λόγου καθ᾿ ὑπόστασιν ἕνωσις, τόν ἀπόῤῥητον τῆς θείας βουλῆς ἐφανέρωσε σκοπόν, ἐν τῷ μή φῦραι τῇ ἑνώσει τῆς σαρκός τήν οὐσίαν· μίαν δέ δεῖξαι, κἀν τῇ σαρκώσει τοῦ Λόγου τήν ὑπόστασιν· ἵνα καί μείνῃ σάρξ κατά τήν οὐσίαν ἡ σάρξ, καί γένηται θεία κατά τήν ὑπόστασιν.
2. Τῶν αἰώνων, φησίν, οἱ μέν θείας ἐκφαντικοί γεγόνασιν ἐνανθρωπήσεως, ὧν εἰς ἡμᾶς τά τέλη κατήντησεν· οἱ δέ τῆς ἡμῶν ἀποδεικτικοί τυγχάνουσιν ἐκθεώσεως· ὧν οὔπω τῆς δόξης ὁ πλοῦτος ἐφανερώθη.
3. Βεβαία πίστωσίς ἐστι, φησίν, τῆς πρός ἐκθέωσιν ἐλπίδος τῇ φύσει τῶν ἀνθρώπων, ἡ τοῦ Θεοῦ ἐνανθρώπησις· τοσοῦτον Θεόν ποιοῦσα τόν ἄνθρωπον, ὅσον αὐτός γέγονεν ἄνθρωπος. Ὁ γάρ χωρίς ἁμαρτίας γενόμενος ἄνθρωπος, δῆλον ὅτι χωρίς τῆς εἰς θεότητα μεταβολῆς, τήν φύσιν θεοποιήσει καί τοσοῦτον ἀναβιβάσει δι᾿ ἑαυτόν, ὅσον αὐτός διά τόν ἄνθρωπον ἑαυτόν κατεβίβασεν.
4. Θεωρία, δι᾿ ἧς ἐν Χριστῷ κατά περιγραφήν εἶναι δείκνυσιν ἀδιαστάτως, τήν ἀρχήν καί τό μέσον καί τό τέλος τῶν αἰώνων. Ὅς εἰς ἡμᾶς κατήντησεν ὡς αἰώνων τέλος διά σαρκώσεως, ἔχων φυσικῶς τό πλήρωμα τῆς πατρικῆς ἀγαθότητος, οὗπερ ἐν ἑαυτῷ κατά χάριν ἡμᾶς μετόχους κατέστησεν, πίστεως ἡμῖν θέμενος τήν ἐλπίδα βεβαίωσιν.
5. Ὁ τοῦ ποιεῖν λόγος ἐστίν ἡ φυσική πρός ἀρετῶν ἐνέργειαν δύναμις· ὁ δέ τοῦ πάσχειν λόγος ἐστίν ἡ χάρις τῶν ὑπέρ φύσιν ἤ σύμβασις τῶν παρά φύσιν. Ὡς γάρ τοῦ ὑπερόντος φυσικήν οὐκ ἔχομεν δύναμιν, οὕτως οὔτε τοῦ μή ὄντος ἔχομεν φύσει τήν δύναμιν. Πάσχομεν οὖν ὡς ὑπέρ φύσιν οὖσαν κατά χάριν, ἀλλ᾿ οὐ ποιοῦμεν τήν θέωσιν. Οὐ γάρ ἔχομεν δεκτικήν φύσει τῆς θεώσεως δύναμιν. Καὶ πάσχομεν πάλιν ὡς παρὰ φύσιν γνώμῃ κατά σύμβασιν τὴν κακίαν· οὐ (≡14Β_142≡> γάρ ἔχομεν πρός γένεσιν κακίας φυσικήν δύναμιν. Ποιοῦμεν οὖν ἐνταῦθα, φησίν, ὄντες, τάς ἀρετάς πρός τό ποιεῖν ταύτας ἔχοντες φύσει τήν δύναμιν· πάσχομεν δέ κατά τό μέλλον τήν θέωσιν, τήν πρός τό παθεῖν ταύτην κατά δωρεάν χάριν δεχόμενοι.
6. Τάς μέν ἀρετάς ποιοῦντες μετά τήνδε, φησί, παυόμεθα τήν ζωήν· τήν δέ κατά χάριν ὑπέρ αὐτῶν οὐ παυόμεθα πάσχοντες θέωσιν. Τὸ γὰρ ὑπέρ φύσιν πάθος, ἀόριστον, ὅτι καί δραστικόν· τό δέ παρά φύσιν, ἀνύπαρκτον, ὅτι καί ἀδρανές.
7. Τοῦ τε θυμοῦ καί τῆς ἐπιθυμίας ἐπιστατῶν ὁ λόγος, φησίν, ποιεῖ τάς ἀρετάς· ὁ δέ νοῦς τοῖς λόγοις ἐπιβάλλων τῶν γεγονότων τήν ἄπταιστον συλλέγεται γνῶσιν. Ὅταν οὖν ὁ λόγος μετά τήν τῶν ἀντικειμένων ἀποβολήν εὕρῃ τό κατά φύσιν ἐραστόν· καί ὁ νοῦς μετά τήν τῶν γινωσκομένων διάβασιν λάβηται τῆς ὑπέρ οὐσίαν καί γνῶσιν τῶν ὄντων αἰτίας, τηνικαῦτα τό τῆς θεώσεως κατά χάριν ἐπιγίνεται πάθος, τόν μέν λόγον ἀπάγον τῆς φυσικῆς διακρίσεως, ἔνθα τὸ διακρινόμενον οὐκ ἔστι· τόν δέ νοῦν καταπαῦον τῆς κατά φύσιν νοήσεως, ἔνθα μή ἔστι τό γινωσκόμενον, καὶ ποιοῦν τῇ κατά τήν στάσιν ταυτότητι Θεόν, τόν ἀξιούμενον τῆς θείας μεθέξεως.
8. Τῶν θείων φησίν ἀγαθῶν τύπους εἶναι τούς τε κατ᾿ ἀρετήν τρόπους, καί τούς τῶν ὄντων λόγους· οἷς ὁ Θεός διαπαντός ἄνθρωπος γίνεται, ὡς μὲν σῶμα τούς τρόπους ἔχων τῶν ἀρετῶν, ὡς δέ ψυχήν τούς ἐν πνεύματι λόγους τῆς γνώσεως, οἷς τούς ἀξίους θεοποιεῖ, χαρακτῆρα διδούς ἀρετῆς ἐνυπόστατον, καί ἀπλανοῦς γνώσεως ἐνούσιον χαριζόμενος ὕπαρξιν.
9. Πλοῦτον ἑρμήνευσεν εἶναι χρηστότητος, τήν εἰς ἡμᾶς τοῦ Θεοῦ διάθεσιν τῆς ἀγαθότητος.

ΚΓ (23). ΠΕΡΙ ΤΟΥ "ΚΑΙ ΔΩΣΕΙ ΑΥΤΩ Ο ΘΕΟΣ ΤΟΝ ΘΡΟΝΟΝ ΔΑΒΙΔ ΤΟΥ ΠΑΤΡΟΣ ΑΥΤΟΥ".
23. ΕΡΩΤΗΣΙΣ ΚΓ'
Εἰ Δαβὶδ τοῦ κατὰ σάρκα μόνου Ἰσραὴλ ἐβασίλευσεν, ὁ δὲ κατὰ σάρκα Ἰσραὴλ τὴν τοῦ Χριστοῦ ἀπώσατο βασιλείαν—διὸ καὶ μετῆλθεν ἐπὶ τὰ ἔθνη—, πῶς κατὰ τὴν φωνὴν τοῦ ἀρχαγγέλου σταθήσεται τὸ καὶ δώσει αὐτῷ ὁ Θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας;
Ἀπόκρισις.
Τοῦτο πάνυ μοι φαίνεται τὸ ἄπορον δήλην ἔχον καὶ φανερὰν τὴν διασάφησιν. Εἰ γὰρ οὐ πάντες οἱ ἐξ Ἰσραήλ, οὗτοι Ἰσραήλ, οὐδ᾽ ὅτι εἰσὶ σπέρμα Ἀβραάμ, πάντες τέκνα, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται ὁ Θεὸς εἰς σπέρμα, καὶ ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται, δῆλον ὡς ὁ πιστὸς λαὸς καὶ δι᾽ ἔργων δικαιοσύνης καὶ ἀληθοῦς τῆς κατὰ τὴν πίστιν γνώσεως ὁρῶν τὸν Θεόν ἐστιν Ἰσραήλ, εἴτε κατὰ σάρκα φέρει τὸ γένος ἐξ Ἰσραήλ, εἴτε τῆς ἐθνικῆς ὑπάρχει μερίδος. Ὁ γὰρ τοῦ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν ἑαυτῷ φέρων τρανὸν καὶ ἄχραντον τὸν χαρακτῆρα τῆς πίστεως τῆς τοῦ ἀληθινοῦ Ἰσραὴλ οὐκ ἀπηλλοτρίωται κλήσεώς τε καὶ χάριτος.
Ἀλλὰ καὶ Δαβὶδ αὐτὸς ὁ μακάριος τῶν ἐν Ἰσραὴλ πιστῶν εἶχε τὴν βασιλείαν. Ὅθεν ἅμα τῆς πίστεως κατέσβεσεν ἑαυτῷ τὸ φέγγος ὁ Ἰσραήλ, ἅμα καὶ τῆς τοῦ Δαβὶδ εὐθὺς ἀπέστη βασιλείας. Ἄρ᾽ οὖν τὸν τοῦ Δαβὶδ πνευματικὸν θρόνον καὶ τὴν νοητὴν τῶν λογικῶν ψυχῶν βασιλείαν καὶ τὸν πιστὸν οἶκον τοῦ Ἰακὼβ καὶ τὸ ἅγιον καὶ μέγα ἔθνος, ἐφ᾽ ὃν ἀντὶ τοῦ σωματικοῦ καὶ παραπικραίνοντος Ἰσραὴλ προφητικῶς χρηματίζων ὁ Θεὸς τῷ Μωυσῇ καταστήσειν αὐτὸν ἤτοι τὸν δι᾽ αὐτοῦ τυπικῶς νοούμενον ἐπηγγείλατο εἰπὼν "ἄφες με καὶ ἐξαλείψω τὸ ἔθνος (≡14Β_146≡> τοῦτο εἰσάπαξ καὶ καταστήσω σε εἰς ἔθνος μέγα καὶ φοβερὸν ἢ τοῦτο", ἀλλ᾽ οὐ τὸν ἄπιστον οἶκον τοῦ Ἰακὼβ καὶ παραπικραίνοντα, καὶ τὸ ἁμαρτωλὸν ἔθνος καὶ τὸ πονηρὸν σπέρμα καὶ τοὺς ἀνόμους υἱοὺς καὶ τοὺς ἄρχοντας Σοδόμων καὶ τὸν λαὸν Γομόρρας καὶ τοὺς ἀποστραφέντας ἀποστροφὴν πονηρὰν καὶ τὸν Κύριον ἐγκαταλιπόντας καὶ τὸν ἅγιον τοῦ Ἰσραὴλ παροξύναντας καὶ τὸν Θεὸν οὐκ ἐπεγνωκότας οὐδὲ συνιέντας καὶ πληγέντας πληγὴν ἀπιστίας ἀνίατον καὶ μηδεμίαν δεχομένην λογικῆς ἰατρείας μέθοδον, ἀπιστίαν ψυχῆς θεραπεύουσαν—οὐαὶ γάρ, φησίν, ἔθνος ἁμαρτωλόν, σπέρμα πονηρόν, υἱοὶ ἄνομοι· ἐγκατελίπετε τὸν Κύριον καὶ παρωξύνατε τὸν ἅγιον τοῦ Ἰσραήλ. Τί ἔτι πληγῆτε προστιθέντες ἀνομίαν; Οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι οὔτε ἔλαιον οὔτε καταδέσμους—, οὐ τοὺς χωλάναντας ἐπ᾽ ἀμφοτέραις ταῖς ἰγνύαις καὶ τὴν ἀλήθειαν ἀπεστραμμένους καὶ ἐκβεβλημένους τῆς θείας κληρονομίας κατὰ τὸν Κάϊν καὶ Ἰσμαὴλ καὶ Ἡσαῦ καὶ Ῥουβὴμ καὶ ῍Ηρ καὶ Αὐνὰν καὶ Μανασσῆν καὶ Ἐλιὰφ καὶ Ἀμνών, τοὺς τῶν πατριαρχῶν τε καὶ προφητῶν πρωτοτόκους καὶ ἐκβεβλημένους καὶ ἀποδεδοκιμασμένους—φησὶ γὰρ υἱός μου πρωτότοκος Ισραήλ· οὐ γὰρ μονογενής· ἑτέρου γὰρ ἐπεισαγωγὴ πρὸς υἱοθεσίαν θεσπεσίου λαοῦ καὶ εὐσεβοῦς ἠλπίζετο, κατὰ Θεὸν κτιζομένου καὶ εἰς υἱοθεσίαν προσαγομένου τὴν ἐν χάριτι διὰ τῆς ἐκβολῆς τοῦ πρωτοτόκου καὶ ἀπίστου Ἰσραήλ, ἐπαναστάντος τῷ νοητῷ Ἄβελ διὰ φθόνον καὶ ἀποκτείναντος κατὰ τὸν Κάϊν, καὶ ἐμπαίξαντος τῷ θείῳ τρόπῳ τοῦ νοητοῦ Ἰσαὰκ κατὰ τὸν Ἰσμαήλ, καὶ μανέντος κατὰ τοῦ νοητοῦ Ἰακὼβ ὡς Ἡσαῦ, καὶ τὸ σπέρμα τῆς πίστεως καὶ τῆς κατ᾽ αὐτὴν δικαιοσύνης εἰς τὴν γῆν τῆς πλάνης καὶ τῶν παθῶν ἐκχέαντος κατὰ τὸν ῍Ηρ καὶ Αὐνάν, καὶ (≡14Β_148≡> τὴν τοῦ Θεοῦ Ἐκκλησίαν, ὡς ἐκεῖνοι τὴν Θάμαρ, ἀρνησαμένου, καὶ τὴν λήθην οἰκειωσαμένου τῶν ἀρετῶν κατὰ τὸν Μανασσῆν, καὶ ἐπὶ τῷ νοητῷ Δαβὶδ λαβόντι τὴν βασιλείαν ἐξ ὑπερηφανίας διαπονηθέντος καὶ διὰ τοῦτο ἐξουδενωθέντος κατὰ τὸν Ἐλιάφ, καὶ ξένης παρανομίας γενομένου δημιουργοῦ κατὰ τὸν Ἀμνών—, οὐ τούτους τοὺς ἀλλοτρίους υἱοὺς καὶ χωλάναντας ἀπὸ τῶν τρίβων αὐτῶν, τοὺς μανίας καὶ φόνου πνέοντας, τοὺς σαρκικοὺς ὄντως καὶ σαρκῶν μόνων υἱούς, τοὺς ξένους τῆς χάριτος, ὧν Θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, ὧν τῆς ἀπιστίας ἀπόλοιτο τὸ μνημόσυνον μετ᾽ ἤχου, ἀλλ᾽ ὡς ἔφην, τὸν πιστὸν καὶ πνευματικὸν Ἰσραὴλ καὶ ὁρῶντα Θεὸν διὰ τῆς πίστεως, τὸν ἐκ πάντων τῶν ἐθνῶν συνειλεγμένον κατ᾽ ἐκλογὴν χάριτος εἰς περιποίησιν λαὸν καὶ ἅγιον ἔθνος καὶ βασίλειον ἱεράτευμα ἐπηγγείλατο δώσειν διὰ τοῦ ἀγγέλου πρὸς τὴν παρθένον χρηματίζων ὁ Θεὸς τῷ ἐξ αὐτῆς τεχθησομένῳ Σωτῆρι τῶν ὅλων· ὅπερ δι᾽ αὐτῆς τῆς τῶν πραγμάτων ἐκβάσεως τὴν οἰκείαν ἐδέξατο πίστωσιν, τοῦ Κυρίου τὰς πρὸς τοὺς πατέρας ἐπαγγελίας πληρώσαντος καὶ πάντα τὰ ἔθνη ἐν τῷ νοητῷ Ἀβραὰμ ἐνευλογήσαντός τε καὶ υἱοθετήσαντος καὶ πάντων τῶν ἐθνῶν καταστήσαντος ἐν Πνεύματι διὰ τῆς πίστεως αὐτὸν πατέρα τὸν Ἀβραὰμ καὶ καθεσθέντος ἐν τῷ πνευματικῷ θρόνῳ τοῦ Δαβὶδ καὶ βασιλεύοντος ἐπὶ τὸν πιστὸν οἶκον τοῦ Ἰακὼβ εἰς τοὺς αἰῶνας βασιλείαν πέρας οὐκ ἔχουσαν.
ΣΧΟΛΙΑ
1. Ἐπί τοῦ Ἱεροβοάμ ἀπέστη ὁ Ἰσραήλ τοῦ οἴκου Δαβίδ ἀπιστήσας τῷ Θεῷ.
2. Ἀπαρίθμησις τῶν ἀπό τοῦ αἰῶνος ἐκβεβλημένων πρωτοτόκων, οἷς εἰκαζόμενος καί ὁ Ἰσραηλίτης λαός. Κἄν δῶμεν περί αὐτοῦ συμπεριφορικῶς εἰρῆσθαι τό· Υἱός μου πρωτότοκος Ἰσραήλ, ὡς πρωτότοκος ἀποβέβληται διά τήν τοῦ (≡14Β_150≡> μετ᾿ αὐτόν εἰσποιηθέντος λαοῦ τῶν ἐθνῶν διά πίστεως κλῆσιν.
3. Τούς ἐπιβουλευθέντας ὑπό τῶν πρωτοτόκων ἀδελφούς, φέρειν τύπον φησί τοῦ Κυρίου καί τοῦ κατά πίστιν νέου λαοῦ.

ΚΔ (24). ΠΕΡΙ ΤΟΥ "ΔΙΕΛΘΩΝ ΠΡΩΤΗΝ ΚΑΙ ΔΕΥΤΕΡΑΝ ΦΥΛΑΚΗΝ".
24. ΕΡΩΤΗΣΙΣ ΚΔ'
Τί ἐστι τὸ ἐν ταῖς Πράξεσι περὶ τοῦ Πέτρου κείμενον διελθόντες πρώτην φυλακὴν καὶ δευτέραν, ἤλθομεν ἐπὶ τὴν πύλην τὴν σιδηράν;
Ἀπόκρισις.
Ὁ πιστὸς κατὰ τὸν ἅγιον Πέτρον καὶ πρακτικὸς νοῦς, ὑπὸ Ἡρῴδου κρατούμενος, τοῦ δερματίνου νόμου—δερμάτινος γὰρ ὁ Ηρῴδης ἑρμηνεύεται—, ὅπέρ ἐστι τὸ φρόνημα τῆς σαρκός, ὑπὸ δύο συγκλείεται φυλακὰς καὶ μίαν πύλην σιδηράν, πολεμούμενος ἔκ τε τῆς τῶν παθῶν ἐνεργείας καὶ τῆς κατὰ διάνοιαν ἐπὶ τοῖς πάθεσι συγκαταθέσεως· ἅστινας καθάπερ φυλακάς, ἤγουν εἱρκτάς, διὰ τοῦ λόγου τῆς πρακτικῆς φιλοσοφίας ὡς δι᾽ ἀγγέλου διαπεράσας, ἔρχεται ἐπὶ τὴν πύλην τὴν σιδηράν, τὴν φέρουσαν εἰς τὴν πόλιν, τὴν πρὸς τὰ αἰσθητὰ λέγω τῶν αἰσθήσεων στερρὰν καὶ ἀπότομον καὶ δυσκαταμάχητον σχέσιν· ἣν ὁ τῆς φυσικῆς ἐν πνεύματι θεωρίας διανοίγων λόγος, αὐτοματὶ πρὸς τὰ συγγενῆ νοητὰ λοιπὸν ἀφόβως τὸν νοῦν παραπέμπει, τῆς Ἡρῴδου μανίας ἐλεύθερον.
ΣΧΟΛΙΟΝ.
1. Φυλακάς εἶπεν τήν ἕξιν τῆς κακίας καί τήν ἐνέργειαν -χαρακτήρ γάρ τῆς ἕξεως ἡ συγκατάθεσις-, ὑφ᾿ ἅς ὁ πονηρός ποιεῖν ἀγωνίζεται τούς ἁγίους. Πύλην δέ σιδηρᾶν τήν πρός (≡14Β_152≡> τά αἰσθητά φυσικήν τῶν αἰσθήσεων σχέσιν, ὧν καθάπερ ἄγγελος ἐξαιρεῖται τόν ἀληθῶς πιστόν, ὁ τῆς πρακτικῆς γνώσεως λόγος.

ΚΕ (25). ΠΕΡΙ ΤΟΥ "ΠΑΝΤΟΣ ΑΝΔΡΟΣ ΚΕΦΑΛΗ Ο ΧΡΙΣΤΟΣ", ΚΑΙ ΤΑ ΕΞΗΣ.
25. ΕΡΩΤΗΣΙΣ ΚΕ'
Τί ἐστι θέλω ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός, καὶ πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ· πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ καταισχύνει τὴν κεφαλὴν αὐτῆς· ἓν γὰρ καὶ τὸ αὐτό ἐστι τῇ ἐξυρημένῃ; Καὶ τί πάλιν ἐστὶ τὸ διὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους;
Ἀπόκρισις.
Ἰστέον ὅτι παντὸς ἀνδρὸς εἰπὼν ὁ θεῖος ἀπόστολος εἶναι κεφαλὴν τὸν Χριστὸν πιστοῦ δηλονότι κατὰ τὴν πρᾶξιν τῶν θείων ἐντολῶν καὶ τὴν θεωρίαν τῶν εὐσεβῶν δογμάτων ἀνδρὸς ἀπεφήνατο κεφαλὴν εἶναι τὸν Χριστόν, τῆς περιεκτικῆς σημασίας οὐ συμπερικλειούσης τῷ λόγῳ καὶ τοὺς ἀπίστους ἄνδρας. Πῶς γὰρ καὶ εἴη κεφαλὴ τῶν μὴ πιστευόντων ὁ Χριστός;
Οὐκοῦν κατὰ μίαν ἐπιβολήν, τῷ τῆς ἀναγωγῆς προσβαίνοντες λόγῳ, φαμὲν ἄνδρα εἶναι τὸν πρακτικὸν νοῦν, κεφαλὴν ἔχοντα τὸν λόγον τῆς πίστεως· πρὸς ὃν ὡς Χριστὸν ἀφορῶν, ταῖς τῶν ἐντολῶν χάρισιν ᾠκοδομημένον διὰ τῆς πράξεως τὸν οἰκεῖον συνίστησι βίον ὁ νοῦς, μὴ καταισχύνων τὴν κεφαλὴν αὐτοῦ, τουτέστι τὴν πίστιν, τινὶ τῶν ἐκτὸς κατὰ τὴν ὕλην ἐπικαλυμμάτων, ἐκ τοῦ μηδὲν ὑπεράνω τῆς πίστεως τιθέναι τῶν προσκαίρων καὶ λυομένων. Γυναῖκα δὲ τοῦ τοιούτου νοὸς εἶναί φαμεν αὐτὴν τὴν ἕξιν τῆς πράξεως, πολλοῖς καὶ διαφόροις κομῶσάν τε καὶ κατακεκαλυμμένην πρακτικοῖς λογισμοῖς τε καὶ (≡14Β_154≡> ἤθεσι, μᾶλλον δὲ αὐτὸν τὸν νοῦν ὡς κεφαλὴν ἰδίαν κατὰ τὴν τῶν τοιούτων λογισμῶν τε καὶ τρόπων πύκνωσιν καὶ εὐπρέπειαν ἔχουσαν κεκαλυμμένον. Χριστὸν δέ φαμεν εἶναι τὴν ἐνυπόστατον πίστιν, ἧς κεφαλὴ σαφῶς ἐστιν ὁ Θεός, πρὸς ὃν ἄγει τῆς πίστεως ὁ λόγος, δεικνὺς τῷ ἀναγομένῳ τὸν ἐν ᾧ κατὰ φύσιν ὑπάρχει Θεόν.
Καὶ πάλιν ἀνήρ ἐστιν ὁ τῆς φυσικῆς ἐν πνεύματι θεωρίας ἐπιμελούμενος νοῦς, κεφαλὴν ἔχων τὸν κατὰ πίστιν ἐκ τῆς τῶν ὁρωμένων διακοσμήσεως γενεσιουργὸν τοῦ παντὸς λόγον διαδεικνύμενον, ὃν οὐ καταισχύνει καλύπτων καὶ οἷον ὑποτιθείς τινι τῶν ὁρωμένων ὁ νοῦς καὶ ἄλλο τὸ παράπαν αὐτοῦ ποιούμενος ὑψηλότερον. Γυνὴ δὲ τοῦ τοιούτου νοός ἐστιν ἡ σύνοικος αἴσθησις, δι᾽ ἧς ἐπιβατεύει τῇ φύσει τῶν αἰσθητῶν καὶ τοὺς ἐν αὐτοῖς θειοτέρους ἀναλέγεται λόγους, μὴ συγχωρῶν τῶν λογικῶν αὐτὴν ἀποκαλυφθεῖσαν ἐπιβλημάτων ἀλογίας γενέσθαι καὶ ἁμαρτίας ὑπουργόν, τοῦ νοὸς εἰς κεφαλὴν διὰ τῆς τῶν θειοτέρων λόγων ὡς ἐπικαλυμμάτων ἀποβολῆς ἀνταλλαξαμένην τῆς ἀλογίας τὸ πάθος. Κεφαλὴ δὲ Χριστοῦ, τουτέστι τοῦ κατὰ πίστιν διὰ τῆς κατὰ φύσιν τῶν γεγονότων θεωρίας ἀναλόγως τοῖς οὖσι διαφαινομένου δημιουργικοῦ λόγου, ἔστιν ὁ κατ᾽ οὐσίαν αὐτὸν γεννῶν ἀπόρρητος νοῦς· πρὸς ὃν ὁ Λόγος δι᾽ ἑαυτοῦ τὸν ἀναγόμενον διὰ τῆς τῶν ὄντων εὐσεβοῦς θεωρίας καθίστησι νοῦν, χορηγῶν αὐτῷ συμμέτρους κατὰ τὴν γνῶσιν τῶν ὁρατῶν τὰς νοητὰς τῶν θείων ἐμφάσεις.
Καὶ αὖθις ἀνήρ ἐστιν ὁ τῆς μυστικῆς θεολογίας ἐντὸς γενόμενος νοῦς, κεφαλὴν ἔχων ἀκατακάλυπτον τὸν Χριστόν, τουτέστι τὸν ταῖς ἀναποδείκτοις μυσταγωγίαις ἀγνώστως νοούμενον, ἢ κυριώτερον εἰπεῖν, ἀνοήτως γινωσκόμενον λόγον τῆς πίστεως, ὑπὲρ ὃν οὐδὲν τίθεται τῶν ὄντων—οὐκ αἴσθησιν οὐ λόγον οὐ νοῦν οὐ νόησιν οὐ γνῶσιν οὐ γινωσκόμενον οὐ νοούμενον οὐ (≡14Β_156≡> λεγόμενον οὐκ αἰσθητὸν οὐκ αἰσθανόμενον—ὁ τὴν ἐπαινετὴν καὶ ὑπερέχουσαν ἑαυτοῦ τε καὶ τῶν ὄντων παντελῆ καὶ διαφερόντως θεοποιὸν στέρησιν συνασκούμενος νοῦς. Γυνὴ δὲ τοῦ τοιούτου νοός ἐστιν ἡ πάσης αἰσθητῆς φαντασίας καθαρεύουσα διάνοια, καθάπερ κεφαλὴν ἔχουσα τὸν νοῦν, ταῖς ἀνάρχοις καὶ ὑπὲρ νόησιν τῶν ἀρρήτων καὶ ἀγνώστων δογμάτων ἐπιβολαῖς πεπυκασμένον. Κεφαλὴ δὲ Χριστοῦ, τουτέστι τοῦ καθ᾽ ὑπεροχὴν μυστικῶς ἀποπεφασμένου λόγου, ἔστιν ὁ πάντων ἀπολύτως κατὰ πάντα τρόπον ἀπείρως ἐξῳκισμένος Νοῦς, ὃν ὡς φύσει Νοῦ Λόγος ὑπάρχων ὁ Χριστὸς νοούμενος ποιεῖ γνωστὸν τοῖς ἀξίοις. Ὁ γὰρ ἑωρακὼς ἐμέ, φησίν, ἑώρακε τὸν Πατέρα. Καὶ γὰρ ἀληθῶς ἡ τοῦ Λόγου νόησις ἀρίδηλος τοῦ γεννήσαντος αὐτὸν Νοῦ καθέστηκε γνῶσις, ὡς ἐν ἑαυτῷ δεικνύντος ὑφιστάμενον κατ᾽ οὐσίαν τὸν Νοῦν, πρὸς ὃν ἀνάγει τὸν ἐφιέμενον τῆς πρὸς Θεὸν κατὰ χάριν ταὐτότητος νοῦν, ἀπολυθέντα τῆς ἐν πλήθει τῶν ὄντων κατὰ τὴν νόησιν διαφορᾶς καὶ ποσότητος καὶ εἰς θεοειδῆ μονάδα συναχθέντα τῇ ταὐτότητί τε καὶ ἁπλότητι τῆς περὶ Θεὸν ἐπιτατικῆς ἀεικινησίας.
Πᾶς τοιγαροῦν πρακτικὸς νοῦς προσευχόμενος ἢ προφητεύων, τουτέστι τῶν ἀρετῶν ἐξαιτούμενος λόγους— οὕτω γὰρ νοητέον τὸ προσευχόμενος—ἢ τοὺς αὐτῶν τοῖς ἔργοις ἐκφαίνων τρόπους—οὕτω γὰρ ἐκληπτέον τὸ προφητεύων,—, μόνον ὁρᾶν ὤφειλε γυμνὸν τὸν τῆς πίστεως λόγον, μηδὲν νοῶν ἢ λογιζόμενος ἢ ποιῶν κατὰ πρόσκλησιν ἐπικαλύπτων τὴν κεφαλήν, ὑπὲρ αὐτὴν ἄλλό τι τιθέμενος. Καὶ πᾶσα γυνή, τουτέστι πρακτικοῦ νοὸς ἕξις, προσευχομένη ἢ προφητεύουσα ἤγουν κατὰ διάθεσιν ἀφανῶς κινουμένη ἢ τοῖς ἐκτὸς ἤθεσι διαπλάττουσα τὴν ἀρετὴν ἄνευ λογικῆς διακρίσεως, καταισχύνει τὴν (≡14Β_158≡> κεφαλὴν αὐτῆς, πρὸς πάθος μετερχομένη τὸ ἀγαθόν, οἷα τοῦ καλλωπίζοντος, ὡς ἐπιβλήματος, ἐστερημένη λόγου. Καὶ πᾶς νοῦς τὴν φυσικὴν ἀσκούμενος θεωρίαν, προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων, τουτέστι γνωστικῶς τοὺς τῶν ὄντων λόγους ἐπιζητῶν ἢ τούτους διδασκαλικῶς ἄλλοις παραδιδοὺς μετὰ τῆς πρὸς ἄλλό τι καθ᾽ οἱονδήποτε τρόπον ῥοπῆς ἄνευ τοῦ κατ᾽ εὐσέβειαν σκοποῦ, καταισχύνει τὴν κεφαλὴν αὐτοῦ, ὡς ὑπερθέμενός τι τῶν παρερχομένων τῆς ὀρθῆς κατ᾽ εὐσέβειαν γνώσεως. Καὶ πᾶσα γυνή, τουτέστιν αἴσθησις, φυσικῶς τοῖς αἰσθητοῖς προσβάλλουσα, κατὰ κεφαλῆς μὴ ἔχουσα τοὺς νοεροὺς τῶν ὁρωμένων λόγους αὐτὴν περικαλύπτοντας, καταισχύνει τὴν κεφαλὴν αὐτῆς, πρὸς πάθος διὰ τὴν φυσικὴν σχέσιν τὴν τῶν ὁρωμένων ἐπερχομένη θεωρίαν. Καὶ πᾶς νοῦς μυστικῆς γενόμενος ἐραστὴς θεολογίας, προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων, τουτέστι ταῖς ἀδύτοις ἐμβατεύων ἀγνώστως θεωρίαις ἢ διδάσκων καὶ μυσταγωγῶν ἄλλους πρὸς θεολογίαν, εἴ τινα μορφὴν σχοίη νοήσεως, τὸν ὑπὲρ νόησιν λόγον μυσταγωγούμενος ἢ μυσταγωγῶν, καταισχύνει τὴν κεφαλὴν αὐτοῦ, τὸν ἁπλοῦν καὶ ὑπερέκεινα πάσης νοήσεως ὑποθείς τινι τῶν ὄντων καὶ γινωσκομένων, δέον πάσης αὐτὸν γυμνὸν ἐννοίας καὶ γνώσεως ἀνομμάτως ὁρᾶν τὸν ἀληθῆ Θεὸν Λόγον, γινώσκοντα σαφῶς ὡς ἐπὶ Θεοῦ μᾶλλον αἱ καθ᾽ ὑπεροχὴν στερήσεις ἀληθεύουσι, ποσῶς μηνύουσαι τὴν θείαν θέσιν διὰ τῆς τῶν ὄντων παντελοῦς ἀφαιρέσεως. Καὶ πᾶσα γυνή, διάνοια τοῦ τοιούτου νοός, προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ, τουτέστιν ἄφετος τῆς ἐπ᾽ αὐτῇ πολλοῖς πεπυκνωμένης μυστικοῖς θεωρήμασι νοερᾶς δυνάμεως, καταισχύνει τὴν κεφαλὴν αὐτῆς, ἀποβαλομένη τήν, ὡς κεφαλὴν καλύπτουσαν τὸν νοῦν, θείαν καὶ ἀπόρρητον γνῶσιν.
Πᾶς οὖν ἀνήρ, ἤγουν νοῦς πρακτικὸς ἢ φυσικὸς ἢ θεολογικός, προσευχόμενος ἢ προφητεύων, τουτέστι διδασκόμενος ἢ διδάσκων, ἀκατακάλυπτον ἐχέτω τὴν κεφαλήν, τὸν Χριστόν, ὁ (≡14Β_160≡> μὲν πρακτικός, μηδὲν πίστεως καὶ ἀρετῆς προκρίνων, ὁ δὲ φυσικός, μηδένα τοῦ πρώτου Λόγου ποιούμενος ἄλλον ἀνώτερον, ὁ δὲ θεολογικός, τὸν ὑπὲρ νόησιν καὶ γνῶσιν καθ᾽ ὁτιοῦν μὴ σχηματίζων ταῖς διὰ τῶν ὄντων νοήσεσι. Καὶ πᾶσα γυνή, τουτέστιν ἕξις πρακτικοῦ ἢ αἴσθησις φυσικοῦ ἢ σοφὴ διάνοια θεολογικοῦ νοός, κατακαλυπτέσθω τὴν κεφαλήν, ἡ μὲν πρακτικὴ ἕξις, τῶν ποιητέων καὶ οὐ ποιητέων ἐπικειμένην ἔχουσα τὴν τοῦ λόγου διάκρισιν, ἡ δὲ αἴσθησις, τὴν ἐπὶ τοῖς ὁρωμένοις ἐπιστημονικὴν τοῦ λόγου δύναμιν, ἡ δὲ διάνοια, τὴν παντελῶς ἀναπόδεικτον τῶν ὑπὲρ νόησιν γνῶσιν. Πᾶσα γὰρ ἕξις ἢ αἴσθησις ἢ διάνοια, μὴ καλυπτομένη κατὰ τὸν ἀποδοθέντα τρόπον, οὐδὲν διαφέρει τῆς ἐξυρημένης, τουτέστι τῆς μηδένα λόγον ἐχούσης ἀρετῆς ἢ θεοσεβείας ἢ γνώσεως μυστικῆς καὶ θείας ἀγάπης.
Ὀφείλει γοῦν ἔχειν καὶ διὰ τὸ εἰκὸς πᾶσα τοιαύτη γυνὴ τὴν ἐξουσίαν τοῦ λόγου διαπαντὸς ἐπὶ τῆς κεφαλῆς, λέγω δὲ τὴν λογικὴν ἐπιστασίαν, καὶ μάλιστα διὰ τοὺς ἀγγέλους τοὺς θεωμένους ἡμῶν τά τε φανερὰ καὶ ἀφανῆ κινήματα καὶ ἀπογραφομένους πᾶν νόημα καὶ ποίημα πρὸς ἔπαινον ἢ ἔλεγχον ἡμῶν ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς διαγνώσεως, καὶ διὰ τοὺς κατὰ συνείδησιν λογισμούς, καὶ αὐτοὺς ἀγγέλους τροπικῶς νοουμένους, ἐπὶ τοῖς γινομένοις παρ᾽ ἡμῶν κατηγοροῦντας ἢ καὶ ἀπολογουμένους νῦν τε καὶ ὕστερον κατὰ τὴν ἡμέραν τῆς κρίσεως, καὶ διὰ τοὺς πονηροὺς ἀγγέλους τοὺς φυλαττομένους ἡμῶν καὶ ἕξιν καὶ αἴσθησιν καὶ διάνοιαν, ἵνα, ἐπὰν ἴδωσι γυμνωθεῖσαν τῆς λογικῆς τε καὶ νοερᾶς διακρίσεως καὶ εὐσεβείας καὶ γνώσεως, ἐπιθῶνται τὴν τῶν ἐναντίων αὐταῖς δημιουργοῦντες γένεσιν, ἀδιακρισίαν λέγω καὶ ἀσέβειαν καὶ ἄγνοιαν, δι᾽ ὧν κακίαν καὶ πλάνην καὶ ἀθεΐαν ἐνεργεῖν οἱ πονηροὶ πεφύκασι δαίμονες.
Κεφαλὴ δὲ Χριστοῦ ὁ Θεὸς εἴρηται, ὡς Λόγου φύσει Νοῦς κατ᾽ αἰτίαν ἀρχή.
 (≡14Β_162≡>
ΣΧΟΛΙΑ
1. Ὅτι ἀνήρ ἐστι καί ὁ τὴν πρακτικήν φιλοσοφίαν μετερχόμενος νοῦς.
2. Κεφαλήν εἶπεν τόν Χριστόν, ὡς ὑπόστασιν τῶν μελλόντων ἀγαθῶν. Ἡ γάρ πίστις, κατά τόν θεῖον Ἀπόστολον, μελλόντων ἐστίν ὑπόστασις, καί πραγμάτων ἔλεγχος οὐ βλεπομένων· ὅπερ ἐστίν αὐτός, ἐν ᾧπέρ εἰσιν οἱ θησαυροί τῆς σοφίας ἀπόκρυφοι, καί τῆς γνώσεως.
3. Ἐνυπόστατος πίσις ἐστίν, ἡ ἐνεργής καί ἔμπρακτος, καθ᾿ ἥν ὁ τοῦ Θεοῦ Λόγος ἐν τοῖς πρακτικοῖς δείκνυται ταῖς ἐντολαῖς σωματούμενος· δι᾿ ὧν ὡς Λόγος πρός τόν ἐν ᾧ κατά φύσιν ἐστίν ἀνάγει Πατέρα τούς πράττοντας.
4. Ὅτι ἀνήρ ἐστιν καί ὁ τήν φυσικήν θεωρίαν εὐσεβῶς ἀσκούμενος νοῦς, τόν κατά πίστιν τῇ διανοίᾳ θεωρητόν τοῦ Θεοῦ Λόγον κεφαλήν ἔχων, ὡς αἰτίαν τῆς τῶν ὁρωμένων γενέσεως.
5. Ἐπειδή, φησίν, συνεπινοεῖται πάντως τῷ γενεσιουργῷ τῶν ὄντων Λόγῳ καί Νοῦς, πρός ὅν ἔχει κατ᾿ αἰτίαν τήν ἀναφοράν ὁ Λόγος· κεφαλήν τοῦ Χριστοῦ κέκληκε τόν Πατέρα ὡς Νοῦν Λόγου κατά φύσιν γεννήτορα.
6. Ὅτι ἀνήρ ἐστι, καί ὁ τήν μυστικήν διδασκόμενος θεολογίαν.
 7. Καθ᾿ ὑπεροχήν ἐκδέχου τό ἀνοήτως. Ὑπέρ νόησιν γάρ τό πιστευόμενον, ὅπερ ἐστίν ὁ Θεός.
8. Ὁ τήν ἄμεσον τῇ καθ᾿ ὑπεροχήν στερήσει τῶν γενητῶν πρός τόν ἐπέκεινα παντός λόγου Λόγον ἀγνώστως λαβών, φησίν, αὐτοψίαν, αὐτόν ἔχει κεφαλήν τόν πάντη μονώτατον Λόγον· ὑπέρ ὅν ἤ μεθ᾿ οὗ, ἤ μεθ᾿ ὅν ἕτερος φύσει καθάπαξ οὐχ ὑφέστηκε λόγος, οὗ ὁ εἷς φύσει Νοῦς ὑπάρχει γεννήτωρ· (≡14Β_164≡> πρός ὅν ὡς κεφαλήν ἀνάγων διά τοῦ συμφυοῦς κατ᾿ οὐσίαν Πνεύματος τόν ἑπόμενον συνίστησι νοῦν.
9. Τοῦ μέν πρακτικοῦ γυναῖκά φησιν εἶναι τήν ἕξιν, ὡς τῶν κατ᾿ ἀρετήν τρόπων γεννητικήν· τοῦ δέ φυσικοῦ, τήν ἐξευγενισθεῖσαν τοῖς λόγοις τοῦ Πνεύματος αἴσθησιν, ὡς τίκτουσαν τάς τῶν ὄντων ἀπαθεῖς φαντασίας· τοῦ δέ θεολογικοῦ τήν καθαράν διάνοιαν τοῦ ἑνός τρισσοφαοῦς φωτός μοναδικῶς δεκτικήν.
10. Χριστόν λέγει τόν ὑπερούσιον, καί ὑπερουσίως σαρκωθέντα Λόγον, ὅτι μηδέ τήν σάρκωσιν αὐτοῦ λόγῳ φυσικῷ κατέλαβε νοῦς. Τούτου δέ κεφαλήν εἶναί φησι, τόν κατά φύσιν αἴτιον Νοῦν, κατ᾿ αἰτίαν φύσει τῷ Λόγῳ συνεπινοούμενον. Ὁ γάρ τῇ πίστει τόν Λόγον ἑωρακώς, ἀχρόνως ἅμα τῷ Λόγῳ τόν τοῦ Λόγου γεννήτορα Νοῦν, ὡς ἐν αὐτῷ κατ᾿ οὐσίαν ὄντα, μυστικῶς συνεώρακεν. Φασί δέ τινες Χριστόν μέν λέγεσθαι τοῦ Χριστοῦ τό ἀνθρώπινον, ὡς τοῦ παντός, ἤγουν τῆς ὅλης φύσεως κεφαλήν. Οὗπερ ἀνθρωπίνου δῆλον, ἡ τοῦ Χριστοῦ θεότης καθέστηκε κεφαλή. Τῇ γάρ ὀνομασίᾳ τοῦ ὅλου τά μέρη καλέσαντες, ὀρθήν ἐκδεδώκασιν ἔννοιαν.
11. Ἡ πρός τόν Θεόν τοῦ τελειωθέντος νοῦ κατά χάριν ταυτότης, ἐστίν ἡ περί τό φύσει ταυτόν ἁπλῆ καί ἀδιαίρετος κίνησις, περί ἥν νοητῶν ἀνάληψις οὐκ ἔστι, ποσῷ τε τῷ κατ᾿ οὐσίαν καί τῷ κατά δύναμιν ποιῷ διαφερόντων· ἀλλ᾿ ἀπόλαυσις ἄῤῥητος, αἴσθησιν ἔχουσα τήν ὑπέρ νόησιν.
12. Προσευχήν λέγει τοῦ μέν πρακτικοῦ, τήν τῶν ἀρετῶν αἴτησιν· προφητείαν δέ τῶν ἐν αὐταῖς λόγων τήν ἀληθῆ διδασκαλίαν· τοῦ δέ φυσικοῦ προσευχήν φησιν εἶναι, τὴν περί τῶν ὄντων ἐπιστημονικῆς γνώσεως αἴτησιν· προφητείαν δέ, τήν ταύτης κατά τήν ἀληθῆ διδασκαλίαν εἰς ἄλλους μετάδοσιν· τοῦ δέ θεολογικοῦ προσευχήν εἶναι λέγει, τήν ἀπόῤῥητον σιγήν· καθ᾿ ἥν ὁ νοῦς ὑπεροχικῶς τῇ στερήσει (≡14Β_166≡> τῶν ὄντων ἄξιος γίνεται τῆς ὑπέρ νόησιν καί γνῶσιν ἑνώσεως· προφητείαν δέ, τήν ἄλλων περί ταύτην μυσταγωγίαν. Ἡ γάρ προσευχή πρός Θεόν ποιεῖται τοῦ προσευχομένου τήν ἕνωσιν· ἡ δέ προφητεία διά Θεόν τοῖς ἀνθρώποις κοινωνῆσαι τῶν δοθέντων καλῶν πείθει τόν προφητεύοντα.
13. Νοεῖ τὸν Θεὸν ὡς Λόγος μηδὲν ἀντιλαμβανόμενος, τουτέστι οὐδὲν τῶν δυναμένων ὑπὸ ἀντίληψιν γενέσθαι, ἢ μηδὲν νοούμενος, τουτέστι οὐδὲν τῶν δυναμένων νοηθῆναι, ἤτοι ἐν τῷ λογισμῷ ἐλθεῖν, ἢ μηδὲν ποιούμενος, τουτέστι οὐδὲν τῶν τῇ γεννήσει καὶ τῇ φθορᾷ ὑποκειμένων -ταῦτα γὰρ κυρίως λέγονται πράξεις- νοεῖ ὅτι ὁ Λόγος ἐστι.
14. Ὅταν τό θεῖον καταφάσκωμεν, φησίν, συνεπινοοῦμεν μὲν αὐτό τοῖς οὖσιν· ἀλλ᾿ ὡς αἰτίαν ποιητικήν. Ὅταν δέ τῶν ὄντων αὐτό παντελῶς ἀποφάσκωμεν, οὔτε κατ᾿ αἰτίαν αὐτό συνεπινοοῦμεν τοῖς οὖσιν· ὅτι μηδεμίαν, ἀληθῶς εἰπεῖν, ἔχει πρός τά ὄντα σχέσιν· καθ᾿ ἥν τήν ἐπ᾿ ἀμφοῖν ὧν ἐστι σχέσις ἔννοιαν ἅμα συναναφέρειν πεφύκαμεν. Οὐκοῦν ὁ καλός θεολόγος τήν καθ᾿ ὑπεροχήν ἀγνωσίαν θέσιν γνώσεως ἀληθοῦς ποιεῖται, τοῦ Θεοῦ τό παντελῶς ἀνεννόητον.
15. Τοιαύτην οὖν θέσιν λαμβάνουσιν αἱ καθ' ὑπεροχὴν στερήσεις. Δεικνύουσι γὰρ ὅτι ὑπάρχει μόνον ὁ Θεός, ἀρνούμεναι ὅτι ἐστὶ τῶν ὑπαρχόντων ἢ δυναμένων ὑπὸ ἀντίληψιν γενέσθαι ἢ νοηθῆναι ἢ λεχθῆναι.

ΚS (26). ΠΕΡΙ ΤΟΥ ΒΑΣΙΛΕΩΣ ΒΑΒΥΛΩΝΟΣ ΚΑΙ ΙΟΥΔΑ ΚΑΙ ΤΩΝ ΕΘΝΩΝ.
26. ΕΡΩΤΗΣΙΣ ΚS'
Εἰ ὁ βασιλεὺς Βαβυλῶνος ἀλληγορεῖται εἰς τὸν διάβολον, τίς ὁ λόγος ὃν διὰ τοῦ προφήτου Ἱερεμίου ἀπειλεῖ τοῖς βασιλεῦσι τῶν ἐθνῶν καὶ τῷ βασιλεῖ Ἰούδα κλοιοὺς καὶ δεσμὰ καὶ λιμὸν καὶ θάνατον καὶ μάχαιραν καὶ αἰχμαλωσίαν, ἐὰν μὴ αὐτῷ (≡14Β_168≡> δουλεύσωσιν, τοῖς δὲ ἑκουσίως δουλεύουσι μετὰ ἀνέσεως εἶναι ἐπὶ τῆς γῆς αὐτῶν, καὶ ὅτι δοῦλον αὐτὸν προσαγορεύει λέγων ἐγὼ δέδωκα πᾶσαν τὴν γῆν Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος τῷ δούλῳ μου καὶ τὰ θηρία τοῦ ἀγροῦ δέδωκα δουλεύειν αὐτῷ; Τίς οὖν ἐστιν ἡ τοῦ διαβόλου δουλεία καὶ τίνα τὰ θηρία καὶ τίνα τὰ ἓξ εἴδη τῆς ἀπειλῆς καὶ τίνες οἱ βασιλεῖς τῶν ἐθνῶν καὶ ὁ βασιλεὺς Ἰούδα;
Ἀπόκρισις.
Ὁ διάβολος καὶ ἐχθρός ἐστι τοῦ Θεοῦ καὶ ἐκδικητής· ἐχθρὸς μὲν ὅταν, ὡς μισῶν αὐτόν, δοκῇ πως τὴν ὀλέθριον κεκτῆσθαι πρὸς ἡμᾶς τοὺς ἀνθρώπους ἀγάπην, τοῖς τῶν ἑκουσίων παθῶν τρόποις διὰ τῆς ἡδονῆς πείθων ἡμῶν τὴν προαίρεσιν τῶν αἰωνίων ἀγαθῶν προκρίνειν τὰ πρόσκαιρα, δι᾽ ὧν, κλέπτων ὅλην τῆς ψυχῆς τὴν ἔφεσιν, τῆς θείας ἡμᾶς παντελῶς ἀγάπης ἀφίστησιν, ἑκουσίους ἐχθροὺς ποιῶν τοῦ ποιήσαντος, ἐκδικητὴς δὲ ὅταν, γυμνώσας τὸ πρὸς ἡμᾶς μῖσος, ὡς ἤδη γενομένους αὐτῷ διὰ τὴν ἁμαρτίαν ὑποχειρίους, ἐξαιτῆται τὴν καθ᾽ ἡμῶν τιμωρίαν. Οὐδὲν γὰρ οὕτω φίλον τῷ διαβόλῳ καθέστηκεν ὡς ἄνθρωπος τιμωρούμενος. Τοῦτο δὲ συγχωρηθείς, τὰς ἐπαλλήλους ἐπινοῶν τῶν ἀκουσίων παθῶν ἐπαγωγὰς λαίλαπος δίκην ἀπηνῶς ἐπιφέρεται τοῖς καθ᾽ ὧν ἐκομίσατο συγχωρήσει Θεοῦ τὴν ἐξουσίαν, οὐ τὸ πρόσταγμα τὸ θεῖον ἐκπληρῶσαι βουλόμενος, ἀλλὰ τὸ οἰκεῖον τοῦ καθ᾽ ἡμῶν μίσους διαθρέψαι πάθος ἐπιθυμῶν, ἵνα τῷ πολλῷ βάρει τῶν ὀδυνηρῶν συμφορῶν ἡ ψυχὴ δι᾽ ἀτονίαν ὀκλάσασα τῆς θείας ἐλπίδος ἑαυτῆς περικόψῃ τὴν δύναμιν, ἀντὶ νουθεσίας ἀθεΐας αἰτίαν ποιουμένη τὴν τῶν ἀλγεινῶς συμβαινόντων ἐπαγωγήν.
 (≡14Β_170≡> Ἀγαθὸς γὰρ ὑπάρχων ὁ Θεὸς καὶ θέλων ἡμῶν ἐκτίλαι παντελῶς τὸ τῆς κακίας σπέρμα, τὴν ἡδονὴν τὴν τὸν νοῦν τῆς θείας ἀποσυλοῦσαν ἀγάπης, συγχωρεῖ τῷ διαβόλῳ πόνους ἡμῖν καὶ τιμωρίας ἐπαγαγεῖν, κατὰ ταὐτὸν καὶ τῆς προλαβούσης ἡδονῆς τὸν ἰὸν διὰ τῶν πόνων τῆς ψυχῆς ἀποξέων καὶ πρὸς τὰ παρόντα καὶ μόνην τὴν αἴσθησιν σαίνοντα μῖσος ἡμῖν καὶ τελείαν ἀποδιάθεσιν, ὡς μηδὲν τιμωρίας πλέον εἰς κέρδος κεκτημένα κατὰ τὴν χρῆσιν, ἐμποιῆσαι βουλόμενος καὶ τὴν ἐκείνου τιμωρὸν δύναμιν καὶ μισάνθρωπον τῆς πρὸς ἀρετὴν ἐπαναγωγῆς περιστατικὴν αἰτίαν ποιήσασθαι τῶν αὐτῆς ἑκουσίως ἀπολισθησάντων.
Ὡς οὖν κατὰ συγχώρησιν τιμωρούμενος τοὺς ἁμαρτάνοντας ὁ διάβολος τοῦ Θεοῦ κέκληται δοῦλος, ἀποστάτης ὢν καὶ λῃστὴς πονηρός, καὶ τοῖς ἑκουσίως διὰ τῆς ἡδονῆς ἀφισταμένοις τοῦ Θεοῦ τὴν γνώμην ἔχων πάνυ κατάλληλον —πρέπον γάρ ἐστι καὶ δίκαιον ὑπὸ τοῦ διαβόλου κολάζεσθαι τοὺς τὰς αὐτοῦ πονηρὰς ὑποθήκας τῶν ἑκουσίων ἁμαρτημάτων ἡδέως δεξαμένους—, οὕτω μὲν οὖν καὶ ἡδονῆς ἐστι διὰ τῶν ἑκουσίων παθῶν σπορεὺς ὁ διάβολος καὶ ὀδύνης διὰ τῶν ἀκουσίων ἐπαγωγεύς.
Ὅταν οὖν οἱ τὴν Ἰουδαίαν καὶ τὴν Ἱερουσαλὴμ οἰκοῦντες, τουτέστι τὴν πρακτικὴν ἕξιν ἢ τὴν θεωρητικὴν ἀπειληφότες ἐπιστήμην, πρὸς τὴν ἀνθρώπων ταύτας μετέρχωνται δόξαν, ἤθη μὲν ἀρετῶν τῷ φαινομένῳ τρόπῳ σκιαγραφοῦντες, λόγους δὲ σοφίας καὶ γνώσεως μόνον λαλοῦντες δίχα τῶν κατὰ δικαιοσύνην ἔργων, καὶ τὸν ὡς ἐπ᾽ ἀρετῇ καὶ γνώσει τοῖς ἄλλοις ἐπιδείκνυνται τῦφον, εἰκότως τοῖς πρέπουσι παραδίδονται πόνοις, διὰ τοῦ πάσχειν τὴν ἀγνοηθεῖσαν αὐτοῖς ἐκ τῆς ματαίας οἰήσεως ταπεινοφροσύνην μεταμανθάνοντες· ὅπερ εἰδὼς καὶ ὁ θαυμαστὸς ἀπόστολος, παρέδωκε τῷ σατανᾷ τὸν παρανομήσαντα Κορίνθιον εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ. Διὰ τοῦτο τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ (≡14Β_172≡> ὁ βασιλεὺς παραδίδοται τῷ βασιλεῖ τῶν Ἀσσυρίων, τουτέστιν ὁ θεωρητικὸς νοῦς καὶ γνωστικὸς πρὸς τιμωρίαν ἐκδίδοται τῷ διαβόλῳ, πόνους αὐτῷ δικαίως ἐπάγοντι καὶ συμφοράς, ἵνα μάθῃ πάσχων περὶ καρτερίας μᾶλλον καὶ πόνων ὑπομονῆς φιλοσοφεῖν ἢ διακενῆς τοῖς οὐκ οὖσιν ὑπερηφάνως ἐμματαιάζειν.
Πᾶς οὖν ἀνεχόμενος ἑκουσίως ἐκ τῆς τῶν αὐτῷ πεπραγμένων συναισθήσεως δέξασθαι τὰς ἐπιπόνους τῶν ἀκουσίων ἐπιφορὰς πειρασμῶν μετὰ τῆς δεούσης εὐχαριστίας οὐκ ἐξοικίζεται τῆς κατ᾽ ἀρετὴν καὶ γνῶσιν ἕξεώς τε καὶ χάριτος καθάπερ οἱ πάλαι τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, ὡς ὑπελθὼν ἑκουσίως τὸν ζυγὸν βασιλέως Βαβυλῶνος καὶ ὡς χρέος ἀποτιννὺς τὰς τῶν βασάνων ἐπιφορὰς καταδεχόμενος, ἀλλ᾽ ἐν αὐταῖς μένων τελεῖ τῷ μὲν βασιλεῖ Βαβυλῶνος τοὺς ἐκ τοῦ παθητοῦ τῆς φύσεως βιαίους πόνους καὶ τὴν ἐπ᾽ αὐτοῖς κατὰ τὴν διάνοιαν ὡς ὀφειλέτης αὐτῶν διὰ τὰς προλαβούσας πλημμελείας συγκατάθεσιν, τῷ δὲ Θεῷ προσφέρει διὰ λατρείας ἀληθινῆς—τῆς ταπεινῆς λέγω διαθέσεως—τὴν τῶν παρημελημένων διόρθωσιν.
Ὁ δὲ τὴν κατὰ συγχώρησιν Θεοῦ πρὸς διόρθωσιν ἐπαγομένην αὐτῷ διὰ τῶν ἀκουσίων πειρασμῶν συμφορὰν εὐχαρίστως μὴ καταδεχόμενος καὶ τὴν ἐπὶ τῷ δοκεῖν δίκαιος εἶναι μεταγνοὺς οὐκ ἀποτιθέμενος οἴησιν, ὡς τοῖς θείοις τῶν δικαίων κριμάτων ἀντιπίπτων θεσπίσμασι κατὰ τοὺς πάλαι τῆς Ἰουδαίας οἰκήτορας, καὶ μὴ καταδεχόμενος ἑκουσίως ὑπὸ τὸν ζυγὸν γενέσθαι τοῦ βασιλέως Βαβυλῶνος κατὰ τὴν θείαν διαταγήν, εἰς αἰχμαλωσίαν παραδίδοται τῷ βασιλεῖ Βαβυλῶνος καὶ κλοιοὺς καὶ δεσμὰ καὶ θάνατον καὶ λιμὸν καὶ μάχαιραν καὶ τῆς ἰδίας παντελῶς ἀποικίζεται γῆς, τουτέστι τῆς κατ᾽ ἀρετὴν καὶ γνῶσιν εἶναι δοκούσης ἕξεως, διὰ μὲν τῆς αἰχμαλωσίας τὴν τῶν θείων ἀποστασίαν κατακρινόμενος, διὰ δὲ τῶν κλοιῶν τὴν ψευδῆ περὶ τῶν ὄντων δόξαν, διὰ δὲ τῶν δεσμῶν τὴν παντελῆ τῶν καλῶν ἀπραξίαν, διὰ δὲ τοῦ λιμοῦ τὴν τῶν θείων στέρησιν διδαγμάτων, διὰ δὲ τοῦ θανάτου τὴν τελείαν πρὸς τὰ καλὰ (≡14Β_174≡> πώρωσίν τε καὶ ἀναισθησίαν, διὰ δὲ τῆς μαχαίρας τοὺς τῶν θείων μνημῶν ἀναιρετικοὺς ἐμπαθεῖς καὶ ἀκολάστους λογισμούς.
Πάντα γὰρ ταῦτα καὶ τούτων πλείονα ὁ τῆς κατ᾽ ἀρετὴν καὶ γνῶσιν, ὡς ἰδίας γῆς, ἐξοικιζόμενος ἕξεως πάσχει διὰ τὸ μὴ θέλειν αὐτὸν ἐξ ὑπερηφανίας καὶ ματαίας οἰήσεως, τὰς ἐφ᾽ οἷς ἐπλημμέλησεν ἐκτιννὺς δίκας, ἐν θλίψεσιν εὐδοκῆσαι καὶ ἀνάγκαις καὶ στενοχωρίαις κατὰ τὸν θεῖον ἀπόστολον, καίτοι πάσης τῆς ἐπὶ τούτοις ὀφειλῆς ὄντα διὰ τὴν δικαιοσύνην ἐλεύθερον. ῎Ηιδει γὰρ ὁ μέγας ἀπόστολος φυλακτικὴν τῶν θείων κατὰ ψυχὴν θησαυρῶν ὑπάρχουσαν τὴν ἐκτὸς περὶ τὸ σῶμα συνισταμένην διὰ τῶν πόνων ταπείνωσιν, καὶ διὰ τοῦτο στέργων ὑπέμενε, καὶ δι᾽ ἑαυτὸν καὶ τοὺς οἷς ἀρετῆς καὶ πίστεως προέκειτο τύπος, ἵνα, κἂν ὡς ὑπεύθυνοι πάσχωσι κατὰ τὸν ἐπιτιμηθέντα Κορίνθιον, εἰς παρηγορίαν ἔχωσι καὶ ὑπομονῆς μίμησιν τὸν ἀνευθύνως πάσχοντα.
Τοὺς δὲ βασιλεῖς τῶν ἐθνῶν εἶναι νομίζω κατὰ τοῦτον τῆς Γραφῆς τὸν τόπον τοὺς τῶν λοιπῶν τῆς ἀτιμίας παθῶν ἐπάρχοντας ἀνθρώπους, καὶ αὐτοὺς ὑποκειμένους ἐνδίκως τῇ τιμωρίᾳ τῶν οἰκείων ὀφλημάτων καὶ διὰ τοῦτο τῷ βασιλεῖ Βαβυλῶνος παραδιδομένους ὡς τιμωρῷ δυνάμει καὶ χαιρούσῃ τῇ βασάνῳ τῆς φύσεως. Ἔστιν οὖν ὁ μὲν Αἰγύπτιος βασιλεὺς ὁ φιλήδονος νοῦς καὶ ἀκόλαστος, ὁ δὲ Μωαβίτης ὁ τρυφητὴς καὶ βάκηλος νοῦς, ὁ δὲ Ἀμμανίτης ὁ πλεονεκτικὸς νοῦς, ὁ δὲ Σύρος ὁ δεισιδαίμων καὶ διαλεκτικὸς νοῦς—μόνος γὰρ ἀντικεῖσθαι γέγραπται τῷ Σαλομῶν ὁ Σύρος, τουτέστι τῇ εἰρήνῃ καὶ τῇ σοφίᾳ—, ὁ δὲ Τύριος ὁ φιλόκοσμος νοῦς καὶ φιλόζωος· καὶ οἱ λοιποὶ πάντες βασιλεῖς οὓς γνώσεται διὰ τῆς οἰκείας σημασίας ὁ γνωστικὸς ἐκ τῆς τῶν ὀνομάτων ἑρμηνείας ἢ τῆς τῶν τόπων θέσεως ἢ τῆς κρατούσης ἐν αὐτοῖς γενικῆς παραδόσεως ἢ τῆς ἐν ἀλλήλοις ἐπιτηδεύσεως ἢ τῆς πρὸς τὸν Ἰσραὴλ (≡14Β_176≡> ποιᾶς ἀντιπαθείας ... Οὐ γὰρ πάντοτε καὶ πάντες ὡσαύτως καὶ καθ᾽ ἓν σημαινόμενον λαμβάνονται, ἀλλὰ πρὸς τὴν ὑποκειμένην χρείαν καὶ τῆς προφητείας τὴν δύναμιν, ἐπεί τοί γε καὶ εἰς τὸν διάβολον οἶδεν ἡ Γραφὴ λαμβάνειν τὸν Φαραώ, ὅταν ἀναιρέτης γίνηται τοῦ Ἰσραήλ, καὶ πάλιν εἰς τὸν τῆς φύσεως νόμον, ὅταν αὐτῷ δουλεύῃ κατ᾽ οἰκονομίαν ὁ Ἰωσήφ, προφητικῶς δι᾽ ἑαυτοῦ σημάνας τὸν φύσει καὶ πάθεσι τοῖς ἡμετέροις ἑκουσίως δουλεύσαντα Θεὸν Λόγον δίχα μόνης ἁμαρτίας, ὁμοίως καὶ ὁ βασιλεὺς Τύρου νοεῖται εἰς τὸν διάβολον, ὅταν τὸν Ἰσραὴλ διὰ τοῦ Σισάρα πολεμῇ, καὶ πάλιν εἰς τὸν φυσικὸν νόμον, ὅταν σπένδεται τῷ Δαβὶδ καὶ εἰς τὸν οἰκοδομὴν τοῦ θείου ναοῦ τῷ Σαλομῶν πλεῖστα συμβάλλεται. Καὶ εἰς ἄλλα δὲ πολλὰ σημαινόμενα ἕκαστος τῶν ἀπηριθμημένων τῇ Γραφῇ βασιλέων λαμβάνεται, κατὰ μέντοι τὴν ὑποκειμένην τῇ προφητείᾳ δύναμιν.
Τὰ δὲ θηρία, ἅπερ δίδωσιν ὁ Θεὸς τῷ βασιλεῖ Βαβυλῶνος, εἰσὶν οἱ δαίμονες, ἕκαστος κατὰ τὴν ἐνδιαθέτως ὑποκειμένην ἐπιτηδειότητα πρὸς τήνδε ἢ τήνδε τῶν πειρασμῶν ἐπαγωγὴν λειτουργῶν. Ἄλλης γὰρ ἄλλος ἐστὶ ποιητικὸς κακίας, καὶ ἄλλος ἄλλου σαφῶς ἐστι μιαρώτερος καὶ πρὸς τόδε μᾶλλον τῆς κακίας τὸ εἶδος ἐπιτηδειότερος. Οὔτε γὰρ αὐτοὶ οἱ δαίμονες ἄνευ θείας συγχωρήσεως κατ᾽ οὐδὲν ὑπουργεῖν δύνανται τῷ ἀρχεκάκῳ διαβόλῳ, ἵνα, καθὼς οἶδεν αὐτὸς ὁ Θεὸς μετὰ τῆς δεούσης φιλανθρώπου καὶ ἀγαθῆς προνοίας, συγχωρῇ τῷ διαβόλῳ διὰ τῶν αὐτοῦ ὑπουργῶν τὰς ἐφ᾽ οἷς ἡμάρτομεν διαφόρους ποιεῖσθαι τιμωρίας. Καὶ δηλοῖ τοῦτο σαφῶς ἡ περὶ τοῦ Ἰὼβ συγγραφή, μὴ δυνάμενον τῷ Ἰὼβ παντελῶς προσπελάσαι τὸν διάβολον ἀναγραφομένη δίχα τῆς θείας συγχωρήσεως.
Ἀλλὰ καὶ Ναβουχοδονόσορ αὐτὸς ὁ τῆς Βαβυλωνίας βασιλεὺς λαμβάνεται πολλάκις εἰς τὸν φυσικὸν νόμον. Καὶ τοῦτο (≡14Β_178≡> δηλοῦσι γράφοντες τοῖς ἐν Ἱεροσολύμοις οἱ τὸν πνευματικὸν νόμον στέρξαι μὴ δυνηθέντες καὶ διὰ τοῦτο πρὸς τὴν Βαβυλωνίαν κατασυρέντες γῆν, λέγω δὲ τὴν ἕξιν τῆς κατὰ τὴν ὕλην συγχύσεως, εὔξασθε ὑπὲρ τῆς ζωῆς Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος καὶ τῆς ζωῆς Βαλτάσαρ τοῦ υἱοῦ αὐτοῦ, τοῦ φυσικοῦ νόμου δηλαδὴ καὶ τῆς αὐτοῦ κατὰ τὴν κίνησιν ἕξεως, ὑφ᾽ οὓς τότε γεγόνασιν, ἵνα ὦσιν αἱ ἡμέραι αὐτῶν ὡς αἱ ἡμέραι τοῦ οὐρανοῦ, διὰ τούτων παρακαλοῦντες εὔξασθαι τοὺς ἐν τῇ ἀπαθείᾳ τῆς ἀρετῆς καὶ τῇ ἀληθείᾳ τῆς γνώσεως μείναντας, ἵνα ὧσι τὰ νοήματα τοῦ κατὰ φύσιν νόμου καὶ τῆς αὐτοῦ κατὰ τὴν κίνησιν ἕξεως, ἐν ᾧ, τὸν πνευματικὸν ἀπολιπόντες νόμον, γεγόνασιν, ὡς τὰ θεῖα νοήματα τοῦ νόμου τοῦ Πνεύματος, ἡμέρας καλέσαντες τὰ νοήματα, οὐρανὸν δὲ τὸν πνευματικὸν νόμον. Ἐζήτουν γὰρ μὴ ἀπᾴδειν τοῦ πνευματικοῦ νόμου τὸν ὑφ᾽ ὃν γεγόνασι φυσικὸν καὶ ἐπίμοχθον νόμον.
Τούτοις συμφωνεῖ καὶ τὸ πρὸς αὐτὸν κατὰ τὴν θείαν ἀπειλὴν μυστικῶς εἰρημένον ὑπὸ τοῦ μεγάλου Δανιήλ, τὸ θεαθὲν ὄναρ ἑρμηνεύοντος καὶ σὲ ἐκδιώξουσιν ἀπὸ τῶν ἀνθρώπων, καὶ μετὰ θηρίων ἀγρίων ἔσται ἡ κατοικία σου, καὶ χόρτον ὡς βοῦν ψωμιοῦσί σε, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ αὐλισθήσῃ, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σέ, ἕως οὖ γνῷς ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἐὰν θέλῃ δώσει αὐτήν· καὶ ὅτι εἶπεν· ἐάσατε τὴν φυὴν τῶν ῥιζῶν τοῦ δένδρου ἐν τῇ γῇ· ἡ βασιλεία σου σοὶ μένει, ἀφ᾽ ἧς ἂν γνῷς τὴν βασιλείαν τὴν ἐπουράνιον, ἐκδίωξιν μὲν λέγων τάχα τὴν εἰς τὸν κόσμον τοῦτον διὰ τὴν παράβασιν ἐκ τοῦ παραδείσου ἐκβολὴν καὶ τῆς μετὰ τῶν ἁγίων ἀγγέλων διαίτης ἀλλοτρίωσιν, ἤγουν τὴν ἐκ τῶν νοητῶν θεαμάτων πρὸς τὴν αἴσθησιν τοῦ νόμου τῆς φύσεως σχέσιν, τὴν δὲ μετὰ τῶν ἀγρίων θηρίων κατοικίαν (≡14Β_180≡> τὴν μετὰ τῶν παθῶν καὶ τῶν ἐνεργούντων αὐτὰ δαιμόνων καταμονήν, ἤγουν κατοικίαν καὶ συναναστροφήν, σημαίνων. Ὁ δὲ χόρτος, ὃν ἐψώμισαν αὐτόν—οἱ ἄνθρωποι δῆλον, ἀλλ᾽ οὐχὶ τὰ θηρία, μεθ᾽ ὧν ἔσχε τὴν κατοικίαν· ἐκεῖνα γὰρ οὐ ψωμιοῦσιν ἀλλὰ σπαράττουσιν—ἡ κατ᾽ αἴσθησίν ἐστι τῶν φαινομένων φυσικὴ κατανόησις καὶ ἡ κατ᾽ ἀρετὴν ἐπίπονος πρᾶξις, ἅπερ ὡς χόρτον χορηγοῦσι τοῖς ἀνθρώποις οἱ ἄγγελοι, τὸ δὲ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ αὐλισθῆναι τὸ διὰ τῆς θείας προνοίας ἐσχηκέναι τὴν ἐν τούτοις διαμονήν—δρόσον γὰρ οὐρανοῦ τὴν πρόνοιαν ὁ λόγος ἐκάλεσεν—, δι᾽ ἧς ἐν τῷ αἰῶνι τούτῳ μετὰ τῶν ἀπηριθμημένων τὴν συντήρησιν ἔσχεν ὁ ἄνθρωπος, ἤγουν ὁ κατὰ φύσιν νόμος, παντελῶς μὴ διαφθειρόμενος, ἢ τυχὸν ἡ διὰ τῶν φαινομένων γινομένη κατὰ χάριν Θεοῦ περὶ τῶν νοουμένων σύμμετρος γνῶσις, δι᾽ ἥν ἐστιν ὁ ἄνθρωπος ἐνταῦθα τῇ ἐλπίδι τῶν μελλόντων κρατούμενος. Τὸ δὲ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σὲ τὴν κατὰ τὸν αἰῶνα τοῦτον ἑβδοματικὴν τοῦ χρόνου παράτασιν δηλοῖ, ὑφ᾽ ἣν γέγονε, τὴν φυλακὴν τῆς οἰκείας ἕξεως καὶ ἐνεργείας ἐάσας, ὁ κατὰ φύσιν νόμος, καὶ μεθ᾽ ἣν συντελουμένην κατὰ τὴν προσδοκωμένην ἀνάστασιν διὰ τῆς ἀποβολῆς τῶν ἀλόγων ἰδιωμάτων πρὸς ἑαυτὸν ἐπανελεύσεται πάλιν, τὴν ἐξ ἀρχῆς εὐκληρίαν τῆς βασιλείας. ἀπολαμβάνων, ἐπιγνοὺς διὰ τῆς κατὰ τὸν αἰῶνα τοῦτον προνοητικῆς οἰκονομίας τὸ κράτος τῆς ἀληθινῆς βασιλείας. Τὸ γὰρ ἐάσατε τὴν φυὴν τῶν ῥιζῶν τοῦ δένδρου ἐν τῇ γῇ φάναι τὸ μὴ τῆς φύσεως ἀναιρεθῆναι τελείως διὰ τὴν παράβασιν τὸ σπέρμα καὶ τὰς δυνάμεις τῆς ἀγαθότητος δηλοῖ· καθ᾽ ἃς πάλιν λαμβάνουσα τὴν αὔξησιν εἰς τὸ πρώην φυσικὸν διὰ τῆς ἀναστάσεως ἐπανάγεται μέγεθός τε καὶ κάλλος.
Ἀλλ᾽ ἡμῖν γε κρεῖττον, στοιχοῦντας τῷ νόμῳ τῶν ἐντολῶν, ἑαυτοὺς πρὸς ἀναίρεσιν τοῦ φρονήματος τῆς σαρκὸς ἑκουσίοις ἐκπαιδεύειν πόνοις, καὶ οὐ μόνον κρεῖττον, ἀλλὰ καὶ πάνυ (≡14Β_182≡> φιλόσοφον καὶ πρέπον τοῖς τὸν ἔμφυτον λόγον ἡγεμόνα τῶν παθῶν καταστήσασιν. Εἰ δὲ μὴ τοῦτο, τό γε τούτου δεύτερον· ἀκουσίως παιδευόμενοι, στέρξωμεν τοῦ παιδεύοντος ἡμᾶς τὴν βουλὴν μετὰ τῆς πρεπούσης εὐχαριστίας, καθάπερ ζυγὸν βασιλέως Βαβυλῶνος καταδεχόμενοι τὴν ἐφ᾽ οἷς ἡμάρτομεν κόλασιν. Καὶ τῆς ἡμετέρας γῆς, τουτέστι τῆς πίστεως καὶ τῆς ἐλπίδος καὶ τῆς κατ᾽ ἀρετὴν ἕξεως, οὐ μεταφέρει τὸν ἡμέτερον νοῦν ὁ νοητὸς βασιλεὺς Βαβυλῶνος.
Κατὰ τοῦτον οὖν τὸν προαποδοθέντα τρόπον καὶ Θεοῦ δοῦλος ὁ διάβολος λέγεται, καὶ παραδίδονται αὐτῷ οἱ βασιλεῖς τῶν ἐθνῶν καὶ ὁ βασιλεὺς Ἰούδα καὶ τὰ θηρία τοῦ ἀγροῦ.
ΣΧΟΛΙΑ
 1. Κατά ποῖον τρόπον, φησίν, ἐχθρός ἐστι τοῦ Θεοῦ καί ἐκδικητής ὁ διάβολος.
2. Ψυχὴ χωρισθεῖσα ὑπὸ τοῦ διαβόλου, ἁγνοοῦσα ἢ περιφρονοῦσα τὴν θείαν ἀπειλὴν διὰ τῶν πειρασμῶν, τουτέστι τὴν κόλασιν, ποιεῖ αἰτίαν ἀσεβείας πρὸς τὴν ἐντολήν. Ἐγκαταλείπει γὰρ τὸν Θεὸν καὶ πρὸς τὸν διάβολον φεύγει, θεωροῦσα λυτρωτὴν τὸν ἐχθρόν.
3. Ὅτι κατιωθεῖσαν ψυχήν τῷ ῥύπῳ τῆς ἡδονῆς φησίν, ἀποκαθαίρει πόνος, καί ἀφηλοῖ παντελῶς αὐτῆς τήν σχέσιν τῶν ὑλικῶν, τῆς πρός αὐτά φιλίας τήν ζημίαν μεταμαθοῦσαν· δι᾿ ἥν αἰτίαν ὁ Θεός συγχωρεῖ τῷ διαβόλῳ κατά κρίσιν δικαίαν τούς ἀνθρώπους βασάνοις καταπιέζειν.
4. Τὰ παρόντα, φησί, μόνον τὴν αἴσθησιν κολακεύουσι, μὴ ἀποφέροντα οὐδὲν κέρδος, ἢ δὲ διὰ τοῦ διαβόλου, κατὰ παραχώρησιν τοῦ Θεοῦ, τιμωρία ποιεῖ ἡμᾶς μισῆσαι καὶ περιφρονῆσαι αὐτά.
5. Ὁ πάσχων φησίν, ὑπέρ χάριτος Θεοῦ παραβαθείσης, ἐάν ἐπιγνῷ τῆς ἰωμένης αὐτόν θείας προνοίας τόν λόγον, τήν τε συμφοράν εὐχαρίστως δέχεται χαίρων, καί τήν ὑπέρ ἧς παιδεύεται διορθοῦται πλημμέλειαν· ὁ δέ ταύτης (≡14Β_184≡> ἀναισθητῶν τῆς ἰατρείας τῆς δοθείσης, ἐνδίκως ἀπάγεται χάριτος, καί τῇ συγχύσει τῶν παθῶν παραδίδοται· πρός τήν πρᾶξιν ἐλθεῖν καταλιμπανόμενος, ὧν ἐνδιαθέτως εἶχε τήν ἔφεσιν.
 6. Τήν μέν εἰρήνην κατά προσηγορίαν εἶχεν τοῦ ὀνόματος· τήν δέ σοφίαν κατά θείαν δωρεάν ὡς προσευχῆς καρπόν εἶχεν ὁ Σαλομῶν.
7. Εἰς τόν φυσικόν νόμον ἐνταῦθα μεταλαμβάνει τόν Ναβουχοδονόσορ, καί εἰς τήν ἕξιν αὐτοῦ τοῦ φυσικοῦ νόμου τόν υἱόν αὐτοῦ Βαλτάσαρ.
8. Ἐκ τῆς εὐχῆς δῆλόν ἐστι, φησίν, ὅτι τόν φυσικόν νόμον, καί τήν ἐξ αὐτοῦ τικτομένην ἕξιν ἐνταῦθα σημαίνουσι Ναβουχοδονόσορ τε καί Βαλτάσαρ, ἀλλ᾿ οὐ τόν διάβολον· οὐδείς γάρ εὐχήν ὑπέρ τοῦ διαβόλου γίνεσθαι παντελῶς ἐξηγεῖται· ἥν γάρ οὐ διέβαλεν εὐχήν ὁ τῆς προφητείας λόγος, οὐ χρή νομίζειν ὑπέρ τοῦ διαβόλου τοῦ ταύτην τῷ Θεῷ προσενηνέχθαι.

ΚΖ (27). ΠΕΡΙ ΤΗΣ ΑΠΟΚΑΛΥΨΕΩΣ ΠΕΤΡΟΥ ΤΗΣ ΕΠΙ ΚΟΡΝΗΛΙΩ.
27. ΕΡΩΤΗΣΙΣ ΚΖ'
Τοῦ Κυρίου μετὰ τὴν ἀνάστασιν φανερῶς ἐντειλαμένου μαθητεῦσαι πάντα τὰ ἔθνη, πῶς ἐδεῖτο ὁ Πέτρος τῆς ἐπὶ τοῦ Κορνηλίου ἀποκαλύψεως διὰ τὰ ἔθνη; ἢ πῶς οἱ ἐν Ἱεροσολύμοις ἀκούσαντες ἀπόστολοι τὰ κατὰ τὸν Κορνήλιον διεκρίνοντο πρὸς τὸν Πέτρον;
Ἀπόκρισις.
Πάνυ μὲν οὖν ἐδεῖτο τῆς περὶ τῶν ἐθνῶν θείας ἀποκαλύψεως ὁ τῶν ἀποστόλων ἔξαρχος Πέτρος ὁ πανάγιος. Οὐ γὰρ ἐγίνωσκεν ὅτι περιτομῆς καὶ ἀκροβυστίας οὐκ ἔστι διαστολὴ κατὰ τὴν πίστιν, οὔτε μὴν ᾔδει σαφῶς ὅτι δίχα τῆς κατὰ νόμον φαινομένης λατρείας μαθητευθῆναι τὰ ἔθνη ὁ Κύριος εἶπεν, ἕως οὗ τῆς ἀπορρήτου βουλῆς αὐτῷ δι᾽ ἀποκαλύψεως ἐφανέρωσε (≡14Β_186≡> τὸ μυστήριον, διά τε τοῦ κατὰ τὴν σινδόνα παραδείγματος πείσας, διά τε τῆς ἴσως αὐτῷ κατὰ μόνην τὴν πίστιν δοθείσης καὶ τοῖς ἔθνεσι χάριτος τοῦ ἁγίου Πνεύματος, ὡς οὐκ ἔστιν ἐν Χριστῷ διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος· ὅπερ καὶ οἱ ἐν Ἱεροσολύμοις ἀγνοοῦντες ἀπόστολοι διεκρίνοντο πρὸς αὐτόν, ἕως ἔμαθον καὶ αὐτοὶ τὸν ἐν ἀποκρύφοις πλοῦτον τῆς ἐπὶ πάντας ἀνθρώπους θείας χρηστότητος. Θείας γὰρ ζωῆς ἦν καὶ καινῆς λατρείας παρὰ τὴν νομικὴν ἐπεισαγωγή, καὶ ψυχῆς ἑκουσίως σώματος ἑαυτὴν ἀπολυούσης κατὰ τὴν γνώμην ὑπῆρχε διδαχὴ καὶ ἄλλης ἀρχῆς θειοτέρας γενέσεως ὑποτύπωσις ἡ τοῦ κηρύγματος χάρις. Καὶ διὰ τοῦτο τῆς τοῦ προστάξαντος ἔχρῃζον ἐφ᾽ ἑκάστῳ λόγῳ διδαχῆς οἱ ταύτην πιστευθέντες τὴν διακονίαν.
Εἰ δέ τῳ μὴ δοκῶ τοῦ δέοντος εἶναι περιεργότερος, πᾶς λόγος θείας ἐντολῆς χρῄζει πάντως τοῦ ἐπ᾽ αὐτῷ πρὸς ἐνέργειαν ὁρισθέντος τρόπου διδαχῆς καὶ ἀποκαλύψεως. Οὐ γάρ ἐστι τὸ παράπαν ὁ διαγινώσκων τόν τινος λόγου τρόπον χωρὶς τῆς τοῦ φαμένου τὸν λόγον ἀποκαλύψεως· ὅπερ εἰδὼς καὶ ὁ πανεύφημος Πέτρος, λαβὼν ἤδη παρὰ τοῦ Κυρίου τὸν περὶ τῶν ἐθνῶν τοῦ κηρύγματος λόγον, οὐκ ἐνεχείρησεν, ἀναμένων διδαχθῆναι παρὰ τοῦ δόντος τὸν λόγον τοῦ λόγου τὸν τρόπον.
Τάχα δὲ καὶ ἕτερα πρὸς τούτοις ἦν, ἅπερ διὰ τῆς καθιεμένης οὐρανόθεν ὀθόνης καὶ τῶν ἐν αὐτῇ διαφόρων ζῴων ὁ μέγας ἐδιδάσκετο Πέτρος, μᾶλλον δὲ τὸ πᾶν γένος τῶν ἀνθρώπων ἢ ὁ κατ᾽ αὐτὸν ἐπειλημμένος τῆς κατὰ τὴν πίστιν θείας ἀκρότητος, μανθάνων διαρρήδην πᾶσαν ἑαυτοῦ παντελῶς ἀποσβέσαι τὴν αἴσθησιν· καθ᾽ ἣν ἕως ὁρᾷ τὰ φαινόμενα, φθαρτικὴν ἑαυτῆς τὴν τοῦ Θεοῦ κτίσιν ἐπίσταται, μὴ δυναμένην φθορᾶς εἶναι καθαρὰν καὶ συγχύσεως. Διὰ μὲν οὖν τῆς ὀθόνης καὶ τῶν ἐν (≡14Β_188≡> αὐτῇ ζῴων τὸν φαινόμενον προεδείκνυε διὰ τοῦ ἀοράτου κόσμον τοῖς λόγοις νοούμενον ἢ τὸν ἀόρατον τοῖς τῶν αἰσθητῶν τύποις φαινόμενον ὁ πρὸς αὐτὸν χρηματίζων καὶ πρὸς ἐδωδὴν πνευματικὴν ἐπιτήδειον. Διό φησιν ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. Πόθεν ἀναστῆναι κελεύεται; Πόθεν ἄλλοθεν ἢ τῆς κατ᾽ αἴσθησιν ἕξεώς τε καὶ σχέσεως καὶ τῆς περὶ τῶν ὄντων χθαμαλωτέρας προλήψεως ἢ τῆς νομιζομένης κατὰ νόμον δικαιοσύνης, ἵνα, κατὰ μόνον τὸν νοῦν, πάσης ἀπολελυμένον τῆς κατ᾽ αἴσθησιν φαντασίας, δυνηθεὶς σχημάτων γυμνοὺς θεάσασθαι τοὺς λόγους τῶν αἰσθητῶν, ἐπιγνῷ τοὺς τύπους τῶν νοητῶν καὶ μάθῃ μηδὲν τῶν ὑπὸ Θεοῦ γεγονότων ἀκάθαρτον εἶναι. Ὁ γὰρ θεωρήσας ἐκ τοῦ νοητοῦ κόσμου προφαινομένην τοῖς λόγοις τὴν ὁρωμένην κτίσιν ἢ τοὺς τύπους τῶν νοητῶν ἐκ τῆς τῶν φαινομένων διακοσμήσεως, καθάπερ οὐρανόθεν ὀθόνην καθιεμένην, οὐδὲν ἀκάθαρτον εἶναι πιστεύσειε τῶν ὁρατῶν, μηδεμίαν τοῖς τῶν ὄντων λόγοις ἐμφαινομένην θεωρῶν ἀντιπάθειαν. Ἡ φθορὰ γὰρ ἐν τῇ αἰσθήσει καθέστηκε καὶ ὁ τῶν γεγονότων πρὸς ἄλληλα πόλεμος· ἐν δὲ τοῖς λόγοις οὐδὲν ὑπάρχει καθάπαξ ἐναντίον.
Ἔστι μὲν οὖν ἡ ὀθόνη ὁ αἰσθητὸς κόσμος ἐκ τεσσάρων ἀρχῶν, καθάπερ στοιχείων, καὶ αὐτὸς κρατούμενος· τὰ δὲ ἑρπετὰ καὶ τὰ θηρία καὶ τὰ πετεινὰ οἱ διάφοροι λόγοι τῶν γεγονότων εἰσίν, πρὸς μὲν αἴσθησιν ὄντες ἀκάθαρτοι, πρὸς δὲ νοῦν καθαροί τε καὶ τρόφιμοι καὶ τῆς νοουμένης συστατικοὶ τυγχάνοντες ζωῆς· ἡ δὲ ἐκ τρίτου γενομένη φωνὴ πρακτικὴν καὶ φυσικὴν καὶ θεολογικὴν διδάσκει φιλοσοφίαν. Δεῖ γὰρ οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ τρὶς ἀναστάντα, θῦσαι τὴν κτίσιν τῶν φαινομένων καὶ φαγεῖν αὐτὴν γνωστικῶς τὸν τῷ Θεῷ διόλου γνησίως ἑψόμενον. Ὁ γὰρ ἀναστὰς τῆς ἐμπαθοῦς περὶ τὰ φαινόμενα διαθέσεως τὴν τῶν φαινομένων ἔθυσε κίνησιν καὶ τὴν πρακτικὴν κατορθώσας ἔφαγεν ἀρετήν· ὁ δὲ τῆς ψευδοῦς περὶ (≡14Β_190≡> τῶν ὄντων δόξης ἀναστὰς τὰ μὲν τῶν φαινομένων ἔθυσε σχήματα, τοὺς δὲ μὴ φαινομένους λόγους φαγὼν τὴν ἐν πνεύματι φυσικὴν θεωρίαν κατώρθωσεν· ὁ δὲ τῆς πολυθέου πλάνης ἀναστὰς αὐτὴν μὲν τῶν ὄντων τὴν οὐσίαν κατέθυσε, τὴν δὲ τῶν ὄντων αἰτίαν κατὰ πίστιν φαγὼν θεολογικῆς ἐνεφορήθη δυνάμεως. Πᾶς οὖν θεωρητικὸς νοῦς, ἔχων τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ, ἐν ἑαυτῷ τῆς φαινομένης κτίσεως ἀποκτείνας τὴν κίνησιν, κατώρθωσεν ἀρετὴν καί, τῶν αἰσθητῶν σχημάτων ἑαυτοῦ τὴν φαντασίαν ἀποτεμών, τὴν ἐν τοῖς λόγοις τῶν ὄντων εὗρεν ἀλήθειαν, καθ᾽ ἣν ἡ φυσικὴ θεωρία συνέστηκε, καί, τῆς οὐσίας τῶν ὄντων ὑπεράνω γενόμενος, τὸν τῆς θείας καὶ ἀμάχου μονάδος δέχεται φωτισμόν, καθ᾽ ὃν τῆς ἀληθοῦς θεολογίας συνέστηκε τὸ μυστήριον.
῍Η τυχὸν ἐκελεύετο θεόθεν ἡ τῶν ἀποστόλων ἀκρότης, Πέτρος ὁ πανένδοξος, ἀναστὰς τῆς συμμεμετρημένης τῇ φύσει δυνάμεως ἐπὶ τὴν κατὰ χάριν θείαν εὐκληρίαν, μετὰ Θεοῦ καταθῦσαι τῇ μαχαίρᾳ τοῦ λόγου τὰ ἐν ἀνθρώποις πάθη τῆς μοχθηρίας καὶ ποιῆσαι βρῶμα καλὸν καὶ τῷ λόγῳ πρόσφορον καὶ εἰς πέψιν πνευματικὴν ἀναδιδόμενον τῇ ἀποθέσει τῆς προτέρας ἐμπαθοῦς καὶ θηριώδους ζωῆς. Φασὶ γὰρ ζωῆς σύμβολον εἶναι τὸ αἷμα, ὅπερ πάντως ἀπορρεῖν σφαττομένου ζῴου πέφυκεν. Καὶ δηλοῖ τάχα τῶν δειχθέντων ζῴων ἡ διαφορὰ τὴν ἐν ἀνθρώποις τῶν παθῶν ποικιλίαν. Τὰ μὲν γὰρ ἑρπετὰ τοὺς ἅπαν τὸ ἐπιθυμητικὸν τοῖς γηΐνοις ἐπισυρόμενον ἔχοντας προδείκνυσι, τὰ δὲ θηρία τοὺς ὅλον τὸ θυμικὸν εἰς τὴν ἀλλήλων φθορὰν ἐκμανῶς διεγείραντας, τὰ δὲ πετεινὰ τοὺς ὅλον τὸ λογικὸν πρὸς τὴν ὕβριν τῆς ὑπερηφανίας ἀνώσαντας καὶ τὴν ἐξ αὐτῆς ὑψηλοφροσύνην καὶ ἀδικίαν λαλοῦντας εἰς τὸ ὕψος καὶ (≡14Β_192≡> θεμένους εἰς οὐρανὸν τὸ στόμα αὐτῶν· ἅπερ οἷα Θεῷ συνεργὸς ὁ μέγας Πέτρος καταθύσας τῷ λόγῳ τοῦ Πνεύματος, τοὺς μὲν ἐποίησε τῶν οὐρανίων ἐπιθυμητάς, τοὺς δὲ ἡμέρους καὶ φιλανθρώπους καὶ ἀλλήλων ἀνθεκτικούς, τοὺς δὲ φιλοθέους καὶ ταπεινόφρονας.
Τί δὲ καὶ Ἰόππη βούλεται δηλοῦν διὰ τῆς ἑρμηνείας τοῦ οἰκείου ὀνόματος, ἐν ᾗ ταύτην εἶδε τὴν ὀπτασίαν ἡ μεγάλη τῆς Ἐκκλησίας κρηπίς, Πέτρος ὁ πανάγιος, κατίδωμεν. Ἰόππη κατασκοπὴ ἑρμηνεύεται, τὴν πρακτικοῖς πρέπουσαν φυλακὴν σημαίνουσα. Παρ᾽ αὐτὴν γὰρ κειμένη τῆς θαλάσσης τὴν ὄχθαν, πολλοῖς ἂν ἐβάλλετο κύμασιν, εἰ μὴ ἐφ᾽ ὕψους εἶχε τὴν θέσιν ἡ πόλις. Ὅθεν μοι φαίνεται δηλοῦν τὸν ἐπὶ τοῦ ὕψους τῆς γνώσεως, καθάπερ πόλιν, οἰκοδομοῦντα τὴν ἀρετήν, οὐ μακρὰν δὲ τῶν ἀκουσίων ὄντα πειρασμῶν, ἔχοντα παρακειμένην ἐγγύθεν, καθάπερ θάλασσαν, τὴν μήπω τελείως ἀπορραπισθεῖσαν σχέσιν τῶν αἰσθητῶν καὶ διὰ τοῦτο κατασκοπῆς δεόμενον, μήπως, λαθόντες διὰ τῶν ἀκουσίων πειρασμῶν, ποιήσωνται τὴν τῶν ἑκουσίων παθῶν ἐπιδρομὴν οἱ ἀκάθαρτοι δαίμονες. Ἀλλὰ καὶ τῆς μερίδος τυγχάνουσα τῆς φυλῆς Ἰσσάχαρ Ἰόππη—μισθὸς δὲ καὶ κάματος οὗτος ἑρμηνεύεται— δίδωσι πλέον νοεῖν ὅτι πρακτικῆς ἐστιν ἕξις φυλακτικὴ Ἰόππη, τὰς ἀοράτους ἐφόδους φυλαττομένη τῶν πνευμάτων τῆς πονηρίας. Ταύτης οὖν ἀναστάντα πρὸς τὴν τῶν ὑψηλῶν γνῶσιν μεταθεῖναι τὸν νοῦν ἴσως ἐκελεύετο ὁ μέγας ἀπόστολος.
Ὁ τοίνυν τῆς πρακτικῆς φιλοσοφίας οἰκῶν τὸ τῆς κατασκοπῆς ὕψος ἐν Ἰόππῃ λεγέσθω εἶναι, ὁ δὲ τὴν ἐν Ἱεροσολύμοις Σιὼν κατοικῶν, τουτέστι τὸ σκοπευτήριον τὸ κατὰ τὴν ὅρασιν τῆς εἰρήνης ἰδρυμένον—τοῦτο γὰρ Ἱερουσαλὴμ ἑρμηνεύεται—, πάσης μακρὰν γέγονε τῆς κατ᾽ αἴσθησιν σχέσεως, ὅσον ἱστορικῶς τοῦ τόπου τῆς Σιὼν κατὰ τὴν θέσιν ἡ θάλασσα, (≡14Β_194≡> καὶ σκοπεύει μόνον κατὰ τὸ ὕψος ὑπάρχων τῆς γνώσεως τὰ νοητὰ τῶν ὄντων θεάματα τῇ κατὰ νοῦν περιαιρέσει τῶν φαινομένων ἐν τοῖς οὖσι σχημάτων, καὶ δέχεται τὰς τῶν θείων ἐμφάσεις κατὰ τὸ θεμιτὸν ἐκφανεῖς, τυποῦσας αὐτοῦ τὸ ἡγεμονικὸν πρὸς τὸ θειότερον. Ὁ γοῦν οἰκῶν Ἰόππην πρακτικός ἐστι, καταθεωρῶν τῶν ἐναντίων τὰ θήρατρα, ὁ δὲ κατοικῶν ἐν Σιὼν γνωστικός ἐστι, μόνην κατὰ νοῦν τῶν θείων θεωρῶν τὴν εὐπρέπειαν.
Εἰ δὲ πάλιν εἰς οὐρανὸν ἀνεσπάσθη τὸ σκεῦος τῆς ὀθόνης, νοήσωμεν ὅτι μετὰ τὸ δειχθῆναι τῷ μεγάλῳ Πέτρῳ τοὺς τῶν αἰσθητῶν πνευματικοὺς λόγους τοῖς νοητοῖς συνυπάρχοντας, πάλιν ἀνέλκει πρὸς ἑαυτὸν τούτους ὁ Θεός, διδάσκων ὡς οὐδὲν ὧν οἱ λόγοι παρ᾽ αὐτῷ μένουσιν, ἔστι καθάπαξ ἀκάθαρτον. Διό, γνοὺς τῶν ὁραθέντων τὴν δύναμιν ὁ μέγας ἀπόστολος, ἔμαθε μηδένα λέγειν ἀκάθαρτον ἄνθρωπον, μηδὲ προσωποληψίαν εἶναι παρὰ Θεῷ, ποιουμένην ἄδικον τὴν τῶν ὄντων διαίρεσιν. Ὅθεν, μηδὲν μελλήσας, τὸ θεῖον ἐπλήρωσε πρόσταγμα, καταθύσας πρὸς ζωὴν πνευματικὴν τοὺς τὴν καρδίαν ἑκουσίως περιτεμνομένους τῷ λόγῳ τῆς χάριτος, καὶ πᾶσαν ἀπιστίας κακίας τε καὶ ἀγνωσίας ἀκαθαρσίαν καθάπερ ἀκροβυστίαν ἀποβαλλομένους, τῆς δὲ σαρκὸς μηδὲν τῶν προσόντων αὐτῇ φυσικῶν περιτέμνοντας ὧν οὐκ ἐξ ἐμπαθοῦς γνώμης ἡ σύστασις, ἀλλ᾽ ἐκ θείας δημιουργίας ἡ γένεσις. Οὐδὲν γὰρ τῶν κατὰ φύσιν ἀκάθαρτον, ὅτι Θεὸν ἔχει τῆς ὑπάρξεως αἴτιον.
ΣΧΟΛΙΑ
1. Ζωῆς μετάθεσίν φησι καί λατρείαν ἀγγελικήν, καί πρός σῶμα ψυχῆς ἑκούσιον ἀλλοτρίωσιν· καί τῆς ἐν Πνεύματι θείας μεταποιήσεως γένεσιν, τό τῆς νέας Διαθήκης καταγγέλλει μυστήριον.
2. Ἕτερος, φησίν, ὁ τῆς ἐντολῆς ἐστι λόγος, καί ἕτερος ὁ τοῦ γίνεσθαι τὴν ἐντολὴν τρόπος. Λαβών οὖν ὁ μέγας Πέτρος τὴν περί τῶν ἐθνῶν τοῦ κηρύγματος ἐντολήν, ἀγνοῶν διά (≡14Β_196≡> τῆς ὀθόνης τῆς ἐντολῆς ἐδιδάσκετο τόν τρόπον· ὅτι δίχα περιτομῆς, καί τῶν λοιπῶν τοῦ νόμου σωματικωτέρων, ἐθῶν χρή τῶν ἐθνῶν γενέσθαι τήν κλῆσιν. Πνευματικήν γάρ οἶδεν ὁ λόγος περιτομήν, ἐμπαθοῦς σχέσεως πρός σῶμα τῆς ψυχῆς ἐκτομήν.
3. Ὁ μή τοῖς σχήμασι τῶν ὁρατῶν ἐναπομένων διά τήν αἴσθησιν, ἀλλά κατά νοῦν τούς λόγους αὐτῶν ἀναζητῶν, ὡς νοητῶν τύπους, ἤ λόγους αἰσθητῶν θεώμενος κτισμάτων, οὐδέν ἀκάθαρτον εἶναι τῶν ὁρωμένων διδάσκεται. Πάντα γάρ φύσει καλά λίαν καθέστηκεν.
4. Ὁ τῇ κινήσει φησίν τῶν αἰσθητῶν μή συναλλοιούμενος, ἀκίβδηλον τήν τῶν ἀρετῶν μετέρχεται πρᾶξιν. Ὁ δέ τοῖς αὐτῶν σχήμασι μή διατυπώσας τόν νοῦν, τήν ἀληθῆ περί τῶν ὄντων ἀπείληφε δόξαν. Ὁ δέ καί αὐτήν τήν οὐσίαν τῶν ὄντων τῇ διανοίᾳ παραδραμών ὡς ἄριστος θεολόγος μετά ταύτην ἀγνώστως τῇ μονάδι προσέβαλεν. Οὐκοῦν ὁ τρίτον ἐν ἑαυτῷ καταθύσας τήν κτίσιν τῶν ὁρωμένων, τῆς τῶν τελείων ἄξιος γέγονε τάξεως.
5. Ἰόππη μέν ἕξις ἐστίν ἀρετῆς, φησίν, τήν ἐκ τῶν παρακειμένων αἰσθητῶν φυλαττομένη βλάβην. Ἡ δέ Σιών ἕξις ἐστί γνωστική, τήν τῶν νοητῶν σκοπεύουσα χαρισμάτων ὑποδοχήν.

ΚΗ (28). ΠΕΡΙ ΤΟΥ "ΔΕΥΤΕ ΚΑΙ ΚΑΤΑΒΑΝΤΕΣ ΣΥΓΧΕΩΜΕΝ ΑΥΤΩΝ ΤΑΣ ΓΛΩΣΣΑΣ".
28. ΕΡΩΤΗΣΙΣ ΚΗ'
Τὸ δεῦτε καὶ καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσσας πρὸς τίνας ἔλεγεν ὁ Θεός;
Ἀπόκρισις.
Πρὸς τὴν ὑποκειμένην τῶν προνοουμένων διάθεσιν εὑρίσκομεν τὴν ἁγίαν Γραφὴν τὸν Θεὸν διαπλάττουσαν, ὅθεν καὶ (≡14Β_198≡> λέοντα καὶ ἄρκον καὶ πάρδαλιν καὶ πάνθηρα καὶ ἄνθρωπον καὶ βοῦν καὶ πρόβατον καὶ ἥλιον καὶ ἀστέρα καὶ πῦρ καὶ πνεῦμα καὶ ἄλλα μυρία, ἅπερ μηδαμῶς ὑπάρχων, λέγεται, κατὰ τὴν ἑκάστης φωνῆς ἐπίνοιαν θεωρούμενος. Τῷ γοῦν Ἀβραὰμ φανεὶς ὁ Θεὸς ὄντι τελείῳ κατὰ τὴν γνῶσιν, ἐν τῷ περὶ μονάδος λόγῳ τὸν ἄϋλον περὶ Τριάδος εἶναι λόγον ἐδίδασκεν ἤδη τὸν νοῦν ἔχοντα τῆς ὕλης παντελῶς καὶ τῶν κατ᾽ αὐτὴν τύπων ἐκβεβηκότα, καὶ διὰ τοῦτο καὶ ὡς τρεῖς ἐφαίνετο καὶ ὡς εἷς διελέγετο. Τῷ δὲ Λώτ, μήπω τῆς τῶν σωμάτων καθαρὸν τὸν νοῦν ποιησαμένῳ συνθέσεως, ἀλλ᾽ ἔτι τῆς ἐξ ὕλης καὶ εἴδους τῶν σωμάτων γενέσεως ἐξηρτημένῳ καὶ μόνης δημιουργὸν εἶναι πιστεύοντι τὸν Θεὸν τῆς ὁρατῆς κτίσεως, ἐμφανιζόμενος ὁ Θεὸς δυϊκῶς ἀλλ᾽ οὐ τριαδικῶς ἐφάνη, δεικνὺς δι᾽ ὧν αὐτὸς ἑαυτὸν ἐσχημάτιζε μήπω τῆς ὕλης καὶ τοῦ εἴδους ἐκβεβηκέναι τὸν ἀναγόμενον νοῦν. Οὕτως, ἐφ᾽ ἑκάστῳ τόπῳ τῆς τὸν Θεὸν πολυτρόπως διαπλαττούσης Γραφῆς τοὺς λόγους μετ᾽ ἐπιστήμης διασκοπούμενος, εὑρήσεις αἰτίαν εἶναι τῆς πολλῆς τῶν θείων πλασμάτων ἐξαλλαγῆς τὴν τῶν προνοουμένων διάθεσιν.
Ἐπειδὴ τοίνυν καὶ οἱ τὸν πύργον οἰκοδομήσαντες, πρότερον τῆς τοῦ φωτὸς χώρας τῆς ἀνατολῆς κινηθέντες, λέγω δὲ τῆς μιᾶς καὶ ἀληθοῦς περὶ θεὸν γνώσεως, ἦλθον εἰς γῆν Σενναάρ, τὴν ἑρμηνευομένην βλασφήμους ὀδόντας, καὶ εἰς πολλὰς περὶ θεότητος δόξας κατέπεσον καί, τὸν ἑκάστης δόξης λόγον οἱονεὶ πλίνθους τινὰς συνθήσαντες, ᾠκοδόμησαν καθάπερ πύργον τὴν πολύθεον ἀθεΐαν, εἰκότως ὁ τῆς κακῆς συμφωνίας τῶν πλανηθέντων ἀνθρώπων διασκεδάζων τὴν ὁμολογίαν Θεὸς ἐκ τῆς τῶν προνοουμένων διαθέσεως, εἰς ἀπείρους δόξας διασκεδασθείσης τε καὶ διασπασθείσης, πληθυντικῶς ἑαυτὸν ὀνομάζει, δεικνὺς ὅτι, εἷς ὤν, εἰς πολλοὺς ἐν ἐκείνοις ἐμερίσθη, (≡14Β_200≡> ὥσπερ καὶ ἐπὶ τοῦ Ἀδὰμ φαίνεται λέγων ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν. Πρὸς οὖν τὸ ὑποκείμενον αἴτιον ἢ πληθύνεται ταῖς τῶν Γραφῶν ἐκφωνήσεσιν ὁ Θεὸς ἢ συνάγεται.
Τὸ δὲ πρὸς τίνας ὁ Θεὸς διαλέγεται· ἔθος ἐστὶ τῇ Γραφῇ τὰς ἀλαλήτους καὶ κρυφίας βουλὰς τοῦ Θεοῦ σωματικῶς διαπλάττειν, ἵν᾽ ἡμεῖς ἐκ τῶν συγγενῶν ῥημάτων τε καὶ φωνῶν νοῆσαι τὰ θεῖα δυνηθῶμεν, ἐπεὶ ὁ Θεὸς νοῦς ἐστι ἄγνωστος καὶ λόγος ἄρρητος καὶ ζωὴ ἀκατάληπτος, καὶ οὔτε λαλεῖ οὔτε λαλεῖται, αὐτόλογος ὢν καὶ αὐτοβουλὴ κατ᾽ οὐσίαν ὑπάρχων. Καὶ εἰ οὕτω νοήσομεν τὰς τῶν θείων Λογίων φωνάς, οὐδενὶ τῶν γεγραμμένων ἐκ τῆς ἀσαφείας προσκόψομεν.
Εἰ δέ τις φαίη μὴ πάντως ἐπὶ διαβολῆς κεῖσθαι τῇ Γραφῇ τὴν περὶ Θεοῦ πληθυντικὴν σημασίαν καὶ προφέρει πρὸς τὴν τοῦ οἰκείου λόγου βεβαίωσιν τὸ καὶ εἶπεν ὁ Θεός· ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν καὶ οὐ δήπου διὰ ταύτης, εἴποι, τῆς φωνῆς πολυθεΐας ὑπόνοιαν εἰσηγεῖσθαι νοοῦμεν τὸν λόγον, φαμὲν ὡς, ὁπόταν μὲν πρὸς τοὺς εὐσεβεῖς εὐσεβῶς ἡ ἁγία Γραφὴ τῷ πληθυντικῷ περὶ Θεοῦ κέχρηται λόγῳ, τὴν δήλωσιν ποιεῖται τῶν παναγίων τριῶν ὑποστάσεων, μυστικῶς τὸν τῆς ὑπάρξεως σημαίνουσα τρόπον τῆς παναγίας καὶ ἀνάρχου μονάδος, ἐπειδὴ μονὰς κατ᾽ οὐσίαν ἐστὶν ἡ πάνσεπτος καὶ προσκυνητὴ καὶ πανεύφημος τριὰς τῶν ὑποστάσεων— μονὰς γὰρ ἐν τριάδι καὶ ἐν μονάδι τριάς ἐστιν ὁ Θεὸς ἡμῶν—, ἡνίκα δὲ πρὸς τοὺς ἀσεβεῖς πληθυντικὸν περὶ Θεοῦ ποιεῖται τὸν λόγον, τὴν ψεκτὴν ἐκείνων, ὡς οἶμαι, διελέγχει περὶ θεότητος ἔννοιαν, φυσικὴν ἀλλ᾽ οὐχ ὑποστατικὴν εἶναι τὴν ἐν τοῖς ἰδιώμασιν ὑπειληφότων διαφοράν, ὅπερ σαφῶς τὴν πολύθεον εἰσηγεῖται πλάνην τοῖς οὕτως περὶ θεότητος ἔχουσιν.
Εἰ δὲ μηδὲ τοῦτο λέγοντες πείθομεν, ἐπειδὴ φίλον τῷ Πνεύματι καὶ τοῖς τὸ Πνεῦμα φιλοῦσιν ἀγαπητὸν τὸ μὴ μάχεσθαι, δεξώμεθα συμφώνως ἀλλήλοις τὴν ἁγίαν Γραφήν, τὴν (≡14Β_202≡> ἐν μονάδι παναγίαν Τριάδα ποτὲ μὲν ὡς δημιουργὸν εἰσηγουμένην, ὡς τὸ ποιήσωμεν ἄνθρωπον—Πατρὸς γὰρ καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ἔργον ὑπάρχει σαφῶς ἡ τῶν ὄντων ὑπόστασις—, ποτὲ δὲ ὡς ἀποδεκτικὴν τῶν τοῖς αὐτῆς εὐσεβῶς νόμοις πολιτευσαμένων, ὡς προνοητικὴν τῶν ὑπ᾽ αὐτῆς εἰληφότων τοῦ εἶναι τὴν γένεσιν, ὡς τῷ Ἀβραὰμ τριαδικῶς φαινομένην καὶ μοναδικῶς διαλεγομένην, ποτὲ δὲ ὡς τιμωρητικὴν ἤγουν κριτικὴν τῶν τοὺς νόμους παραφθειράντων τῆς φύσεως καὶ διορθωτικὴν τῶν παρασφαλέντων τοῦ καθήκοντος νόμου τῆς φύσεως, ὡς τὸ καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσσας. Οὐ γὰρ δημιουργικὴ μόνον ὑπάρχει τῶν ὄντων ἡ ἁγία καὶ ὁμοούσιος Τριάς, ἀλλὰ καὶ συνεκτικὴ καὶ τῶν πρὸς ἀξίαν ἑκάστου διανεμητική, οἷα δὴ Θεὸς εἷς ὑπάρχουσα κατὰ φύσιν δημιουργὸς προνοητής τε καὶ κριτὴς τῶν ὑπ᾽ αὐτοῦ πεποιημένων. Κοινὸν γὰρ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, ὥσπερ τὸ δημιουργεῖν, οὕτω δὴ καὶ τὸ κρίνειν καὶ τῶν πεποιημένων σοφῶς προνοεῖν.
ΣΧΟΛΙΑ
1. Ἑκάστῳ φησίν, κατά τήν ὑποκειμένην αὐτῷ περί Θεοῦ δόξαν ὁ Θεός ἐμφανίζεται. Τοῖς μέν κατ᾿ ἔφεσιν τήν ὑλικήν περάσασι σύνθεσιν, καί τάς δυνάμεις τῆς ψυχῆς ἰσονομούσας ἀλλήλαις κατά μίαν καί τήν αὐτήν περί Θεόν ἀεικινησίαν κεκτημένοις, ὡς μονάς ἐμφαίνεται καί Τριάς· ἵνα τήν οἰκείαν ὕπαρξιν παραδείξειεν, καί τόν αὐτῆς τρόπον μυστικῶς ἐκδιδάξειεν. Τοῖς δέ περί μόνην τήν ὑλικήν διάθεσιν ἔχουσι κινουμένην τήν ἔφεσιν, καί ἀλλήλαις ἀσυνδέτους τάς τῆς ψυχῆς δυνάμεις κεκτημένοις, οὐχ ὡς ἔστιν, ἀλλ᾿ ὡς εἰσίν ἐμφανίζεται· δεικνύς ὅτι τῆς ὑλικῆς δυάδος ἀμφοῖν ἐπελάβοντο ταῖν χεροῖν, καθ᾿ ἥν ὁ σωματικός ἐξ ὕλης καί εἴδους συνέστηκε κόσμος.
2. Ὁ φυσικήν εἶναι λέγων, φησίν, ἐπί Θεοῦ τήν τῶν ἰδιωμάτων, (≡14Β_204≡> ἀλλ᾿ οὐχ ὑποστατικήν διαφοράν, οὐκ ἔνθεος ὁ τοιοῦτος, ἀλλά πολύθεος, οὐσιῶν ἰδιότησιν, ἀλλ᾿ οὐχ ὑποστάσεων ἐπιδέχεσθαι φάσκων τό θεῖον τήν ἐξαρίθμησιν.

ΚΘ (29). ΠΕΡΙ ΤΟΥ "ΟΙΤΙΝΕΣ ΔΙΑ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ ΕΛΕΓΟΝ ΤΩ ΠΑΥΛΩ ΜΗ ΑΝΑΒΑΙΝΕΙΝ ΕΙΣ ΙΕΡΟΣΟΛΥΜΑ".
29. ΕΡΩΤΗΣΙΣ ΚΘ'
Τί ἐστι τὸ ἐν ταῖς Πράξεσι κείμενον οἵτινες διὰ τοῦ Πνεύματος ἔλεγον τῷ Παύλῳ μὴ ἀναβαίνειν εἰς Ἱεροσόλυμα; Διὰ τί παρήκουσε τοῦ Πνεύματος καὶ ἀνέβη;
Ἀπόκρισις.
Ὁ μὲν ἅγιος Ἡσαΐας ὁ προφήτης ἐν τῇ κατ᾽ αὐτὸν προφητείᾳ ἑπτὰ πνεύματα τῷ ἐκ τῆς ῥίζης Ἰεσσαὶ ἀνατείλαντι Σωτῆρι λέγει ἐπαναπαύεσθαι, οὐχ ἑπτὰ πνεύματα τοῦ Θεοῦ γινώσκων καὶ οὕτω τοὺς ἄλλους ἐκδέχεσθαι διδάσκων, ἀλλὰ τὰς ἐνεργείας τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ ἁγίου Πνεύματος πνεύματα καλέσας διὰ τὸ πάσῃ ἐνεργείᾳ ὅλον ἀνελλιπῶς ὑπάρχειν ἀναλόγως τὸ ἐνεργοῦν ἅγιον Πνεῦμα· ὁ δὲ θεῖος ἀπόστολος τὰς διαφόρους ἐνεργείας αὐτοῦ τοῦ ἑνὸς ἁγίου Πνεύματος χαρίσματα λέγει διάφορα, ὑφ᾽ ἑνὸς δηλονότι καὶ τοῦ αὐτοῦ ἐνεργούμενα Πνεύματος. Εἰ τοίνυν κατὰ τὸ μέτρον τῆς ἐν ἑκάστῳ πίστεως δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος, ἐν τῇ μετοχῇ τοῦ τοιοῦδε χαρίσματος ἕκαστος τῶν πιστῶν, δηλονότι κατὰ τὴν ἀναλογίαν τῆς πίστεως καὶ τῆς ὑποκειμένης αὐτῷ κατὰ ψυχὴν διαθέσεως, συμμεμετρημένην δέχεται τοῦ Πνεύματος τὴν ἐνέργειαν, χαριζομένην αὐτῷ τῆσδε ἢ τῆσδε τῆς ἐντολῆς τὴν ἁρμόζουσαν πρὸς ἐνέργειαν ἕξιν.
Οὐκοῦν ὥσπερ ὁ μὲν λαμβάνει λόγον σοφίας, ὁ δὲ λόγον γνώσεως, ἕτερος δὲ πίστεως, καὶ ἄλλος ἄλλό τι τῶν ἀπηριθμημένων τῷ μεγάλῳ ἀποστόλῳ χαρισμάτων τοῦ Πνεύματος, οὕτως ὁ μὲν δέχεται διὰ τοῦ Πνεύματος χάρισμα τῆς τελείας καὶ ἀμέσου πρὸς Θεὸν καὶ μηδὲν ἐχούσης ὑλικὸν ἀγάπης κατὰ τὴν (≡14Β_206≡> ἀναλογίαν τῆς πίστεως, ἕτερος δὲ διὰ τοῦ αὐτοῦ Πνεύματος τῆς τελείας πρὸς τὸν πλησίον ἀγάπης χάρισμα, κατὰ τὸ αὐτὸ Πνεῦμα, ὡς ἔφην, ἔχοντος ἑκάστου ἐνεργούμενον τὸ οἰκεῖον χάρισμα. Ταῦτα δὲ τὰ χαρίσματα κατὰ τὸν ἅγιον Ἡσαΐαν πνεύματα καλέσας τις, ὡς οἶμαι, τῆς ἀληθείας οὐ διαπίπτει. Παντὶ γὰρ χαρίσματι ὅλον ὡς ἐνεργοῦν ἀναλόγως ὑπάρχει τὸ Πνεῦμα τὸ ἅγιον, εἴτε μείζονι εἴτε ἥττονι.
Οὐκοῦν ὁ μέγας ὄντως καὶ τῶν ὑπὲρ ἄνθρωπον μυστηρίων γενόμενος διάκονος Παῦλος, ἀμέσως τῆς ἐν ἀγάπῃ Θεοῦ τελείας χάριτος κατὰ τὴν τὸ Πνεῦμα δεξάμενος ἀναλογίαν τῆς ἐν αὐτῷ πίστεως, τῶν εἰληφότων τὸ χάρισμα τῆς τελείας εἰς αὐτὸν ἀγάπης λεγόντων αὐτῷ μὴ ἀναβαίνειν εἰς Ἱεροσόλυμα διὰ τοῦ Πνεύματος, τουτέστι τοῦ ἐνεργουμένου αὐτοῖς ὑπὸ τοῦ Πνεύματος τῆς εἰς αὐτὸν ἀγάπης χαρίσματος—ταὐτὸν γὰρ τῷ χαρίσματι τὸ Πνεῦμα, καθὼς ἔφην ἐκ τοῦ προφήτου λαβών—, παρήκουσεν, ἀσυγκρίτως τῆς ἐξ ἄλλων εἰς αὐτὸν πνευματικῆς ἀγάπης προκρίνων τὴν θείαν καὶ ὑπὲρ νόησιν, μᾶλλον δὲ οὐδὲ παρακούσας ἀνῆλθεν, ἀλλ᾽ ἐκείνους διὰ τῆς συμμέτρως αὐτοῖς κατὰ τὸ χάρισμα δοθείσης ἐνεργείας τοῦ Πνεύματος προφητεύοντας τῷ καθ᾽ ἑαυτὸν τύπῳ πρὸς τὸν τοῦ παντὸς ὑπερέκεινα πόθον κατὰ τὴν ἔφεσιν ἕλκων. Οὐκοῦν οὐ παρήκουσεν ὁ μέγας Παῦλος τοῦ Πνεύματος, ἀλλ᾽ ἐδίδαξεν ἐπὶ τὸ ὑψηλότερον ἀπὸ τοῦ ἥττονος μετενεχθῆναι Πνεύματος, τουτέστι χαρίσματος, τοὺς περὶ αὐτοῦ κατὰ τὸ χάρισμα τῆς ἀγάπης προφητεύοντας.
Καὶ πάλιν, εἰ τὸ προφητικὸν χάρισμα πολὺ τοῦ ἀποστολικοῦ χαρίσματος ὑπάρχει δεύτερον, οὐκ ἦν λόγου τοῦ τὸ πᾶν διευθύνοντος καὶ τὴν ἑκάστου διορίζοντος τάξιν τὸ κρεῖττον εἴκειν τῷ ἥττονι, ἀλλὰ μᾶλλον ἕπεσθαι τὸ ἧττον τῷ κρείττονι. Οἱ μὲν γὰρ τότε προφητεύοντες διὰ τοῦ ἐν αὐτοῖς προφητικοῦ πνεύματος, ἀλλ᾽ οὐκ ἀποστολικοῦ, τὸν τρόπον τῆς τῷ ἁγίῳ Παύλῳ ἐκ τῆς συμβησομένης ὑπὲρ τοῦ Λόγου κακοπαθείας ἐμήνυαν· ὁ δέ, πρὸς μόνον ἀφορῶν τὸν θεῖον σκοπόν, εἰς οὐδὲν (≡14Β_208≡> ἡγεῖτο τὰ μέσα πάντα, σπουδὴν ἔχων οὐχ ὅπως διενέγκῃ τὰ συμβησόμενα, ἀλλ᾽ ὅπως ἄλλος γένηται Χριστός, μιμήσει τοῦ Χριστοῦ πάντα κατορθώσας τὰ δι᾽ ἃ Χριστὸς τὴν ἐν σαρκὶ φιλανθρώπως κατ᾽ οἰκονομίαν εἵλετο ζωήν.
Οὐκοῦν εὐταξίας ἐστὶ φυλακὴ τῆς πάντα διεπούσης τὰ θεῖα καὶ διευθυνούσης καὶ τῆς οἰκείας ἀνέκπτωτα μονῆς καὶ ἱδρύσεως ἕκαστον διαφυλαττούσης ἡ δοκοῦσα τοῦ μεγάλου ἀποστόλου παρακοὴ καὶ σαφὴς διδασκαλία τοῦ μηδαμῶς ἀλλήλοις φύρεσθαι τοὺς καλῶς ὑπὸ τοῦ Πνεύματος διωρισμένους τῆς Ἐκκλησίας βαθμούς.
ΣΧΟΛΙΑ
1. Τό διαφόρως ἐνεργοῦν, ἐν ἑκάστῳ τῶν ὑπ᾿ αὐτοῦ διαφόρως ἐνεργουμένων, ὅλον ἐστίν, καί ἐν ὅλοις ἅμα μή διαιρούμενον. Ἀμιγῶς γάρ, φησίν, ἐν ὅλοις καί τῷ καθ᾿ ἕκαστον ἀδιαιρέτως κατά μίαν καί τήν αὐτήν ἐκφαίνεται δύναμιν ἐνεργοῦν τό Πνεῦμα τό ἅγιον, ὅτι καί πάντων ἐστί τῶν ὄντων πληρωτικόν· Θεός γάρ, καί πᾶσιν ἀχώρητον τοῖς οὖσιν, ὑπερούσιον γὰρ.
2. Πᾶσαν ἐντολῆς ἕξιν ἐνεργουμένην, Πνεύματος εἶναι χάρισμα λέγει.
3. Ὁ τόν Θεόν ἀγαπῶν ἐξ ὅλης καρδίας καί ψυχῆς καί δυνάμεως, τοῦ τόν πλησίον ἀγαπῶντος, φησί, μείζων ἐστίν. Οὐκ ἔστιν οὖν λόγου νομοθετεῖσθαι τό κρεῖττον ὑπό τοῦ χείρονος· ἀλλά ἄγεσθαι μᾶλλον τό ἧττον ὑπό τοῦ μείζονος. Διό τήν ἀποστολικήν ἀξίαν τε καί τάξιν, ὑπ᾿ ἐκείνων ὧν ἄρχει βαθμῶν ἄρχεσθαι δικαίως οὐ συνεχώρησεν ὁ θεῖος Ἀπόστολος, μήπως ἡ πάντων τῶν ὄντων εὐκοσμία, καί μάλιστα τῶν θείων τάξις, λυθῇ.
4. Μέσα φησίν τά εἴδη τῶν πειρασμῶν, ἅπερ προγνωστικῶς ἐώρων διά τοῦ Πνεύματος οἱ προφητεύοντες τῷ ἁγίῳ Παύλῳ τήν ὑπέρ ἀληθείας ἄθλησιν· ὧν παντελῶς οὐκ ἐφρόντιζεν ἑνωθῆναι σπεύδων τῷ Χριστῷ, κατά τήν ἐν εἴδει τῶν ἀγαθῶν ὑπόστασιν, μετά τήν ἐν πίστει τῶν ὄντων διάβασιν. ΣΧΟΛΙΑ.
1. Τό διαφόρως ἐνεργοῦν, ἐν ἑκάστῳ τῶν ὑπ᾿ αὐτοῦ διαφόρως ἐνεργουμένων, ὅλον ἐστίν, καί ἐν ὅλοις ἅμα μή διαιρούμενον. Ἀμιγῶς γάρ, φησίν, ἐν ὅλοις καί τῷ καθ᾿ ἕκαστον ἀδιαιρέτως κατά μίαν καί τήν αὐτήν ἐκφαίνεται δύναμιν ἐνεργοῦν τό Πνεῦμα τό ἅγιον, ὅτι καί πάντων ἐστί τῶν ὄντων πληρωτικόν· Θεός γάρ, καί πᾶσιν ἀχώρητον τοῖς οὖσιν, ὑπερούσιον γὰρ.
2. Πᾶσαν ἐντολῆς ἕξιν ἐνεργουμένην, Πνεύματος εἶναι χάρισμα λέγει.
3. Ὁ τόν Θεόν ἀγαπῶν ἐξ ὅλης καρδίας καί ψυχῆς καί δυνάμεως, τοῦ τόν πλησίον ἀγαπῶντος, φησί, μείζων ἐστίν. Οὐκ ἔστιν οὖν λόγου νομοθετεῖσθαι τό κρεῖττον ὑπό τοῦ χείρονος· ἀλλά ἄγεσθαι μᾶλλον τό ἧττον ὑπό τοῦ μείζονος. Διό τήν ἀποστολικήν ἀξίαν τε καί τάξιν, ὑπ᾿ ἐκείνων ὧν ἄρχει βαθμῶν ἄρχεσθαι δικαίως οὐ συνεχώρησεν ὁ θεῖος Ἀπόστολος, μήπως ἡ πάντων τῶν ὄντων εὐκοσμία, καί μάλιστα τῶν θείων τάξις, λυθῇ.
4. Μέσα φησίν τά εἴδη τῶν πειρασμῶν, ἅπερ προγνωστικῶς (≡14Β_210≡> ἐώρων διά τοῦ Πνεύματος οἱ προφητεύοντες τῷ ἁγίῳ Παύλῳ τήν ὑπέρ ἀληθείας ἄθλησιν· ὧν παντελῶς οὐκ ἐφρόντιζεν ἑνωθῆναι σπεύδων τῷ Χριστῷ, κατά τήν ἐν εἴδει τῶν ἀγαθῶν ὑπόστασιν, μετά τήν ἐν πίστει τῶν ὄντων διάβασιν.

Λ (30). ΠΕΡΙ ΤΟΥ ΤΙΣ Η ΔΙΑΦΟΡΑ ΠΟΤΗΡΙΟΥ ΚΑΙ ΒΑΠΤΙΣΜΑΤΟΣ.
30. ΕΡΩΤΗΣΙΣ Λ'
Τί ἐστι τὸ δύνασθε τὸ ποτήριον ὃ ἐγὼ πίνω πιεῖν, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; Τίς ἡ διαφορὰ τοῦ ποτηρίου καὶ τοῦ βαπτίσματος;
Ἀπόκρισις.
Τὸ τοῦ Κυρίου βάπτισμα τῶν ὑπὲρ ἀρετῆς κατὰ πρόθεσιν ἑκουσίων καὶ ἡμετέρων πόνων τύπος ὑπάρχει· δι᾽ ὧν τὰς κατὰ συνείδησιν ἀπορρύπτοντες κηλίδας τὸν πρὸς τὰ φαινόμενα τῆς προαιρέσεως ἑκούσιον καταδεχόμεθα θάνατον. Τὸ δὲ ποτήριον τῶν ἐκ περιστάσεως παρὰ προαίρεσιν ἐπανισταμένων ἡμῖν ὑπὲρ τῆς ἀληθείας ἀκουσίων πειρασμῶν τύπος ἐστί· δι᾽ ὧν καὶ αὐτῆς προκρίνοντες τὸν θεῖον πόθον τῆς φύσεως, ἑκόντες τὸν περιστατικὸν ὑπερχόμεθα τῆς φύσεως θάνατον.
Ταύτην οὖν ἔχει τὴν διαφορὰν τὸ βάπτισμα πρὸς τὸ ποτήριον, ὅτι τὸ μὲν βάπτισμα ὑπὲρ ἀρετῆς πρὸς τὰ ἡδέα τοῦ βίου νεκρὰν ἐργάζεται τὴν προαίρεσιν, τὸ δὲ ποτήριον τὴν ἀλήθειαν καὶ αὐτῆς προκρίνειν πείθει τῆς φύσεως τοὺς εὐσεβεῖς. Πρότερον δὲ τοῦ βαπτίσματος ἔθετο τὸ ποτήριον, ὅτι διὰ τὴν ἀλήθειάν ἐστιν ἡ ἀρετὴ ἀλλ᾽ οὐ διὰ τὴν ἀρετὴν ἡ ἀλήθεια. Ὅθεν ὁ διὰ τὴν ἀλήθειαν πράττων τὴν ἀρετὴν κενοδοξίας οὐ τιτρώσκεται βέλεσιν, ὁ δὲ τὴν ἀλήθειαν ἀρετῆς ἕνεκεν ἐπιτηδεύων σύνοικον ἔχει τῆς κενοδοξίας τὴν οἴησιν.
 (≡14Β_212≡>
ΣΧΟΛΙΑ
1. Τό τοῦ Κυρίου βάπτισμα, φησίν, ἐστίν ἡ παντελής πρός τόν αἰσθητόν κόσμον τῆς ἡμῶν προαιρέσεως νέκρωσις· τό δέ ποτήριον, καί αὐτῆς ἡμῶν τῆς παρούσης ζωῆς ὑπέρ ἀληθείας καθέστηκεν ἄρνησις.
2. Ἀλήθειαν μέν εἶναι λέγει τήν θείαν γνῶσιν· ἀρετήν δέ, τούς ὑπέρ αὐτῆς τῶν αὐτῶν ἐφιεμένων ἀγῶνας. Ὁ τοίνυν γνώσεως ἕνεκεν ἀρετῆς ὑπομένων πόνους, οὐ κενοδοξεῖ, γινώσκων ἀπερίληπτον εἶναι φύσει τοῖς πόνοις τήν ἀλήθειαν. Τοῖς δευτέροις γάρ οὐ περιγράφεται φύσει τό πρῶτον. Ὁ δέ τήν γνῶσιν διά τούς ὑπέρ αὐτῆς ἀγῶνας ἐπιτηδεύων, πάντως κενόδοξος, ὡς εἰληφέναι δοκῶν τούς στεφάνους πρό τῶν ἱδρώτων· οὐκ εἰδώς, ὅτι διά τούς στεφάνους οἱ πόνοι, ἀλλ᾿ οὐ διά τούς πόνους οἱ στέφανοι. Φύσει γάρ ἀμελέτητος πᾶσα καθέστηκε μέθοδος, τοῦ δι᾿ ὅ πέφυκεν ἐπιτηδεύεσθαι ἐξανυσθέντος, ἤ ἐξανυσθῆναι δόξαντος.

ΛΑ (31). ΠΕΡΙ ΤΟΥ "ΕΙ ΟΥΚ ΕΝ ΧΕΙΡΟΠΟΙΗΤΟΙΣ ΝΑΟΙΣ Ο ΘΕΟΣ ΚΑΤΟΙΚΕΙ".
31. ΕΡΩΤΗΣΙΣ ΛΑ'
Εἰ οὐκ ἐν χειροποιήτοις ναοῖς ὁ Θεὸς κατοικεῖ, πῶς κατῴκει ἐν τῷ ναῷ τῶν Ἰουδαίων;
Ἀπόκρισις.
Ὁ τῆς ἀναλογίας σοφῶς τῶν προνοουμένων φροντίζων Θεός, πρότερον διὰ τῶν τύπων συμφυῶς τοῖς δι᾽ αἰσθήσεως οἰκονομουμένοις πρὸς τὴν ἀλήθειαν ποδηγῶν, πᾶσιν ἑαυτὸν τοῖς δοθεῖσι τῷ παλαιῷ λαῷ τύποις ἀφανῶς ἐγκατέμιξεν, ἐνεργῶν τὴν τῶν παιδαγωγουμένων ἀνάβασιν. Ὤικει τοίνυν ἐν τῷ ναῷ τῶν Ἰουδαίων ὁ Θεὸς τυπικῶς ἀλλ᾽ οὐκ ἀληθῶς, περιγράφων τῇ τοιᾷδε κατὰ τὸν ναὸν οἰκήσει πάσης τῆς μυσταγωγουμένης τῶν (≡14Β_214≡> προνοουμένων παιδαγωγίας τὴν ἄρρητον βουλήν. Ἐπιτηδειότατος γὰρ πρὸς κατοικητήριον Θεοῦ μόνος ὁ καθαρὸς ὑπάρχει νοῦς· δι᾽ ὃν τὸν τυπικὸν οἰκοδομηθῆναι ναὸν συνεχώρησε, διὰ τῶν ἄγαν παχυτέρων συμβόλων τὸν πολὺ πλέον τῶν ἀναισθήτων τύπων παχυνθέντα νοῦν τῶν Ἰουδαίων ἀνασπάσαι τῆς ὕλης βουλόμενος, συνιδόντα τὸ πρὸς κατοίκησιν Θεοῦ ἀνεπιτήδειον ἐκ τοῦ προσύλου καὶ ἀπεμφαίνοντος, κἀκ τούτου τῆς τῶν προσόντων αὐτῷ φυσικῶς γενέσθαι διόλου συναισθήσεως. Ὅπερ μὴ διαγνοὺς ὁ μόνον τὸν κατ᾽ εὐσέβειαν τῦφον ἐξ ὑπερηφανίας διατρέφειν εἰδὼς Ἰουδαῖος καὶ τοῦ τύπου καλῶς ἐστερήθη καὶ τῆς ἀληθείας ἑαυτὸν κακῶς ἀπεξένωσεν.
ΣΧΟΛΙΟΝ
1. Οὐκ ἔστι, φησί, πρέπον οἰκοδομεῖσθαι ναὸν τῷ Θεῷ ἐκ δωματικῆς ὕλης καὶ ψυχῆς σαρκικῆς. Ταῦτα γὰρ σύμβολα παχύτερά εἰσι καὶ ἀνεπιτήδεια τῷ Θεῷ· διὸ δεῖ οἰκοδομεῖσθαι Αὐτῷ ναὸν ἐξ ἐπιτηδείων καὶ πρεπόντων τῇ φύσει Αὐτοῦ στοιχείων.
2. Ὁ μόνην τῆς γνώσεως τήν μορφήν, ὅπερ ἐστίν ὁ ψιλός λόγος· καί ὁ τήν εἰκόνα τῆς ἀρετῆς, ὅπερ ἐστί, τό ψιλόν ἦθος ἐπιτηδεύων, Ἰουδαῖός ἐστι, φησί, καί αὐτός ἀληθείας τύποις φυσιούμενος.

ΛΒ (32). ΠΕΡΙ ΤΟΥ "ΕΙ ΑΡΑ ΨΗΛΑΦΗΣΑΙΕΝ ΚΑΙ ΕΥΡΟΙΕΝ ΘΕΟΝ".
32. ΕΡΩΤΗΣΙΣ ΛΒ'
Τί ἐστιν εἰ ἄρα ψηλαφήσαιεν καὶ εὕροιεν Θεόν; Πῶς τις ψηλαφῶν εὑρίσκει Θεόν;
Ἀπόκρισις.
Ὁ πᾶσαν τὴν φαινομένην τοῦ νόμου σωματικὴν λατρείαν μὴ κατ᾽ αἴσθησιν ὁρῶν, ἀλλὰ ταῖς κατὰ νοῦν ἐφόδοις ἕκαστον (≡14Β_216≡> τῶν ὁρωμένων συμβόλων διασκοπήσας, τὸν ἐν ἑκάστῳ κεκρυμμένον θεοτελῆ λόγον ἐκδιδασκόμενος, ἐν τῷ λόγῳ τὸν Θεὸν εὑρίσκει, καλῶς ψηλαφῶν διὰ τῆς νοερᾶς δυνάμεως ὡς ἐν φορυτῷ τῇ ὕλῃ τῶν νομικῶν διατάξεων εἴ που κεκρυμμένον εὕροι τῇ σαρκὶ τοῦ νόμου τὸν τὴν αἴσθησιν παντελῶς διαφεύγοντα μαργαρίτην Λόγον. Ὡσαύτως δὲ καὶ ὁ τὴν φύσιν τῶν ὁρωμένων μὴ τῇ αἰσθήσει μόνῃ περιγράφων, ἀλλὰ κατὰ νοῦν σοφῶς τὸν ἐν ἑκάστῳ κτίσματι λόγον διερευνώμενος, εὑρίσκει Θεόν, ἀπὸ τῆς προβεβλημένης τῶν ὄντων μεγαλουργίας τὴν αὐτῶν τῶν ὄντων διδασκόμενος αἰτίαν.
Ἐπειδὴ τοίνυν ἴδιον τοῦ ψηλαφῶντος ἡ διάκρισίς ἐστιν, ὁ τὰ νομικὰ σύμβολα γνωστικῶς ἐπερχόμενος καὶ τὴν φαινομένην τῶν ὄντων φύσιν ἐπιστημονικῶς θεώμενος, διακρίνων τὴν Γραφὴν καὶ τὴν κτίσιν καὶ ἑαυτόν, τὴν μὲν Γραφὴν εἰς γράμμα καὶ πνεῦμα, τὴν δὲ κτίσιν εἰς λόγον καὶ ἐπιφάνειαν, ἑαυτὸν δὲ εἰς νοῦν καὶ αἴσθησιν, καὶ τῆς μὲν Γραφῆς τὸ πνεῦμα, τῆς δὲ κτίσεως τὸν λόγον, ἑαυτοῦ δὲ τὸν νοῦν λαβὼν καὶ ἀλλήλοις ἀλύτως ἑνώσας, εὗρε Θεόν, ὡς ἐπιγνούς, καθὼς δεῖ καὶ δυνατόν ἐστιν, τὸν Θεὸν τὸν ἐν νῷ καὶ λόγῳ καὶ πνεύματι, πάντων τῶν πλανώντων καὶ εἰς μυρίας δόξας κατασυρόντων ἀπαλλαγείς, λέγω δὲ γράμματος καὶ ἐπιφανείας καὶ αἰσθήσεως, ἐν οἷς ἡ διάφορος ὑπάρχει ποσότης καὶ τῆς μονάδος ἀντίθετος. Εἰ δὲ τὸ γράμμα τοῦ νόμου καὶ τὴν τῶν ὁρωμένων ἐπιφάνειαν καὶ τὴν οἰκείαν αἴσθησιν ἀλλήλοις τις προσπλέξας συμφύρῃ, τυφλός ἐστι μυωπάζων, τὴν τῆς αἰτίας τῶν ὄντων ἀγνωσίαν νοσῶν.
ΣΧΟΛΙΟΝ
1. Ὁ μόνον, φησίν, τῆς Γραφῆς τό πνεῦμα δίχα τῶν τύπων καί τῆς κτίσεως δίχα τῶν σχημάτων τούς λόγους, κατά μόνον (≡14Β_218≡> τόν νοῦν, τῆς κατά τήν αἴσθησιν ἐνεργείας ἀπηλλαγμένον ἑωρακώς, εὗρεν Θεόν· ἐν μέν τῷ πνεύματι τῆς Γραφῆς, ὡς ἀγαθότητος· ἐν δέ τοῖς τῶν ὄντων λόγοις, ὡς δυνάμεως· ἐν ἑαυτῷ δέ, ὡς σοφίας αἴτιον. Οἱ γάρ τῶν ἐξ οὐκ ὄντων λόγοι, τήν δύναμιν ἀφηγοῦνται τοῦ Κτίσαντος· καί τό τῆς Γραφῆς πνεῦμα πρός θέωσιν ἐπανάγον πλανηθέντας, τήν ἀγαθότητα διαγγέλλει τοῦ γράψαντος· καί τό καθ᾿ ἡμᾶς νοερόν, ἀδιαστάτως τούς τῶν γεγονότων λόγους χωροῦν, ἀναφανδόν τήν τοῦ Τεχνίτου κηρύσσει σοφίαν.

ΛΓ (33). ΠΕΡΙ ΤΟΥ "ΑΜΗΝ ΛΕΓΩ ΥΜΙΝ, ΟΣ ΑΝ ΕΙΠΗ ΤΩ ΟΡΕΙ ΤΟΥΤΩ".
33. ΕΡΩΤΗΣΙΣ ΛΓ'
Τί ἐστι ἀμὴν λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ πιστεύσῃ ὅτι ἃ λέγει γίνεται, ἔσται αὐτῷ, ὃ ἐὰν εἴπῃ; Τί ἐστι τὸ καὶ μὴ διακριθῇ;
Ἀπόκρισις.
Ὁ μὲν θεῖος καὶ μέγας ἀπόστολος, τί ἐστι πίστις ὁρίζων, φησὶ πίστις ἐστὶν ἐλπιζομένων ὑπόστασις καὶ πραγμάτων ἔλεγχος οὐ βλεπομένων. Εἰ δέ τις καὶ ἐνδιάθετον ἀγαθὸν αὐτὴν ὁρίσαιτο ἢ γνῶσιν ἀληθῆ τῶν ἀπορρήτων ἀγαθῶν ἀποδεικτικήν, τῆς ἀληθείας οὐ διήμαρτεν. Ὁ δὲ Κύριος, διδάσκων περὶ τῶν ἀπορρήτων ἀγαθῶν καὶ τῶν ἐλπιζομένων καὶ οὐχ ὁρωμένων, φησὶν ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν. Οὐκοῦν ταὐτὸν τῇ βασιλείᾳ τοῦ Θεοῦ ἡ τοῦ Θεοῦ πίστις ἐστίν, κατὰ μόνην ἐπίνοιαν διαιρουμένη πρὸς τὴν βασιλείαν. Ἡ μὲν γὰρ πίστις ἀνείδεος Θεοῦ βασιλεία ἐστίν, ἡ δὲ βασιλεία πίστις θειωδῶς εἰδοπεποιημένη. Ὥστε κατὰ τοῦτον τὸν λόγον οὐκ ἐκτὸς ἡμῶν ἐστιν ἡ πίστις, ἥτις, ἐνεργουμένη ταῖς θείαις ἐντολαῖς, γίνεται βασιλεία Θεοῦ, μόνοις γινωσκομένη τοῖς ἔχουσι. (≡14Β_220≡> Εἰ δὲ ἡ βασιλεία τοῦ Θεοῦ ἐνεργουμένη πίστις ἐστίν, ἡ δὲ βασιλεία τοῦ Θεοῦ τῶν αὐτὴν βασιλευόντων ἄμεσον πρὸς τὸν Θεὸν ποιεῖται τὴν ἕνωσιν, ἡ πίστις ἀπεδείχθη σαφῶς ὑπάρχουσα δύναμις σχετικὴ ἢ σχέσις δραστικὴ τῆς ὑπὲρ φύσιν ἀμέσου τοῦ πιστεύοντος πρὸς τὸν πιστευόμενον Θεὸν τελείας ἑνώσεως.
Ἐπειδὴ τοίνυν ὁ ἄνθρωπος ἐκ ψυχῆς ὑπάρχων καὶ σώματος, δυσὶ σαλεύεται νόμοις, σαρκὸς λέγω καὶ πνεύματος, καὶ ὁ μὲν τῆς σαρκὸς νόμος κατὰ τὴν αἴσθησιν, ὁ δὲ τοῦ πνεύματος κατὰ τὸν νοῦν κέκτηται τὴν ἐνέργειαν, καὶ ὁ μὲν τῆς σαρκὸς ὕλῃ συνδεῖν πέφυκε κατὰ τὴν αἴσθησιν ἐνεργούμενος, ὁ δὲ τοῦ πνεύματος κατὰ νοῦν ἐνεργούμενος πρὸς τὸν Θεὸν ἀμέσως ποιεῖται τὴν ἕνωσιν, εἰκότως ὁ μὴ διακριθεὶς ἐν τῇ καρδίᾳ αὐτοῦ, τουτέστιν ἐν τῷ νοῖ μὴ διακρίνας ἤγουν διατεμὼν τὴν διὰ τῆς πίστεως πρὸς τὸν Θεὸν γεγενημένην ἄμεσον ἕνωσιν, ὡς ἀπαθής, μᾶλλον δὲ Θεὸς ἤδη διὰ τῆς πίστεως τῇ ἑνώσει γεγενημένος, ἐρεῖ τῷ ὄρει τούτῳ μεταβῆναι καὶ μεταβήσεται, δεικτικῶς διὰ τοῦ τούτῳ φάναι τὸ φρόνημα καὶ τὸν νόμον δηλῶν τῆς σαρκός, τὸν βαρὺν ὄντως καὶ δυσμετακίνητον καί, ὅσον πρὸς δύναμιν φυσικήν, παντελῶς ἀκίνητον καὶ ἀσάλευτον.
Τοσοῦτον γὰρ ἐρρίζωται τῇ φύσει τῶν ἀνθρώπων διὰ τῆς αἰσθήσεως τῆς ἀλογίας ἡ δύναμις, ὥστε τοὺς πολλοὺς μὴδ᾽ ἄλλό τι νομίζειν εἶναι τὸν ἄνθρωπον ἢ σάρκα, δύναμιν πρὸς ἀπόλαυσιν τῆς παρούσης ζωῆς τὴν αἴσθησιν ἔχουσαν. Πάντα γοῦν δυνατὰ τῷ πιστεύοντι καὶ μὴ διακρινομένῳ, τουτέστι μὴ διαιρουμένῳ τῆς κατὰ νοῦν διὰ τῆς πίστεως γεγενημένης αὐτῷ πρὸς τὸν Θεὸν ἑνώσεως διὰ τὴν πρὸς τὸ σῶμα τῆς ψυχῆς κατὰ τὴν αἴσθησιν σχέσιν, ὅσα κόσμου καὶ σαρκὸς τὸν νοῦν ἀλλοτριοῖ, Θεῷ δὲ προσοικειοῖ τετελειωμένον τοῖς κατορθώμασιν.
 (≡14Β_222≡>
ΣΧΟΛΙΑ
1. Τήν ψιλήν πίστιν λέγει βασιλείαν ἀνείδεον, οὐκ ἔχουσαν τήν ἐκ τῶν ἀρετῶν θείαν ὁμοίωσιν. Βασιλείαν δέ λέγει τήν ἔχουσαν διά τῶν ἔργων τήν θείαν μορφήν τῆς ἀγαθότητος πίστιν.
2. Πίστις, φησίν, ἀναπόδεικτος γνῶσίς ἐστιν. Εἰ δέ γνῶσις ἀναπόδεικτός ἐστιν, ἄρα σχέσις ἐστίν ὑπέρ φύσιν ἡ πίστις, δι᾿ ἧς ἀγνώστως, ἀλλ᾿ οὐκ ἀποδεικτικῶς ἑνούμεθα τῷ Θεῷ, κατά τήν ὑπέρ νόησιν ἕνωσιν.
3. Τήν ἄμεσον λαβών πρός τόν Θεόν ἕνωσιν ὁ νοῦς, τήν τοῦ νοεῖν καί νοεῖσθαι κατά φύσιν παντελῶς δύναμιν ἔχει σχολάζουσαν. Ὁπηνίκα γοῦν ταύτην λύσει νοήσας τι τῶν μετά Θεόν, διεκρίθη τεμών τήν ὑπέρ νόησιν ἕνωσιν· καθ᾿ ἥν ἕως ἐστί τῷ Θεῷ συνημμένος, ὡς ὑπέρ φύσιν, καί τῇ μεθέξει Θεός γεγενημένος, καθάπερ ὅρος ἀκίνητον, ἑαυτοῦ τόν τῆς φύσεως μετατίθησι νόμον.
4. Προσυπακουστέον φησί τό· Πάντα δυνατά τῷ πιστεύοντι, τά ὅσα κόσμου καί σαρκός τόν νοῦν ἀλλοτριοῖ. Ταῦτα γάρ εἰσι τά δυνατά τῷ πιστεύοντι παρά Θεῷ.

ΛΔ (34). ΠΕΡΙ ΤΟΥ "ΔΙΑ ΤΟΥΤΟ ΛΕΓΩ ΥΜΙΝ ΟΤΙ ΠΑΝΤΑ ΟΣΑ ΑΝ ΠΡΟΣΕΥΧΟΜΕΝΟΙ ΑΙΤΕΙΣΘΕ, ΠΙΣΤΕΥΕΤΕ ΟΤΙ ΛΑΜΒΑΝΕΤΕ".
34. ΕΡΩΤΗΣΙΣ ΛΔ'
Τί πάλιν ἐστὶ διὰ τοῦτο λέγω ὑμῖν ὅτι πάντα ὅσα ἂν προσευχόμενοι αἰτεῖσθε, πιστεύετε ὅτι λαμβάνετε, καὶ ἔσται ὑμῖν. Πῶς τις δύναται πιστεύειν ὅτι πάντως λαμβάνει ὃ αἰτεῖ, μόνου τοῦ Θεοῦ εἰδότος εἰ συμφέρει τὸ αἰτούμενον ἢ μή; Καὶ εἰ ἐξ ἀγνοίας ὃ οὐ συμφέρει αἰτεῖ, πῶς παρέχει; Καὶ εἰ (≡14Β_224≡> οὐ παρέχει τὸ μὴ συμφερόντως ἐξ ἀγνοίας αἰτούμενον, πῶς πιστεῦσαί τις δύναται ἐπὶ παντὸς αἰτήματος ὅτι λαμβάνει καὶ ἔσται αὐτῷ;
Ἀπόκρισις.
Πάντα μὲν τὰ τοῦ παρόντος κεφαλαίου κατ᾽ ἐπιτομὴν ἐν τῷ πρὸ αὐτοῦ ἐπιλέλυται. Μόνων γὰρ τῶν ἐπεγνωκότων πῶς δεῖ πιστεύειν ἐστὶ τὸ εἰδέναι τί δεῖ καὶ πῶς καὶ περὶ τίνων αἰτεῖσθαι. Οὐ γὰρ πάντων ἡ γνῶσις, ὥσπερ οὐδὲ ἡ πίστις. Πλὴν ὁ Κύριος, εἰπὼν ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, τουτέστι πρὸ πάντων τὴν ἐπίγνωσιν τῆς ἀληθείας καὶ οὕτω τὴν τῶν καθηκόντων τρόπων ἐξάσκησιν, σαφῶς ἔδειξε περὶ μόνης τῆς θείας γνώσεως δεῖν ζητεῖν τοὺς πιστεύοντας καὶ τῆς αὐτὴν κοσμούσης διὰ τῶν ἔργων ἀρετῆς. Ἐπειδὴ γοῦν πολλὰ τυγχάνει τὰ πρὸς γνῶσιν Θεοῦ καὶ ἀρετὴν ζητούμενα τοῖς πιστεύουσι, ἀπαλλαγὴ παθῶν, ὑπομονὴ πειρασμῶν, ἀρετῶν λόγοι, τρόποι ἐνεργειῶν, ἐξήλωσις τῆς πρὸς σάρκα τῆς ψυχῆς διαθέσεως, ἀποξένωσις τῆς πρὸς τὰ αἰσθητὰ τῆς αἰσθήσεως σχέσεως, τοῦ νοῦ παντελὴς ἀπὸ πάντων τῶν γεγονότων ἀναχώρησις—καὶ ἁπλῶς μυρία ἄλλα εἰσὶ τὰ πρὸς ἀποχὴν μὲν κακίας καὶ ἀγνωσίας, κατόρθωσιν δὲ γνώσεως καὶ ἀρετῆς—εἰκότως ὁ Κύριος ἔφη πάντα ὅσα ἂν αἰτεῖσθε πιστεύοντες λήψεσθε, πάντα ἁπλῶς τὰ πρὸς ἐπίγνωσιν Θεοῦ καὶ ἀρετὴν συντείνοντα μόνα καὶ ζητεῖν καὶ αἰτεῖν μετ᾽ ἐπιστήμης καὶ πίστεως δεῖν εἰπὼν τοὺς εὐσεβεῖς.
Ταῦτα γὰρ πάντως συμφέρει, καὶ πάντως δίδωσιν αὐτὰ τοῖς αἰτοῦσιν ὁ Κύριος. Ὁ τοίνυν διὰ μόνην τὴν πίστιν, ἤγουν τὴν πρὸς τὸν Θεὸν ἄμεσον ἕνωσιν, πάντα ζητῶν τὰ πρὸς τὴν ἕνωσιν, πάντως λήψεται. Ὁ δὲ ταύτης δίχα τῆς αἰτίας, κἂν ἄλλα, κἂν τὰ προειρημένα ζητῇ, οὐ λήψεται· οὐ γὰρ πιστεύει, ἀλλ᾽ οἰκείαν ὡς ἄπιστος διὰ τῶν θείων πραγματεύεται δόξαν.

ΛΕ (35). ΠΕΡΙ ΤΟΥ ΠΩΣ ΚΕΛΕΥΟΜΕΘΑ ΕΣΘΙΕΙΝ ΤΗΝ ΣΑΡΚΑ ΤΟΥ ΛΟΓΟΥ ΚΑΙ ΠΙΝΕΙΝ ΤΟ ΑΙΜΑ, ΜΗ ΣΥΝΤΡΙΒΕΙΝ ΔΕ ΤΑ ΟΣΤΑ;
35. ΕΡΩΤΗΣΙΣ ΛΕ'
Ἐπειδὴ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ οὐ μόνον σὰρξ ἀλλὰ καὶ αἷμα καὶ ὀστᾶ, καὶ κελευόμεθα ἐσθίειν μὲν τὴν σάρκα, πίνειν δὲ τὸ αἷμα, μὴ συντρίβειν δὲ τὰ ὀστᾶ, παρακαλῶ μαθεῖν τίς ἡ τριμερὴς αὕτη τοῦ ἀνθρωπισθέντος Λόγου δύναμις.
Ἀπόκρισις.
Εἰς οὐσίαν ἐλθεῖν βουληθείς, ὡς οἶδεν αὐτὸς ὁ ὑπερούσιος Λόγος καὶ πάντων τῶν ὄντων δημιουργός, τοὺς τῶν ὄντων πάντων τῶν φαινομένων καὶ νοουμένων μετὰ τῶν ἀκαταλήπτων τῆς οἰκείας θεότητος νοημάτων φυσικοὺς ἐπεφέρετο λόγους· ὧν, τῶν μὲν νοητῶν οἱ λόγοι εἶεν τὸ αἷμα τοῦ Λόγου, τῶν αἰσθητῶν δὲ οἱ λόγοι ἡ φαινομένη τοῦ Λόγου ἔστω σάρξ. Ἐπειδὴ τοίνυν καὶ τῶν ἐν τοῖς φαινομένοις καὶ τῶν ἐν τοῖς νοουμένοις πνευματικῶν λόγων ὑπάρχει διδάσκαλος ὁ Λόγος, πρεπόντως καὶ κατὰ λόγον δίδωσι τοῖς ἀξίοις, ὡς σάρκα φαγεῖν, τὴν ἐν τοῖς λόγοις τῶν ὁρωμένων ἐπιστήμην καί, ὡς αἷμα πίνειν, τὴν ἐν τοῖς λόγοις τῶν νοουμένων γνῶσιν, οὓς καὶ ἡ σοφία διὰ τοῦ κρατῆρος καὶ τῶν θυμάτων πόρρωθεν μυστικῶς διὰ τῶν Παροιμιῶν ἡτοιμάσατο· τὰ δὲ ὀστᾶ, τουτέστι τοὺς ὑπὲρ νόησιν περὶ θεότητος λόγους, πάσῃ γενητῇ φύσει κατὰ τὸ ἴσον ἀπείρως ἀπέχοντας, οὐ δίδωσιν, οὐκ ἐχούσης τῆς τῶν ὄντων φύσεως κατά τινα δύναμιν πρὸς τούτους τὴν ἐπιδεχομένην σχέσιν.
Καὶ πάλιν, σάρξ ἐστι τοῦ Λόγου ἡ ἀληθὴς ἀρετή, αἷμα δὲ ἡ ἄπταιστος γνῶσις, ὀστᾶ δὲ ἡ ἀπόρρητος θεολογία. Τρόπον γὰρ αἵματος, κατ᾽ εἶδος εἰς σάρκα μεταβαλλομένου, καὶ ἡ γνῶσις διὰ τῆς πρακτικῆς εἰς ἀρετὴν μεταπλάττεται, καὶ ὀστέων δίκην συστατικῶν αἴματος καὶ σαρκός, καὶ οἱ πάσης ἐπέκεινα νοήσεως περὶ θεότητος λόγοι, τοῖς οὖσιν ἐνυπάρχοντες, τὰς τῶν ὄντων (≡14Β_228≡> ἀγνώστως καὶ ποιοῦσι καὶ πρὸς τὸ εἶναι συνέχουσιν οὐσίας, καὶ πᾶσαν γνῶσιν καὶ πᾶσαν ἀρετὴν συνιστῶσιν.
Εἰ δὲ καὶ τοὺς περὶ κρίσεως καὶ προνοίας λόγους εἶναι τὴν σάρκα καὶ τὸ αἷμα, ὡς πάντως ποτὲ βρωθησομένους καὶ ποθησομένους, τοὺς δὲ τούτοις ἐγκεκρυμμένους ἀρρήτους περὶ θεότητος λόγους ὀστᾶ φήσειέ τις, οὐκ ἔξω βέβηκεν, ὧς οἶμαι, τοῦ εἰκότος.
Τυχὸν δὲ σάρξ ἐστι πάλιν τοῦ Λόγου καὶ ἡ τῆς φύσεως τελεία πρὸς ἑαυτὴν δι᾽ ἀρετῆς καὶ γνώσεως ἐπάνοδος καὶ ἀποκατάστασις, αἷμα δὲ ἡ ταύτην πρὸς τὸ ἀεὶ εὖ εἶναι χάριτι συνέχειν μέλλουσα θέωσις, ὀστᾶ δὲ αὐτὴ ἡ πρὸς τὸ ἀεὶ εὖ εἶναι διὰ θεώσεως συνέχουσα τὴν φύσιν ἄγνωστος δύναμις.
Εἰ δὲ καὶ τὸ ληπτότερον εἴποι τις ὅτι σάρξ ἐστιν ἡ διὰ τῶν ἀρετῶν ἑκούσιος νέκρωσις, αἷμα δὲ ἡ κατὰ περίστασιν ὑπὲρ τῆς ἀληθείας διὰ τοῦ θανάτου τελείωσις, ὀστᾶ δὲ τοὺς πρώτους καὶ ἡμῖν ἀνεφίκτους περὶ θεότητος λόγους, καλῶς καὶ οὗτος ἔφη καὶ τῆς πρεπούσης ἐννοίας οὐδαμῶς διαπέπτωκεν.
ΣΧΟΛΙΑ
1. Ἀπόῤῥητός ἐστι θεολογία, ἡ παντελής καθ᾿ ὑπεροχήν ἀγνωσία, ἥτις τοσοῦτον ἠγνόηται, ὅσον ἔγνωσται τά φυσικῶς γινωσκόμενα.
2. Τό αἷμα εἰς τήν θέωσιν ἔλαβεν, ὡς ζωήν ἐσομένην τῶν ἀξιωθησομένων αὐτῆς. Ζωῆς γάρ τό αἷμα σύμβολον.

ΛS (36). ΠΕΡΙ ΤΟΥ ΤΙΝΑ ΕΙΣΙ ΤΑ ΤΩΝ ΘΥΟΜΕΝΩΝ ΖΩΩΝ ΣΩΜΑΤΑ.
36. ΕΡΩΤΗΣΙΣ ΛS'
Τί ἐστι τὰ τῶν ἀλόγων ζῴων σώματα καὶ αἵματα, δι᾽ ὧν λατρεύοντες οἱ Ἰσραηλῖται τὰ μὲν σώματα ἤσθιον τὰ δὲ αἵματα οὐκ ἔτι, πρὸς δὲ τὴν βάσιν κύκλῳ τοῦ θυσιαστηρίου προσέχεον;
 (≡14Β_230≡>
Ἀπόκρισις.
Τῶν εἰσαγομένων πρὸς εὐσέβειαν τύπον ἔφερον οἱ πάλαι τῷ Θεῷ κατὰ τὸν νόμον ἐν σκιᾷ λατρεύοντες, μόλις καὶ αὐτὰ τὰ φαινόμενα τῶν τυπικῶν συμβόλων διατάγματα νοῆσαι δυνάμενοι. Ἐπεὶ οὖν οὐκ ἐκείνοις προηγουμένως ἀλλ᾽ ἡμῖν ὁ νόμος ἐδόθη, κατὰ Χριστὸν πνευματικῶς δι᾽ ἡμῶν τελειούμενος, σκοπήσωμεν τῶν τότε θυμάτων μετὰ τῆς εὐσεβείας τὸν λόγον.
Ὁ πρὸς εὐσέβειαν εἰσαγόμενος, περὶ τῶν ἔργων διδασκόμενος τῆς δικαιοσύνης, τὴν πρᾶξιν μόνην ἐπιτελεῖ μετὰ πάσης ὑπακοῆς καὶ πίστεως, καθάπερ σάρκας ἐσθίων τῶν ἀρετῶν τὰ φαινόμενα, τοὺς δὲ τῶν ἐντολῶν λόγους, ἐν οἷς ἡ τῶν τελείων ὑπάρχει γνῶσις, τῷ Θεῷ παραχωρεῖ διὰ τῆς πίστεως, μὴ δυνάμενος τέως συνεπεκταθῆναι τῷ μήκει τῆς γνώσεως. Θεοῦ γὰρ σύμβολόν ἐστι τὸ θυσιαστήριον, ᾧ πάντες πνευματικῶς θυόμεθα καὶ τῶν ὑπὲρ δύναμιν παραχωροῦμεν τὴν εἴδησιν, ἵνα ζήσωμεν. Τῆς δὲ κατ᾽ αὐτὸν πίστεως τύπος ἐστὶν ἡ τοῦ θυσιαστηρίου βάσις. Θεμέλιος γὰρ ἡ πίστις ὑπάρχει, πᾶσαν τὴν οἰκοδομὴν τῶν θείων καὶ ἔργων καὶ νοημάτων βαστάζουσα· πρὸς ἣν πᾶς μὴ δυνάμενος τῆς ἐκ τοῦ θείου τῆς σοφίας κρατῆρος κατὰ τὴν γνῶσιν σωφρόνως ἀπολαῦσαι μέθης τῶν οὐκ ἐφικτῶν αὐτῷ γνώσεων καλῶς ποιῶν προσχέει τοὺς λόγους, τουτέστι τῶν ὑπὲρ δύναμιν λόγων τὴν γνῶσιν τῇ πίστει παραχωρῶν.
Ὡς οὖν τύπον τῶν κατ᾽ εὐσέβειαν εἰσαγομένων ὁ παλαιὸς λαὸς φέρων, ἐσθίοντες τῶν θυομένων τὰς σάρκας τὸ αἷμα πρὸς τὴν βάσιν τοῦ θυσιαστηρίου προσέχεον, οὐ δυνάμενοι διὰ τὸν νηπιάζοντα λογισμὸν τῆς τῶν γινομένων μυστικῆς ἐφικέσθαι γνώσεως. Χριστὸς δέ, παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, τὴν ἀπόρρητον θύων θυσίαν, ἑαυτὸν μετὰ τῆς σαρκὸς καὶ τὸ αἷμα δίδωσι τοῖς τὰ αἰσθητήρια τῆς ψυχῆς διὰ τὴν (≡14Β_232≡> τελειότητα γεγυμνασμένα ἔχουσι πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. Ὁ γὰρ τέλειος, οὐ μόνον τὴν τῶν εἰσαγομένων τάξιν ἀλλὰ καὶ τὴν τῶν προκοπτόντων διαδραμών, οὐκ ἀγνοεῖ τῶν ὑπ᾽ αὐτοῦ κατ᾽ ἐντολὴν γινομένων τοὺς λόγους, ἀλλ᾽ ἐκείνους Πνεύματι πρῶτον διαπιών, πᾶσαν ἐσθίει διὰ τῶν ἔργων τὴν σάρκα τῶν ἀρετῶν, πρὸς τὴν κατὰ νοῦν γνῶσιν ἀναβιβάζων τὴν τῶν γινομένων κατ᾽ αἴσθησιν κίνησιν.
Εἰσὶ μὲν καὶ ἕτεροι πλεῖστοι λόγοι περὶ τούτων, ὑμῖν μάλιστα πρέποντες τοῖς φιλοθεωτάτοις· ἀλλὰ παρείσθωσαν νῦν διὰ τὸ πλῆθος.
ΣΧΟΛΙΑ
1. Τά φαινόμενα τῶν ἀρετῶν εἶπεν τήν ἠθικήν παιδαγωγίαν.
2. Τό αἷμα κατά θεωρίαν, εἰς τήν γνῶσιν ἔλαβεν, ὡς ὑποτρέφουσαν τό σῶμα τῶν ἀρετῶν.

ΛΖ (37). ΠΕΡΙ ΤΗΣ ΔΗΞΑΣΗΣ ΤΟΝ ΠΑΥΛΟΝ ΕΧΙΔΝΗΣ.
37. ΕΡΩΤΗΣΙΣ ΛΖ'
Λέγει εἰς τὰς Πράξεις περὶ τοῦ ἁγίου Παύλου· ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἐπιφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια καὶ σημικίνθια καὶ ἀπαλλάττεσθαι ἀπ᾽ αὐτῶν τὰς νόσους. Ἆρα γὰρ διὰ τὴν διακονίαν καὶ τοὺς ἀπίστους τοῦτο ἐγίνετο, ἢ ἁγιασθέντος τοῦ σώματος ταῦτα ἐκ τοῦ χρωτὸς αὐτοῦ ἐπετελεῖτο; Καὶ εἰ κατὰ τοῦτο καὶ ἐπὶ τῆς ἐχίδνης οὐδὲν ἔπαθεν, τίνι τῷ λόγῳ τῷ μὲν ἰῷ τοῦ θηρίου οὐχ ὑπέπεσε τὸ σῶμα τοῦ ἁγίου, τῷ δὲ ξίφει ὑπέπεσε; Τὸ δὲ αὐτὸ ζητῶ καὶ ἐπὶ τοῦ σώματος Ἐλισσαίου. Τίνα δὲ τὰ σημικίνθιά εἰσιν;
 (≡14Β_234≡>
Ἀπόκρισις.
Οὔτε διὰ μόνην τοῦ ἁγίου Παύλου τὴν ἁγιότητα, οὔτε διὰ μόνην τὴν τῶν δεχομένων πίστιν ὁ χρὼς τοῦ σώματος αὐτοῦ διὰ τῶν σουδαρίων καὶ τῶν σημικινθίων ἐπετέλει τὰς ἰάσεις, ἀλλ᾽ ὅτιπερ αὐτῷ τε κἀκείνοις ἡ θεία χάρις, ἑαυτὴν ἐπιμερίσασα, φιλανθρώπως ἐν ἐκείνοις διὰ τῆς πίστεως ἐνεργὸν ἐποίει τοῦ ἀποστόλου τὴν ἁγιότητα. Οὕτω μὲν οὖν πάλιν, βουληθείσης τῆς χάριτος, ἀπαθὲς διέμεινεν αὐτοῦ τὸ σῶμα, τῷ ἰῷ τοῦ θηρίου μὴ διαφθειρόμενον, εἴτε τὴν ἐν τῷ ἰῷ τοῦ θηρὸς φθαρτικὴν ποιότητα μεταβαλούσης, εἴτε τὸ σῶμα τοῦ ἁγίου τῆς τοιαύτης δαπανητικὸν φθορᾶς ἀπεργασαμένης, εἴτε κατ᾽ ἄλλον τινὰ τρόπον οἰκονομίας, ὃν οἶδεν ὁ ταῦτα ποιῶν καὶ μετασκευάζων Θεός. Τῷ δὲ ξίφει πάλιν ὑπέπεσε, βουληθείσης τῆς χάριτος. Οὐ γὰρ ἦν κατὰ φύσιν ἀθάνατος, κἂν ἦν διὰ τὴν χάριν θαυματουργός. Εἰ μὲν κατὰ φύσιν ὑπῆρχεν ἀθάνατος, καλῶς ἂν ἐζητοῦμεν τὸν καθ᾽ ὃν παρὰ φύσιν ὑπέπεσε τῷ ξίφει λόγον· εἰ δὲ φύσει καὶ μετὰ τὴν ἁγιότητα διέμεινε θνητός, οὐκ ἔστιν ἀναγκαῖον ζητῆσαι τὸν καθ᾽ ὃν οὐ τοιῶσδε ἀλλὰ τοιῶσδε τὴν ἐν σαρκὶ ζωὴν παρῆλθε λόγον ὁ θεῖος ἀπόστολος. Ὧι γὰρ τρόπῳ βούλεται ὁ τὴν ἑκάστου πρὸ τῶν αἰώνων συμφερόντως διορίσας ζωὴν Θεός, ἕκαστον πρὸς τὸ οἰκεῖον τῆς ζωῆς ἄγει τέλος, εἴτε δίκαιον εἴτε ἄδικον.
Εἰ μὲν οὖν εἷς καὶ ὁ αὐτὸς ἦν φύσεως καὶ χάριτος λόγος, θαύματος ἦν ἄξιον καὶ καταπλήξεως τὸ κατὰ τὴν φύσιν παρὰ τὴν χάριν, ἢ κατὰ τὴν χάριν παρὰ τὴν φύσιν γινόμενον· εἰ δὲ μᾶλλον ἕτερος καὶ ἕτερος φύσεως καὶ χάριτος λόγος, δῆλόν ἐστι καὶ σαφὲς ὅτι, ὡς μὲν ἅγιοι, ἐθαυματούργουν διὰ τὴν χάριν, ὡς δὲ ἄνθρωποι, ἔπασχον διὰ τὴν φύσιν, ἐπειδὴ μὴ ἀνεῖλε τὸ τῆς φύσεως παθητὸν ἡ χάρις, οὐδαμῶς ἀλλήλοις συμφυρέντων τῶν ἐν φύσει καὶ χάριτι λόγων. Οὕτω δεξώμεθα πάντα ποιεῖν κατ᾽ οἰκονομίαν τῶν προνοουμένων ἐν τοῖς ἁγίοις τὴν τοῦ Θεοῦ χάριν καὶ ζῶσι καὶ ἀποθανοῦσιν, ὡς ἐν ὀργάνοις οἰκείοις (≡14Β_236≡> τῆς τῶν ἄλλων προνοουμένην σωτηρίας, ἀλλ᾽ οὐ κατὰ φύσιν ταῦτα διὰ τὴν χάριν ἐν τοῖς ἄλλοις ἐνεργοῦντας τοὺς ἁγίους. Τοῦτο γοῦν καὶ ἐπὶ τοῦ σώματος Ἐλισσαίου.
Ἀλλ᾽ ἐπειδὴ τῶν ἱστορουμένων τὰ νοούμενα μᾶλλον εὐφραίνει τὴν τῶν φιλοθέων ψυχήν, χρῶτα μέν φαμεν εἶναι τοῦ μεγάλου ἀποστόλου τὴν εὐσέβειαν, καθ᾽ ἣν τοῖς μὲν ἦν ὀσμὴ ἀπὸ ζωῆς εἰς ζωήν, τοῖς δὲ ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, σουδάρια δὲ τοὺς ἐκφανεῖς τῆς γνωστικῆς αὐτοῦ θεωρίας λόγους, τὰ δὲ σημικίνθια τοὺς σεμνοὺς τῆς κατ᾽ ἀρετὴν πρακτικῆς φιλοσοφίας τρόπους· ἐγχείρια γὰρ εἶναί φασι τὰ σημικίνθια. Οὕστινας λόγους τε καὶ τρόπους πνέοντας καὶ ἐκπέμποντας καθάπερ εὐωδίαν τὰ χρῶτα, τουτέστι τὴν τοῦ μακαρίου ἀποστόλου μεγάλην εὐσέβειαν, οἱ δεχόμενοι τὴν τῆς πιεζούσης αὐτοὺς ἀσθενείας ἐλάμβανον ἴασιν, οἱ μὲν διὰ τῶν περὶ θεωρίας λόγων, ὡς σουδαρίων, τὴν νόσον τῆς ἀγνωσίας διώκοντες, οἱ δὲ διὰ τῶν κατὰ τὴν πρᾶξιν ἐναρέτων τρόπων τὴν ἀρρωστίαν τῆς κακίας παντελῶς ἀφανίζοντες. Οὕτω δὲ καὶ τὸν αὐτῷ συμβάντα ζοφερὸν χειμῶνα τὸ βάρος εἶναι τῶν ἀκουσίων πειρασμῶν τεκμαίρομαι, τὴν δὲ νῆσον τὴν παγίαν ἕξιν τῆς θείας ἐλπίδος καὶ ἄσειστον, τὴν δὲ πυρὰν τὴν ἕξιν τῆ γνώσεως, τὰ δὲ φρύγανα τὴν τῶν ὁρωμένων φύσιν, ἣν συνέστρεφε τῇ χειρί, τῇ κατὰ θεωρίαν λέγω ψηλαφητικῇ τοῦ νοῦ δυνάμει, διατρέφων τοῖς ἐξ αὐτῆς νοήμασι τὴν ἕξιν τῆς γνώσεως, τὴν θεραπεύουσαν τὴν ἐκ τοῦ χειμῶνος τῶν πειρασμῶν προστριβεῖσαν τῇ διανοίᾳ κατήφειαν, τὴν δὲ ἔχιδναν τὴν λανθανόντως ἐγκεκρυμμένην τῇ φύσει τῶν αἰσθητῶν πονηρὰν καὶ ὀλέθριον δύναμιν, δήξασαν μὲν τὴν χεῖρα, τουτέστι τὴν κατὰ νοῦν ψηλαφητικὴν τῆς θεωρίας ἐνέργειαν, οὐ βλάψασαν δὲ τὸν διορατικὸν νοῦν, τῷ φωτὶ τῆς γνώσεως αὐτὴν εὐθὺς ὡς ἐν πυρὶ διαφθείραντα τὴν τῷ (≡14Β_238≡> πρακτικῷ κινήματι τοῦ νοῦ προσαφθεῖσαν ἐκ τῆς τῶν αἰσθητῶν θεωρίας ὀλέθριον δύναμιν.
Ὡσαύτως καὶ ἐπὶ τοῦ Ἐλισσαίου νοῶ· ὅτιπερ ἕκαστος νεκρὸς τοῖς παραπτώμασιν, ἐπειδὰν τοῦ μνήματος ἐπιτεθῇ τοῦ προφήτου, ἐν ᾧ ἦν τὸ σῶμα, τουτέστι τῇ τὸ ἴχνος ἐχούσῃ τοῦ βίου τοῦ προφητικοῦ μνήμῃ, ἐν ᾧ ἦν καλῶς φυλαττόμενον τὸ σῶμα τῶν ἀρετῶν, κατὰ τὴν μίμησιν τῶν τρόπων ἀναστροφῇ ζωοποιεῖται, πρὸς τὴν ἐνάρετον μετατιθέμενος ζωὴν ἀπὸ τῆς τῶν παθῶν τῆς κακίας νεκρότητος.
ΣΧΟΛΙΑ
1. Πίστις τῶν δεομένων ἰάσεως, φησί, παρεκαλεῖτο τήν ἐν τοῖς ἁγίοις τοῦ Πνεύματος δύναμιν, ἵνα διά τῆς πίστεως ἡ τέως λανθάνουσα φανερά γένηται δύναμις· καί ἡ κεκρυμμένη πίστις διά τῆς δυνάμεως γένηται πᾶσι διάδηλος. Τηνικαῦτα γάρ ὁ τῶν ἰαμάτων ἀληθής πέφυκε διαδείκνυσθαι τρόπος, ὁπηνίκα τῇ τῶν ἐνεργουμένων πίστει συμβαίνει διά πάντων ἡ τῶν ἐνεργοῦντων ἐν Πνεύματι δύναμις.
2. Ὁ γνώμῃ, φησίν, τῆς καθ᾿ ἁμαρτίαν καθαρεύων φθορᾶς, φθείρει τήν τῶν φθείρειν πεφυκότων φθοράν. Ἡ γάρ ἀφθαρσία τῆς προαιρέσεως τήν φθοράν συντηρεῖν τῆς φύσεως πέφυκεν ἄφθαρτον κατά πρόνοιαν, διά τῆς ἐν αὐτῇ τοῦ Πνεύματος χάριτος μή συγχωροῦσα ταῖς ἐναντίαις ποιότησιν αὐτήν δυναστεύεσθαι.
3. Ἐπειδή φύσεως, φησίν, καί χάριτος εἷς καί ὁ αὐτός οὐκ ἔστι λόγος, οὐκ ἔστιν ἀπορίας ἄξιον, πῶς τινες τῶν ἁγίων ποτέ μέν τῶν παθῶν ὑπερεῖχον, ποτέ δέ μᾶλλον ὑπέπιπτον πάθεσιν· γινωσκόντων ἡμῶν, ὅτι τό μέν θαῦμα τῆς χάριτος ἦν· τό δέ πάθος τῆς φύσεως.
4. Ὀσμή ἦν ἀπό ζωῆς εἰς ζωήν ὁ Ἀπόστολος ὡς τούς πιστούς τῷ καθ᾿ ἑαυτόν παραδείγματι, διά πράξεως πρός τήν εὐωδίαν τῶν ἀρετῶν κινεῖσθαι παρασκευάζων ἤ τούς πειθομένους (≡14Β_240≡> τῷ λόγῳ τῆς χάριτος ὡς κήρυξ ἀπό τῆς κατ᾿ αἴσθησιν ζωῆς εἰς τήν ἐν Πνεύματι μετάγων ζωήν· ὀσμήν δέ ἀπό θανάτου εἰς θάνατον, τοῖς ἀπό τοῦ θανάτου τῆς ἀγνοίας εἰς τόν τῆς ἀπιστίας ἐλάσασιν θάνατον, διδούς αὐτοῖς αἴσθησιν τῆς μενούσης αὐτούς κατακρίσεως. Ἤ πάλιν, ὀσμήν ἀπό ζωῆς εἰς ζωήν, τοῖς ἀπό πράξεως εἰς θεωρίαν ἀναγομένοις· ὀσμή δέ ἀπό θανάτου εἰς θάνατον, τοῖς ἀπό τοῦ νεκρῶσαι τῇ καθ᾿ ἁμαρτίαν ἀργίᾳ τά μέλη τά ἐπί τῆς γῆς, εἰς τήν τῶν ἐμπαθῶν νοημάτων τε καί φαντασιῶν ἐπαινουμένην μεταβαίνουσι νέκρωσιν.
5. Ὁ διά μιμήσεως, φησίν, τήν μνήμην ἔχων τῆς τῶν ἁγίων ἀναστροφῆς, τήν μέν τῶν παθῶν ἀποτίθεται νέκρωσιν· τήν δέ τῶν ἀρετῶν ζωήν ἀποδέχεται.

ΛΗ (38). ΠΕΡΙ ΤΗΣ ΠΡΟΣ ΤΟΝ ΚΥΡΙΟΝ ΕΡΩΤΗΣΕΩΣ ΤΩΝ ΣΑΔΔΟΥΚΑΙΩΝ.
38. ΕΡΩΤΗΣΙΣ ΛΗ'
Ἆρα γὰρ ὡς ἔτυχεν οἱ Σαδδουκαῖοι τὸν ἀριθμὸν τῶν ἑπτὰ ἀδελφῶν εἶπαν ἐπὶ τῆς μιᾶς γυναικός, ἢ ἔχει τινὰ λόγον βαθύτερον; Εἰ δὲ ἔχει, τίνες ἐκεῖνοι καὶ τίς αὕτη;
Ἀπόκρισις.
Φασί τινες μὴ ἀλληγορεῖσθαι τῶν ἐν τῇ Γραφῇ ψεκτῶν προσώπων τοὺς λόγους. Πλήν, ἐπειδὴ κρεῖττον μᾶλλον φιλοπονεῖν καὶ τὸν Θεὸν ἀπαύστως αἰτεῖσθαι χορηγεῖν σοφίαν καὶ δύναμιν πρὸς τὸ πᾶσαν νοηθῆναι πνευματικῶς τὴν Γραφήν, ταῖς ὑμετέραις εὐχαῖς θαρρῶν, καὶ περὶ τοῦ παρόντος ἀπόρου τάδε φημί. Οἱ Σαδδουκαῖοί εἰσιν, κατὰ τὸν τῆς ἀναγωγῆς λόγον, οἱ τὸν αὐτοματισμὸν εἰσάγοντες δαίμονες ἢ λογισμοί, ἡ δὲ γυνή ἐστιν ἡ τῶν ἀνθρώπων φύσις, οἱ δὲ ἑπτὰ ἀδελφοὶ οἱ κατὰ καιροὺς ἀπὸ τοῦ αἰῶνος δοθέντες αὐτῇ παρὰ Θεοῦ πρὸς παιδαγωγίαν (≡14Β_242≡> καὶ γένεσιν καρπῶν δικαιοσύνης νόμοι· οἷς ὡς ἀνδράσιν ὁμιλήσασα, παρ᾽ οὐδενὸς ἔσχεν υἱόν, οἷα τοῦ κατὰ δικαιοσύνην καρποῦ στειρεύουσα. Καὶ ἔστι πρῶτος νόμος ὁ ἐν τῷ παραδείσῳ δοθεὶς τῷ Ἀδάμ, δεύτερος ὁ τῷ αὐτῷ μετὰ τὸν παράδεισον δεδομένος ἐν ἐπιτιμίου τάξει, τρίτος ὁ κατὰ τὴν κιβωτὸν τῷ Νῶε δοθείς, τέταρτος ὁ τῆς περιτομῆς τῷ Ἀβραάμ, πέμπτος ὁ τῷ αὐτῷ περὶ τῆς προσαγωγῆς τοῦ Ἰσαάκ, ἕκτος ὁ κατὰ Μωσέα, καὶ ἕβδομος ὁ τῆς προαγορευτικῆς χάριτος ἤγουν προφητικῆς ἐπιπνοίας. Τῷ γὰρ Εὐαγγελίῳ οὔπω ἦν διὰ τῆς πίστεως ἁρμοσθεῖσα πρὸς συμβίωσιν ἡ φύσις ἀνδρὶ εἰς πάντας διαμένοντι τοὺς αἰῶνας.
Τούτους οὖν προβάλλονται διαπαντὸς τῷ ἐν ἡμῖν λόγῳ διὰ τῶν λογισμῶν οἱ δαίμονες, εὐλογοφανῶς ἐκ τῶν γεγραμμένων καταγωνιζόμενοι τῆς πίστεως, καὶ διαποροῦντες ὡς· "Εἴπερ νεκρῶν ἀνάστασίς ἐστι καὶ ἕτερόν τι εἶδος ζωῆς μετὰ τὴν παροῦσαν ἐκδέχεσθαι δεῖ, κατὰ ποῖον νόμον τῶν ἀπὸ τοῦ αἰῶνος δοθέντων πολιτεύσεται τῶν ἀνθρώπων ἡ φύσις;" ἵνα, καθ᾽ ἕνα τῶν εἰρημένων εἰ φῶμεν, ἐπαγάγωσι φάσκοντες· "Οὐκοῦν ματαία καὶ ἀνωφελὴς ἔσται πάλιν ἡ τῶν ἀνθρώπων ζωή, τῶν προτέρων μὴ ἀπηλλαγμένη κακῶν, εἴπερ ἐπὶ τοῖς αὐτοῖς πάλιν ἡ φύσις ἐρεσχεληθήσεται πράγμασιν"· ὅπερ τὸν αὐτοματισμὸν εἰσάγει σαφῶς καὶ τῶν ὄντων ἐκβάλλει τὴν πρόνοιαν. Ἀλλ᾽ ὁ Κύριος καὶ σωτήριος λόγος ἀποφιμοῖ τοὺς τοιούτους δαίμονάς τε καὶ λογισμούς, τὴν κατὰ τὸ Εὐαγγέλιον ἐς ὕστερον φανησομένην τῆς φύσεως ἀφθαρσίαν ὑποφαίνων καὶ κατ᾽ οὐδένα τῶν προλαβόντων νόμων πολιτευσομένην δεικνὺς τὴν ἀνθρωπείαν φύσιν, θεωθεῖσαν ἤδη καὶ ἁρμοσθεῖσαν διὰ Πνεύματος αὐτῷ (≡14Β_244≡> τῷ Λόγῳ καὶ Θεῷ, παρ᾽ οὗ καὶ εἰς ὃν τὴν ἀρχὴν τοῦ εἶναι καὶ τὸ τέλος εἴληφέ τε καὶ λήψεται.
Εἰ δὲ καὶ τὰς ἑπτὰ χιλιάδας τῶν ἐτῶν ἤγουν αἰῶνας λαμβάνοι τις εἶναι τοὺς ἄνδρας, οἷς συνεγένετο τῶν ἀνθρώπων ἡ φύσις, οὐκ ἄνευ λόγου καὶ τῆς δεούσης λήψεται θεωρίας τὸν τόπον· ὧν οὐδενὸς τούτων ἔσται γυνὴ κατὰ τὴν μέλλουσαν ζωὴν ἡ φύσις, ὡς τῆς χρονικῆς τέλος λαβούσης φύσεως, καὶ ὀγδόου ἀνδρός, τοῦ ἀτελευτήτου καὶ πέρας οὐκ ἔχοντος αὐτὴν παραλαβόντος αἰῶνος.

ΛΘ (39). ΠΕΡΙ ΤΩΝ ΤΡΙΩΝ ΗΜΕΡΩΝ ΑΣ ΠΡΟΣΕΜΕΙΝΑΝ ΟΙ ΟΧΛΟΙ ΤΩ ΚΥΡΙΩ.
39. ΕΡΩΤΗΣΙΣ ΛΘ'
Τίνες αἱ τρεῖς ἡμέραι ἃς προσμένουσι τῷ Κυρίῳ οἱ ὄχλοι ἐν τῇ ἐρήμῳ;
Ἀπόκρισις.
Ἡ ἔρημός ἐστιν ἡ φύσις τῶν ἀνθρώπων ἢ ὁ κόσμος οὗτος, ἐν ᾧ προσμένουσι τῷ λόγῳ τῆς ἀρετῆς καὶ τῆς γνώσεως οἱ διὰ τῆς πίστεως καὶ τῆς τῶν μελλόντων ἀγαθῶν ἐλπίδος κακοπαθοῦντες. Αἱ δὲ τρεῖς ἡμέραι εἰσί, καθ᾽ ἕνα τρόπον τῆς ἐπ᾽ αὐταῖς θεωρίας, αἱ τρεῖς δυνάμεις τῆς ψυχῆς, καθ᾽ ἃς προσμένουσι τῷ θείῳ Λόγῳ τῆς ἀρετῆς καὶ τῆς γνώσεως· τῇ μὲν ζητοῦντες, τῇ δὲ ποθοῦντες, τῇ δὲ ὑπεραγωνιζόμενοι δέχονται τροφὴν ἄφθαρτον καὶ τὸν νοῦν πιαίνουσαν τὴν γνῶσιν τῶν γεγονότων.
Καθ᾽ ἕτερον δὲ τρόπον, τοὺς τρεῖς γενικωτέρους νόμους αἱ τρεῖς ἡμέραι σημαίνουσι, τὸν γραπτόν φημι καὶ τὸν φυσικὸν καὶ τὸν πνευματικὸν ἤγουν τὸν τῆς χάριτος. Πᾶς γὰρ νόμος οἰκείως ἑαυτῷ τῆς ἀνθρωπίνης φύσεως ὑπάρχει φωτιστικός, τοῦ φωτὸς ἔχων δημιουργὸν τὸν τῆς δικαιοσύνης ἥλιον. Ὡς γὰρ ἡλίου χωρὶς ἡμέραν γενέσθαι παντελῶς ἀμήχανον, οὕτω δίχα τῆς οὐσιώδους καὶ ὑφεστώσης σοφίας νόμος εἶναι δικαιοσύνης οὐ δύναται, τῆς ἐν ἑκάστῳ νόμῳ τὴν οἰκείαν ποιουμένης ἀνατολὴν καὶ τοὺς νοεροὺς τῶν ψυχῶν ὀφθαλμοὺς νοητοῦ φωτὸς ἐμπιπλώσης. (≡14Β_246≡> Ὅπερ εἰδὼς Δαβὶδ ὁ μακάριός φησι· Λύχνος τοῖς ποσί μου ὁ νόμος σου καὶ φῶς ταῖς τρίβοις μου· λύχνον τὸν γραπτὸν καλέσας νόμον, ὡς τεχνικῶς τοῖς τῶν σωματικῶν συμβόλων αἰνιγμάτων τε καὶ τύπων διαφόροις συνθήμασι τὸ καυστικὸν φῶς τῆς τῶν παθῶν μοχθηρίας πυρσεύοντα τοῖς διὰ πράξεως κατὰ τῶν ἐναντίων δυνάμεων πλατύνουσι τῆς ψυχῆς τὰ διαβήματα, φῶς δὲ τὸν πνευματικὸν τῆς χάριτος νόμον, ὡς ἀτέχνως δίχα τῶν αἰσθητῶν συμβόλων τὰς αἰωνίους δεικνύοντα τρίβους· ἐν αἷς τὸν δρόμον ὁ θεωρητικὸς ποιούμενος νοῦς πρὸς τὸ ἀκρότατον τῶν ἀγαθῶν πέρας ἄγεται, τὸν Θεόν, μηδενὶ τῶν ὄντων ὁρίζων τῆς διανοίας τὴν κίνησιν. Ἀνέσπερον γὰρ τὸ φῶς ὑπάρχει τοῦ νόμου τῆς χάριτος, οὐκ ἔχον τὴν οἱανοῦν γνῶσιν τὰς αὐτοῦ παμφαεῖς ἀκτῖνας ὁρίζουσαν. ῍Η τυχὸν πόδας ἐκάλεσεν ὁ προφήτης ὅλον τοῦ κατὰ Θεὸν βίου τὸν δρόμον ἢ τὰς κατὰ ψυχὴν κινήσεις τῶν ἀγαθῶν λογισμῶν, ὁδηγουμένας καθάπερ λύχνῳ τῷ ἐν τῷ γράμματι τοῦ νόμου φωτί, τρίβους δὲ τοὺς κατὰ τὸν φυσικὸν νόμον τρόπους τῶν ἀρετῶν καὶ τοὺς κατὰ τὸν πνευματικὸν νόμον τῆς γνώσεως λόγους, τῇ παρουσίᾳ τοῦ Θεοῦ Λόγου δεικνυμένους καὶ πρὸς ἑαυτὴν τὴν φύσιν καὶ τὴν αἰτίαν δι᾽ ἀρετῆς τε καὶ γνώσεως ἐπανάγοντας.
Ταύτας τὰς τρεῖς ἡμέρας ἤγουν νόμους τῷ Θεῷ Λόγῳ προσμείναντες καὶ τοὺς ὑπὲρ ἑκάστου προθύμως ὑπομείναντες πόνους οἱ πρὸς σωτηρίαν τετραμμένην τὴν ἔφεσιν ἔχοντες οὐκ ἀπολύονται νήστεις, ἀλλὰ δέχονται τροφὴν δαψιλῆ τε καὶ θείαν, ὑπὲρ μὲν τοῦ γραπτοῦ νόμου τὴν τῶν παρὰ φύσιν παθῶν τελείαν ἀπαλλαγήν, ὑπὲρ δὲ τοῦ φυσικοῦ τὴν ἄπταιστον τῶν κατὰ φύσιν ἐνέργειαν, καθ᾽ ἣν ἡ ἀλληλοῦχος σχέσις συνίσταται, πᾶσαν ἀπωθουμένη τῆς φύσεως σκεδαστὴν ἑτερότητά τε καὶ διαίρεσιν, ὑπὲρ δὲ τοῦ πνευματικοῦ τὴν πρὸς αὐτὸν ἕνωσιν τὸν Θεόν, καθ᾽ ἥν, πάντων ἐκβάντες τῶν γενητῶν, τὴν ὑπὲρ φύσιν (≡14Β_248≡> δέχονται δόξαν, δι᾽ ἧς ὁ Θεὸς μόνος ἐν αὐτοῖς ἀπαστράπτων γνωρίζεται.
Ἔχετε δὲ περὶ τούτου πλατύτερον ἐν τοῖς Ἀπόροις εἰς τὸν περὶ τῆς ἁγίας Πεντηκοστῆς λόγον τοῦ ἁγίου Γρηγορίου.
ΣΧΟΛΙΑ
1. Λόγον, θυμόν, ἐπιθυμίαν λέγει. Τῷ γάρ λόγῳ ζητοῦμεν· τῇ ἐπιθυμίᾳ δέ, ποθοῦμεν τό ζητηθέν ἀγαθόν· τῷ δέ θυμῷ, ὑπεραγωνιζόμεθα.
2. Καί τάς δυνάμεις τῆς ψυχῆς κέκληκεν ἡμέρας, ὡς δεκτικάς τοῦ φωτός τῶν θείων προσταγμάτων· καί τούς τρεῖς γενικωτέρους νόμους, φωτιστικούς τῶν δεκτικῶν, δηλονότι τῶν ψυχῶν. Ὥσπερ γάρ τό φῶς ἐκάλεσεν ἡμέραν ἡ Γραφή τῆς Γενέσεως, φάσκουσα· Καί ἴδεν ὁ Θεός τό φῶς ὅτι καλόν, καί ἐκάλεσεν ὁ Θεός τό φῶς ἡμέραν· καί πάλιν τόν πεφωτισμένον ἀέρα, φήσασα· Καί ἐγένετο ἑσπέρα, καί ἐγένετο πρωΐ ἡμέρα μία· οὕτως οὐ μόνον τάς δυνάμεις τῆς ψυχῆς ἐκάλεσεν ἡμέρας, ἀλλά καί τούς ταύτας φωτίζοντας νόμους. Ἡ γάρ διόλου τούτων εἰς ἄλληλα περιχώρησις, τήν σύνθετον ποιεῖ τῶν ἀρετῶν ἡμέραν, μή διακρίνουσα τοῦ κατά τόν λόγον θείου φωτός, τάς ποιωθείσας αὐτῷ δι᾿ ὅλου δυνάμεις.
3. Λύχνος ἐστί κατά ταυτόν ὁμοῦ καί φῶς ὁ τοῦ Θεοῦ Λόγος, ὡς καί φωτίζων τούς κατά φύσιν λογισμούς τῶν πιστῶν, καί ὡς καίων τούς παρά φύσιν, καί ὡς λύων τόν ζόφον τῆς κατ᾿ αἴσθησιν ζωῆς τοῖς διά τῶν ἐντολῶν πρός τήν ἐλπιζομένην ἐπειγομένοις ζωήν, καί ὡς κολάζων τῇ καύσει τῆς κρίσεως τούς ταύτης τῆς σκοτεινῆς τοῦ βίου νυκτός κατά γνώμην διά φιληδονίαν σαρκός ἀντεχομένους.
4. Ὁ νόμος, φησίν, μετὰ τῶν συμβόλων νοούμενος, λύχνος ἐστίν, διὰ πράξεως τῶν παθῶν φθείρων τὴν μοχθηρίαν, (≡14Β_250≡> δίχα δὲ τῶν συμβόλων κατανοούμενος, φῶς ἐστιν, διὰ θεωρίας πρὸς τὴν θείαν ἀναβιβάζων ἐν χάριτι τοὺς ἀγομένους συγγένειαν.
5. Ὁ μή πρός ἑαυτόν, φησί, πρότερον ἀναχθείς διά τῆς ἀποβολῆς τῶν παρά φύσιν παθῶν πρός τήν ἰδίαν αἰτίαν, ἤγουν τόν Θεόν, διά τῆς ἐν χάριτι τῶν ὑπέρ φύσιν ἀγαθῶν ἐπικτήσεως οὐκ ἀναχθήσεται. Τῶν γάρ πεποιημένων χωρισθῆναι δεῖ κατά διάνοιαν, τόν πρός Θεόν ἀληθῶς συναγόμενον.
6. Τοῦ μέν γραπτοῦ νόμου φησίν ἔργον ἐστίν ἡ τῶν παθῶν ἀπαλλαγή· φυσικοῦ δέ νόμου, ἡ κατ' ἰσοτιμίαν πρός πάντας ἀνθρώπους ἰσονομία· πνευματικοῦ δέ νόμου τελείωσις, ἡ πρός τόν Θεόν, ὡς ἔστιν ἀνθρώπῳ δυνατόν, ἐξομοίωσις.

Μ (40). ΠΕΡΙ ΤΩΝ ΕΞ ΥΔΡΙΩΝ ΤΩΝ ΕΝ ΚΑΝΑ ΤΗΣ ΓΑΛΙΛΑΙΑΣ.
40. ΕΡΩΤΗΣΙΣ Μ'
Τί σημαίνει ὁ ἀριθμὸς τῶν ἓξ ὑδριῶν τῶν ἐν τῷ γάμῳ τῷ ἐν Κανᾷ τῆς Γαλιλαίας;
Ἀπόκρισις.
Ὁ τὴν φύσιν τῶν ἀνθρώπων δημιουργήσας Θεός, ἅμα βουλήσει τὸ εἶναι αὐτῇ δέδωκεν, συνήρμοσεν αὐτῇ καὶ δύναμιν τῶν καθηκόντων ποιητικήν. Αἱ τοίνυν ἓξ ὑδρίαι ἡ κατὰ φύσιν ποιητικὴ τῶν θείων ἐντολῶν ἐστι δύναμις· ἧς κενώσαντες τὴν γνῶσιν οἱ ἄνθρωποι περὶ τὴν ματαίαν τῶν ὑλικῶν πραγμάτων σπουδήν, κενὴν τὴν τοιαύτην δύναμιν εἶχον καὶ ἄνυδρον, καὶ διὰ τοῦτο πῶς τῆς κακίας καθᾶραι τὸν ῥύπον οὐκ ᾔδεισαν. Ὁ γὰρ γνώσεως ἄμοιρος τὸν κατ᾽ ἀρετὴν ῥυπτικὸν τῆς κακίας οὐδαμῶς ἐπίσταται τρόπον, ἕως ἐλθὼν ὁ τῆς φύσεως δημιουργὸς Λόγος ἐπλήρωσε πρότερον τὴν προειρημένην ποιητικὴν τῶν καθηκόντων δύναμιν τῆς κατὰ φύσιν γνώσεως καὶ οὕτως μετέβαλεν (≡14Β_252≡> εἰς οἶνον, φημὶ δὲ τὸν ὑπὲρ φύσιν τῆς γνώσεως λόγον, τόν τε νόμον καὶ λόγον τῆς φύσεως· ὃν οἱ πίνοντες τῆς τῶν ὄντων ἁπάντων ἐξίστανται φύσεως καὶ εἰς τὸν κρύφιον τῆς θείας ἐνδότητος ἀφίπτανται τόπον· καθ᾽ ὃν τὴν πασῶν ὑπερκειμένην τῶν γνώσεων εὐφροσύνην δέχονται καὶ ἀγαλλίασιν, τὸν καλὸν οἶνον, τουτέστι τὸν ποιητικὸν τῆς θεώσεως, πάντων ὕστερον τῶν κατὰ πρόνοιαν περὶ τὸ ἀνθρώπινον οἰκονομιῶν πίνοντες ἀπόρρητον λόγον.
Εἰς δὲ τὸν ἓξ ἀριθμὸν ἡ ποιητικὴ τῆς φύσεως λαμβάνεται δύναμις, οὐ μόνον ὅτι ἐν ἓξ ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, ἀλλ᾽ ὅτι καὶ μόνος τῶν ἐντὸς δεκάδος ἀριθμῶν ἐστι τελειότατος καὶ ἐκ τῶν ἰδίων συνιστάμενος μερῶν οὗτος ὁ ἀριθμός. Χωρούσας δὲ τὰς ὑδρίας φησὶν ὁ λόγος ἀνὰ μετρητὰς δύο ἢ τρεῖς, ὡς τῆς κατὰ φύσιν πρακτικῆς δυνάμεως χωρούσας κατὰ μὲν τὴν φυσικὴν θεωρίαν, ὥσπερ δύο μετρητάς, τὴν ὅλην τῶν γεγονότων γνῶσιν, τῶν τε ἐξ ὕλης καὶ εἴδους σωματικῶν φύσεων, τῶν τε ἐξ οὐσίας καὶ συμβεβηκότος νοητῶν οὐσιῶν, ἤγουν τὴν τῶν σωμάτων καὶ ἀσωμάτων περιληπτικὴν γνῶσιν, κατὰ δὲ τὴν ἐφικτὴν τῇ φύσει θεολογικὴν μυσταγωγίαν, ὡς μετρητὰς τρεῖς, τὴν περὶ τῆς ἁγίας Τριάδος, ἤγουν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, γνῶσιν καὶ φωταγωγίαν.
Ὑμεῖς οὖν, ὡς γνωστικοί, τὸ λειπόμενον θεωρήσατε πῶς ἡ ποιητικὴ τῶν κρειττόνων γενικὴ τῆς φύσεως δύναμις εἰς ἓξ διαιρεῖται, καὶ αὐτοὺς γενικούς, τῶν ἀρετῶν τρόπους, καὶ τίς ἡ πρὸς τὴν καθόλου ποιητικὴν τῶν ἀρετῶν τῆς φύσεως δύναμίς ἐστιν ἡ καθόλου καὶ γενικωτέρα τῶν ἄλλων ἀρετή, καὶ εἰς ἓξ εἴδη, καὶ αὐτὰ γενικά, διαιρουμένη, ἵνα, τῇ δυνάμει τῆς φύσεως ἁρμοσθεῖσα, χωρηθῇ διὰ τῶν ἐκείνης τρόπων ἑξαχῶς εἰδοποιουμένη, τίνες δὲ πρὸς τούτοις οἱ τὸ ὕδωρ ἠντληκότες (≡14Β_254≡> ὑπηρέται, τίς ὁ νυμφίος, τίς ἡ νύμφη, τίς ὁ ἀρχιτρίκλινος, τίς ἡ τῷ λόγῳ παρρησιαστικῶς ἀπαγγείλασα μήτηρ ὅτι οἶνον οὐκ ἔχουσιν. Ταῦτα γὰρ πάντα λείπεται πρὸς ἐξέτασιν τῷ μύστῃ καὶ μυσταγωγῷ τῶν θείων καὶ λόγων καὶ νοημάτων, εἴπερ πάντως τῷ τῆς ἀναγωγῆς κατὰ νοῦν ἥδεται τρόπῳ. Πλὴν ἵνα μὴ παντελῶς ἐπὶ τοῦ παρόντος ἄφωνος καταλειφθεὶς ἡμῖν ὁ περὶ τούτων οἰχήσεται λόγος, μὴ διδοὺς τοῖς καλῶς πεινῶσι κἂν ἀπὸ μέρους τὴν πνευματικὴν πανδαισίαν, ἐρῶ κατὰ δύναμιν, οὐχ ὅλην ἀποκαλύπτειν ἐπαγγελλόμενος τὴν ἐν τοῖς εἰρημένοις διάνοιαν—ἀσθενὴς γὰρ πρὸς περίληψιν τῶν ἐν τούτοις νοητῶν θεαμάτων ὁ ἐμὸς καθέστηκε νοῦς— ἀλλ᾽ ὅσην ἡ τῆς ἐμῆς διανοίας χωρεῖν πέφυκε δύναμις.
Γενικωτάτην οὖν τῶν ἀρετῶν φασιν εἶναι τὴν ἀγάπην, τὴν δὲ ταύτης ποιητικὴν γενικωτάτην τῆς φύσεως δύναμίν φασιν εἶναι τὸν λόγον· ὅς, τῆς οἰκείας ἀπρὶξ ἐπιλαβόμενος αἰτίας, ἐνεργούμενος εἰς ἓξ διακρίνεται γενικωτέρους τρόπους περιληπτικοὺς τῶν οἷς ὁ τῆς ἀγάπης διακρίνεσθαι πέφυκε λόγος εἰδῶν, πεινῶντας καὶ διψῶντας καὶ ξένους καὶ γυμνοὺς ἀσθενοῦντάς τε καὶ τοὺς ἐν φυλακῇ περιποιούμενος σωματικῶς τε καὶ πνευματικῶς. Οὐ γὰρ μόνοις τοῖς σώμασιν ὁ τῆς ἀρετῆς περιγράφεται λόγος, οὐδὲ περὶ μόνην τὴν αἴσθησιν ἡ τῆς φύσεως καταγίνεται δύναμις. Εἰδοποιὸς οὖν τῆς γενικωτάτης καθέστηκεν ἀρετῆς ἡ γενικωτάτη τῆς φύσεως δύναμις, τοῖς οἰκείοις ἓξ τρόποις εἰς εἴδη τοσαῦτα τὴν ἀρετὴν διακρίνουσα, δι᾽ ὧν ἡ φύσις ἑνοῦται τῷ τῆς γνώμης μοναδικῷ, τὸν ἐν πᾶσιν ἰσοτίμως ἀδιαίρετον τῆς πλάσεως δεικνῦσα λόγον, ἐν τῷ ποιεῖν εὖ καὶ πάσχειν πρὸς ἑαυτὸν συναγόμενον· ὃν ἐρρωμένον ἐπαναλαβὼν διὰ τῶν καθηκόντων πόνων ὁ νοῦς πάσας περιτέμνει τῆς φύσεως τὰς ὑπερβολὰς καὶ τὰς ἐλλείψεις, ἃς ἡ φιλαυτία τῆς ἑκάστου γνώμης ἐπινοήσασα τὴν ἡμερωτάτην ἐθηρίωσε φύσιν καὶ τὴν μίαν οὐσίαν εἰς πολλὰς καὶ ἀντιθέτους, οὐδὲν δὲ χεῖρον εἰπεῖν, (≡14Β_256≡> καὶ φθαρτικὰς ἀλλήλων κατέτεμε μοίρας, καὶ τὴν σταθερὰν μεσότητα φέρων δείκνυσιν, καθ᾽ ἣν τῶν ἀρετῶν οἱ νόμοι κατὰ φύσιν ἐξ ἀρχῆς θεόθεν ἐγράφησαν. Καὶ τοῦτο τυχὸν παραδεικνὺς τὸ μυστήριον ὁ Λόγος τὰς ἓξ ὑδρίας εἰσάγει κενὰς καὶ ἀνύδρους, ὑποφαινούσας τῆς κατὰ φύσιν γενικωτάτης δυνάμεως τὴν περὶ τὸ καλὸν ἀπραξίαν. Οὕτω μὲν οὖν ἡ κατὰ φύσιν γενικωτάτη δύναμις, εἰς ἓξ διαιρουμένη κατὰ τὴν πρᾶξιν τρόπους, εἰς εἴδη τοσαῦτα μορφοῖ τὴν γενικωτάτην τῶν ἀρετῶν, ὅλην ὅλη περιλαμβάνουσα· καθ᾽ ἣν γενομένη, τὸν ἑαυτῆς γενικώτατον δέχεται νόμον ἡ φύσις ἄπταιστον τῆς ἀληθείας κριτήν, ὃν ὁ λόγος προσηγόρευσεν ἀρχιτρίκλινον, διεγνωκότα σαφῶς ὅτι τὸν καλὸν οἶνον, ὃν ὕστερον διὰ τῆς ἰδίας παρουσίας ὁ Λόγος ἐκέρασεν, ἔδει κατ᾽ ἀρχὰς πρῶτον πιεῖν καὶ μεθυσθῆναι τὴν ἀνθρωπείαν φύσιν, λέγω δὲ τὸν περὶ Θεοῦ κρείττονα καὶ ὑψηλότερον Λόγον, καὶ οὕτως ὕστερον, καθάπερ οἴνους, τοὺς ὅσον πρὸς τὸν πρῶτον Λόγον ἥττονας, τῶν γεγονότων μυηθῆναι λόγους. Δικαιότατον γὰρ ἦν, ὡς ἀληθῶς καὶ πρεπωδέστατον τὸν δι᾽ ὃν γέγονε λόγον μυηθῆναι πρότερον τὴν φύσιν, καὶ οὕτως ὕστερον ζητῆσαι τῶν δι᾽ αὐτὴν γενομένων τοὺς λόγους.
Οἱ ἠντληκότες δὲ τὸ ὕδωρ εἰσὶν οἱ διάκονοι τῆς τε Παλαιᾶς καὶ τῆς Καινῆς Διαθήκης, φημὶ δὲ τοὺς ἁγίους πατριάρχας καὶ τοὺς νομοθέτας καὶ τοὺς στρατηγοὺς τοὺς κριτάς τε καὶ τοὺς βασιλεῖς καὶ τοὺς προφήτας καὶ τοὺς εὐαγγελιστὰς καὶ ἀποστόλους, δι᾽ ὧν ἠντλήθη τὸ ὕδωρ τῆς γνώσεως καὶ ἀπεδόθη τῇ φύσει πάλιν· ὅπερ μετέβαλεν εἰς τὴν τῆς θεώσεως χάριν ὁ τὴν φύσιν ὡς ἀγαθὸς δημιουργήσας καὶ θεώσας διὰ φιλανθρωπίαν τῇ χάριτι Λόγος. Εἰ δὲ καὶ τοὺς κατὰ φύσιν ἐπιστημονικούς τε καὶ εὐσεβεῖς λογισμοὺς εἴποι τις εἶναι διακόνους, ἐκ τῆς τῶν ὄντων διακοσμήσεως κελεύσει τοῦ Λόγου ἀντλοῦντας τὸ ὕδωρ τῆς γνώσεως, οὐ διαπέπτωκεν, ὡς οἶμαι, τῆς ἀληθείας.
 (≡14Β_258≡> Νυμφίος δὲ προδήλως ἐστὶν ὁ ἀνθρώπινος νοῦς, ὡς νύμφην ἀγόμενος πρὸς συζυγίαν τὴν ἀρετήν· ὧν τιμῶν τὴν συμβίωσιν παραγίνεται προθύμως καλούμενος ὁ Λόγος, διασφίγγων αὐτῶν τὴν τοῦ πνευματικοῦ γάμου συναλλαγὴν καὶ τῷ ἰδίῳ οἴνῳ πνευματικῶς διαθερμαίνων αὐτῶν πρὸς πνευματικὴν πολυγονίαν τὴν ἔφεσιν.
Μήτηρ δὲ τοῦ Λόγου καθέστηκεν ἡ ἀληθὴς καὶ ἀμόλυντος πίστις. Ὡς γὰρ τῆς τεκούσης αὐτὸν κατὰ σάρκα μητρός, ὡς Θεός, ὑπάρχει κατὰ φύσιν δημιουργὸς ὁ Λόγος, ἣν ἐποιήσατο μητέρα διὰ φιλανθρωπίαν, ἐξ αὐτῆς ὡς ἄνθρωπος γεννηθῆναι καταδεξάμενος, οὕτως ἐν ἡμῖν πρότερον τὴν πίστιν δημιουργῶν ὁ Λόγος ὕστερον γίνεται τῆς ἐν ἡμῖν πίστεως υἱός, ἐξ αὐτῆς κατὰ τὴν πρᾶξιν ταῖς ἀρεταῖς σωματούμενος, δι᾽ ἧς πάντα διανύομεν, παρὰ τοῦ Λόγου λαμβάνοντες τὰ πρὸς σωτηρίαν χαρίσματα. Χωρὶς γὰρ τῆς πίστεως, ἧς καὶ Θεὸς κατὰ φύσιν ὑπάρχει καὶ Υἱὸς κατὰ χάριν ὁ Λόγος, οὐδεμίαν ἔχομεν παρρησίαν τὰς πρὸς αὐτὸν ποιεῖσθαι δεήσεις.
Ἀλλὰ γένοιτο διαπαντὸς ἡμᾶς τε τὸν τοιοῦτον συγκροτεῖν γάμον, καὶ μετὰ τῆς ἰδίας μητρὸς παραγίνεσθαι τὸν Ἰησοῦν, ἵνα τὴν ἀπορρυεῖσαν ἡμῶν διὰ τὴν ἁμαρτίαν ἀποκαταστήσῃ γνῶσιν, καὶ μεταβάλῃ ταύτην πρὸς τὴν ἐξοικίζουσαν τὸν νοῦν τῆς τῶν ὄντων γενέσεως θέωσιν, τὴν στομοῦσαν καὶ οἱονεὶ νευροῦσαν πρὸς ἀτρεψίαν, καθάπερ ὕδωρ τονούμενον οἴνου ποιότητι, τὴν γνῶσιν τῆς φύσεως.
ΣΧΟΛΙΑ
1. Δύναμιν λέγει, τήν οὐσιωδῶς μέν κατεσπαρμένην τῇ φύσει πρός ἀρετῶν ἐνέργειαν κίνησιν, γνωμικῶς δέ πρός τήν τοῦ κεκτημένου βούλησιν, κατά τήν χρῆσιν ἐκφαινομένην.
2. Τήν κενωθεῖσαν τῆς δοθείσης γνώσεως φύσιν, γενόμενος ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος, πάλιν ἐπλήρωσε γνώσεως· καί στομώσας πρός ἀτρεψίαν, οὐ φύσει, ποιότητι δέ ταύτην ἐθέωσεν, ἀνελλιπῶς αὐτήν τῷ οἰκείῳ χαρακτηρίσας Πνεύματι, (≡14Β_260≡> καθάπερ ὕδωρ οἴνου ποιότητι πρός τόνον μετακεράσας. Διά τοῦτο γάρ καί γίνεται κατ᾿ ἀλήθειαν ἄνθρωπος, ἵνα κατά χάριν ἡμᾶς καταστήσῃ θεούς.
3. Καλόν οἶνον λέγει τόν πρός θέωσιν ἐκστατικόν τῆς φύσεως λόγον· ὅν ἡ παράβασις μέν τῷ Ἀδάμ πιεῖν οὐ συνεχώρησεν· αὐτός δέ χάριτι διά φιλανθρωπίαν ὡς Θεός ἑαυτόν κενώσας, ὕστερον διά τῆς σαρκώσεως, ὡς οἶδεν μόνος αὐτός, κατέστησεν πότιμον. Αὐτός γάρ ἐστι καί πρόνοια, ὡς συνοχή τῶν ὄντων· καί προνοίας Λόγος, ὡς μέθοδος τῆς τῶν προνοουμένων ἰατρείας· καί προνοητής, ὡς πάντα τοῖς ἑαυτῶν τοῦ εἶναι λόγοις συνέχων.
4. Τῆς μέν τῶν σωματικῶν καί ἀσωμάτων γνώσεως δεκτική κατά φύσιν ἐστίν ἡ τοῦ νοῦ δύναμις, φησίν· τῆς δέ τῆς ἁγίας Τριάδος κατά μόνην τήν χάριν δέχεται τάς ἐμφάσεις, ὅτι ἔστι μόνον πιστεύουσα· ἀλλ᾿ οὐ, τίποτε κατ᾿ οὐσίαν ἐστί, ζητεῖν αὐθαδιζομένη.
5. Ὅτι καί ἡ καθ᾿ ὅλου δύναμιν τῆς φύσεως, εἰς ἕξ διαιρεῖται τρόπους καί ἐνεργείας· καί ἡ καθ᾿ ὅλου ἀγάπη, εἰς ἕξ ἀρετῶν εἴδη μερίζεται. Πεῖναν γάρ, καί δίψαν, καί γύμνωσιν, καί ξενιτείαν, καί ἀσθένειαν, καί φυλακήν, τῶν τούτοις κατειλημμένων, εἴτε σωματικῶς, εἴτε πνευματικῶς ὁ παραμυθούμενος, τήν ἐκ τῶν ἕξ ἀρετῶν συνισταμένην πεπλήρωκεν πρός τε τόν Θεόν καί τόν πλησίον ἀγάπην· ὡς μόνῳ Θεῷ πεποιωμένην τῆς ψυχῆς διατηρήσας τήν ἔφεσιν.
6. Αἰτίαν τοῦ Λόγου φησί τόν Θεόν· ὅν ζητεῖν, τοῦ λόγου τήν δύναμιν ὁ ἄνθρωπος εἴληφεν.
7. Εἰς ταῦτα τὸ τῆς ἀγάπης διαιρεῖται χρῆμα, ἐν οἷς καὶ συνίσταται.
8. Ὁ κατ᾿ ἀρετήν τῇ γνώμῃ, φησίν, ἴσος πρός πάντας γενόμενος, ἀπροσωπόληπτον ἐν ἑαυτῷ δείκνυσι τόν Θεόν, ὥσπερ πάντων καθ᾿ ἕνα καί τόν αὐτόν Λόγον μίαν δημιουργήσαντα τήν φύσιν, οὕτω καί πᾶσι νομοθετήσαντα μίαν τῆς (≡14Β_262≡> γνώμης τήν κίνησιν, καθ᾿ ἥν ὁ δοκῶν ἐσκορπίσθαι τῆς φύσεως συνάγεσθαι πέφυκε λόγος.
9. Μεσότητα λέγει τήν ἀπηλλαγμένην μέν τῶν παρά φύσιν παθῶν, οὔπω δέ τῶν ὑπέρ φύσιν ἀγαθῶν ἐπειλημμένην κατάστασιν. Ἰσονομοῦσαν γάρ τῇ φύσει τήν γνώμην δείκνυσι, μηδέν ἔχουσαν αὐτοῤῥεπές, καί τῷ λόγῳ τῆς φύσεως ἀντιφερόμενον· καί διά τοῦτο πάντας ἀνθρώπους ἕνα γινώσκουσαν, ἅτε δή βίβλον θεόγραφον ἔχουσαν τόν νόμον τῆς φύσεως.
10. Ὅτι φυσικόν ἔχομεν κριτήριον τόν κατά φύσιν νόμον, διδάσκοντα ἡμᾶς, ὅτι πρό τῆς ἐν ὅλοις σοφίας ἔδει πρός τήν τοῦ Ποιητοῦ τῶν ὅλων μυσταγωγίαν ἡμῶν κινηθῆναι τήν ἔφεσιν.
11. Πίστις, ἡ τοῦ Λόγου Μήτηρ, κατά τήν ἀναγωγήν· ἥτις δημιουργουμένη πρότερον, γεννᾷ σωματούμενον ὕστερον ταῖς ἀρεταῖς τόν αὐτήν δημιουργήσαντα Λόγον.

ΜΑ (41). ΠΕΡΙ ΤΩΝ ΠΕΝΤΕ ΑΝΔΡΩΝ ΤΗΣ ΣΑΜΑΡΕΙΤΙΔΟΣ.
41. ΕΡΩΤΗΣΙΣ ΜΑ'
Τίς ὁ λόγος τῶν πέντε ἀνδρῶν τῆς Σαμαρείτιδος, καὶ τοῦ ἕκτου καὶ μὴ ὄντος ἀνδρός;
Ἀπόκρισις.
Καὶ ἡ Σαμαρεῖτις γυνή, καὶ ἡ τοὺς ἑπτὰ λαβοῦσα, κατὰ τοὺς Σαδδουκαίους, πρὸς γάμον ἀδελφούς, καὶ ἡ αἱμόρρους, καὶ ἡ πρὸς γῆν συγκύπτουσα, καὶ ἡ θυγάτηρ Ἰαείρου, καὶ ἡ Συροφοινίκισσα καὶ τὴν καθόλου τῶν ἀνθρώπων φύσιν καὶ τὴν τοῦ καθέκαστον ἀνθρώπου ψυχὴν δηλοῦσιν, ἑκάστη κατὰ τὴν ὑποκειμένην τοῦ πάθους διάθεσιν σημαίνουσα καὶ τὴν φύσιν καὶ τὴν ψυχήν. Οἷον, ἡ μὲν τῶν Σαδδουκαίων γυνή ἐστιν ἡ φύσις ἢ ἡ ψυχή, ἡ πᾶσι μὲν τοῖς ἀπὸ τοῦ αἰῶνος δοθεῖσι θείοις νόμοις ἀγόνως συνοικήσασα, τὴν δὲ τῶν μελλόντων προσδοκίαν οὐκ ἀποδεχομένη. Ἡ δὲ αἱμόρρους ὡσαύτως ἡ φύσις ἐστὶ καὶ ἡ ψυχή, τὴν δοθεῖσαν αὐτῇ πρὸς γένεσιν ἔργων δικαιοσύνης καὶ (≡14Β_264≡> λόγων τοῖς πάθεσι πρὸς τὴν ὕλην διαρρέουσα δύναμιν. Ἡ δὲ Συροφοινίκισσα ἡ αὐτὴ φύσις ἐστὶ καὶ ἡ τοῦ καθέκαστον ψυχή, ὡς θυγατέρα τὴν διάνοιαν ἐπαχθῶς τῇ φιλίᾳ τῆς ὕλης ἐξ ἀμηχανίας ἐπιληπτικῶς διαρρησσομένην ἔχουσα. Ἡ δὲ θυγάτηρ Ἰαείρου ὁμοίως ἡ κατὰ τὸν νόμον φύσις τε καὶ ψυχή, παντελῶς ἀποθανοῦσα τῇ ἀπραξίᾳ τῶν νομικῶν ἐντολῶν καὶ ἀνενεργησίᾳ τῶν θείων προσταγμάτων. Ἡ δὲ συγκύπτουσα γυνή ἐστιν ἡ φύσις ἢ ἡ ψυχὴ ἡ πρὸς τὴν ὕλην τὴν περὶ πρᾶξιν νοερὰν δύναμιν ὅλην διὰ τῆς ἀπάτης τοῦ διαβόλου ἐπικάμψασα. Ἡ δὲ Σαμαρεῖτις, ὡσαύτως ταῖς προλαβούσαις γυναιξί, τὴν φύσιν δηλοῖ ἢ τὴν τοῦ καθέκαστον ψυχήν, δίχα τοῦ προφητικοῦ χαρίσματος πᾶσι συνοικήσασα, καθάπερ ἀνδράσι, τοῖς δοθεῖσι τῇ φύσει νόμοις· ὧν πέντε μὲν ἦσαν παρελθόντες, ὁ ἕκτος δέ, κἂν παρῆν, ἀλλ᾽ οὐκ ἦν ἀνὴρ τῆς φύσεως ἢ τῆς ψυχῆς, μὴ γεννῶν ἐξ αὐτῆς τὴν σῴζουσαν εἰς τὸ παντελὲς δικαιοσύνην.
Ἔσχεν οὖν πρῶτον νόμον ἡ φύσις, ὡς ἄνδρα, τὸν ἐν τῷ παραδείσῳ· δεύτερον τὸν μετὰ τὸν παράδεισον· τρίτον τὸν ἐν τῷ κατακλυσμῷ ἐπὶ τοῦ Νῶε· τέταρτον τὸν τῆς περιτομῆς ἐπὶ τοῦ Ἀβραάμ· πέμπτον τὸν τῆς προσαγωγῆς τοῦ Ἰσαάκ. Τούτους λαβοῦσα πάντας ἡ φύσις ἀπεβάλετο, θανόντας τῇ κατ᾽ αὐτὴν ἀκαρπίᾳ τῶν ἔργων τῆς ἀρετῆς. Ἕκτον δέ, τὸν διὰ Μωσέως, εἶχε νόμον ὡς οὐκ ἔχουσα, ἢ διὰ τὸ μὴ ποιεῖν τὴν κατ᾽ αὐτὸν διατεταγμένην δικαιοσύνην, ἢ διὰ τὸ μέλλειν αὐτὴν πρὸς ἕτερον, ὡς ἄνδρα, νόμον μεταβήσεσθαι, τὸ Εὐαγγέλιον, ὡς τοῦ νόμου μὴ δι᾽ αἰῶνος δοθέντος τῇ φύσει τῶν ἀνθρώπων, ἀλλ᾽ ἐπ᾽ οἰκονομίᾳ παιδαγωγούσῃ πρὸς τὸ μεῖζόν τε καὶ μυστικώτερον· καθ᾽ ὃ σημαινόμενον οἶμαι τὸν Κύριον φάναι πρὸς τὴν Σαμαρεῖτιν γυναῖκα· καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σός. ῎Ηιδει γὰρ εἰς τὸ Εὐαγγέλιον τὴν φύσιν μετενεχθήσεσθαι. Διὸ καὶ περὶ ἕκτην ὥραν, ὅτε μάλιστα πανταχόθεν ἡ ψυχὴ περιλάμπεται ταῖς ἀκτῖσι τῆς γνώσεως διὰ τὴν πρὸς αὐτὴν τοῦ Λόγου παρουσίαν, (≡14Β_266≡> τῆς ἐν νόμῳ σκιᾶς ἀπογενομένης, αὐτῇ διελέγετο, καὶ παρὰ τὸ φρέαρ τοῦ Ἰακώβ, παρὰ τὴν πηγὴν δηλαδὴ σὺν τῷ Λόγῳ τῶν γραφικῶν ἱσταμένῃ θεωρημάτων.
Ταῦτα καὶ περὶ τούτου τέως εἰρήσθω.
ΣΧΟΛΙΟΝ
1. Τό φρέαρ τοῦ Ἰακώβ, ἐστίν ἡ Γραφή· τό δέ ὕδωρ, ἐστίν ἡ ἐν τῇ Γραφῇ γνῶσις, τό δέ βάθος ἡ τῶν γραφικῶν αἰνιγμάτων δυσδιεξίτητος θέσις, τό δέ ἄντλημα, ἐστί, ἡ διά τῶν γραμμάτων τοῦ θείου λόγου μάθησις, ἥν οὐκ εἶχεν ὁ Κύριος αὐτολόγος ὑπάρχων, καί οὐ τήν ἐκ μαθήσεως καί μελέτης γνῶσιν διδούς τοῖς πιστεύουσιν, ἀλλά τήν ἐκ χάριτος πνευματικῆς ἀένναον σοφίαν, καί μηδέποτε λήγουσαν τοῖς ἀξίοις δωρούμενος. Τό γάρ ἄντλημα, τουτέστιν ἡ μάθησις, μέρος ἐλάχιστον λαμβάνουσα γνώσεως, τό πᾶν ἐᾷ μηδενί λόγῳ κρατούμενον. Ἡ δέ κατά χάριν γνῶσις, ὅλην ἔχει καί δίχα μελέτης τήν ἐφικτήν ἀνθρώποις σοφίαν, πρός τάς χρείας ποικίλως βλυστάνουσαν.

ΜΒ (42). ΠΕΡΙ ΤΟΥ ΠΩΣ ΗΜΕΙΣ ΛΕΓΟΜΕΘΑ ΠΟΙΗΣΑΙ ΤΗΝ ΑΜΑΡΤΙΑΝ, Ο ΔΕ ΚΥΡΙΟΣ ΓΕΝΕΣΘΑΙ ΜΕΝ ΑΜΑΡΤΙΑ, ΜΗ ΕΙΔΕΝΑΙ ΔΕ ΑΥΤΗΝ;
42. ΕΡΩΤΗΣΙΣ ΜΒ'
Πῶς ἡμεῖς μὲν ποιῆσαι λεγόμεθα τὴν ἁμαρτίαν καὶ εἰδέναι, ὁ δὲ Κύριος γενέσθαι μὲν ἁμαρτία λέγεται, μὴ γνῶναι δὲ αὐτήν; Πῶς δὲ καὶ τοῦ ποιῆσαι καὶ εἰδέναι αὐτὴν οὐκ ἔστι βαρύτερον τὸ γενέσθαι καὶ μὴ γνῶναι; Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν, φησίν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν.
Ἀπόκρισις.
Φθαρεῖσα πρότερον τοῦ κατὰ φύσιν λόγου τοῦ Ἀδὰμ ἡ προαίρεσις τὴν φύσιν ἑαυτῇ συνέφθειρεν, ἀποθεμένην τῆς ἀπαθείας (≡14Β_268≡> τὴν χάριν. Καὶ γέγονεν ἁμαρτία, πρώτη μὲν καὶ εὐδιάβλητος, ἡ πρὸς κακίαν ἀπὸ τοῦ ἀγαθοῦ τῆς προαιρέσεως ἔκπτωσις, δευτέρα δέ, διὰ τὴν πρώτην, ἡ τῆς φύσεως ἐξ ἀφθαρσίας εἰς φθορὰν ἀδιάβλητος μεταποίησις. Δύο γὰρ ἁμαρτίαι γεγόνασιν ἐν τῷ προπάτορι κατὰ τὴν παράβασιν τῆς θείας ἐντολῆς, ἡ μὲν διαβεβλημένη, ἡ δὲ ἀδιάβλητος, αἰτίαν ἔχουσα τὴν διαβεβλημένην, καὶ ἡ μὲν προαιρέσεως, ἑκουσίως ἀποθεμένης τὸ ἀγαθόν, ἡ δὲ φύσεως, ἀκουσίως διὰ τὴν προαίρεσιν ἀποθεμένης τὴν ἀθανασίαν. Ταύτην οὖν τὴν διάλληλον φθοράν τε καὶ ἀλλοίωσιν τῆς φύσεως ὁ Κύριος ἡμῶν καὶ Θεὸς διορθούμενος, ὁλόκληρον τὴν φύσιν λαβών, εἶχε καὶ αὐτὸς ἐν τῇ ληφθείσῃ φύσει τὸ παθητὸν τῇ κατὰ προαίρεσιν ἀφθαρσίᾳ κοσμούμενον, καὶ γέγονε φύσει μὲν διὰ τὸ παθητὸν ὑπὲρ ἡμῶν ἁμαρτία, μὴ γνοὺς δὲ τὴν γνωμικὴν ἁμαρτίαν διὰ τὴν ἀτρεψίαν τῆς προαιρέσεως· τὸ δὲ παθητὸν τῆς φύσεως διὰ τὴν ἀφθαρσίαν τῆς προαιρέσεως διωρθώσατο, τὸ τέλος τοῦ παθητοῦ τῆς φύσεως, φημὶ δὲ τὸν θάνατον, τῆς κατὰ φύσιν πρὸς ἀφθαρσίαν μεταποιήσεως ἀρχὴν ποιησάμενος. Καὶ γέγονεν, ὥσπερ δι᾽ ἑνὸς ἀνθρώπου τραπέντος ἑκουσίως ἀπὸ τοῦ ἀγαθοῦ τὴν προαίρεσιν εἰς πάντας ἀνθρώπους ἡ τῆς φύσεως ἐξ ἀφθαρσίας εἰς φθορὰν μεταποίησις, οὕτως δι᾽ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ, μὴ τραπέντος ἀπὸ τοῦ ἀγαθοῦ τὴν προαίρεσιν, εἰς πάντας ἀνθρώπους ἡ τῆς φύσεως ἐκ φθορᾶς εἰς ἀφθαρσίαν ἀποκατάστασις.
Τὴν ἐμὴν οὖν μὴ γνοὺς ἁμαρτίαν ὁ Κύριος, τουτέστι τὴν τροπὴν τῆς ἐμῆς προαιρέσεως, τὴν ἐμὴν οὐκ ἔλαβεν ἁμαρτίαν οὔτε γέγονεν, ἀλλὰ τὴν δι᾽ ἐμὲ [γέγονεν] ἁμαρτίαν, τουτέστι τὴν διὰ τὴν τροπὴν τῆς ἐμῆς προαιρέσεως φθορὰν τῆς φύσεως, ἀναλαβών, ὑπὲρ ἡμῶν γέγονε φύσει παθητὸς ἄνθρωπος, διὰ τῆς δι᾽ ἐμὲ ἁμαρτίας τὴν ἐμὴν ἀνελὼν ἁμαρτίαν. Καὶ ὥσπερ ἐν τῷ Ἀδὰμ τὸ περὶ κακίαν τῆς προαιρέσεως ἴδιον τὸ κοινὸν τῆς ἀφθαρσίας ἀφείλετο κλέος τῆς φύσεως, φύσιν ἀθάνατον ἔχειν (≡14Β_270≡> οὐκ εἶναι καλὸν κρίναντος τοῦ Θεοῦ τὸν κακισθέντα τὴν προαίρεσιν ἄνθρωπον, οὕτως ἐν τῷ Χριστῷ τὸ περὶ τὸ καλὸν τῆς προαιρέσεως ἴδιον τὸ κοινὸν τῆς φθορᾶς αἶσχος τῆς ὅλης ἀφείλετο φύσεως, κατὰ τὴν ἀνάστασιν μεταπλασθείσης εἰς ἀφθαρσίαν τῆς φύσεως διὰ τὴν ἀτρεψίαν τῆς προαιρέσεως, εὔλογον κρίναντος τοῦ Θεοῦ πάλιν ἀθάνατον ἀπολαβεῖν τὴν φύσιν τὸν μὴ τραπέντα τὴν προαίρεσιν ἄνθρωπον. Ἄνθρωπον δὲ λέγω τὸν σαρκωθέντα Θεὸν Λόγον δι᾽ ἣν ἑαυτῷ καθ᾽ ὑπόστασιν ἥνωσε λογικῶς ἐψυχωμένην σάρκα. Εἰ γὰρ τὸ κατὰ φύσιν παθητόν τε καὶ φθαρτὸν καὶ θνητὸν ἐν τῷ Ἀδὰμ ἡ τροπὴ τῆς προαιρέσεως ἐπεισήγαγεν, εἰκότως τὸ κατὰ φύσιν ἀπαθὲς καὶ ἄφθαρτον καὶ ἀθάνατον ἐν τῷ Χριστῷ διὰ τῆς ἀναστάσεως ἡ ἀτρεψία τῆς προαιρέσεως ἐπανήγαγε.
Κατάκρισις οὖν ἐστι τῆς προαιρετικῆς ἁμαρτίας τοῦ Ἀδὰμ ἡ τῆς φύσεως πρὸς πάθος καὶ φθορὰν καὶ θάνατον μεταποίησις· ἣν οὐ γέγονε μὲν ἐκ Θεοῦ καταρχὰς ἔχων ὁ ἄνθρωπος, ἐποίησε δὲ καὶ ἔγνω, τὴν προαιρετικὴν διὰ τῆς παρακοῆς ἁμαρτίαν δημιουργήσας· ἧς ὑπάρχει γέννημα σαφῶς ἡ διὰ τοῦ θανάτου κατάκρισις. Ταύτην δὲ τῆς ἐμῆς προαιρετικῆς ἁμαρτίας τὴν κατάκρισιν, λέγω δὲ τὸ κατὰ φύσιν παθητὸν καὶ φθαρτὸν καὶ θνητόν, ὁ Κύριος λαβὼν ἁμαρτία γέγονε δι᾽ ἐμὲ κατὰ τὸ παθητὸν καὶ φθαρτὸν καὶ θνητόν, τὴν ἐμὴν ἑκουσίως ὑποδὺς φύσει κατάκρισιν, ἀκατάκριτος ὑπάρχων τὴν προαίρεσιν, ἵνα τὴν ἐμὴν προαιρετικήν τε καὶ φυσικὴν ἁμαρτίαν καὶ κατάκρισιν κατακρίνῃ, κατὰ ταὐτὸν ἁμαρτίαν καὶ πάθος καὶ φθορὰν καὶ θάνατον ἐξωθήσας τῆς φύσεως, καὶ γένηται καινὸν μυστήριον ἡ περὶ ἐμέ, τὸν πεσόντα ἐξ ἀπειθείας, τοῦ ὑπὲρ ἐμὲ ἐκ φιλανθρωπίας οἰκονομία, τῆς ἐμῆς ἕνεκεν σωτηρίας τὴν ἐμὴν ἑκουσίως οἰκειουμένου διὰ τοῦ θανάτου κατάκρισιν, καὶ δι᾽ αὐτῆς χαριζομένου μοι τὴν πρὸς ἀθανασίαν ἀνάκλησιν.
Πολλαχῶς, οἶμαι, δέδεικται κατ᾽ ἐπιτομὴν πῶς τε γέγονε μὲν ἁμαρτία ὁ Κύριος, οὐκ ἔγνω δὲ τὴν ἁμαρτίαν, καὶ πῶς ὁ (≡14Β_272≡> ἄνθρωπος οὐ γέγονε μέν, ἐποίησε δὲ καὶ ἔγνω τὴν ἁμαρτίαν, τήν τε προαιρετικήν, ἧς αὐτὸς ἀπήρξατο, τήν τε φυσικήν, ἣν δι᾽ αὐτὸν ὁ Κύριος κατεδέξατο, τῆς πρώτης παντελῶς ὑπάρχων ἐλεύθερος. Οὐδαμῶς οὖν τοῦ γίνεσθαι κρεῖττον ὑπάρχει τὸ ποιῆσαι καὶ γνῶναι τὴν ἁμαρτίαν κατὰ τὸν ἀποδοθέντα νοούμενον τοῦ λόγου σκοπόν, καὶ μετὰ τῆς πρεπούσης διαστολῆς τῆς κατὰ τὴν ἁμαρτίαν ὁμωνυμίας νοουμένης. Τὸ μὲν γὰρ Θεοῦ ποιεῖται χωρισμόν, ἀπωθουμένης ἑκουσίως τὰ θεῖα τῆς προαιρέσεως, τὸ δὲ κακίας πολλάκις γίνεται κωλυτικόν, μὴ συγχωροῦν εἰς ἔργον προβῆναι, διὰ τὴν φυσικὴν ἀσθένειαν, τὴν κακίαν τῆς προαιρέσεως.
ΣΧΟΛΙΑ
1. Ἁμαρτίαν φύσεως εἶναί φησι τόν θάνατον, καθ᾿ ὅν τοῦ εἶναι καί μή θέλοντες ἀπογινόμεθα· ἁμαρτίαν δέ προαιρέσεως, τήν τῶν παρά φύσιν αἵρεσιν, καθ᾿ ἥν τό εὖ εἶναι θέλοντες ἀποπίπτομεν.
2. Ὅτι φθαρτός μέν κατὰ φύσιν σαρκωθείς ὡς ἄνθρωπος ὑπῆρχεν ὁ Κύριος, καθ' ὅ καί ἁμαρτία γεγονέναι λέγεται φησίν· ἄφθαρτος δέ φύσει κατά προαίρεσιν, ὡς ἀναμάρτητος.
3. Ὁ τοῦ Κυρίου θάνατος, φησίν, ἀφθαρσίας ἀρχή τῆς ὅλης φύσεως γέγονεν.
4. Ἡ δι᾿ ἡμᾶς ἐστιν ἁμαρτία, τό τῆς φύσεως φθαρτόν· ἡ δέ ἡμῶν ἁμαρτία, τό τρεπτόν τῆς προαιρέσεως. Διό γέγονε θνητός ὁ ἄνθρωπος, τόν φυσικόν ὑπομείνας θάνατον, κατά δικαίαν κρίσιν, εἰς ἀναίρεσιν τοῦ θανάτου τῆς προαιρέσεως.
5. Πρώτην ἁμαρτίαν φησί τήν τροπήν τῆς προαιρέσεως, ἥν οὐκ ἔσχεν ὁ Κύριος, καίτοι λαβών ἀληθῶς τό κατά φύσιν παθητόν, ἐπιτίμιον ὑπάρχον τῆς τραπείσης τοῦ Ἀδάμ προαιρέσεως. (≡14Β_274≡> Διό καί μόνος ἐν νεκροῖς ἐλεύθερος, οὐκ ἔχων τήν, δι᾿ ἥν ὁ θάνατος γέγονεν, ἁμαρτίαν.

ΜΓ (43). ΠΕΡΙ ΤΟΥ ΞΥΛΟΥ ΤΗΣ ΖΩΗΣ ΚΑΙ ΤΟΥ ΞΥΛΟΥ ΤΗΣ ΠΑΡΑΚΟΗΣ.
43. ΕΡΩΤΗΣΙΣ ΜΓ'
Εἰ τὸ ξύλον τῆς ζωῆς ἡ σοφία λέγεται εἶναι παρὰ τῇ Γραφῇ, ἔργον δὲ σοφίας τὸ διακρίνειν καὶ γνῶναι «τὸ γνωστὸν τοῦ καλοῦ καὶ τοῦ πονηροῦ ξύλον», τί διαφέρει λοιπὸν τοῦ ξύλου τῆς ζωῆς;
Ἀπόκρισις.
Πολλὰ μὲν εἰπεῖν δυνάμενοι περὶ τοῦ προκειμένου ζητήματος διὰ τῆς ἐν αὐτοῖς χάριτος οἱ τῆς Ἐκκλησίας διδάσκαλοι, σιωπῇ μᾶλλον τιμήσαντες τὸν τόπον ἡγήσαντο κρεῖττον, διὰ τὴν τῶν πολλῶν διάνοιαν μὴ δυναμένην ἐφικέσθαι τοῦ βάθους τῶν γεγραμμένων, μηδὲν βαθύτερον εἰπεῖν ἀνασχόμενοι. Εἰ δὲ καὶ εἶπόν τινες, πρότερον διακρίναντες τῶν ἀκουόντων τὴν δύναμιν, οὕτω μέρος πρὸς λυσιτέλειαν τῶν διδασκομένων εἰρηκότες, τὸ πλεῖστον κατέλιπον ἀνεξέταστον. Διὸ κἀγὼ σιωπῇ μᾶλλον τὸν τόπον παρελθεῖν διενοούμην, εἰ μὴ λυπεῖσθαι τὴν ὑμετέραν φιλόθεον ψυχὴν ὑπενόησα. Πλὴν ἀλλ᾽ ὑμῶν χάριν ἐρῶ τὸ πᾶσιν δυνάμενον εἶναι κατάλληλον καὶ μικροῖς καὶ μεγάλοις τὴν διάνοιαν πρόσφορον.
Τὸ ξύλον τῆς ζωῆς καὶ τὸ μὴ τοιοῦτον, ἐξ αὐτοῦ μόνου τοῦ τὸ μὲν ζωῆς ξύλον ὀνομασθῆναι, τὸ δὲ οὐ ζωῆς ἀλλὰ μόνον γνωστὸν καλοῦ καὶ πονηροῦ, πολλὴν καὶ ἄφατον ἔχουσι τὴν διαφοράν. Τὸ γὰρ τῆς ζωῆς ξύλον πάντως καὶ ζωῆς ἐστι ποιητικόν, τὸ δὲ μὴ ζωῆς ξύλον δηλονότι θανάτου ποιητικόν. Τὸ γὰρ μὴ ποιητικὸν ζωῆς ἐκ τοῦ μὴ προσαγορευθῆναι ζωῆς ξύλον θανάτου σαφῶς ἂν εἴη ποιητικόν· ἄλλο γὰρ οὐδὲν τῇ ζωῇ κατ᾽ ἐναντίωσιν ἀντιδιαιρεῖται.
 (≡14Β_276≡> Ἄλλως τε δὲ καὶ ὡς σοφία τὸ ξύλον τῆς ζωῆς πλείστην ἔχει διαφορὰν πρὸς τὸ ξύλον τὸ γνωστὸν καλοῦ καὶ πονηροῦ, τὸ μήτε ὂν σοφία μήτε ὠνομασμένον. Τῆς μὲν γὰρ σοφίας ἴδιον νοῦς καὶ λόγος, τῆς δὲ τῇ σοφίᾳ κατὰ τὸ ἐναντίον ἀντικειμένης ἕξεως ἴδιον ἀλογία καὶ αἴσθησις. Οὐκοῦν ἐπειδὴ ἐκ ψυχῆς νοερᾶς καὶ σώματος αἰσθητικοῦ συνεστὼς πρὸς γένεσιν ἦλθεν ὁ ἄνθρωπος, ἔστω κατὰ μίαν ἐπιβολὴν ξύλον ζωῆς ὁ τῆς ψυχῆς νοῦς, ἐν ᾧ τῆς σοφίας ὑπάρχει τὸ χρῆμα, ξύλον δὲ γνωστὸν καλοῦ καὶ πονηροῦ ἡ τοῦ σώματος αἴσθησις, ἐν ᾗ τῆς ἀλογίας ὑπάρχει σαφῶς ἡ κίνησις· ἧς κατὰ τὴν πεῖραν μὴ ἅψασθαι δι᾽ ἐνεργείας ὁ ἄνθρωπος τὴν θείαν λαβὼν ἐντολὴν οὐκ ἐφύλαξεν.
Ἀμφότερα δὲ τὰ ξύλα κατὰ τὴν Γραφὴν τινῶν εἰσι διακριτικά, ἤγουν ὁ νοῦς καὶ ἡ αἴσθησις. Οἷον, ὁ μὲν νοῦς ἔχει δύναμιν διακριτικὴν νοητῶν καὶ αἰσθητῶν, προσκαίρων καὶ αἰωνίων, μᾶλλον δέ, ψυχῆς ὑπάρχων δύναμις διακριτική, τῶν μὲν αὐτὴν ἀντέχεσθαι πείθει, τῶν δὲ ὑπεραίρεσθαι. Ἡ δὲ αἴσθησις ἔχει δύναμιν διακριτικὴν ἡδονῆς σωμάτων καὶ ὀδύνης, μᾶλλον δέ, δύναμις ὑπάρχουσα ἐμψύχων καὶ αἰσθητικῶν σωμάτων, τὴν μὲν ἐπισπᾶσθαι πείθει, τὴν δὲ ἀποπέμπεσθαι. Ἐὰν μὲν οὖν ὁ ἄνθρωπος μόνης τῆς καθ᾽ ἡδονὴν καὶ ὀδύνην αἰσθητικῆς τῶν σωμάτων γένηται διακρίσεως, τὴν θείαν παραβὰς ἐντολήν, ἐσθίει τὸ ξύλον τὸ γνωστὸν καλοῦ τε καὶ πονηροῦ, τουτέστι τὴν κατ᾽ αἴσθησιν ἀλογίαν, μόνην ἔχων τὴν συστατικὴν τῶν σωμάτων διάκρισιν, καθ᾽ ἥν, ὡς μὲν καλοῦ, τῆς ἡδονῆς ἀντέχεται, ὡς δὲ κακοῦ, τῆς ὀδύνης ἀπέχεται· ἐὰν δὲ μόνης τῆς τῶν αἰωνίων διακρινούσης τὰ πρόσκαιρα διόλου νοερᾶς γένηται διακρίσεως, τὴν θείαν φυλάξας ἐντολήν, ἐσθίει τὸ ξύλον τῆς ζωῆς, τὴν κατὰ νοῦν λέγω συνισταμένην σοφίαν, μόνην ἔχων τὴν συστατικὴν τῆς ψυχῆς διάκρισιν, καθ᾽ ἥν, ὡς μὲν καλοῦ, τῆς τῶν αἰωνίων ἀντέχεται δόξης, ὡς δὲ κακοῦ, τῆς τῶν προσκαίρων ἀπέχεται φθορᾶς.
 (≡14Β_278≡> Πολλὴ τοιγαροῦν ἐστιν ἡ διαφορὰ τῶν δύο ξύλων, καὶ τῆς αὐτῶν φυσικῆς διακρίσεως, καὶ τῆς ἐν ἑκάστῳ προσφυοῦς ἐμφάσεως, ὁμωνύμως ἐκφωνηθείσης ἄνευ διαστολῆς προσηγορίας τοῦ καλοῦ τε καὶ τοῦ κακοῦ, καὶ πολλὴν δύναται ποιῆσαι τοῖς μὴ σοφῶς τε καὶ ἐπεσκεμμένως ἐντυγχάνουσι τοῖς Λογίοις τοῦ Πνεύματος τὴν πλάνην. Ἀλλ᾽ ὑμεῖς σοφοὶ διὰ τῆς χάριτος ὄντες, γνῶτε ὅτι τὸ ἁπλῶς λεγόμενον κακὸν οὐ πάντως κακόν, ἀλλὰ πρός τι μὲν κακόν, πρός τι δὲ οὐ κακόν· ὡσαύτως καὶ τὸ ἁπλῶς λεγόμενον καλὸν οὐ πάντως καλόν, ἀλλὰ πρός τι μὲν καλόν, πρός τι δὲ οὐ καλόν· καὶ τὴν ἐκ τῆς ὁμωνυμίας βλάβην φυλάξασθε.
ΣΧΟΛΙΑ
1. Νοῦ μέν γάρ καλόν ἐστιν, ἡ ἀπαθής πρός τό πνεῦμα διάθεσις· κακόν δέ, ἡ ἐμπαθής πρός τήν αἴσθησιν σχέσις. Αἰσθήσεως δέ καλόν ἐστιν, ἡ καθ᾿ ἡδονήν ἐμπαθής πρός τό σῶμα κίνησις· κακόν δέ, ἡ κατ᾿ ἀρετήν ταύτῃ ἐπιγινομένη διάθεσις.

ΜΔ (44). ΠΕΡΙ ΤΟΥ "ΙΔΟΥ ΑΔΑΜ ΓΕΓΟΝΕΝ ΩΣ ΕΙΣ ΕΞ ΗΜΩΝ".
44. ΕΡΩΤΗΣΙΣ ΜΔ'
Πρὸς τίνα λέγει ὁ Θεὸς ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν; Εἰ μὲν πρὸς τὸν Υἱόν, καὶ πῶς συγκρίνεται Ἀδὰμ Θεῷ, μὴ ὢν τῆς οὐσίας αὐτοῦ; Εἰ δὲ πρὸς ἀγγέλους, πῶς τὸν ἄγγελον πάλιν ἑαυτῷ συγκρίνει, ὡς πρὸς ἴσον κατὰ τὴν οὐσίαν λέγων τὸ ὡς εἷς ἐξ ἡμῶν;
Ἀπόκρισις.
῎Ηδη μὲν εἶπον ἐν τῷ περὶ τῆς πυργοποιΐας κεφαλαίῳ ὅτι κατὰ τὴν ὑποκειμένην τῇ ψυχῇ τῶν προνοουμένων διάθεσιν ἡ Γραφὴ λαλοῦντα τὸν Θεὸν διαπλάττεται, διὰ τῶν κατὰ φύσιν (≡14Β_280≡> ἡμῖν συμφυῶν τρόπων τὴν θείαν αἰνιττομένη βουλήν. Καὶ ἐνταῦθα τοίνυν οὐχ ἁπλῶς λέγοντα τὸν Θεὸν ἡ Γραφὴ δείκνυσι τὸ ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν, ἀλλά, δηλονότι μετὰ τὴν παράβασιν, προσθεῖσα καὶ τὴν αἰτίαν τῆς λέξεως, ἣν ὑμεῖς ἐντάξαι τῷ κεφαλαίῳ παρελίπετε, τῆς ὅλης σαφηνιστικὴν ὑπάρχουσαν ἐννοίας. Εἰπὼν γὰρ ὁ λόγος ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν, προσέθηκε τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, καὶ νῦν μήποτε ἐκτείνῃ τὴν χεῖρα αὐτοῦ καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς καὶ ζήσεται εἰς τὸν αἰῶνα. Ἐπειδὴ γὰρ ἅμα τῇ συμβουλῇ πολυθεΐαν αὐτὸν ἐδίδαξεν ὁ διάβολος εἰπὼν ᾗ δ᾽ ἂν ἡμέρᾳ φάγησθε ἀπὸ τοῦ ξύλου, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοί, καὶ ἔσεσθε ὡς θεοὶ γινώσκοντες καλὸν καὶ πονηρόν, διὰ τοῦτο μεθ᾽ ὑποκρίσεως καὶ οἷον εἰπεῖν εἰρωνευτικήν τε καὶ ὀνειδιστικήν, εἰς ἔλεγχον τοῦ πεισθέντος ἀνθρώπου τῷ διαβόλῳ, τὴν τὸ γέγονεν ὡς εἷς ἐξ ἡμῶν πρὸς τὴν ἐντεθεῖσαν διὰ τῆς ἀπάτης παρὰ τοῦ ὄφεως τῷ Ἀδὰμ περὶ θεότητος ἔννοιαν πληθυντικῶς ποιεῖται φωνὴν ὁ Θεός.
Καὶ μή τις δόξῃ τῆς γραφικῆς εἶναι συνηθείας ἀλλότριον τὸ εἶδος τῆς κατ᾽ εἰρωνείαν λέξεως, ἀκούων τῆς Γραφῆς ἐκ προσώπου τοῦ Θεοῦ λεγούσης πρὸς τὸν Ἰσραὴλ ἐὰν πορευθῆτε πρός με πλάγιοι, κἀγὼ πορεύσομαι πρὸς ὑμᾶς πλάγιος, εἰδὼς μηδὲν διαφέρειν εἰρωνείας πλαγιασμόν, καὶ πάλιν εὑρίσκων πῶς τὴν τοῦ Ἀχαὰβ συνεσκεύασεν ἀπάτην, ὡς ἀλήθειαν αὐτῷ προβαλλόμενος τὸ ψεῦδος δι᾽ ὧν ἥμαρτεν φέρων αὐτῷ δικαίως τὴν κόλασιν. Εἰ γὰρ μὴ πρὸς τὴν πλάνην τοῦ Ἀδὰμ ἡ Γραφὴ τὸν Θεὸν λέγοντα τὸ ὡς εἷς ἐξ ἡμῶν εἰσήγαγεν, πῶς ἐπέφερε τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, ὡς σύνθετον ἔχοντα γνῶσιν καὶ ἐξ ἐναντίων συγκειμένην· ὅπερ ἀμήχανον ἐπὶ Θεοῦ κἂν ἐννοῆσαι, μήτι γε εἰπεῖν τολμῆσαι, τοῦ μόνου ἁπλοῦ τὴν οὐσίαν καὶ τὴν δύναμιν καὶ τὴν γνῶσιν, καὶ μόνην (≡14Β_282≡> τὴν τοῦ καλοῦ γνῶσιν ἔχοντος, μᾶλλον δὲ αὐτοουσία καὶ δύναμις καὶ γνῶσις ὄντος. Ἀλλ᾽ οὐδέ τι τῶν ἐκ Θεοῦ καὶ μετὰ Θεὸν λογικῶν οὐσιῶν ἔχει ὁμοῦ τε καὶ κατὰ ταὐτὸν ἐν τῷ τῆς διανοίας ἁπλῷ κινήματι κατὰ σύνθεσιν ἐκ τῶν ἐναντίων ὑφισταμένην τὴν γνῶσιν. Διότι πέφυκεν ἡ θατέρου τῶν ἀλλήλοις ἀντικειμένων γνῶσις τῆς τοῦ ἑτέρου ποιεῖσθαι γνώσεως ἄγνοιαν. Ἀμιγὴς γὰρ τῶν ἀντικειμένων ἡ γνῶσις καὶ παντάπασιν ἀσυνύπαρκτος, ἐπείπερ ἡ τοῦδε γνῶσις τὴν θατέρου τῶν ἀντικειμένων συνίστησιν ἄγνοιαν, ὥσπερ οὔτε ὀφθαλμὸς τοῦ ἄνω τε ὁμοῦ καὶ τοῦ κάτω, καὶ τῶν ἐφ᾽ ἑκάτερα κατὰ ταὐτόν, χωρὶς τῆς πρὸς θάτερον ἰδιαζούσης ἐπιστροφῆς καὶ τῶν ἄλλων πάντῃ κεχωρισμένης, ἀντιλαμβάνεσθαι.
Τὸ τοίνυν πάθος τοῦ Ἀδὰμ οἰκειούμενον ἡ Γραφὴ τὸν Θεὸν παραδείκνυσιν ἢ τὸν Ἀδὰμ ἐπὶ τῇ συμβουλῇ τοῦ ὄφεως διελέγχει, πρὸς συναίσθησιν ἄγουσα τῶν ἐκ τῆς ἀπάτης ἐπιτριβέντων αὐτῷ περὶ πολυθεΐας ὕθλων. Καὶ εἰ μὲν οὕτως ἔχει καλῶς, ἅλις τῶν ζητημάτων. Ἐπείτοι γε αὐτὸς παρ᾽ ἑαυτοῦ τὸ μεῖζον ἐξευρίσκων, μετάδος κἀμοὶ τῆς χορηγουμένης σοι περὶ τῶν ὄντων θεόθεν χάριτος.
Τὸ δὲ καὶ νῦν μήπως ἐκτείνῃ τὴν χεῖρα αὐτοῦ καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς καὶ ζήσεται εἰς τὸν αἰῶνα τὴν κατὰ τὴν πρᾶξιν, ὡς οἶμαι, τῶν ἀμίκτων προνοητικῶς ποιεῖται διαίρεσιν, ἵνα μὴ ἀθάνατον γένηται τὸ κακόν, τῇ μετοχῇ τοῦ καλοῦ συντηρούμενον. Ἄμικτον γὰρ εἶναι βούλεται περὶ τὸν αὐτὸν ἄνθρωπον κατὰ τὴν σχέσιν τῶν ἀντικειμένων τὴν γνῶσιν ὁ ποιήσας τὸν ἄνθρωπον.
ΣΧΟΛΙΑ
1. Ὅτι πρός ἥν ἔσχεν περί θεότητος ἔννοιαν ὑπό τοῦ διαβόλου διδαχθείς ὁ Ἀδάμ, διαλέγεται πρός αὐτόν ὁ Θεός.
2. Ὁ τό ψεῦδος ἀγαπῶν, αὐτῷ παραδίδοται πρός ἀπώλειαν, (≡14Β_284≡> ἵνα γνῷ πάσχων, ὅπερ ἐκών περιεῖπεν, καί μάθῃ κατά τήν πεῖραν γενόμενος, ὡς ἐλάνθανεν ἀντί ζωῆς περιπτυσσόμενος θάνατον.
3. Ὅτι μόνον ἔχει τοῦ καλοῦ τήν γνῶσιν ὁ Θεός, ὡς καί τοῦ καλοῦ φύσις τε καί γνῶσις ὑπάρχων· τοῦ δέ κακοῦ τήν ἄγνοιαν, ὡς τήν αὐτοῦ ἔχων ἀδυναμίαν. Ὧν γάρ ἔχει τήν δύναμιν φυσικῶς, τούτων οὐσιωδῶς κέκτηται γνῶσιν.
4. Ὅτι κατά πάθος παρά φύσιν ἐπισυμβαῖνον, ἀλλ᾿ οὐ κατά δύναμιν φυσικήν τοῖς λογικοῖς ἐνθεωρεῖται κακία.
5. Ἀνὰ μέρος, φησίν, ἡ τῶν ἀντικειμένων ἐν τοῖς δεκτικοῖς θεωρεῖσθαι πέφυκε ὕπαρξις.
6. Ὁ πείσας τό συνειδός ὡς φύσει καλόν πραττόμενον ἔχειν τό κάκιστον, οὗτος χειρός δίκην τῆς ψυχῆς ἐκτείνας τό πρακτικόν, ἔλαβεν ψεκτῶς τοῦ ξύλου τῆς ζωῆς, ἀθάνατον ἡγησάμενος φύσει τό κάκιστον. Διόπερ τήν κατά τό συνειδός τοῦ κακοῦ διαβολήν τῷ ἀνθρώπῳ φυσικῶς ἐνθέμενος ὁ Θεός, διέκρινεν αὐτόν τῆς ζωῆς κακόν τῇ προαιρέσει γενόμενον· ἵνα μή, τό κακόν πράττων, δύνηται πεῖσαι τήν ἰδίαν συνείδησιν, ὅτι φύσει καλόν ὑπάρχει τό κάκιστον.

ΜΕ (45). ΠΕΡΙ ΤΟΥ ΣΤΗΘΥΝΙΟΥ ΚΑΙ ΠΕΡΙ ΤΟΥ ΒΡΑΧΙΟΝΟΣ ΤΟΥ ΑΦΑΙΡΕΜΑΤΟΣ.
45. ΕΡΩΤΗΣΙΣ ΜΕ'
Τί σημαίνει τὸ ἐν τῷ Λευϊτικῷ στηθύνιον τοῦ ἐπιθέματος καὶ ὁ βραχίων τοῦ ἀφαιρέματος, εἰς τιμὴν Θεοῦ τοῖς ἱερεῦσιν ἀφιερούμενον;
Ἀπόκρισις.
Οἶμαι τὴν ἀμείνω καὶ ὑψηλὴν θεωρίαν δηλοῦσθαι διὰ τοῦ (≡14Β_286≡> στηθυνίου, καὶ τὴν πρᾶξιν διὰ τοῦ βραχίονος, ἤγουν τοῦ διανοητικοῦ τὴν ἕξιν καὶ τὴν ἐνέργειαν, ἢ τὴν γνῶσιν καὶ τὴν ἀρετήν, ὡς τῆς μὲν γνώσεως αὐτῷ προσαγούσης ἀμέσως τὸν νοῦν τῷ Θεῷ, τῆς ἀρετῆς δὲ κατὰ τὴν πρᾶξιν πάσης αὐτὸν ἀφαιρουμένης τῆς τῶν ὄντων γενέσεως· ἅπερ ἱερεῦσιν ἀφώρισεν ὁ λόγος, τοῖς μόνον τὸν Θεὸν διὰ πάντων κτησαμένοις κληρονομίαν, καὶ μηδὲν τὸ σύνολον κεκτημένοις ἐπίγειον.
῍Η πάλιν, ἐπειδὴ τὰς ἄλλων καρδίας διὰ τοῦ λόγου τῆς διδασκαλίας οἱ γνώσει καὶ ἀρετῇ διόλου ποιωθέντες τῷ Πνεύματι εὐσεβείας καὶ πίστεως ποιοῦνται δεκτικάς, καὶ τὴν πρακτικὴν αὐτῶν ἕξιν καὶ δύναμιν ἀφαιρούμενοι τῶν ἐπὶ τῇ φθαρτῇ φύσει σπουδασμάτων πρὸς τὴν τῶν ὑπὲρ φύσιν ἀφθάρτων ἐνέργειαν ἀγαθῶν μεταφέρουσιν, εἰκότως τῶν προσαγομένων εἰς θυσίαν Θεοῦ τὸ στηθύνιον τοῦ ἐπιθέματος, τουτέστι τῶν προσαγομένων τὴν καρδίαν, καὶ τὸν βραχίονα, τῶν αὐτῶν δηλονότι τὴν πρᾶξιν, προσέταξεν ἀφιεροῦσθαι τοῖς ἱερεῦσιν ὁ λόγος.
ΣΧΟΛΙΑ
1. Θεωρίας μέν τό στηθύνιον, πράξεως δέ ὁ βραχίων σύμβολον. Ἕξις γάρ τοῦ διανοητικοῦ πέφυκεν ὑπάρχειν ἡ θεωρία, καί ἡ πρᾶξις ἐνέργεια. Δι᾿ ἀμφοτέρων δέ τούτων ἡ ἀληθής ἱερωσύνη χαρακτηρίζεται.
2. Ὁ ἱερουργῶν τῷ Θεῷ δι᾿ εὐσεβοῦς λόγου τάς ἄλλων καρδίας, αἷς ἀναλογεῖ τό στηθύνιον· καί τήν πρακτικήν αὐτῶν δύναμιν, ᾗ ἀναλογεῖ ὁ βραχίων, ἀφορίζων ταῖς ἐνεργείαις τῶν ἐντολῶν, γέγονεν ἱερεύς λαμβάνων παρά τῶν ἑαυτούς θυσίαν τῷ Θεῷ προσαγόντων, τό στῆθος καί τόν βραχίονα.

ΜS (46). ΠΕΡΙ ΤΟΥ ΕΣΟΠΤΡΟΥ ΚΑΙ ΤΟΥ ΑΙΝΙΓΜΑΤΟΣ.
46. ΕΡΩΤΗΣΙΣ ΜS'
Τίς ἡ διαφορὰ τοῦ ἐσόπτρου πρὸς τὸ αἴνιγμα;
Ἀπόκρισις.
Τὸ μὲν ἔσοπτρόν ἐστιν, ὡς ἐν ὅρῳ φάναι, συνείδησις τὴν τῶν κατὰ τὴν πρᾶξιν ἀνελλιπῶς πάντων ἀγαθῶν ἔχουσα μορφήν, (≡14Β_288≡> δι᾽ ἧς ὁ καθαρὸς τὴν διάνοιαν πέφυκεν ὁρᾶν τὸν Θεόν, ἢ ἕξις πρακτική, τὴν πασῶν τῶν ἀρετῶν εἰς ἀλλήλας ἑνοειδῶς καθάπερ πρόσωπον θεῖον περιγράφουσα σύνθεσιν. Τὸ δὲ αἴνιγμα γνῶσίς ἐστι διὰ τῆς κατὰ θεωρίαν παντελοῦς τῶν θείων λόγων ἐφικτῆς τῇ φύσει περιοχῆς, τὴν τῶν ὑπὲρ νόησιν ἔμφασιν ἔχουσα. Καὶ ἁπλῶς ἔσοπτρόν ἐστιν ἕξις ἐνδεικτικὴ τῆς μελλούσης τῶν ἀρετῶν ἐμφανισθῆναι τοῖς ἀξίοις πρωτοτύπου μορφῆς· τὸ γὰρ ἐσόμενον τέλος τῆς πρακτικῆς φιλοσοφίας παραδηλοῖ τοῖς ἔχουσι τὸ ἔσοπτρον· τὸ αἴνιγμα δὲ τῆς τῶν νοουμένων περὶ γνῶσιν ἀρχετυπίας ἐστὶν ἔνδειξις.
Πᾶσα τοίνυν ἐνταῦθα δικαιοσύνη, συγκρινομένη πρὸς τὴν μέλλουσαν, ἐσόπτρου λόγον ἐπέχει τὴν τῶν ἀρχετύπων πραγμάτων εἰκόνα, οὐκ αὐτὰ δὲ τὰ πράγματα κατ᾽ εἶδος ὑφιστάμενα ἔχουσα· καὶ πᾶσα γνῶσις ἐνταῦθα τῶν ὑψηλῶν, συγκρινομένη πρὸς τὴν μέλλουσαν, αἴνιγμά ἐστιν, ἔμφασιν τῆς ἀληθείας ἀλλ᾽ οὐκ αὐτὴν ὑφισταμένην ἔχουσα τὴν φανήσεσθαι μέλλουσαν ἀλήθειαν. Ἐπειδὴ γὰρ ἀρετῇ καὶ γνώσει τὰ θεῖα συνέχεται, τῶν κατ᾽ ἀρετὴν πρωτοτύπων ἐστὶν ἐνδεικτικὸν τὸ ἔσοπτρον, καὶ τῶν κατὰ γνῶσιν ἀρχετύπων ἐμφαντικὸν ὑπάρχει τὸ αἴνιγμα. Ταύτην ἔχει τὴν διαφορὰν τὸ ἔσοπτρον πρὸς τὸ αἴνιγμα, καθότι τὸ μὲν ἔσοπτρον πρακτικῆς μηνύει τέλος ἐσόμενον, τὸ δὲ αἴνιγμα θεωρητικῆς ἐμφαίνει μυστήριον.
ΣΧΟΛΙΟΝ
1. Ὅτι τό μέν ἔσοπτρον τῶν τῇ πρακτικῇ προσφυῶν ἀγαθῶν ἐστιν ἐμφατικόν· τό δέ αἴνιγμα, τῶν ἐπί τῇ γνώσει μελλόντων μυστηρίων ἐστίν ἐνδεικτικόν.

ΜΖ (47). ΠΕΡΙ ΤΟΥ "ΦΩΝΗ ΒΟΩΝΤΟΣ ΕΝ ΤΗ ΕΡΗΜΩ".
47. ΕΡΩΤΗΣΙΣ ΜΖ'
Τί ἐστι φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ καὶ τὰ ἑξῆς; Τίς ἡ (≡14Β_290≡> ἔρημος καὶ τίς ἐνταῦθα ἡ ὁδὸς Κυρίου καὶ τίς ἡ ἑτοιμασία αὐτῆς; Τίνες τε αἱ τρίβοι αὐτοῦ καὶ τί τὸ εὐθῦναι αὐτάς; Τίνες αἱ φάραγγες, καὶ τί σημαίνει τὸ πληρωθήσεται πᾶσα φάραγξ; Τίνα τε τὰ ὄρη καὶ οἱ βουνοί, καὶ τίς ἡ τούτων ταπείνωσις; Τί τὰ σκολιά, καὶ πῶς ἔσται εἰς εὐθεῖαν; Τίνες αἱ τραχεῖαι, καὶ πῶς ἔσονται εἰς ὁδοὺς λείας; Καὶ τί τὸ μετὰ ταῦτα πάντα καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ;
Ἀπόκρισις.
Φωνὴ τοῦ ἐξ ἀρχῆς βοῶντος ἐν τῇ ἐρήμῳ, τῇ φύσει λέγω τῶν ἀνθρώπων ἢ τῷ κόσμῳ τούτῳ, Θεοῦ Λόγου προδήλως ἐστὶ πᾶς ἅγιος, εἴτε κατὰ τὸν Ἄβελ ὀρθῶς προσφέρων ἐξ εἰλικρινείας ἐστεατωμένα ταῖς ἀρεταῖς τὰ τῆς ψυχῆς πρῶτα τῆς θεωρίας κινήματα, εἴτε κατὰ τὸν Ἐνὼς ἐλπίδι πίστεως βεβαίᾳ τῶν μελλόντων ἀγαθῶν ἐπιδραξάμενος, ὑπὲρ ὧν ἤλπισεν, εὔτονον ἐκτήσατο τὴν ἐπίκλησιν, εἴτε κατὰ τὸν Ἐνώχ, διὰ πάσης εὐαρεστήσας ἀρετῆς, τῆς τῶν ὄντων σχέσεώς τε καὶ γνώσεως τὸν νοῦν παντελῶς ἀπάρας, πρὸς αὐτὴν τὴν ὑπὲρ νόησιν ἀσχέτως αἰτίαν μετέθηκεν, εἴτε κατὰ τὸν Νῶε, πίστει θεωρήσας τὰ μέλλοντα τῆς θείας κρίσεως εἴδη, κατεσκεύασεν ἑαυτῷ, κιβωτοῦ δίκην, τὴν ῥυομένην αὐτὸν ἀπὸ τῆς μελλούσης ὀργῆς πανταχόθεν ἠσφαλισμένην τῷ θείῳ φόβῳ πολιτείαν καὶ ἄσκησιν, εἴτε κατὰ τὸν Ἀβραάμ, καθαρῷ πίστεως ὀφθαλμῷ τῶν μελλόντων ἀγαθῶν ἰδὼν τὴν εὐπρέπειαν, ὑπήκουσε γῆς καὶ συγγενείας καὶ οἴκου πατρικοῦ προθύμως ἐξελθεῖν, καταλιπὼν τὴν πρὸς σάρκα καὶ αἴσθησιν καὶ αἰσθητὰ σχέσιν τε καὶ προσπάθειαν, καὶ φύσεως ἐν καιρῷ πειρασμοῦ καὶ ἀγώνων ὑψηλότερος (≡14Β_292≡> ὤν, προτιμήσας τὴν αἰτίαν τῆς φύσεως, ὡς τοῦ Ἰσαὰκ τὸν Θεὸν ὁ μέγας Ἀβραάμ, εἴτε κατὰ τὸν Ἰσαάκ, δι᾽ ἄκραν ἀπάθειαν καὶ τὴν περὶ θεωρίαν καλὴν τῆς ψυχῆς ἀπληστίαν, ἀμετάβατον ἀπὸ τῆς ἀληθείας ἔσχεν, καὶ πολεμούμενος ὑπὸ τῶν πονηρῶν πνευμάτων, τὴν ἕξιν τῆς ἀρετῆς καὶ τῆς γνώσεως, εἴτε κατὰ τὸν Ἰακὼβ τῆς τῶν ὑλικῶν δασύτητός τε καὶ τῆς περὶ αὐτὰ συγχύσεως τὸν νοῦν ἀποκαθάρας κατέστησε λεῖον, καὶ τῇ τῶν ἐριφείων ἐπιθέσει δερμάτων, τῇ περὶ τὴν σάρκα λέγω τοῦ κατὰ Θεὸν βίου τραχύτητι, τὴν κατὰ τοῦ φρονήματος τῆς σαρκὸς παρὰ τοῦ Θεοῦ κομισάμενος δυναστείαν, φόβῳ τε τῆς τῶν παθῶν ἐπαναστάσεως καὶ πόθῳ τῆς κατὰ πεῖραν ὑψηλοτέρας μαθήσεως μεταβὰς εἰς Χαρράν, τὴν φυσικήν φημι θεωρίαν, ἐξ ἧς λαβὼν διὰ πόνων πρακτικῶν πᾶσαν τοῦ φαινομένου κόσμου τὴν πνευματικὴν ἐπιστήμην, ἐν διαφόροις συλλεγεῖσαν λογισμοῖς τε καὶ νοήμασιν, ἐπανῆλθεν εἰς τὴν γῆν τὴν πατρικὴν καὶ οἰκείαν, φημὶ τὴν γνῶσιν τῶν νοητῶν, ἐπιφερόμενος καθάπερ γυναῖκας καὶ παιδίσκας τὰς ἐγγενομένας αὐτῷ τῆς τε πρακτικῆς καὶ τῆς θεωρητικῆς παγίας ἕξεις καὶ ἐνεργείας καὶ τοὺς ἐκ τούτων αὐτῷ γεννηθέντας υἱούς, οἵτινες οὗτοι τυγχάνουσι. Καὶ ἁπλῶς—ἵνα μὴ πλέον τοῦ δέοντος ὁ λόγος μηκύνηται, τὸν ἑκάστου βίον διεξιών—πᾶς ἅγιος διὰ τῆς οἰκείας ἀναστροφῆς, ὡς ἐσχηκὼς βοῶντα τὸν λόγον τὰ οἰκεῖα τοῖς ἄλλοις ἀνθρώποις θελήματα, φωνὴ τοῦ Λόγου σαφῶς ὑπάρχει καὶ πρόδρομος κατὰ τὴν ἀναλογίαν τῆς ἐν αὐτῷ δικαιοσύνης καὶ πίστεως. Πάντων δὲ μάλιστα φωνὴ τοῦ Λόγου καὶ πρόδρομός ἐστιν Ἰωάννης ὁ μέγας καὶ τῆς ἄνευ τύπων καὶ συμβόλων ἀληθοῦς τοῦ Θεοῦ παρουσίας μηνυτής τε καὶ κήρυξ καὶ τοῖς ἀγνοοῦσιν ἐμφανιστής, δεικνὺς ἀναφανδὸν τὸν αἴροντα τοῦ κόσμου τὴν ἁμαρτίαν καὶ πρὸς τὴν οἰκονομίαν εἰς τὴν τῶν μυστηρίων ἐκπλήρωσιν κατὰ τὸ βάπτισμα συνεισφέρων τὴν ἑαυτοῦ λειτουργίαν.
Ἐπειδὴ δὲ διὰ τὸν πλοῦτον τῆς χάριτος πολυτρόπως δύναται (≡14Β_294≡> ληφθῆναι πρὸς ὠφέλειαν τῶν ἀρετῆς τε καὶ γνώσεως ἐφιεμένων πᾶσα συλλαβή, καὶ ἡ τυχοῦσα, τῆς θείας Γραφῆς, φέρε, κατὰ τὸ δυνατὸν ἡμῖν καὶ ἑτέρως τὰ προτεθέντα θεωρήσωμεν.
Ἔρημος τοιγαροῦν, ὡς ἔφην, ἔστιν ἡ τῶν ἀνθρώπων φύσις καὶ ὁ κόσμος οὗτος καὶ ἡ τοῦ καθέκαστον ψυχὴ διὰ τὴν γενομένην ἐκ τῆς ἀρχαίας παραβάσεως τῶν ἀγαθῶν ἀκαρπίαν. Φωνὴ δὲ τοῦ βοῶντός ἐστι Λόγου ἡ κατὰ συνείδησιν ἐπὶ τοῖς ἑκάστῳ πλημμεληθεῖσι συναίσθησις οἱονεὶ βοῶσα κατὰ τὸ κρυπτὸν τῆς καρδίας ἑτοιμάσαι τὴν ὁδὸν Κυρίου. Σαφὴς δὲ καὶ πρόδηλος ἑτοιμασία τῆς θείας ὁδοῦ καθέστηκεν ἡ τῶν τρόπων τε καὶ λογισμῶν ἐπὶ τὸ κρεῖττον μεταβολὴ καὶ διόρθωσις καὶ ἡ τῶν προτέρων κάθαρσις μολυσμῶν. Ὁδὸς δὲ καλή τε καὶ ἐπίδοξος ὁ κατ᾽ ἀρετὴν ὑπάρχει βίος· ἐν ᾧ καθάπερ ὁδῷ τὸν ἐν ἑκάστῳ ποιεῖται τῆς σωτηρίας δρόμον ὁ Λόγος, ἐνοικῶν τε διὰ τῆς πίστεως καὶ ἐμπεριπατῶν τοῖς κατ᾽ ἀρετήν τε καὶ γνῶσιν διαφόροις θεσμοῖς τε καὶ δόγμασι. Τρίβοι δὲ τοῦ Λόγου εἰσὶν οἱ διάφοροι τρόποι τῶν ἀρετῶν καὶ ἡ τοῦ κατὰ Θεὸν βίου διάφορος ἀγωγὴ ἤγουν τὰ κατὰ Θεὸν ἐπιτηδεύματα· ἃς εὐθύνουσιν οἱ μήτε δόξης ἕνεκεν μήτε προφάσει πλεονεξίας μήτε κολακείας χάριν καὶ ἀνθρωπαρεσκείας καὶ ἐπιδείξεως τὴν ἀρετὴν ἢ τὴν μελέτην τῶν θείων λόγων μετελθεῖν ἐπιτηδεύοντες, ἀλλὰ πάντα διὰ τὸν Θεὸν καὶ ποιοῦντες καὶ λέγοντες καὶ διανοούμενοι. Τρίβοις γὰρ οὐκ εὐθείαις ὁ θεῖος οὐ πέφυκεν ἐμφιλοχωρεῖν Λόγος, κἂν εὕρῃ τὴν ὁδὸν ἔν τισιν ἕτοιμον. Οἷόν τι λέγω· νηστεύει τις καὶ ἀπέχεται τῆς ἐξαπτικῆς τῶν παθῶν διαίτης τὰ ἄλλα τε ποιεῖ, ὅσα πρὸς ἀπαλλαγὴν κακίας συμβάλλεσθαι δύναται, τὴν λεγομένην ὁδὸν οὗτος ἡτοίμασεν· κενοδοξίας δὲ ἢ πλεονεξίας ἢ κολακείας ἢ ἀνθρωπαρεσκείας ἢ ἄλλης τινὸς ἕνεκεν αἰτίας δίχα τῆς θείας εὐαρεστήσεως τοὺς τοιούτους ἐπιτηδεύει τρόπους, οὗτος εὐθείας οὐκ ἐποίησε τὰς τρίβους τοῦ Θεοῦ, καὶ τὸν μὲν τῆς ἑτοιμασίας τῆς ὁδοῦ πόνον ὑπέμεινε, τὸν (≡14Β_296≡> δὲ Θεὸν οὐκ ἔσχε ταῖς αὐτοῦ τρίβοις ἐμπεριπατοῦντα. Ὁδὸς οὖν τοῦ Κυρίου ἐστὶν ἡ ἀρετή, εὐθεῖα δὲ τρίβος ὁ κατ᾽ ἀρετὴν ὀρθὸς ὑπάρχει τρόπος καὶ ἄδολος.
Πᾶσα φάραγξ πληρωθήσεται, τῶν ἑτοιμασαμένων δηλαδὴ καλῶς τὴν ὁδὸν Κυρίου καὶ εὐθείας ποιησαμένων τὰς αὐτοῦ τρίβους· οὐ γὰρ ἁπλῶς πᾶσα, οὐδὲ πάντων· οὔτε γὰρ τῶν μὴ ἑτοιμασάντων τὴν ὁδὸν τοῦ Κυρίου καὶ εὐθείας ποιησάντων τὰς τρίβους αὐτοῦ. Φάραγξ δέ ἐστιν ἡ τοῦ καθέκαστον σάρξ, ἡ τῷ πολλῷ ῥεύματι τῶν παθῶν ἐκχαραδρωθεῖσα καὶ τὴν πρὸς τὴν ψυχὴν κατὰ τὸν τοῦ συνδήσαντος Θεοῦ νόμον πνευματικὴν διατμηθεῖσα συνέχειάν τε καὶ συνάφειαν. Δυνατὸν δὲ καὶ τὴν ψυχὴν φάραγγα νοηθῆναι, τῷ πολλῷ χειμῶνι τῆς ἀγνοίας κοιλανθεῖσαν καὶ τῆς ἐν Πνεύματι καλῆς ὁμαλότητος διὰ τῆς κακίας τὸ κάλλος ἀποθεμένην. Πᾶσα τοίνυν φάραγξ, ἤγουν σὰρξ καὶ ψυχὴ τῶν ἑτοιμασάντων τὴν ὁδὸν τοῦ Κυρίου καὶ εὐθείας ποιησάντων τὰς τρίβους αὐτοῦ, πληρωθήσεται διὰ τῆς ἀποβολῆς τῶν παθῶν, τῶν ποιούντων αὐταῖς φαράγγων δίκην τὴν ἀνωμαλίαν, καὶ τῆς τῶν ἀρετῶν ἐπαναγωγῆς ἀπολαβοῦσα τὴν φυσικὴν ἐπιφάνειαν, ὁμαλισθεῖσαν τῷ Πνεύματι.
Καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται. Ταῖς φάραγξιν, ὡς ἔοικεν, μάλιστα πεφύκασί πως συνίστασθαι τὰ ὄρη καὶ οἱ βουνοί. Ὄρος ἐστὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, βουνὸς δὲ πᾶσα κακία κατεπανισταμένη τῆς ἀρετῆς. Εἰ γοῦν ὄρη μέν εἰσι τὰ ἐνεργητικὰ τῆς ἀγνωσίας πνεύματα, βουνοὶ δὲ τὰ ποιητικὰ τῆς κακίας, ὁπηνίκα προδήλως πᾶσα φάραγξ, ἤγουν σὰρξ ἢ ψυχὴ τῶν ἑτοιμασάντων, ὡς εἶπον, τὴν ὁδὸν τοῦ Κυρίου καὶ εὐθείας ποιησάντων τὰς τρίβους αὐτοῦ, διὰ τῆς τοῦ περιπατοῦντος ἐν αὐτοῖς διὰ τῶν ἐντολῶν Θεοῦ Λόγου παρουσίας πληρωθῇ γνώσεώς τε καὶ ἀρετῆς, πάντα τὰ τῆς ψευδωνύμου γνώσεως καὶ τὰ τῆς κακίας πνεύματα ταπεινοῦται, πατοῦντος αὐτὰ τοῦ Λόγου καὶ ὑποτάσσοντος (≡14Β_298≡> καὶ τὸ ἐπαιρόμενον κατὰ τῆς ἀνθρωπίνης φύσεως πονηρὸν κράτος καταβάλλοντος καὶ οἷον τὸ μέγεθος καὶ τὸ ὕψος τῶν ὀρέων καὶ τῶν βουνῶν κατασκάπτοντος καὶ εἰς τὴν τῶν φαράγγων ἄγοντος ἀναπλήρωσιν. Τῷ ὄντι γάρ, εἰ πάντα λήψεταί τις διὰ τῆς τοῦ Λόγου δυνάμεως ὅσα παρὰ τῆς φύσεως λαβόντες οἱ δαίμονες τὴν παρὰ φύσιν ἀγνωσίαν τε καὶ κακίαν ἐδημιούργησαν, οὐδαμῶς ὑποστήσεται καθ᾽ οἱονδήποτε τρόπον ἀγνωσίας ἢ κακίας ὕψος, ὥσπερ οὐδὲ ὄρος ἢ βουνὸς τῶν αἰσθητῶς φαινομένων, εἰ μηχανή τις ἦν τοῖς ἀνθρώποις αὐτὰ μὲν κατασκάψαι τὰ ὄρη καὶ τοὺς βουνούς, τὰς δὲ φάραγγας ἀναπληρῶσαι.
Ταπείνωσις οὖν ἐστι τῶν νοητῶν καὶ πονηρῶν ὀρέων καὶ βουνῶν ἡ τῆς σαρκός τε καὶ τῆς ψυχῆς πρὸς ἑαυτὰς τῶν κατὰ φύσιν δυνάμεων ἀποκατάστασις· καθ᾽ ἣν φυσικῶς ἰθυνόμενος τῷ πλούτῳ τῆς ἀρετῆς καὶ τῆς γνώσεως ὁ φιλόθεος νοῦς ὁμαλῶς διαπορεύεται τὸν αἰῶνα τοῦτον καὶ πρὸς τὸν ἀγήρω καὶ ἄφθαρτον προτροπάδην φέρεται κόσμον τῶν νοητῶν καὶ ἁγίων δυνάμεων, μήτε τοῖς ἑκουσίοις τῆς σαρκὸς πάθεσι διὰ τῆς πολυτρόπως σκολιευομένης πλανώμενος ἡδονῆς, μήτε τοῖς ἀκουσίοις πειρασμοῖς διὰ τῆς ὀδύνης τραχυνόμενος, τῇ περὶ τὴν σάρκα φειδοῖ τὴν ὁδὸν τῶν ἐντολῶν ὡς δύσβατον διὰ τὴν τραχύτητα τῶν πόνων τῆς σαρκὸς παραιτούμενος.
Ἰθύνεται μὲν οὖν τὰ σκολιά, ὅταν ὁ νοῦς, τὰ μέλη τοῦ σώματος τῶν παθῶν ἐλευθερώσας, ἤγουν τὰ αἰσθητήρια καὶ τὰ λοιπὰ τῆς καθ᾽ ἡδονὴν ἐκκόψας ἐνεργείας, κατὰ τὸν ἁπλοῦν τῆς φύσεως λόγον αὐτὰ κινεῖσθαι διδάξειεν, ἰθύνων πρὸς τὴν ἐφ᾽ ᾗ γεγόνασιν αἰτίαν. Αἱ δὲ τραχεῖαι, τουτέστιν αἱ τῶν ἀκουσίων πειρασμῶν ἐπιφοραί, ἔσονται εἰς ὁδοὺς λείας, ὅταν μάλιστα χαίρων καὶ εὐφραινόμενος ὁ νοῦς ἐν ἀσθενείαις εὐδοκῇ καὶ θλίψεσι καὶ ἀνάγκαις, διὰ τῶν ἀκουσίων πόνων τὴν ὅλην τῶν (≡14Β_300≡> ἑκουσίων παθῶν ἀφαιρούμενος δυναστείαν. Ὁ γὰρ τῆς ἀληθινῆς ἐφιέμενος ζωῆς, γνοὺς ὅτι πᾶς πόνος, εἴτε ἑκούσιος εἴτε ἀκούσιος, τῆς τοῦ θανάτου μητρὸς ἡδονῆς γίνεται θάνατος, πάσας τὰς τραχείας τῶν ἀκουσίων πειρασμῶν ἐπιφορὰς δέξεται μετ᾽ εὐφροσύνης, χαίρων διὰ τῆς ὑπομονῆς, ὁδοὺς εὐμαρεῖς τε καὶ λείας τὰς θλίψεις ποιούμενος καὶ πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἀπλανῶς παραπεμπούσας αὐτὸν εὐσεβῶς ἐν αὐταῖς τὸν θεῖον δρόμον ποιούμενον. Πᾶς τοιγαροῦν τὴν πολυέλικτόν τε καὶ πολύπλοκον ἡδονὴν καὶ πᾶσιν ὁμοῦ τοῖς αἰσθητηρίοις πολυτρόπως συμπεπλεγμένην τῇ ἐγκρατείᾳ διαλύσας τὰ σκολιὰ εἰς εὐθεῖαν ἐποίησεν. Καὶ ὁ τὴν δύσβατον καὶ τραχεῖαν τῶν πόνων ἐπιφορὰν δι᾽ ὑπομονῆς πατήσας τὰς τραχείας ἐποίησεν εἰς ὁδοὺς λείας. Ὅθεν, ὥσπερ ἔπαθλον ἀρετῆς καὶ τῶν ὑπὲρ αὐτῆς καμάτων, οἷα καλῶς τε καὶ νομίμως ἀθλήσας καὶ τὴν ἡδονὴν νικήσας τῷ πόθῳ τῆς ἀρετῆς καὶ τὴν ὀδύνην πατήσας τῷ τῆς γνώσεως ἔρωτι καὶ δι᾽ ἀμφοτέρων γενναίως τοὺς θείους διενέγκας ἀγῶνας, ὄψεται τὸ σωτήριον τοῦ Θεοῦ. Καὶ ὄψεται γάρ φησιν πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ· πᾶσα σάρξ, δηλονότι πιστή, κατὰ τὸ ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, δηλαδὴ τὴν πιστεύσασαν. Οὐχ ἁπλῶς οὖν πᾶσα σὰρξ ὄψεται τὸ σωτήριον τοῦ Θεοῦ, οὔτε γὰρ ἡ τῶν ἀσεβῶν σάρξ, εἴπερ ἀληθὴς ὁ ἀποφαινόμενος λόγος ἀρθήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου, ἀλλὰ προσδιωρισμένως πᾶσα πιστὴ σάρξ. Ἐκ μέρους δὲ τῆς σαρκὸς τὸν ὅλον ἄνθρωπον σημαίνει συνήθως ὁ γραφικὸς λόγος, οἱονεὶ βοῶν καὶ ὄψεται πᾶς ἄνθρωπος τὸ σωτήριον τοῦ Θεοῦ, πᾶς ἄνθρωπος ἀκούσας δηλαδὴ τῆς ἐν τῇ ἐρήμῳ βοώσης φωνῆς, καὶ κατὰ τὸν ἀποδοθέντα τῆς θεωρίας λόγον ἑτοιμάσας τὴν ὁδὸν Κυρίου, καὶ εὐθείας ποιήσας τὰς τρίβους αὐτοῦ, καὶ πληρώσας διὰ τῆς τῶν νοητῶν καὶ πονηρῶν ὀρέων καὶ βουνῶν καθαιρέσεως (≡14Β_302≡> τὴν διὰ τοῦ ἰδίου κοιλώματος παρασχομένην κατὰ τὴν παράβασιν τῆς θείας ἐντολῆς τοῖς εἰρημένοις πονηροῖς ὄρεσι καὶ βουνοῖς τὸ ὕψος καὶ τὸ ἀνάστημα φάραγγα ψυχήν, καὶ τὴν ταύτης ἀναπλήρωσιν τῶν πονηρῶν δυνάμεων ταπείνωσιν ἐργαζόμενος, καὶ τὰ σκολιὰ τῶν ἑκουσίων παθῶν, ἤγουν τῆς ἡδονῆς τὰ κινήματα, διὰ τῆς ἐγκρατείας εὐθύνας, καὶ τὰς τραχείας τῶν ἀκουσίων πειρασμῶν συμφοράς, ἤγουν τοὺς τρόπους τῆς ὀδύνης, διὰ τῆς ὑπομονῆς ὁμαλίσας καὶ εἰς ὁδοὺς λείας καταστήσας· ὁ τοιοῦτος εἰκότως ὄψεται τὸ σωτήριον τοῦ Θεοῦ, καθαρὸς τῇ καρδίᾳ γενόμενος· καθ᾽ ἣν διὰ τῶν ἀρετῶν καὶ τῶν εὐσεβῶν θεωρημάτων ὁρᾷ τὸν Θεὸν ἐπὶ τέλει τῶν ἄθλων, κατὰ τὸ μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται, τῶν ὑπὲρ ἀρετῆς πόνων τῆς ἀπαθείας τὴν χάριν ἀντιλαβών, ἧς οὐδὲν πλέον τὸν Θεὸν ἐμφανίζει τοῖς ἔχουσι.
Καθ᾽ ὃ τυχὸν τοῖς τὰ ὑψηλότερα ζητοῦσι τῶν θεωρημάτων καὶ ἄλλως πάρεστιν ὁρᾶν, ὡς ἐν ἐρήμῳ, τῇ ἐστερημένῃ παθῶν ψυχῇ τὴν διὰ τῶν ἀρετῶν φωνὴν τῆς ἀφανῶς βοώσης θείας σοφίας καὶ γνώσεως, ἐπειδὴ πάντα κατὰ τὴν ἀναλογίαν ἑκάστου πᾶσιν ὁ εἷς καὶ ὁ αὐτὸς γίνεται λόγος, χωρῶν δι᾽ ἑκάστου καὶ ὡς πρόδρομον φωνὴν τὴν προκατασκευάζουσαν ἕκαστον πρὸς τὴν αὐτοῦ παρουσίαν προδωρούμενος χάριν, ἐν μὲν τοῖς γινομένην μετάνοιαν ὡς μελλούσης δικαιοσύνης πρόδρομον, ἐν δὲ τοῖς ἀρετὴν ὡς προσδοκωμένης γνώσεως προκαταρτισμόν, ἐν ἄλλοις δὲ γνῶσιν ὡς τῆς παρεσομένης θεωτικῆς ἕξεως χαρακτῆρα. Καὶ ἁπλῶς ἐπιλείψει τὸν θεωρητικὸν νοῦν ὁ χρόνος τὰς θείας ἀναβάσεις τοῦ λόγου γνωστικῶς ποιούμενον καὶ τὰς αὐτοῦ πρὸς ἕκαστον ὑπερφυεῖς ἁρμόζοντα καὶ φιλανθρώπους ἐπινοίας, καθ᾽ ἃς πάντα γίνεται πᾶσιν, ἵνα πάντας σώσῃ διὰ τὸν πλοῦτον τῆς αὐτοῦ χρηστότητος.
 (≡14Β_304≡>
ΣΧΟΛΙΑ
1. Ὁ τήν γνῶσιν ἐστεατωμένην ταῖς ἀρεταῖς, τουτέστιν ἔμπρακτον, μετιών, οὗτος γέγονεν Ἄβελ, ἔχων τόν Θεόν ἐπ᾿ αὐτόν, καί ἐπί τοῖς δώροις αὐτοῦ ἐπιβλέποντα.
2. Ὁ γνούς καί ἀληθῶς ἐλπίσας τά μέλλοντα, τῆς κατά τήν πρᾶξιν, ὑπέρ ὧν ἤλπισεν, ἐπικλήσεως οὐδέποτε παύεται· καί γίνεται νέος Ἐνώς, τόν Θεόν ἐπικαλούμενος.
3. Ὁ διά πράξεως εὐαρεστήσας τῷ Θεῷ, διά θεωρίας πρός τήν τῶν νοητῶν χώραν, τόν νοῦν δηλαδή μετατίθησιν, ἵνα μή διά φαντασίας τινός τόν ἐν τοῖς πάθεσι κατά τήν αἴσθησιν θεάσηται θάνατον, ὡς ὑπὸ μηδενός τῶν ἑλεῖν βουλομένων παντελῶς εὑρισκόμενος.
4. Ὁ διά τήν μέλλουσαν ὀργήν, φησίν, τήν διά τῆς κακουχίας μετελθών ἀγωγήν, γέγονε Νῶε, τῇ μικρᾷ τῆς σαρκός στενοχωρίᾳ τήν μέλλουσαν τῶν ἀσεβῶν φεύγων κατάκρισιν.
5. Γῆν λέγει τήν σάρκα· συγγένειαν, τάς αἰσθήσεις· οἶκον πατρός, τόν αἰσθητόν κόσμον, ἀφ᾿ ὧν ὁ πατριάρχης ἐκβέβηκεν, τήν πρός αὐτά σχέσιν τῆς ψυχῆς ἀποθέμενος.
6. Μόνος ὁ Ἰσαάκ γέγραπται μή μεταβάς τῆς γῆς τῆς ἐπαγγελίας· τοῦ πατρός αὐτοῦ Ἀβραάμ, καί τοῦ υἱοῦ αὐτοῦ Ἰακώβ, τοῦ μέν ἐξελθόντος ἐκ Μεσοποταμίας, καί εἰσελθόντος εἰς Αἴγυπτον· τοῦ δέ διωχθέντος εἰς Μεσοποταμίαν, καί μετά ταῦτα παροικήσαντος εἰς Αἴγυπτον, ἐν ᾗ καί τέθνηκεν.
7. Τάς γυναῖκας εἰς τάς ἕξεις τῆς ἀρετῆς τε καί τῆς γνώσεως· τάς δέ παιδίσκας εἰς τάς τούτων ἐνεργείας ἔλαβεν· ἀφ᾿ ὧν γεννᾷ καθάπερ υἱούς, τούς ἐν φύσει καί χρόνῳ λόγους.
8. Ὥσπερ γίνεται φάραγξ ἡ σάρξ, ταῖς τῶν παθῶν βαλλομένη φοραῖς· οὕτω, φησίν, καί ἡ ψυχή γίνεται φάραγξ τοῖς τῶν πονηρῶν λογισμῶν ῥεύμασι κοιλαινομένη.
9. Ἡ τῶν παρά φύσιν ἀποβολή παθῶν, καί ἡ τῶν κατά φύσιν ἀρετῶν ἐπιβολή, τήν φαραγγωθεῖσαν ψυχήν ἀναπληροῖ, καί τήν ὀρινομένην τῶν πονηρῶν πνευμάτων ταπεινοῖ δυναστείαν.
 (≡14Β_306≡> 10. Σκολιά κέκληκεν τά παρά φύσιν τῶν αἰσθήσεων κινήματα, ἰθυνόμενα ὅταν ὁ νοῦς αὐτά πρός τήν ἰδίαν αἰτίαν· λέγω δέ τόν Θεόν, κατά φύσιν κινεῖσθαι διδάξειεν.
11. Τάς τραχείας κέκληκεν, τάς τῶν ἀκουσίων πειρασμῶν συμβάσεις, εἰς ὁδούς λείας διά τῆς κατά τήν εὐχαριστίαν ὑπομονῆς μεταπιπτούσας.
12. Τοῦ μέν θανάτου μήτηρ ἐστίν ἡ ἡδονή· τῆς ἡδονῆς δέ θάνατός ἐστιν ὁ πόνος, ὅ τε προαιρετικός καί ὁ παρά προαίρεσιν.
13. Ὁ τήν ἀρετήν ἀγαπῶν, τήν τῶν ἡδονῶν ἑκουσίως ἀπομαραίνει κάμινον· ὁ δέ τῇ γνώσει τῆς ἀληθείας πεποιωμένος τόν νοῦν, ἀκουσίοις οὐκ ἐπέχεται πόνοις τῆς κατὰ τήν ἔφεσιν πρός τόν Θεόν φερούσης ἀεικινησίας.
14. Ὅτι διά τῆς παραβάσεως ἡ ψυχή κοιλανθεῖσα, τοῖς δαίμοσι καθάπερ ὄρεσιν τό ὕψος δέδωκεν· τουτέστι τό καθ᾿ ἑαυτῆς κράτος.
15. Ἀρετή κατά τήν πρᾶξιν ἐνεργουμένη, φωνή γίνεται τῆς βοώσης γνώσεως, ὡς ἐν ἐρήμῳ, τῇ παθῶν ἐστερημένῃ καταστάσει τῆς ψυχῆς. Πρόδρομος γάρ τῆς ἀληθοῦς σοφίας ἡ ἀρετή, μηνύουσα τήν μετ᾿ αὐτήν κατ᾿ οἰκονομίαν φανησομένην ἀλήθειαν, πρό αὐτῆς κατ᾿ αἰτίαν ὑπάρχουσαν.

ΜΗ (48). ΠΕΡΙ ΤΩΝ ΛΑΚΚΩΝ ΚΑΙ ΠΥΡΓΩΝ ΟΖΙΟΥ ΒΑΣΙΛΕΩΣ ΙΟΥΔΑ.
48. ΕΡΩΤΗΣΙΣ ΜΗ'
Περὶ τοῦ Ὀζίου φησὶν ἡ δευτέρα τῶν Παραλειπομένων ὅτι ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου, καὶ ἦν ἐκζητῶν τὸν Κύριον ἐν ταῖς ἡμέραις Ζαχαρίου τοῦ συνιέντος ἐν φόβῳ Κυρίου. Καὶ εὐόδωσεν αὐτῷ ὁ Κύριος. Καὶ ᾠκοδόμησεν Ὀζίας πύργους ἐν Ἱερουσαλὴμ καὶ ἐπὶ τὴν πύλην τῆς γωνίας καὶ ἐπὶ τὴν γωνίαν τῆς φάραγγος καὶ ἐπὶ τῶν γωνιῶν καὶ κατίσχυσεν. Καὶ ᾠκοδόμησεν πύργους ἐν τῇ ἐρήμῳ καὶ ἐλατόμησεν λάκκους πολλούς, ὅτι κτήνη πολλὰ ὑπῆρχεν αὐτῷ ἐν Σεφιλᾷ καὶ ἐν τῇ πεδινῇ καὶ ἀμπελουργοὶ ἐν τῇ ὀρεινῇ καὶ ἐν τῷ Καρμήλῳ, ὅτι γεωργὸς ἦν. Τίνες οἱ πύργοι καὶ τίς ἡ (≡14Β_308≡> πύλη τῆς γωνίας καὶ τίς ἡ φάραγξ καὶ ἡ γωνία αὐτῆς; καὶ τίνες πάλιν αἱ γωνίαι τίνες τε οἱ ἐν τῇ ἐρήμῳ πύργοι; καὶ τίνες οἱ λελατομημένοι λάκκοι τίνα τε τὰ κτήνη; καὶ τίς ἡ Σεφιλὰ καὶ ἡ πεδινὴ τίνες τε οἱ ἀμπελουργοί; καὶ τίς ἡ ὀρεινὴ καὶ ὁ Κάρμηλος καὶ τὸ ὅτι γεωργὸς ἦν;
Ἀπόκρισις.
Ἐλθέ, Λόγε Θεοῦ πανύμνητε, δὸς τῶν οἰκείων λόγων τὴν σύμμετρον ἡμῖν ἀποκάλυψιν καί, περιελὼν τὴν τῶν ἐπικαλυμμάτων παχύτητα, δεῖξον ἡμῖν, Χριστέ, τὸ κάλλος τῶν νοουμένων. Λαβοῦ τῆς χειρὸς ἡμῶν τῆς δεξιᾶς, τῆς ἐν ἡμῖν λέγω νοερᾶς δυνάμεως, καὶ ὁδήγησον ἐν τῇ ὁδῷ τῶν ἐντολῶν σου καὶ εἰς τὸν τόπον ἄγαγε τῆς θαυμαστῆς σου σκηνῆς ἕως τοῦ οἴκου τοῦ Θεοῦ ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχους ἑορτάζοντος, ὅπως καὶ ἡμεῖς, διὰ τῆς κατὰ τὴν πρᾶξιν ἐξομολογήσεως καὶ τῆς κατὰ τὴν θεωρίαν ἀγαλλιάσεως πρὸς τὸν σὸν τῆς εὐωχίας ἄφραστον τόπον ἐλθεῖν ἀξιωθέντες, συνηχήσωμεν τοῖς ἐκεῖσε πνευματικῶς ἑορτάζουσιν, τὴν τῶν ἀλαλήτων γνῶσιν ἀσιγήτοις νοῦ φωναῖς ἀναμέλποντες. Καί μοι σύγγνωθι, Χριστέ, καὶ ἵλαθι διὰ τὴν τῶν ἀξίων σου δούλων ἐπιταγὴν κατατολμῶντι τῶν ὑπὲρ δύναμιν, καὶ φώτισον πρὸς τὴν τῶν προκειμένων θεωρίαν τὴν ἀφώτιστόν μου διάνοιαν, ἵνα πλέον δοξασθῇς, τυφλοῖς τὸ βλέπειν διδοὺς καὶ μογιλάλοις τρανὴν τὴν γλῶσσαν ποιούμενος.
Οἶμαι τοίνυν ὅτι, ὥσπερ ἕως τινὸς Χριστοῦ τοῦ Θεοῦ τύπος ὑπῆρχεν ὁ Σολομῶν, οὕτως καὶ Ὀζίας ἕως τινὸς τύπος ἦν τοῦ Σωτῆρος. Ἰσχὺν γὰρ Θεοῦ πρὸς τὴν ἑλλάδα φωνὴν μεταφερόμενον σημαίνει Ὀζίου τὸ ὄνομα, ἰσχὺς δὲ φυσικὴ καὶ δύναμις ἐνυπόστατος τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς (≡14Β_310≡> Χριστός, ὁ εἰς κεφαλὴν γωνίας γενόμενος λίθος, λέγω δὲ τῆς Ἐκκλησίας. Ὡς γὰρ ἡ γωνία δύο τοίχων ποιεῖται δι᾽ ἑαυτῆς πρὸς ἀλλήλους συνάφειαν, οὕτως ἡ τοῦ Θεοῦ Ἐκκλησία τῶν δύο λαῶν, τοῦ τε ἐξ ἐθνῶν καὶ τοῦ ἐξ Ἰουδαίων, ἕνωσις γίνεται, τὸν Χριστὸν ἔχουσα σύνδεσμον, τὸν οἰκοδομοῦντα τοὺς πύργους ἔν τε Ἱερουσαλήμ, τὴν ὅρασιν λέγω τῆς εἰρήνης, τοὺς θείους καὶ ἀκαθαιρέτους πρώτους τῶν περὶ θεότητος δογμάτων λόγους, ἤγουν ὀχυρώματα, καὶ ἐπὶ τὴν πύλην τῆς γωνίας τοὺς τῶν περὶ σαρκώσεως δογμάτων λόγους. Πύλη γὰρ καὶ θύρα τῆς Ἐκκλησίας αὐτός ἐστι πάλιν ὁ λέγων ἐγώ εἰμι ἡ θύρα, ἡ τοὺς πύργους ἔχουσα, τουτέστι τὰ ὀχυρώματα τῶν περὶ σαρκώσεως θείων δογμάτων, πύλη· δι᾽ ὧν φρουρουμένους εἰς τὴν γωνίαν, τὴν Ἐκκλησίαν λέγω, δεῖ ποιεῖσθαι τοὺς καλῶς πιστεύειν βουλομένους τὴν εἴσοδον. Ὁ γὰρ τοῖς πύργοις τῶν θείων δογμάτων ὡς ἀληθείας ὀχυρώμασι καθωπλισμένος τοὺς ἐπηρεαστὰς οὐ φοβεῖται λόγους ἢ δαίμονας.
Καὶ ἐπὶ τὴν γωνίαν τῆς φάραγγος. Φάραγξ ἐστὶν ἡ σάρξ, γωνία δὲ ταύτης ἐστὶν ἡ πρὸς τὴν ψυχὴν κατὰ τὴν ἐν πνεύματι συνάφειαν ἕνωσις· ἐφ᾽ ἧς οἱ πύργοι, ἤγουν τὰ ὀχυρώματα τῶν ἐντολῶν, οἰκοδομοῦνται καὶ τὰ ἐπ᾽ αὐταῖς κατὰ τὴν διάκρισιν δόγματα, πρὸς τὸ φυλαχθῆναι τῆς σαρκὸς πρὸς τὴν ψυχὴν ἀδιάλυτον καθάπερ γωνίαν τὴν ἕνωσιν.
Καὶ ἐπὶ τῶν γωνιῶν ᾠκοδόμησε πύργους. Γωνίας τυχὸν εἶπεν ὁ λόγος τὰς διὰ Χριστοῦ γεγενημένας διαφόρους τῶν διῃρημένων κτισμάτων ἑνώσεις. ῞Ηνωσε γὰρ τὸν ἄνθρωπον, τὴν κατὰ τὸ ἄρρεν καὶ θῆλυ διαφορὰν τῷ πνεύματι μυστικῶς ἀφελόμενος καὶ τῶν ἐν τοῖς πάθεσιν ἰδιωμάτων καταστήσας ἐπ᾽ ἀμφοῖν ἐλεύθερον τὸν λόγον τῆς φύσεως. ῞Ηνωσεν δὲ καὶ τὴν γῆν, τὴν κατὰ τὸν αἰσθητὸν παράδεισον καὶ τὴν οἰκουμένην διώσας ἐξαλλαγήν. ῞Ηνωσεν δὲ καὶ τὴν γῆν καὶ τὸν οὐρανόν, μίαν ἀποδείξας πρὸς ἑαυτὴν νεύουσαν τὴν φύσιν τῶν αἰσθητῶν. (≡14Β_312≡> ῞Ηνωσεν δὲ καὶ τὰ αἰσθητὰ καὶ τὰ νοητά, καὶ μίαν ἀπέδειξεν οὖσαν τὴν τῶν γεγονότων φύσιν, κατά τινα λόγον μυστικὸν συναπτομένην. ῞Ηνωσεν δέ, κατὰ τὸν ὑπὲρ φύσιν λόγον τε καὶ τρόπον, καὶ τὴν κτιστὴν φύσιν τῇ ἀκτίστῳ. Καὶ ἐφ᾽ ἑκάστης ἑνώσεως ἤγουν γωνίας, τοὺς συνεκτικούς τε καὶ συνδετικοὺς τῶν θείων δογμάτων ὀχυρώσας, ᾠκοδόμησεν πύργους.
Καὶ ᾠκοδόμησεν πύργους ἐν τῇ ἐρήμῳ. Ἔρημός ἐστιν ἡ τῶν φαινομένων φύσις ἤγουν ὁ κόσμος οὗτος, ἐν ᾧ πύργους οἰκοδομεῖν πέφυκεν ὁ Λόγος, τὰς εὐσεβεῖς περὶ τῶν ὄντων δόξας τοῖς αἰτοῦσι δωρούμενος, τουτέστι τοὺς τῶν περὶ τῆς φυσικῆς θεωρίας δογμάτων ὀρθοὺς ἐν πνεύματι λόγους.
Καὶ ἐλατόμησε λάκκους πολλούς, ὅτι κτήνη πολλὰ ὑπῆρχε αὐτῷ ἐν Σεφιλᾷ καὶ ἐν τῇ πεδινῇ καὶ ἀμπελουργοὶ ἐν τῇ ὀρεινῇ καὶ ἐν τῷ Καρμήλῳ, ὅτι γεωργὸς ἦν. Λάκκους λατομεῖ ὁ Κύριος ἐν τῇ ἐρήμῳ, λέγω δὲ τῷ κόσμῳ καὶ τῇ φύσει τῶν ἀνθρώπων, τὰς τῶν ἀξίων καρδίας ἐκχοΐζων καὶ ἀποκαθαίρων τοῦ ὑλικοῦ βάρους τε καὶ φρονήματος καὶ ποιῶν εὐρυχώρους πρὸς ὑποδοχὴν τῶν θείων τῆς σοφίας καὶ τῆς γνώσεως ὑετῶν, ἵνα ποτίζωσιν τὰ κτήνη τοῦ Χριστοῦ, τοὺς δεομένους λέγω, διὰ ψυχῆς νηπιότητα, τῆς ἠθικῆς διδασκαλίας.
Τά τε ἐν Σεφιλᾷ κτήνη. Σεφιλὰ ἑρμηνεύεται λεκάνη στενή. Δηλοῖ δὲ τοὺς διὰ τῶν ἀκουσίων καθαιρομένους πειρασμῶν καὶ λευκαινομένους τῶν κατὰ ψυχὴν καὶ σῶμα μολυσμῶν, δεομένους ποτισθῆναι καθάπερ ὕδωρ τὸν περὶ καρτερίας καὶ ὑπομονῆς λόγον.
Καὶ ἐν τῇ πεδινῇ· τοὺς τῷ πλάτει δηλονότι τῶν δεξιῶν πραγμάτων κατὰ ῥοῦν αὐτοῖς φερομένων εὐθηνουμένους ἢ τοὺς ἐν ἀρεταῖς εὐδρομοῦντας καὶ τῷ νόμῳ τῶν ἐντολῶν ἀπαθῶς πλατυνομένους, δεομένους καὶ αὐτοὺς ποτισθῆναι τὸν περὶ ταπεινοφροσύνης μεταδόσεώς τε καὶ συμπαθείας τῶν ἀσθενεστέρων (≡14Β_314≡> καὶ τῆς τῶν δοθέντων αὐτοῖς εὐχαριστίας λόγον.
Καὶ ἀμπελουργοὶ ἐν τῇ ὀρεινῇ καὶ ἐν τῷ Καρμήλῳ. Ἀμπελουργοὶ μέν εἰσιν ἐν τῇ ὀρεινῇ οἱ τὸν θεῖον καὶ ἐκστατικὸν τῆς γνώσεως καὶ τῆς καρδίας εὐφραντικὸν ἐν τῷ ὕψει τῆς θεωρίας φιλοπονοῦντες λόγον. Οἱ δὲ ἐν τῷ Καρμήλῳ ἀμπελουργοὶ τυγχάνουσιν οἱ κατὰ θεωρίαν ὑψηλῶς τὸν περὶ τῆς τελείας καθάρσεως καὶ τῆς τῶν ὄντων παντελοῦς ἀφαιρέσεως ἀσκούμενοι λόγον. Ἐπίγνωσις γὰρ περιτομῆς ὁ Κάρμηλος ἑρμηνεύεται· ἐφ᾽ ὃν ὁ γεωργῶν ἄμπελον τὸν τῆς περιτομῆς μυστικὸν λόγον γεωργεῖ, κατ᾽ ἐπίγνωσιν τὸν νοῦν περιτέμνων τῆς ὕλης καὶ τῶν ὑλικῶν, ἀλλ᾽ οὐκ ἰουδαϊκῶς τὴν αἰσχύνην δόξαν ἡγούμενος. Χρῄζειν δὲ καὶ τούτους φησὶν ὁ λόγος τοῦ ἐκ τῶν λατομηθέντων ἐν τῇ ἐρήμῳ λάκκων θείου τῆς σοφίας νάματος, ἵνα κατὰ τὴν ἀναλογίαν τῆς πίστεως ἕκαστος τὸν ἐπιτήδειον δέχηται λόγον ἐκ τῶν πεπιστευμένων τὴν χάριν τῆς τοῦ σωτηρίου λόγου διδασκαλίας· δι᾽ οὗ μεγαλοφυῶς τῆς τοῦ καθέκαστον ἐπιμελεῖται ψυχῆς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ καλὸς καὶ ἐπιστήμων γεωργὸς καὶ ὢν καὶ ἀεὶ γινόμενος καὶ πάντα τὰ προειρημένα τῆς ἡμῶν ἕνεκεν σωτηρίας πραξάμενος.
Οὕτω μὲν οὖν ἐπιτόμως ἡμῖν καθ᾽ ἕνα τρόπον τε θεωρήσθω τὰ προτεθέντα, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὑφηγούμενα. Καθ᾽ ἕτερον δὲ τρόπον, καὶ εἰς τὸν καθέκαστον νοῦν θεωρούμενα, πλείστην ἔχει δύναμιν πρὸς ἀπαρτισμὸν τελειότητος τῶν τῷ φόβῳ καὶ τῇ ἀγάπῃ τοῦ Κυρίου πεφρουρημένων. Πρὶν δὲ τῆς αὐτῶν ἅψασθαι θεωρίας, ἀπορῶ θαυμάζων πῶς ἠδύνατο τῆς Ἰουδαίας ὑπάρχων βασιλεὺς ὁ Ὀζίας κατὰ τὴν ἱστορίαν ἔχειν ἀμπελουργοὺς ἐν τῷ Καρμήλῳ, μὴ ὄντι ὑπὸ τὴν βασιλείαν Ἰούδα, ἀλλὰ τῇ τοῦ Ἰσραὴλ ὑποκειμένῳ βασιλείᾳ· ἐφ᾽ οὗ καὶ ἡ πόλις αὐτὴ τῆς τοῦ Ἰσραὴλ βασιλείας σχεδὸν ᾠκοδόμητο. Ἀλλ᾽ ὡς ἔοικε τὸ νωθρὸν ἡμῶν τῆς διανοίας πρὸς ἔρευναν τῆς ἀληθείας διεγείρων ὁ λόγος τὸ μηδαμῶς ὑπάρχον τῷ τῆς ἱστορίας ὕφει παρέμιξεν.
Ὀζίας τοίνυν ἐστὶν ὁ περὶ πρᾶξιν καὶ θεωρίαν τὴν θείαν (≡14Β_316≡> ἰσχὺν κεκτημένος νοῦς· ἰσχὺς γὰρ Θεοῦ, καθὼς ἔφην, ἑρμηνεύεται. Καὶ ἦν φησιν Ὀζίας ἐκζητῶν τὸν Κύριον ἐν ταῖς ἡμέραις Ζαχαρίου τοῦ συνιέντος ἐν φόβῳ Κυρίου. Ζαχαρίας ἑρμηνεύεται μνήμη Θεοῦ. Οὐκοῦν ὁ νοῦς, ἐφ᾽ ὅσον ἔχει ζῶσαν ἐν ἑαυτῷ τὴν τοῦ Θεοῦ μνήμην, διὰ τῆς θεωρίας ἐκζητεῖ τὸν Κύριον, καὶ οὐχ ἁπλῶς, ἀλλ᾽ ἐν φόβῳ Κυρίου, τουτέστιν ἐν τῇ πράξει τῶν ἐντολῶν. Ὁ γὰρ ἐκζητῶν διὰ θεωρίας τὸν Κύριον χωρὶς πράξεως, οὐχ εὑρίσκει τὸν Κύριον, ὅτι οὐκ ἐν φόβῳ Κυρίου τὸν Κύριον ἐξεζήτησεν.
Καὶ εὐόδωσεν αὐτῷ ὁ Κύριος. Παντὶ γὰρ τῷ μετὰ γνώσεως πράττοντι εὐοδοῖ ὁ Κύριος, τούς τε τῶν ἐντολῶν διδάσκων τρόπους καὶ τοὺς τῶν ὄντων ἀληθεῖς λόγους ἀποκαλύπτων.
Καὶ ᾠκοδόμησεν Ὀζίας πύργους ἐν Ἱερουσαλήμ. Ὁ καλῶς εὐοδούμενος ἐπὶ τὴν διὰ θεωρίας ἐκζήτησιν τοῦ Κυρίου μετὰ τοῦ ἐπιβεβλημένου φόβου, τουτέστι τῆς τῶν ἐντολῶν πράξεως, οἰκοδομεῖ πύργους ἐν Ἱερουσαλήμ, κατὰ τὴν ἁπλῆν δηλαδὴ καὶ ἠρεμαίαν τῆς ψυχῆς κατάστασιν τοὺς περὶ θεότητος ἀνυψῶν λόγους.
Καὶ ἐπὶ τὴν πύλην τῆς γωνίας. Πύλη τῆς γωνίας, ἤγουν τῆς ἐκκλησιαστικῆς πίστεως, ἔστιν ἡ εὐσεβὴς πολιτεία, δι᾽ ἧς εἰς τὴν τῶν ἀγαθῶν εἰσαγόμεθα κληρονομίαν· ἐφ᾽ ἧς καθάπερ πύργους ἰσχυρούς τε καὶ γενναίους ὁ γνωστικὸς νοῦς τὰ ὀχυρώματα τῶν θείων περὶ σαρκώσεως δογμάτων οἰκοδομεῖ, ὡς ἐκ λίθων τινῶν τῶν διαφόρων νοημάτων συγκείμενα, καὶ τοὺς τρόπους τῶν ἀρετῶν εἰς τὴν φυλακὴν τοῦ ἔργου τῶν ἐντολῶν.
Καὶ ἐπὶ τὴν γωνίαν τῆς φάραγγος. Φάραγξ ἐστὶν ἡ σάρξ, γωνία δὲ ταύτης ἡ πρὸς τὴν ψυχὴν διὰ τοῦ νόμου τῶν ἐντολῶν ἐστιν ἕνωσις· ἐφ᾽ ἧς καθάπερ πύργον οἰκοδομεῖ τὴν κατὰ τὸν νόμον τοῦ Πνεύματος ὑποτάσσουσαν τῇ ψυχῇ τὴν σάρκα διάγνωσιν.
Καὶ ἐπὶ τῶν γωνιῶν. Πολλάς φησιν εἶναι τὰς γωνίας, (≡14Β_318≡> ἐφ᾽ ὧν ᾠκοδομηκέναι λέγεται τοὺς πύργους ὁ κατὰ Θεὸν ἰσχυρότατος νοῦς. Γωνία ἐστὶν οὐ μόνον ἐπὶ τῆς αὐτῆς φύσεως ἡ τῶν μερῶν πρὸς τὰ καθόλου κατὰ τὸν αὐτὸν τοῦ εἶναι λόγον ἕνωσις, ὡς φέρε εἰπεῖν πρὸς τὰ εἴδη τὰ ὑπ᾽ αὐτὰ ἄτομα καὶ πρὸς τὰ γένη τὰ εἴδη καὶ πρὸς τὴν οὐσίαν τὰ γένη, μοναδικῶς κατὰ τὸ πέρας τῶν ἄκρων ἀλλήλοις συναπτομένων, ἐφ᾽ ὧν οἱ καθόλου τῶν μερῶν προφανέντες λόγοι ποιοῦνται καθάπερ γωνίας τὰς πολλὰς καὶ διαφόρους τῶν διῃρημένων ἑνώσεις, ἀλλὰ καὶ νοῦ πρὸς αἴσθησιν καὶ οὐρανοῦ πρὸς γῆν καὶ αἰσθητῶν πρὸς νοητὰ καὶ φύσεως πρὸς λόγον, ἐφ᾽ ὧν ἁπάντων κατὰ τὴν οἰκείαν ἐπιστήμην τὰς ἀληθεῖς ἐφ᾽ ἑκάστῳ δόξας πηξάμενος ὁ θεωρητικὸς νοῦς ἐπὶ τῶν γωνιῶν σοφῶς οἰκοδομεῖ τοὺς νοητοὺς πύργους, τουτέστιν ἐπὶ τῶν ἑνώσεων τὰ συνδετικὰ τῶν ἑνώσεων δόγματα.
Καὶ κατίσχυσε καὶ ᾠκοδόμησε πύργους ἐν τῇ ἐρήμῳ καὶ ἐλατόμησε λάκκους πολλούς. Ὁ τῶν παθῶν ἐξηλῶσαι δυνηθεὶς τὰς αἰσθήσεις καὶ τῆς τῶν αἰσθήσεων σχέσεως τὴν ψυχὴν ἀποδιαστείλας κατίσχυσεν ἀποτειχίσαι τὴν γενομένην τοῦ διαβόλου πρὸς τὸν νοῦν διὰ μέσων τῶν αἰσθήσεων εἴσοδον, καὶ διὰ τοῦτο κατὰ τὴν ἔρημον, φημὶ δὲ τὴν φυσικὴν θεωρίαν, οἱονεὶ πύργους ἀσφαλεῖς τὰς εὐσεβεῖς περὶ τῶν ὄντων ᾠκοδόμησε δόξας· ἐν αἷς ὁ καταφεύγων οὐ φοβεῖται τοὺς κατὰ τὴν ἔρημον ταύτην, λέγω δὲ τὴν φύσιν τῶν ὁρωμένων, λῃστεύοντας δαίμονας καὶ πλανῶντας τὸν νοῦν διὰ τῆς αἰσθήσεως καὶ πρὸς ἀγνοίας κατασύροντας ζόφον.
Καὶ ἐλατόμησε λάκκους πολλούς, τὰς διαφόρους δηλαδὴ τῶν κρειττόνων ἕξεις, τὰς δεκτικὰς τῶν θεόθεν χορηγουμένων κατὰ τὴν γνῶσιν μαθημάτων.
Ὅτι κτήνη πολλὰ ὑπῆρχεν αὐτῷ ἐν Σεφιλᾷ καὶ ἐν τῇ πεδινῇ καὶ ἀμπελουργοὶ ἐν τῇ ὀρεινῇ καὶ ἐν τῷ Καρμήλῳ, ὅτι γεωργὸς ἦν. Ὁ διὰ τῶν ὅπλων τῶν δεξιῶν καὶ ἀριστερῶν νομίμως ὑπὲρ ἀληθείας ἀθλῶν ἐκ τῶν περὶ τὴν ἀρετὴν καὶ τὴν (≡14Β_320≡> γνῶσιν διαφόρων ἕξεων, ὡς ἐκ λατομητῶν λάκκων, τὰ ἐν Σεφιλᾷ κτήνη, τουτέστι τὰ διὰ τῆς τῶν ἀκουσίων πειρασμῶν γυμναζόμενα πείρας περὶ τὸ σῶμα τῆς ψυχῆς κινήματα, πρὸς ὑπομονὴν ὑπαλείφει, ποτίζων τοὺς περὶ καρτερίας λόγους· τὰ δὲ ἐν τῇ πεδινῇ, τουτέστι τὰ διὰ τῶν δεξιῶν εὐθηνούμενα τῷ πλάτει τῶν ἀρετῶν τῆς ψυχῆς κινήματα, τοὺς περὶ ταπεινοφροσύνης καὶ μετριοπαθείας ποτίζει λόγους, πρὸς τὸ μήτε τοῖς ἀριστεροῖς καταπεσεῖν μήτε τοῖς δεξιοῖς ἐπαρθῆναι.
Καὶ ἀμπελουργοὶ ἐν τῇ ὀρεινῇ καὶ ἐν τῷ Καρμήλῳ. Αμπελουργοί εἰσιν ἐν τῇ ὀρεινῇ οἱ κατὰ τὸ ὕψος μένοντες τῆς θεωρίας καὶ τὴν ἐκστατικὴν καὶ ἀπόρρητον φιλοκαλοῦντες γνῶσιν εὐσεβεῖς λογισμοί· καὶ ἐν τῷ Καρμήλῳ οἱ τὸν περὶ τελείας ἀπαθείας τε καὶ καθάρσεως διὰ τῆς τῶν ἁπάντων, ὡς ἀκροβυστίας τινὸς τῷ γονίμῳ τῆς ψυχῆς περικειμένης, ἀφαιρέσεως γεωργοῦντες λόγον λογισμοί, καὶ οἷον γνωστικῶς περιτέμνοντες παντελῶς τοῦ νοῦ τὴν σχέσιν τῶν ὑλικῶν. Ἐπίγνωσις γὰρ περιτομῆς ὁ Κάρμηλός ἐστιν.
Γεωργὸν δέ φησιν εἶναι τὸν Ὀζίαν, ὅτι πᾶς νοῦς ἰσχὺν Θεοῦ πρὸς θεωρίαν ἔχων καὶ ἀληθής ἐστι γεωργός, καθαρὰ ζιζανίων διὰ τῆς οἰκείας σπουδῆς καὶ ἐπιμελείας τὰ θεῖα τῶν ἀγαθῶν διαφυλάττων σπέρματα, μέχρις οὗ συντηροῦσαν αὐτὸν ἔχει τοῦ Θεοῦ τὴν μνήμην. Φησὶ γὰρ καὶ ἦν ἐκζητῶν τὸν Κύριον ἐν ταῖς ἡμέραις Ζαχαρίου ἐν φόβῳ Κυρίου. Ζαχαρίαν δὲ μνήμην Θεοῦ πρὸς τὴν ἑλλάδα φωνὴν μεταφερόμενον οἶδεν ὁ λόγος. Διὸ πάντοτε δεηθῶμεν τοῦ Κυρίου τὴν σωτήριον αὐτοῦ ἡμῖν φυλαχθῆναι μνήμην, ἵνα μὴ διαφθείρῃ τὴν ψυχὴν τὸ κατορθούμενον, πρὸς ὕψος ἀρθεῖσαν καὶ τῶν ὑπὲρ φύσιν, ὡς ὁ Ὀζίας, κατατολμήσασαν.
ΣΧΟΛΙΑ
1. Σκηνήν λέγει θαυμαστήν τήν ἐξ ἡμῶν ἁγίαν τοῦ Θεοῦ σάρκα, (≡14Β_322≡> ὡς δίχα σπορᾶς ἐν αὐτῷ τό εἶναι λαβοῦσαν· οἶκον δέ, τήν νοεράν ψυχήν. Σάρκα γάρ νοερῶς ἐμψυχωμένην ἀῤῤήτως ἥνωσεν ἑαυτῷ γενόμενος ἄνθρωπος ὁ Λόγος τῷ ὁμοίῳ τό ὅμοιον ἀνακαθαίρων. Τόπος δέ, αὐτός ἐστιν ὁ Λόγος ὁ καθ᾿ ὑπόστασιν ἀτρέπτως ἐν ἑαυτῷ τήν φύσιν πηξάμενος. Πρός ταύτην οὖν τήν σκηνήν σάρκα διερχόμεθα, τήν ἡμετέραν διά τῶν ἀρετῶν ἁγιάζοντες σάρκα, δι᾿ ὧν σύμμορφος πέφυκεν γίνεσθαι τῷ σώματι τῆς δόξης αὐτοῦ κατά τήν χάριν τοῦ Πνεύματος· καί ἕως τοῦ οἴκου τοῦ Θεοῦ διά τῆς ἀμιγοῦς θεωρίας, κατά τήν ἁπλῆν καί ἀδιαίρετον γνῶσιν, πρός αὐτήν ἀφικνούμενοι τήν νοεράν τοῦ Κυρίου ψυχήν· ἵνα καί ἡμεῖς νοῦν Χριστοῦ κατά τόν Ἀπόστολον τῇ μεθέξει τοῦ Πνεύματος ἔχωμεν, γινόμενοι κατά χάριν δι᾿ αὐτόν ὅσαπερ αὐτός φύσει κατ᾿ οἰκονομίαν γέγονεν δι᾿ ἡμᾶς.
2. Τόν ἀκρογωνιαῖον λίθον σύνδεσμον κέκληκεν τῆς γωνίας, ἤγουν Ἐκκλησίας.
3. Πύλην γωνίας τήν σάρκωσιν λέγει, πύλην οὖσαν τῆς Ἐκκλησίας· πύργους δέ, τά ὀρθά περί τῆς σαρκώσεως δόγματα.
4. Φάραγγος γωνίαν εἶπεν, τήν τε πρός τήν ψυχήν κατά φύσιν ἕνωσιν τῆς σαρκός· τήν τε κατά Πνεῦμα πρός αὐτήν τῆς ψυχῆς ὡς ἀρετῆς ὑπουργόν συνάφειαν.
5. Γωνίας ἁπλῶς λέγει, τάς τῶν ὄντων διαφόρους ἑνώσεις· ἤγουν τάς τῶν διαφόρων γενικωτέρων φύσεων πρός ἀλλήλας εἰς μίαν σύννευσιν ἑνώσεις.
6. Ὅτι πᾶσα ἕνωσις τῶν εἰρημένων κτισμάτων, λόγον ἔχει σοφίας, καθ᾿ ὅν γίνεται· οὕστινας πύργους γωνιῶν εἶπεν ὁ λόγος. Ὀχύρωμα γάρ καί πύργωσίς ἐστιν ἑκάστου τῶν ὄντων, ὅ τε κατ᾿ οὐσίαν τῆς ἐπ᾿ αὐτὰ γνώσεως, καί ὁ πρός ἄλληλα πάντων συνδετικός εἰς μίαν σύννευσιν λόγος.
7. Πύργους ἐν τῇ ἐρήμῳ φησί τούς περί φύσεως λόγους.
 (≡14Β_324≡> 8. Λάκκους ἐκάλεσεν, τάς δεκτικάς τῶν οὐρανίων χαρισμάτων τῆς ἁγίας γνώσεως καρδίας, λατομουμένας τῷ στεῤῥῷ λόγῳ τῶν ἐντολῶν· καί ἀποβαλλομένας καθάπερ πορώματα τήν τε πρός τά πάθη φιλίαν, καί τήν πρός τά αἰσθητά τῆς φύσεως σχέσιν· καί πληρουμένας τῆς ἄνωθεν φερομένης ῥυπτικῆς τε τῶν παθῶν, καί ζωοποιητικῆς καί οἷον θρεπτικῆς τῶν ἀρετῶν ἐν πνεύματι γνώσεως.
9. Τά κτήνη τῆς Σεφιλά, τούς τήν ἠθικήν παιδευομένους διά πολλῶν θλίψεων φιλοσοφίαν, δεομένους τήν ὑπομονήν διδασκόντων λόγων φησίν.
10. Τά κτήνη τῆς πεδινῆς φησιν, τούς εὐδρομοῦντας ἐν ἀρεταῖς, καί ἀπαθεῖς τοῦ χείρονος διαμένοντας, δεομένους τῶν περί εὐχαριστίας λόγων τε καί διδαγμάτων.
11. Τήν ἁπλῶς ὀρεινήν λέγει, τήν ὑψηλήν ἐν Πνεύματι θεωρίαν τῆς φύσεως, ἥν γεωργοῦσιν οἱ τῶν αἰσθητῶν ἀπογενόμενοι φαντασιῶν, καί πρός τούς αὐτῶν νοητούς διά μέσων τῶν ἀρετῶν διαβάντες λόγους.
12. Κάρμηλος μέν ἐστιν τό ὕψος τῆς κατά τήν περιτομήν ἐπιγνώσεως. Περιτομή δέ καθέστηκεν, εἴτε τῆς κατά φύσιν πρός γένεσιν ἀφαίρεσις διαθέσεως, εἴτε τῆς τοῦ νοῦ πρός τά ὄντα κατά διάθεσιν σχέσεως ἀπογένεσις. Ταύτης δέ προδήλως ἄμπελός ἐστι τῆς καταστάσεως, ὁ τήν σώφρονα διδούς ἔκστασιν τῆς προνοίας λόγος· ὅν γεωργοῦσιν οἱ περί μόνην τήν ἁπλῆν καί ἄναρχον μονάδα κινούμενοι ἄνδρες καί λογισμοί. Ὁ γάρ πρός μόνην ταύτην κινούμενος, ὥσπερ ἀκροβυστίαν ἀπέτεμεν ἑαυτοῦ, τήν καλύπτουσαν τήν αἰτίαν τῆς γενέσεως τῶν ὄντων διάθεσιν.
13. Φόβον Κυρίου κέκληκε τήν πρακτικήν φιλοσοφίαν· ἐκ τῆς ἀρχῆς τό τέλος. Ἀρχή γάρ σοφίας, φόβος Κυρίου.
 (≡14Β_326≡> 14. Ὁ περί θεότητος ὑψηλός λόγος, πύργος ἐστί κατά ψυχήν, ταῖς τῶν ἐντολῶν ἐνεργείαις ὀχυρούμενος.
15. Οἱ τῶν ἐπί μέρους λόγοι φησίν, τοῖς καθόλου προσχωροῦντες, τάς τῶν διῃρημένων ἑνώσεις ποιοῦνται. Διότι τῶν μερικωτέρων ἑνοειδῶς οἱ καθολικώτεροι τούς λόγους περιλαμβάνουσι· πρός οὕς φυσικῶς τήν ἀναφοράν ἔχει τά κατά μέρος.
16. Ὅτι καί τούτων ἐστί τι σχετικός ἐν Πνεύματι λόγος, τήν πρός ἄλληλα διδούς αὐτοῖς ἕνωσιν.
17. Ὁ τήν εὐσεβῆ περί ἕκαστον δόξαν κτησάμενος, οὐ δέδοικε τούς διά τῶν φαινομένων τούς ἀνθρώπους πλανῶντας δαίμονας.
18. Ἡ ἄμπελος οἶνον ποιεῖ· ὁ οἶνος, μέθην ἡ μέθη, ἔκστασιν· οὐκοῦν καί ὁ ἐνεργής λόγος, ὅπερ ἐστίν ἡ ἄμπελος, γεωργούμενος ταῖς ἀρεταῖς, γεννᾷ τήν γνῶσιν· ἡ δέ γνῶσις γεννᾷ τήν καλήν ἔκστασιν, τήν τόν νοῦν τῆς κατ᾿ αἴσθησιν σχέσεως ἐξιστῶσαν.

ΜΘ (49). ΠΕΡΙ ΤΟΥ "ΚΑΙ ΕΙΔΕΝ ΕΖΕΚΙΑΣ ΟΤΙ ΗΚΕΙ ΣΕΝΝΑΧΕΙΡΙΜ".
49. ΕΡΩΤΗΣΙΣ ΜΘ'
Τί ἐστι πάλιν ἐν τῇ αὐτῇ βίβλῳ· καὶ εἶδεν Ἐζεκίας ὅτι ἥκει Σενναχειρὶμ καὶ τὸ πρόσωπον αὐτοῦ τοῦ πολεμῆσαι ἐν Ἱερουσαλήμ, καὶ ἐβουλεύσατο μετὰ τῶν πρεσβυτέρων αὐτοῦ καὶ δυνατῶν ἐμφράξαι τὰ ὕδατα τῶν πηγῶν, ἃ ἦν ἔξω τῆς πόλεως, καὶ συνεπίσχυσαν αὐτῷ. Καὶ συνήγαγεν λαὸν πολὺν καὶ ἐνέφραξεν τὰ ὕδατα τῶν πηγῶν καὶ τὸν ποταμὸν τὸν διορίζοντα διὰ τῆς πόλεως; Τί θέλει ταῦτα σημαίνειν κατὰ θεωρίαν;
Ἀπόκρισις.
Ὁ μετὰ γνώσεως μετιὼν τὴν πρακτικὴν φιλοσοφίαν νοῦς καὶ πᾶσαν διάκρισιν θείαν διεζωσμένος κατὰ τῆς ἐναντίας δυνάμεως (≡14Β_328≡> Ἐζεκίας ἐστίν, κατὰ τὸ ὄνομα αὐτοῦ κράτος θεῖον ἑρμηνευόμενος καὶ διὰ τοῦτο βασιλεύων τῆς Ἱερουσαλήμ, ἤγουν τῆς ψυχῆς ἢ τῆς ὁράσεως τῆς εἰρήνης, τουτέστι τῆς παθῶν ἀπηλλαγμένης γνωστικῆς θεωρίας· ὅς, ἐπειδὰν ἐπικεκινημένην ἴδῃ κατ᾽ αὐτοῦ τὴν ἀντικειμένην δύναμιν, δεόντως βουλεύεται μετὰ τῶν πρεσβυτέρων αὐτοῦ καὶ δυνατῶν ἐμφράξαι τὰ ὕδατα τῶν ἔξω τῆς πόλεως πηγῶν. Ἄρχοντες δὲ τυγχάνουσι τοῦ τοιούτου νοὸς ὁ τῆς πίστεως λόγος καὶ ὁ τῆς ἐλπίδος καὶ ὁ τῆς ἀγάπης, πρεσβυτικῶς δυναστεύοντες πάντων τῶν κατὰ ψυχὴν θείων νοημάτων τε καὶ λογισμῶν καὶ σοφῶς τῷ νῷ συμβουλεύοντες, κατὰ ταὐτὸν ὁμοῦ καὶ συνεπισχύοντες κατὰ τῆς ἐναντίας δυνάμεως καὶ τοὺς τρόπους τῆς αὐτῆς καθαιρέσεως ὑποδεικνύντες. Χωρὶς γὰρ πίστεως καὶ ἐλπίδος καὶ ἀγάπης οὐδὲν οὔτε τῶν κακῶν καταργεῖται παντελῶς οὔτε τῶν καλῶν κατορθοῦται τὸ σύνολον. Ἡ μὲν γὰρ πίστις πείθει τῷ Θεῷ προσχωρεῖν τὸν νοῦν πολεμούμενον, πάσης αὐτῷ γινομένη παρασκευῆς ὅπλων ἀσωμάτων πρὸς τὸ θαρρεῖν παραμύθιον. Ἡ ἐλπὶς δὲ τῆς θείας αὐτῷ καθίσταται βοηθείας ἐγγυητὴς ἀψευδέστατος, τὴν τῶν ἐναντίων καθαίρεσιν ἐπαγγελλομένη δυνάμεων. Ἡ δὲ ἀγάπη δυσμετακίνητον, μᾶλλον δὲ πάμπαν ἀκίνητον τῆς θείας στοργῆς αὐτὸν εἶναι παρασκευάζει, καὶ πολεμούμενον, προσηλοῦσα τῷ θείῳ πόθῳ πᾶσαν αὐτοῦ τὴν τῆς ἐφέσεως δύναμιν.
Καὶ συνᾴδει γε τούτοις τοῖς ῥήμασιν ἑρμηνευόμενα τὰ τῶν ἀρχόντων ὀνόματα. Ἄρχοντες δὲ τοῦ Ἐζεκίου κατ᾽ ἐκεῖνον ὑπῆρχον τὸν χρόνον Ἐλιακὶμ ὁ τοῦ Χελκίου ὁ οἰκονόμος καὶ Σομνᾶς ὁ γραμματεὺς καὶ Ἰωὰχ ὁ τοῦ Ἀσὰ[φ] ὁ ὑπομνηματογράφος. Ἑρμηνεύεται δὲ ὁ μὲν Ἐλιακὶμ Θεοῦ ἀνάστασις, ὁ δὲ πατὴρ αὐτοῦ Χελκίας μερὶς Θεοῦ. Οὐκοῦν θείας μερίδος, ἤγουν γνώσεως ἀληθοῦς, υἱὸς πρῶτός τε καὶ μόνος ὁ κατὰ τὴν πίστιν τῆς ἐν ἡμῖν θείας ἀναστάσεώς ἐστι λόγος, μετὰ τῆς δεούσης κατὰ τὴν γνῶσιν οἰκονομίας ἤγουν διακρίσεως καλῶς διαφέρων τάς τε τῶν ἑκουσίων καὶ ἀκουσίων πειρασμῶν ἐπαναστάσεις. (≡14Β_330≡> Σομνᾶς δὲ ὁ γραμματεὺς ἑρμηνεύεται ἐπιστροφή, σαφῶς μηνύουσα δι᾽ ἑαυτῆς τὸν πληρέστατον τῆς θείας ἐλπίδος λόγον, οὗ χωρὶς οὐδαμῶς οὐδενὶ καθοτιοῦν πρὸς Θεὸν ἐπιστροφὴ γίνεσθαι πέφυκεν, εἴπερ ἐλπίδος ἴδιον τὸ γραμματεύειν ἤγουν διδάσκειν τε καὶ ὑπ᾽ ὄψιν ἄγειν ὡς παρόντα τὰ μέλλοντα καὶ μηδαμῶς ἀπεῖναι πείθειν τῶν πολεμουμένων ὑπὸ τῆς ἀντικειμένης δυνάμεως τὸν ὑπερασπίζοντα Θεόν, ὑπὲρ οὗ καὶ δι᾽ ὃν τοῖς ἁγίοις ὁ πόλεμος. Ἰωὰχ δὲ ὁ τοῦ Ἀσὰφ ὁ ὑπομνηματογράφος ἑρμηνεύεται ἀδελφότης Θεοῦ, καὶ Ἀσὰφ ὁ πατὴρ αὐτοῦ συναγωγή. Οὐκοῦν τῆς κατὰ τὸ αὐτὸ περὶ τὰ θεῖα συναγωγῆς τε καὶ ἑνώσεως τῶν ψυχικῶν δυνάμεων, τουτέστι τῆς λογικῆς καὶ θυμικῆς καὶ ἐπιθυμητικῆς, ἡ ἀγάπη καθέστηκε γέννημα· καθ᾽ ἣν ἐγγράφοντες τῇ μνήμῃ τὸ τῆς θείας ὡραιότητος κάλλος οἱ τὸ ἰσότιμον ἤδη πρὸς Θεὸν διὰ τῆς χάριτος κομισάμενοι—τῆς γὰρ ἰσοτιμίας τὴν χάριν σημαίνει προδήλως ἡ ἀδελφότης—ἀνεπίληστον ἔχουσι τῆς τῷ ἡγεμονικῷ τῆς ψυχῆς ὑπομνηματογραφούσης τε καὶ ἐντυπούσης τὸ ἀκήρατον κάλλος [τῆς] θείας ἀγάπης τὴν ἔφεσιν.
Ἐπειδὴ τοίνυν ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ποσῶς ἐκ τῆς τῶν ὀνομάτων ἑρμηνείας κατεστοχάσατο τῆς ἀληθείας ὁ λόγος· πᾶς νοῦς, κατὰ τὸν Ἐζεκίαν θείῳ κράτει διεζωσμένος, καθάπερ πρεσβυτέρους τινὰς καὶ ἄρχοντας κέκτηται τήν τε λογικὴν δύναμιν, ἐξ ἧς ἡ γνωστικὴ γεννᾶσθαι πέφυκε πίστις, καθ᾽ ἣν ἀεὶ παρόντα τὸν Θεὸν ἀρρήτως διδάσκεται καὶ ὡς παροῦσι συγγίνεται διὰ τῆς ἐλπίδος τοῖς μέλλουσι, καὶ τὴν ἐπιθυμητικὴν δύναμιν, καθ᾽ ἣν ἡ θεία συνέστηκεν ἀγάπη, δι᾽ ἦς, ἑκουσίως ἑαυτὸν προσηλώσας τῷ πόθῳ τῆς ἀκηράτου θεότητος, ἄλυτον ἔχει τοῦ ποθουμένου τὴν ἔφεσιν, ἔτι μὴν καὶ τὴν θυμικὴν δύναμιν, καθ᾽ ἣν ἀπρὶξ τῆς θείας εἰρήνης ἀντέχεται, ἐπιστύφων πρὸς τὸν θεῖον ἔρωτα τῆς ἐπιθυμίας τὴν κίνησιν. Ταύτας δὲ ἔχει τὰς δυνάμεις πᾶς νοῦς συνεργούσας αὐτῷ πρός τε τὴν τῆς (≡14Β_332≡> κακίας καθαίρεσιν καὶ τὴν τῆς ἀρετῆς σύστασίν τε καὶ συντήρησιν, ὡς μὲν πρεσβυτέρους, ὅτι πρῶται τῆς ψυχῆς καὶ συμπληρωτικαὶ τῆς αὐτῆς οὐσίας δυνάμεις ὑπάρχουσιν, ὡς ἄρχοντας δέ, ὅτι καὶ τῶν ἐξ αὐτῶν κινημάτων ἔχουσι τὴν ἀρχὴν καὶ τῶν ὑφ᾽ αὑτὰς ἐνεργημάτων βουλήσει τοῦ κινοῦντος νοὸς τὴν ἐξουσίαν. Αὗται καὶ συμβουλεύουσιν αὐτῷ καὶ συνεπισχύουσιν, ἵνα ἐμφράξῃ τὰ ὕδατα τῶν πηγῶν, ἃ ἦν ἔξω τῆς πόλεως, μᾶλλον δὲ κυριώτερον εἰπεῖν, ὑπάρχουσιν· ἀεὶ γὰρ τὸ διὰ τῆς ἱστορίας παρελθὸν ὡς παρὸν μυστικῶς διὰ τῆς θεωρίας ἐνέστηκεν· ταύτας ἔχων ὑγιεῖς καὶ ἀνεξαπατήτους, συνάγει τὸν πολὺν λαόν, τὰ ἐξ αὐτῶν εὐσεβῆ δηλονότι κατὰ φύσιν κινήματά τε καὶ διανοήματα. Ὕδατα δὲ τὰ ἔξω τῆς πόλεως, τουτέστι τῆς ψυχῆς, τὰ ποιοῦντα τὸν ποταμὸν τὸν διορίζοντα διὰ μέσου τῆς πόλεως, εἰσὶ τὰ κατὰ τὴν φυσικὴν θεωρίαν δι᾽ ἑκάστης αἰσθήσεως ἐκ τοῦ κατ᾽ αὐτὴν αἰσθητοῦ παραπεμπόμενά τε καὶ εἰσρέοντα τῇ ψυχῇ νοήματα· ἐξ ὧν ὁ διερχόμενος ὡς πόλιν τὴν ψυχήν, τῆς τῶν αἰσθητῶν ἐπιστήμης, ποταμοῦ δίκην, ἀποτελεῖται λόγος· ὃν ἕως ἔχῃ διερχόμενον αὐτὴν ἡ ψυχή, οὐκ ἀποβάλλεται τὰς τῶν αἰσθητῶν εἰκόνας τε καὶ φαντασίας, δι᾽ ὧν ἐφισταμένη πολεμεῖν αὐτὴν πέφυκεν ἡ πονηρὰ καὶ ὀλέθριος δύναμις. Διό φησιν Ἐζεκίας· μὴ ἔλθῃ βασιλεὺς Ἀσσοὺρ καὶ εὕρῃ ὕδωρ πολὺ καὶ κατισχύσῃ, ὡσανεὶ ἔλεγεν ὁ διαγνωστικὸς νοῦς ταῖς ἑαυτοῦ δυνάμεσιν ἐν τῷ καιρῷ τῆς τῶν παθῶν ἐπαναστάσεως· "παυσώμεθα τῆς φυσικῆς θεωρίας καὶ μόνῃ προσχωρήσωμεν τῇ προσευχῇ καὶ τῇ κατὰ τὴν πρακτικὴν φιλοσοφίαν κακοπαθείᾳ τοῦ σώματος —ὧν τῆς μὲν προσευχῆς ἡ εἰς τὸν ναὸν τοῦ Θεοῦ ἄνοδος τοῦ βασιλέως ἔφερε τύπον, τῆς δὲ σωματικῆς κακοπαθείας ἡ τοῦ σάκκου περιβολή—, μήπως τοῖς τῶν αἰσθητῶν νοήμασι συνεισβάλῃ κακούργως λαθὼν ὁ πονηρὸς τὰ τῶν αἰσθητῶν (≡14Β_334≡> εἴδη καὶ σχήματα, δι᾽ ὧν πέφυκε τὰ πάθη δημιουργεῖσθαι περὶ τὰς ἐπιφανείας τῶν ὁρατῶν, στάσιν λαμβανούσης διὰ τῆς μέσης αἰσθήσεως τῆς περὶ τὰ νοητὰ διαβάσεως τῆς ἐν ἡμῖν λογικῆς ἐνεργείας, καὶ κατισχύσῃ πορθῆσαι τὴν πόλιν, τουτέστι τὴν ψυχήν, καὶ εἰς Βαβυλῶνα, λέγω δὲ τὴν τῶν παθῶν σύγχυσιν, κατασύρῃ».
Ὁ τοίνυν ἐν καιρῷ τῆς τῶν παθῶν ἐπαναστάσεως γενναίως μύσας τὰς αἰσθήσεις, καὶ τὴν τῶν αἰσθητῶν φαντασίαν τε καὶ μνήμην παντελῶς ἀπωσάμενος, καὶ συστείλας πάντῃ τὰς τοῦ νοῦ περὶ τὴν τῶν ἐκτὸς ἔρευναν φυσικὰς κινήσεις, κατὰ τὸν Ἐζεκίαν ἐνέφραξε τὰ ὕδατα τῶν πηγῶν, ἅ ἐστιν ἔξω τῆς πόλεως, καὶ τὸν διορίζοντα διὰ μέσου τῆς πόλεως ποταμὸν διέκοψεν, συνεπισχυσασῶν αὐτῷ τῶν εἰρημένων δυνάμεων καὶ τοῦ συναχθέντος πολλοῦ λαοῦ, φημὶ δὲ τῶν καθ᾽ ἑκάστην δύναμιν εὐσεβῶν λογισμῶν, καὶ κατῄσχυνε, νικήσας διὰ τῆς θείας χειρός, τὴν ἐπαναστᾶσαν αὐτῷ πονηρὰν καὶ τυραννικὴν δυναστείαν, καὶ διὰ τοῦ θείου προστάγματος, ὡς δι᾽ ἀγγέλου τινός, τοῦ διαφθείρειν τὰ πάθη πεφυκότος λόγου, ἀποκτείνας τὰς ἑκατὸν καὶ ὀγδοήκοντα καὶ πέντε χιλιάδας, τουτέστι τὴν ποιητικὴν τῆς κακίας ἕξιν, τὴν παραλόγως ταῖς τρισὶ τῆς ψυχῆς διὰ τῶν αἰσθητῶν ἐπιφυομένην δυνάμεσι, καὶ τὴν ἐπ᾽ αὐταῖς ἐνέργειαν τῶν αἰσθήσεων.
Χρὴ τοιγαροῦν μήτε φυσικὴν μετιέναι θεωρίαν τὸν γνωστικῶς τὰς ἀοράτους συμπλοκὰς ὑπαλύσκειν ἐπιστάμενον νοῦν μὴδ᾽ ἄλλό τι ποιεῖν ἐν τῷ καιρῷ τῆς τῶν πονηρῶν δαιμόνων προσβολῆς ἢ μόνον προσεύχεσθαι καὶ τὸ σῶμα πόνοις καταδαμάζειν καὶ τὴν τοῦ χοϊκοῦ φρονήματος διὰ πάσης σπουδῆς ποιεῖσθαι καθαίρεσιν καὶ φυλάττειν τὰ τείχη τῆς πόλεως—λέγω δὲ τὰς φρουρητικὰς τῆς ψυχῆς ἀρετὰς ἢ τὰς τῶν ἀρετῶν φυλακτικὰς μεθόδους, ἐγκράτειαν λέγω καὶ ὑπομονήν—διὰ τῶν ἐμφύτων ἀγαθῶν λογισμῶν, μηδενὸς τὸ σύνολον λογισμοῦ ἀντιρρητικῶς τινι τῶν ἐκτὸς νοητῶν πολεμίων ἀποκρινομένου, μήπως, διὰ τῶν δεξιῶν ἀπατήσας, ἀποστήσῃ (≡14Β_336≡> Θεοῦ, κλέψας τὴν ἔφεσιν, ὁ τὴν ψυχὴν ποτίζων ἀνατροπὴν θολεράν, καὶ διὰ τῶν νομιζομένων καλῶν πρὸς τὰ χείρονα τὴν τὰ καλὰ ζητοῦσαν ὑποσύρῃ διάνοιαν λαλῶν Ἰουδαϊστὶ Ῥαψάκης ὁ ἀρχιστράτηγος Σενναχειρὶμ βασίλεως Ἀσσούρ. Ῥαψάκης δὲ ἑρμηνεύεται πολὺς ποτισμῷ μετὰ φιλημάτων ἢ μεγάλα ἔχων φιλήματα. Ὁ πονηρὸς γὰρ δαίμων, ὁ διὰ τῶν δεξιῶν τὸν νοῦν εἰωθὼς πολεμεῖν, Ἰουδαϊστὶ λαλεῖ διὰ τῆς νομιζομένης ἀλλ᾽ οὐκ οὔσης ἀρετῆς, τὴν θολερὰν ἀνατροπὴν τὴν ψυχὴν ποτίζων, δεικνὺς αὐτῇ τὴν ἠπατημένην καὶ ὀλέθριον φιλίαν, ἧς τοῦ πλήττοντος μᾶλλον φίλου καθέστηκε τὰ τραύματα κρείττονα· φησὶ γὰρ ἀξιοπιστότερα τραύματα φίλου ὑπὲρ φιλήματα ἐχθροῦ. Σενναχειρὶμ δὲ πειρασμὸς ξηρασίας ἑρμηνεύεται ἢ ὀδόντες ἠκονημένοι, ὅς ἐστιν ὁ διάβολος, ὁ κατ᾽ ἀλήθειαν διὰ τῶν πρὸς κακίαν ἠκονημένων λογισμῶν— τοῦτο γάρ μοι νοεῖται ὀδόντες ἠκονημένοι—τὴν ἐν ἡμῖν τῶν θείων ναμάτων τῆς γνώσεως καταξηραίνων ἐπιρροήν, κατὰ τὴν ἐνέργειαν ἣν πέφυκε τοῖς αὐτὸν παραδεχομένοις ἐμποιεῖν, λαχὼν τὴν κλῆσιν τοῦ ὀνόματος πρόσφορον, πειρασμὸς ὄντως ξηρασίας καὶ ὢν καὶ καλούμενος, ὡς ἐρήμους καθιστῶν πάσης τῆς ἐν πνεύματι ζωτικῆς διαδόσεως τοὺς ὑποπεσόντας τοῖς δόλοις αὐτοῦ.
῍Η τυχὸν πειρασμὸς κέκληται ξηρασίας ὁ Σενναχειρίμ, τουτέστι ὁ διάβολος, ὡς ἄπορος καὶ πένης καὶ πάσης ἐστερημένος πρὸς τὴν καθ᾽ ἡμῶν ἐπανάστασιν ἰδικῆς δυναστείας, καὶ χωρὶς τῶν αἰσθητῶν, δι᾽ ὧν εἴωθε τὴν ψυχὴν πολεμεῖν, οὐδὲν ἡμᾶς βλάψαι δυνάμενος καὶ διὰ τοῦτο δεόμενος τῆς καθ᾽ ἡμῶν περινενοημένης τυραννίδος τῶν ἔξω τῆς πόλεως πηγῶν, τουτέστι τῶν ὑλικῶν νοημάτων, οἷς πέφυκεν συνεισβάλλειν τῇ ψυχῇ τὰ σχήματα καὶ τὰ εἴδη τῶν αἰσθητῶν· δι᾽ ὧν τυπουμένη φυσικῶς διὰ τὴν σχέσιν ἡ αἴσθησις πολλάκις γίνεται τῷ διαβόλῳ (≡14Β_338≡> πρὸς καθαίρεσιν τῆς κατὰ ψυχὴν θείας εὐπρεπείας ὅπλον πονηρὸν καὶ ὀλέθριον, ὅλην προδιδοῦσα τῷ ἐχθρῷ, διὰ τῆς καθ᾽ ἡδονὴν θωπείας, τοῦ ἐν ἡμῖν λόγου τὴν δύναμιν.
Ἀλλ᾽ ὁ γενναίως διὰ τῆς λελογισμένης ἐγκρατείας μύσας τὰς αἰσθήσεις καὶ διὰ τῶν κατὰ ψυχὴν δυνάμεων τὰς πρὸς τὸν νοῦν τῶν αἰσθητῶν σχημάτων ἀποτειχίσας εἰσόδους εὐχερῶς τοῦ διαβόλου τὰς πονηρὰς διόλλυσι μηχανάς, ὑποστρέφων αὐτὸν μετ᾽ αἰσχύνης τῇ ὁδῷ ᾖ ἦλθεν—ὁδὸς δέ, δι᾽ ἧς ὁ διάβολος ἔρχεται, ἔστι τὰ πρὸς σύστασιν τοῦ σώματος εἶναι δοκοῦντα ὑλικά—εἰς τὴν ἑαυτοῦ γῆν, φημὶ δὲ τὴν σύγχυσιν, καὶ τοῖς ἐξ αὐτοῦ γεννηθεῖσι πονηροῖς λογισμοῖς αὐτὸν ἀποκτέννων, μεταφέρων αὐτοὺς πρὸς τὴν παράθεσιν τῆς ἀναπαύσεως. Ὁ γὰρ δυνηθεὶς τὸν διάβολον τοῖς αὐτοῦ χειρώσασθαι λογισμοῖς διὰ τῆς πρὸς τὸ κρεῖττον κατὰ τὴν θεωρίαν συγχρήσεως τὸν Σενναχειρὶμ ἀπέκτεινε διὰ τῶν αὐτοῦ υἱῶν καὶ πρὸς τὴν γῆν αὐτοὺς ἐφυγάδευσεν Ἀρμενίας, μεταθέμενος δηλονότι πρὸς τὴν παράθεσιν τῆς ἀναπαύσεως τοὺς τὴν ψυχὴν διὰ τῆς αἰσθήσεως συγχέοντας λογισμούς. Παράθεσις γὰρ ἀναπαύσεως Ἀρμενία ἑρμηνεύεται. Παράθεσις δὲ τῆς ἀναπαύσεώς ἐστιν ἡ προβολὴ τῶν θείων ἀρετῶν· πρὸς ἣν μεταφέρων ὁ νοῦς τοὺς ποτὲ πρὸς τὰ κατ᾽ αἴσθησιν πάθη τῆς ἀτιμίας αὐτὸν ὑποσύροντας λογισμοὺς ἀποκτείνει τὸν ἐπ᾽ ὀλέθρῳ τῆς ἀνθρωπίνης φύσεως τούτους γεννῶντα διάβολον.
Καλῶς οὖν καὶ πάνυ σοφῶς κατὰ τὸ νοούμενον τῆς Γραφῆς Ἐζεκίας πεποίηκεν, ἐμφράξας τὰ ὕδατα τῶν πηγῶν, ἃ ἦν ἔξω Ἱερουσαλήμ, διὰ Σενναχειρὶμ βασιλέα τῶν Ἀσσυρίων. Πηγαὶ οὖν εἰσιν ἔξω τῆς πόλεως, τουτέστι τῆς ψυχῆς, τὰ αἰσθητὰ πάντα· ὕδατα δὲ τούτων τυγχάνουσι τῶν πηγῶν τὰ τῶν αἰσθητῶν νοήματα· ποταμὸς δὲ διορίζων διὰ μέσου τῆς πόλεώς ἐστιν ἡ κατὰ τὴν φυσικὴν θεωρίαν ἐκ τῶν αἰσθητῶν νοημάτων συναγομένη γνῶσις, διὰ μέσης διερχομένη τῆς ψυχῆς, ὡς νοῦ καὶ αἰσθήσεως (≡14Β_340≡> οὖσα μεθόριος. Ἡ γὰρ γνῶσις τῶν αἰσθητῶν οὔτε πάντῃ τῆς νοερᾶς ἀπεξένωται δυνάμεως οὔτε διόλου μόνῃ προσνενέμηται τῇ κατ᾽ αἴσθησιν ἐνεργείᾳ, ἀλλ᾽ οἷον τῆς τε τοῦ νοῦ πρὸς τὴν αἴσθησιν καὶ πρὸς τὸν νοῦν τῆς αἰσθήσεως συνόδου μέση τυγχάνουσα, δι᾽ ἑαυτῆς ποιεῖται τὴν πρὸς ἄλληλα τούτων συνάφειαν, κατὰ μὲν τὴν αἴσθησιν κατ᾽ εἶδος τυπουμένη τοῖς σχήμασι τῶν αἰσθητῶν, κατὰ δὲ τὸν νοῦν εἰς λόγους τῶν σχημάτων τοὺς τύπους μεταβιβάζουσα. Διὸ ποταμὸς διορίζων διὰ μέσης τῆς πόλεως εἰκότως προσηγορεύθη τῶν ὁρωμένων ἡ γνῶσις, ὡς τῶν ἄκρων, λέγω δὲ νοῦ καὶ αἰσθήσεως, οὖσα μεταίχμιος. Ταύτην ἐμφράττων ἐν καιρῷ τῆς τῶν παθῶν διοχλήσεως διὰ τὴν ἐπήρειαν τῆς πρὸς τὸν νοῦν τῶν ὑλικῶν σχημάτων ἐμπτώσεως, ὁ μετὰ γνώσεως τὰς ἀφανεῖς τῶν πονηρῶν δαιμόνων συμπλοκὰς διαλύων ἀποκτείνει τὰς ἑκατὸν καὶ ὀγδοήκοντα καὶ πέντε χιλιάδας, λέγω δὲ τὴν ποιητικὴν τῆς κακίας ἕξιν, τὴν παραλόγως, ὡς ἔφην, ταῖς τρισὶ τῆς ψυχῆς διὰ τῶν αἰσθητῶν ἐπιφυομένην δυνάμεσι, καὶ τὴν ἐπ᾽ αὐταῖς ἐνέργειαν τῶν αἰσθήσεων, ἤτοι τὴν τῶν φυσικῶν δυνάμεων ἐπ᾽ αἰσθήσεσι παράλογον ἐνέργειαν. Ὁ γὰρ ἑξαδικὸς ἀριθμός, εἴτε ἐκ μονάδων ἔχει τὴν σύνθεσιν εἴτε ἐκ δεκάδων εἴτε ἐξ ἑκατοντάδων εἴτε ἐξ ἑτέρου τινὸς ἀριθμοῦ, τὴν ποιητικὴν ἕξιν δηλοῖ τῆς ἀρετῆς ἢ τῆς κακίας κατὰ τὴν ἀναλογίαν τοῦ πολλαπλασιασμοῦ τῆς συνθέσεως, τὴν ἀπαρτίζουσαν τήνδε ἢ τήνδε τὴν ἕξιν διάθεσιν τοῖς μετ᾽ ἐπιστήμης τοῖς ἀριθμοῖς ἐπιβάλλουσι παριστῶν· ᾧτινι ἑξαδικῷ ἀριθμῷ συναφθεὶς ἢ προστεθεὶς ἢ συντεθεὶς ὁ πέντε ἀριθμὸς παραδηλοῖ τὰς αἰσθήσεις, ἤγουν τὴν τῶν αἰσθητῶν δύναμιν ἢ ἕξιν ἢ ἐνέργειαν, παρακειμένην ἢ ἐπικειμένην ἢ συγκειμένην ταῖς κατὰ φύσιν τῆς ψυχῆς δυνάμεσιν. Οἷον, εἰ μὲν συνῆπται κατὰ τὰς μονάδας, ὡς ἁπλοῦς ἁπλῷ, ὁ πέντε ἀριθμὸς τῷ ἕξ, τὴν ἐπ᾽ αἰσθήσεσι μόνῃ δυνάμει ποιητικὴν ἐπιτηδειότητα παρίστησιν· εἰ δὲ προστέθειται συνθέτῳ ἐκ πολλῶν τῷ ἓξ ἀριθμῷ ὁ (≡14Β_342≡> ἁπλοῦς ἐκ μονάδων πέντε ἀριθμός, τὴν ἐπ᾽ αἰσθήσεσι κατὰ τὴν δύναμιν ποιητικὴν ἕξιν δηλοῖ· εἰ δὲ συντέθειται συνθέτῳ τῷ ἐκ πολλῶν ἓξ ἀριθμῷ ὁ ἐκ πολλῶν πέντε σύνθετος, τὴν ἐπ᾽ αἰσθήσεσι κατά τε τὴν δύναμιν καὶ τὴν ἕξιν καὶ τὴν ἐνέργειαν ἀποτελεστικὴν σημαίνει ποίησιν, ἤγουν περαίωσιν τῆς ἀρετῆς ἢ τῆς κακίας, ὡς δ᾽ ἂν ὁ ἀριθμὸς ἔχων τύχοι εἴτε ψεκτῶς εἴτε ἐπαινετῶς, κατὰ τὸν θεωρούμενον τῆς Γραφῆς ἤγουν ἐξεταζόμενον τόπον.
Ὁ μὲν οὖν ἑξαδικὸς ἀριθμὸς ἐκ δεκάδων συντεθεὶς ποιεῖ τὸν ἑξήκοντα· ὁ δὲ ἑξήκοντα τριπλασιασθεὶς διὰ τὰς γενικὰς τρεῖς τῆς ψυχῆς δυνάμεις, προστεθέντων πέντε διὰ τὰς ἐμφύτους αἰσθήσεις, ποιεῖ τὸν ἑκατὸν καὶ ὀγδοήκοντα καὶ πέντε ἀριθμὸν καὶ δηλοῖ τὴν ἐπ᾽ αἰσθήσεσι τῶν κατὰ φύσιν δυνάμεων ποιητικὴν τῆς κακίας ἕξιν, ἐπειδὴ ψεκτῶς κεῖται κατὰ τοῦτον τῆς ἁγίας Γραφῆς τὸν τόπον οὗτος ὁ ἀριθμός, ἣν ἀποκτείνει, ὡς δι᾽ ἀγγέλου τινὸς τοῦ θείου Λόγου τῆς γνώσεως, ὁ τῆς οἰκείας δυνάμεως τῇ προσευχῇ πλέον ἐπερειδόμενος νοῦς καὶ παντὸς κατορθώματος καὶ πάσης κατὰ δαιμόνων νίκης αἴτιον τὸν Θεὸν μόνον ἐπιγραφόμενος. Ὁ τοίνυν κατὰ τὸν καιρὸν τῆς τῶν πειρασμῶν ἐπαναστάσεως τῆς μὲν φυσικῆς ἀπεχόμενος θεωρίας, τῆς δὲ προσευχῆς κατὰ τὴν ἐκ πάντων πρὸς ἑαυτόν τε καὶ τὸν Θεὸν τοῦ νοῦ συστολὴν ἀντεχόμενος, ἀποκτείνει τὴν ἐπ᾽ αἰσθήσεσι τῶν φυσικῶν τῆς ψυχῆς δυνάμεων παρὰ φύσιν κινουμένων ποιητικὴν τῆς κακίας ἕξιν καὶ ἀποστρέφει μετ᾽ αἰσχύνης τὸν διάβολον ἀποβαλόμενον τὴν εἰρημένην ἕξιν, ἐφ᾽ ᾗ πεποιθὼς μετὰ τῆς οἰκείας ἀλαζονείας ἦλθε πρὸς τὴν ψυχήν, διὰ τῶν ὑπερηφάνων λογισμῶν τῆς ἀληθείας κατεπαιρόμενος.
Ὅπερ τυχὸν καὶ γνοὺς καὶ παθὼν καὶ ποιήσας ὁ μέγας Δαβίδ, ὁ πάντων μάλιστα πεῖραν ἔχων τῆς τῶν νοητῶν πολέμων παρατάξεως, ἐν τῷ συστῆναι, φησί, τὸν ἁμαρτωλὸν ἐναντίον μου, ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν, καὶ μετ᾽ αὐτὸν ὁ θεῖος Ἱερεμίας, προστάσσων τῷ λαῷ (≡14Β_344≡> μὴ ἐκβῆναι τῆς πόλεως διὰ τὴν κυκλόθεν παροικοῦσαν τῶν ἐχθρῶν ῥομφαίαν. Καὶ τοῦτο εἴπερ Ἄβελ ὁ μακάριος ἐφυλάξατο καὶ μὴ συνεξῆλθε τῷ Κάϊν ἐν τῷ πεδίῳ, τουτέστιν ἐν τῷ πλάτει τῆς φυσικῆς θεωρίας πρὸ τῆς ἀπαθείας, οὐκ ἂν ἐπαναστὰς ἀπέκτεινεν αὐτὸν μετὰ δόλου, κλέψας τοῖς δεξιοῖς κατὰ τὴν τῶν ὄντων θεωρίαν πρὸ τῆς τελείας ἕξεως, ὁ τῆς σαρκὸς νόμος ὁ Κάϊν καὶ ὢν καὶ καλούμενος· ὃν πρῶτον ἐκτήσατο καρπὸν τῆς παραβάσεως, κατὰ τὴν δύναμιν τῆς αὐτοῦ προσηγορίας, ὁ πρῶτος ἄνθρωπος Ἀδάμ, γεννήσας νόμον ἁμαρτίας, ὃν κατὰ τὸν παράδεισον αὐτῷ ὁ θεὸς οὐκ ἐδημιούργησε· κτῆσις γὰρ ἑρμηνεύεται ὁ Κάϊν. Ὁμοίως δὲ καὶ Δίνα, ἡ τοῦ μεγάλου θυγάτηρ Ἰακώβ, εἰ μὴ συνεξῆλθε ταῖς θυγατράσι τῶν ἐγχωρίων, τουτέστι ταῖς αἰσθητικαῖς φαντασίαις, οὐκ ἂν Συχὲμ υἱὸς Ἐμμὸρ ἐπαναστὰς αὐτὴν ἐταπείνωσε. Συχὲμ δὲ ἑρμηνεύεται νῶτος, Ἐμμὸρ δὲ ὄνος, τουτέστι τὸ σῶμα. Ὁ μὲν οὖν νῶτος, τουτέστιν ὁ Συχέμ, τοῦ Ἐμμόρ, ἤγουν τοῦ σώματος, ὀπίσθιος νόμος ἐστίν, ἀλλ᾽ οὐκ ἐμπρόσθιος, τουτέστιν ὕστερος, ἀλλ᾽ οὐ πρῶτος. Κατ᾽ ἀρχὰς γάρ, ἤτουν ἔμπροσθεν, πρὶν γενέσθαι τῆς θείας ἐντολῆς τὴν παράβασιν, οὐκ εἶχε τὸ σῶμα τοῦτο τὸ ἀνθρώπινον, τουτέστιν ὁ Ἐμμόρ, τὸν νόμον τῆς ἁμαρτίας, λέγω δὲ τὸν Συχέμ, ἀλλ᾽ ὕστερον ἐπεφύη τῷ σώματι διὰ τὴν παρακοὴν τῆς ἁμαρτίας ὁ νόμος· ὃν ὁ ἀληθὴς διασκοπήσας λόγος διὰ τὴν ὕστερον γένεσιν προσηγόρευσε Συχέμ, τουτέστι νῶτον, ὅπέρ ἐστιν ὀπίσθιος· τὸ γὰρ ὀπίσθιον δηλοῖ σαφῶς κατὰ φύσιν ὁ νῶτος. Ὥστε καλόν ἐστι πρὸ τῆς τελείας ἕξεως μὴ ἅπτεσθαι τῆς φυσικῆς θεωρίας, ἵνα μή, λόγους ἐπιζητοῦντες πνευματικοὺς ἐκ τῶν ὁρωμένων κτισμάτων, λάθωμεν πάθη συλλέγοντες. Πλέον γὰρ ἐν τοῖς ἀτελέσι δυναστεύει πρὸς τὴν αἴσθησιν τὰ φαινόμενα σχήματα τῶν ὁρωμένων ἢ πρὸς τὴν ψυχὴν οἱ ἐγκεκρυμμένοι τοῖς σχήμασι λόγοι τῶν γεγονότων.
 (≡14Β_346≡>
ΣΧΟΛΙΑ
1. Ἡ τῶν ὄντων ἀπλανής θεωρία, παθῶν ἀπηλλαγμένης δεῖται ψυχῆς· ἥτις Ἱερουσαλήμ λέγεται, διά τε τήν ἄρτιον ἀρετήν, καί τήν ἄϋλον γνῶσιν· ἥτις οὐ μόνον κατά στέρησιν παθῶν, ἀλλά καί φαντασιῶν αἰσθητῶν ἐπιγίνεται, ἅσπερ ὕδατα τῶν ἔξω πηγῶν κέκληκεν ὁ λόγος.
2. Ἡ πίστις παραμυθεῖται τόν νοῦν πολεμούμενον, βοηθείας ἐλπίδι ῥωννύμενον· ἡ δέ ἐλπίς ὑπ᾿ ὄψιν ἄγουσα τήν πιστευθεῖσαν βοήθειαν, ἀποκρούεται τήν τῶν ἀντικειμένων καταδρομήν. Ἡ δέ ἀγάπη, νεκράν καθίστησι τῷ φιλοθέῳ νῷ τῶν πολεμίων τήν προσβολήν, τῇ πρός Θεόν ἐφέσει παντελῶς ἀμαυρουμένην.
3. Πρώτη ἐν ἡμῖν ἀνάστασις, φησίν, τοῦ διά τῆς ἀγνοίας ἡμῖν νεκρωθέντος Θεοῦ, ἡ πίστις ἐστί καλῶς τοῖς ἔργοις τῶν ἐντολῶν οἰκονομουμένη.
4. Συνᾴδει, φησίν, τά πράγματα τοῖς ὀνόμασιν. Χωρίς γάρ τινος προσδοκίας, ἤ δυσχεροῦς ἤ εὐχεροῦς ἐπιστροφή πρός τό καλόν οὐδενί ποτε πέφυκε γίνεσθαι.
5. Οὐδέν ὡς ἡ ἀγάπη, φησίν, συνάγει τούς ἐσκορπισμένους, καί μίαν αὐτῶν δημιουργεῖ τήν γνώμην συμπνοίᾳ κρατουμένην· ἧς χαρακτήρ, τό τῆς ἰσοτιμίας καθέστηκε κάλλος.
6. Ὅτι δίχα λογικῆς δυνάμεως, φησίν, ἐπιστημονική γνῶσις οὐκ ἔστιν· καί γνώσεως χωρίς, οὐ συνίσταται πίστις, ἀφ᾿ ἧς τό καλόν γέννημα πρόεισιν, ἡ ἐλπίς· καθ᾿ ἥν ὡς παροῦσιν συγγίνεται τοῖς μέλλουσιν ὁ πιστός. Καί δίχα τῆς κατ᾿ ἐπιθυμίαν δυνάμεως, οὐ συνίσταται πόθος, οὗ τό τέλος ἐστίν ἡ ἀγάπη. Τό γάρ ἐρᾷν τινος, ἴδιον ἐπιθυμίας ἐστί. Καί δίχα θυμικῆς δυνάμεως νευρούσης τήν ἐπιθυμίαν πρός τήν τοῦ ἡδέος ἕνωσιν, οὐδαμῶς γίνεσθαι πέφυκεν εἰρήνη, εἴπερ ἀληθῶς εἰρήνη ἐστίν, ἡ ἀνενόχλητος καί παντελής τοῦ καταθυμίου κατάσχεσις.
7. Ὁ λόγος, φησίν, ἄρχει τῶν γνωστικῶν λογισμῶν, ὥσπερ (≡14Β_348≡> καί τῶν θυμικῶν καί ἐπιθυμητικῶν, ὁ θυμός καί ἡ ἐπιθυμία.
8. Τόν Ἐζεκίαν κατά τήν ἀναγωγήν ἐθεώρησε, τόν κατά τήν πρᾶξιν φιλόσοφον νοῦν. Πόλιν δέ, τήν ψυχήν· πηγὰς δέ τά ποικίλα εἴδη τῶν αἰσθητῶν. Ὕδατα δέ, τάς αὐτῶν φαντασίας, ἤ τά νοήματα· (ποταμόν δέ, τήν κατά τήν φυσικήν θεωρίαν ἐκ τῶν αἰσθητῶν νοημάτων συναγομένην γνῶσιν) ποταμόν δέ, τήν ἐξ αὐτῶν συναγομένην δόξαν, ἤγουν ὑπόληψιν, πρός ἅ δεῖ μύσαι παντελῶς τάς αἰσθήσεις, ἡνίκα στασιάσῃ πρός τόν λόγον τά πάθη.
9. Οὐ δεῖ, φησί, τόν μή καθαρθέντα παθῶν, φυσικῆς ἅπτεσθαι θεωρίας, διά τάς εἰκόνας τῶν αἰσθητῶν δυναμένας τυπῶσαι πρός πάθος τόν νοῦν, τοῦ μή τελείως ἀπαλλαγέντος τῶν παθῶν.
10. Ὁ κατά τήν φαντασίαν ταῖς ἐπιφανείαις τῶν αἰσθητῶν ἐναπομένων διά τήν αἴσθησιν νοῦς, ἀκαθάρτων γίνεται παθῶν δημιουργός· διά θεωρίας πρός τά συγγενῆ νοητά μή διαβαίνων.
11. Ὅταν ἄνους ὁ λόγος γένηται, καί προπετής ὁ θυμός, καί ἄλογος ἡ ἐπιθυμία, ἄγνοια καί τυραννίς καί ἀκολασία κρατοῦσι τῆς ψυχῆς· ἐξ ὧν ἡ τῆς κακίας ἕξις γίνεσθαι πέφυκεν ἔμπρακτος, συμπλακεῖσα τῇ διαφόρῳ τῶν αἰσθήσεων ἡδονῇ. Ταύτην γάρ ὁ ἀριθμός δηλοῖ τῶν ρπε΄ (185) χιλιάδων. Τρίς γάρ ἑξήκοντα συνθείς διά τήν ἑκάστης δυνάμεως ἐν τῷ κακῷ τελείαν κίνησιν, καί προσεπάγων καί ε΄ (5) διά τήν ἐπ᾿ αἰσθήσεσι κατ᾿ ἐνέργειαν ἡδονήν, τοῦτον πληροῖς δηλονότι τόν ἀριθμόν τήν ποιητικήν τῆς κακίας ἕξιν σημαίνοντα. Ἥν ἔχων ἐπιφύεται τῇ ψυχῇ τυραννικῶς ὁ διάβολος· ἥν ὁ Θεός ὡς δι᾿ ἀγγέλου, τοῦ κατά τήν γνωστικήν σοφίαν λόγου καταφονεύει, καί σώζει τήν ψυχήν τήν ἀληθῶς Ἱερουσαλήμ, καί τόν ἐν τῇ ψυχῇ νοῦν πρός τήν κακίαν ἀδούλωτον.
 (≡14Β_350≡> 12. Ἐμφύτους λογισμούς λέγει,τόν ἐπί τά τείχη λαόν.
13. Ἐνταῦθα φίλος ἐστίν ὁ Κύριος· τραύματα δέ τούτου τυγχάνουσι, τά εἴδη τῆς ἐπαγομένης ἑκάστῳ πρός σωτηρίαν παιδείας εἰς κόλασιν τῆς σαρκός, ἤγουν τοῦ σαρκικοῦ φρονήματος, ἵνα τό πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου. Ἐχθρός δέ ἐστιν ὁ διάβολος· φιλήματα δέ τούτου καθέστηκε, τά εἴδη τῶν κατ᾿ αἴσθησιν ἡδονῶν· δι᾿ ὧν ἀπατῶν τήν ψυχήν, πείθει χωρισθῆναι τῆς ἀγάπης τοῦ Κτίσαντος αὐτήν.
14. Πειρασμός ξηρασίας ἑρμηνεύεται Σενναχειρίμ, καθ᾿ ἕν μέν ὅτι ξηραίνει τάς καρδίας τῶν ἀνεχομένων αὐτοῦ, χωρίζων τῆς πηγαίας χάριτος τῶν ἁγίων λογισμῶν· καθ᾿ ἕτερον δέ, ὅτι αὐτός ξηρός ἐστιν ὡς πένης καί ἄπορος, καί μηδέν ἔχων ἴδιον. Καί διά τοῦτο δολερῶς, οἷά τις κλέπτης ταῖς ἐπιφανείαις τῶν αἰσθητῶν ἐγκρυπτόμενος εἰς τήν καθ᾿ ἡμῶν ἐπανάστασιν.
15. Πᾶν τό περιττόν, καί ὑπέρ τήν χρείαν τήν φυσικήν, ἀκρασίαν εἶναί φησιν, ἥτις ὁδός καθίσταται τοῦ διαβόλου πρός τήν ψυχήν, δι᾿ ἧς ὑποστρέφει μετ᾿ αἰσχύνης εἰς τήν ἑαυτοῦ γῆν, ἐγκρατείας τήν φύσιν παιδαγωγούσης. Ἤ πάλιν, ὁδός ἐστιν αὐτά τά φυσικά πάθη· τῷ μέν ὑπέρ τήν χρείαν τρόπῳ τῆς χρήσεως, ἄγοντα πρός τήν ψυχήν τόν διάβολον· τῷ δέ κατά τήν χρείαν τρόπῳ τῆς χρήσεως, δι᾿ ἑαυτῶν εἰς τήν ἑαυτοῦ γῆν αὐτόν ὑποστρέφοντα. Γῆ δέ τούτου ἐστίν, ἡ παγία τῆς κακίας ἕξις καί σύγχυσις, εἰς ἥν ἀεί βέβηκε, καί πρός ἥν ἄγει τοῦ ἡττημένους τῇ φιλίᾳ τῶν ὑλικῶν.
16. Ὁ πρός τήν ἀρετήν μετενέγκας τούς λογισμούς, ἀνέπαυσεν αὐτούς, μακράν ποιήσας τῆς τῶν παθῶν ἀστάτου συγχύσεως.
17. Νοῦς ἑαυτῷ κατά φύσιν, διά μέσου λόγου συνάψας τήν αἴσθησιν, τήν ἐκ τῆς φυσικῆς θεωρίας ἀληθῆ συλλέγεται γνῶσιν, ἥτις ποταμός ἐκλήθη τήν ψυχήν διορίζων διά τήν (≡14Β_352≡> ἐπ᾿ αἰσθήσεσι διάνοιαν.
18. Παράκειται τῇ γνώμῃ φυσικῶς ἡ κατ' ἐπιτηδειότητα δύναμις ἐπίκειται δὲ ἡ ἕξις -τῇ γὰρ ἐπιτηδειότητι ἐπιγίνεται- σύγκειται δὲ ἡ ἐνέργεια διαπαντὸς τῇ ἕξει, κἄν προχείρως ἀεὶ μὴ δείκνυται διὰ τὴν τῶν ὑλῶν πολλάκις ἀπορίαν.
19. Ἀριθμοῦ συνάφειαν λέγει, τήν τῶν ἁπλῶν ἀριθμῶν τῶν ἐντός δεκάδος ἐκφώνησιν, τῷ, καί, συνδέσμῳ διακρινομένην· οἷον ἕξ καί πέντε· καί δηλοῖ, εἴτ᾿ ἐπί κακῷ κεῖται τῇ Γραφῇ, εἴτ᾿ ἐπί καλῷ, τήν δυνάμει ποιητικήν ἐπιτηδειότητα τῆς ἀρετῆς ἤ τῆς κακίας.
Ἀριθμοῦ δέ πρόσθεσιν λέγει, τήν τῷ πολυπλασιασθέντι εἰς ἑαυτόν ἀριθμῷ γενομένην τοῦ ἐκ μονάδων ἁπλοῦ ἀριθμοῦ προσθήκην, τῷ, καί, συνδέσμῳ διακρινομένην, οἷον ἑξήκοντα καί πέντε, ἤ ἑκατόν εἴκοσι καί πέντε ἤ ἑκατόν ὀγδοήκοντα καί πέντε, καθώς ὁ παρών ἔχει ἀριθμός. Καί δηλοῖ, οὐ μόνον τήν ἐπ᾿ αἰσθήσεσιν ἐπιτηδειότητι ποίησιν, ἀλλά καί τήν ἐπ᾿ αἰσθήσεσι ποιητικήν ἕξιν τῆς ἀρετῆς ἤ τῆς κακίας.
Ἀριθμοῦ δέ σύνθεσιν λέγει, τήν τῶν ἐξ ἑαυτῶν εἰς ἑαυτούς πολυπλασιασθέντων ἀριθμῶν εἰς ἀλλήλους σύνοδον, τῷ, καί, συνδέσμῳ διακρινομένην· οἷον ξ΄ (60) καί ν΄ (50), ἤ χ΄ (600) καί φ΄ (500), καί τούς τοιούτους· καί δῆλοι οὐ μόνον τήν κατ᾿ ἐπιτηδειότητα δυνάμει ποίησιν καί τήν ἕξιν, ἀλλά καί τήν ἐπ᾿ αἰσθήσεσι κατά τήν ἕξιν ἐνέργειαν τῆς ἀρετῆς ἤ τῆς κακίας.
Ὁ τοίνυν γινώσκων ἑκάστου τῶν ἐντός δεκάδος ἀριθμοῦ τήν δύναμιν· ὡς ἡ μονάς δηλοῖ τό ἀμιγές· ἡ δέ δυάς, τό διάφορον· ὁ δέ τρεῖς, ἔστιν ἴσός τε καί νοητός· ὁ δέ τέσσαρα, αἰσθητός· ὁ δέ πέντε, αἰσθητικός τε καί κυκλικός· ὁ δέ ἕξ, δραστικός τε καί τέλειος· ὁ δέ ἑπτά, περιφερής τε καί ἀμιγής· ὁ δέ ὀκτώ, βάσιμος καί ἀκίνητος· ὁ δέ ἐννέα, μεταίχμιος ὕλης καί εἴδους, ἤγουν αἰσθητῶν καί αἰσθήσεως· ὁ δέ (≡14Β_354≡> δέκα, πληρέστατος· εἴσεται τί σημαίνει κατά τήν Γραφήν ἕκαστος ἀριθμός, εἴτε κατά συνάφειάν ἐστιν, εἴτε κατά πρόσθεσιν, εἴτε κατά σύνθεσιν.
 20. Κάϊν ἐστίν ὁ νόμος τῆς σαρκός, ὅν πρῶτον γεννᾷ παραβάς τήν θείαν ἐντολήν ὁ Ἀδάμ. Ἄβελ δέ ἐστι τό φρόνημα τοῦ πνεύματος, ὅν ὕστερον γεννᾷ μέν διά μετανοίας ὁ αὐτός, ἀποκτείνει δέ πρό τῆς τελείας ἕξεως τοῖς φυσικοῖς ἐμβαντεύοντα θεάμασιν ὁ Κάϊν· ὅν ἀποκτείνας, ἑπτά παρέλυσεν ἐκδικούμενα, φησίν ὁ Θεός. Τοῦτον πνεῦμα πονηρόν ἐν τοῖς Εὐαγγελίοις ὁ αὐτός προσηγόρευσε, καί τῶν αὐτοῦ πονηροτέρων ἑπτά πνευμάτων συμπαραληπτικόν. Τοῦτο δέ τυχόν ἐστιν ὁ φίλαυτος, ἤγουν γαστρίμαργος λογισμός, ᾧ παρέπεται πάντως ὁ τῆς πορνείας λογισμός, καί ὁ τῆς φιλαργυρίας, καί ὁ τῆς λύπης, καί ὁ τῆς ὀργῆς, καί ὁ τῆς ἀκηδίας, καί ὁ τῆς κενοδοξίας καί ὁ τῆς ὑπερηφανίας. Ὁ γοῦν ἀποκτείνας κατά τήν θείαν ψῆφον τόν Κάϊν, τουτέστι τήν γαστριμαργίαν, συναπέκτεινεν αὐτῇ καί τά δι' αὐτήν παρυφιστάμενα πάθη, κατά τό, Ὁ ἀποκτείνας Κάϊν, ἑπτά ἐκδικούμενα παραλύσει.
21. Ὅτι ὁ πρός γένεσιν καί φθοράν τοῦ σώματος, φησίν, νόμος, ὕστερον ἐπεβλήθη τῇ φύσει τῶν ἀνθρώπων, καθ᾿ ὅν γεννῶμεν καί γεννώμεθα, διά τήν παράβασιν, μή φυλάξαντες τόν κατά τήν πρώτην ἐντολήν θεοποιόν νόμον τοῦ Πνεύματος.

Ν (50). ΠΕΡΙ ΤΗΣ ΠΡΟΣΕΥΧΗΣ ΕΖΕΚΙΟΥ ΚΑΙ ΗΣΑΪΑ.
50. ΕΡΩΤΗΣΙΣ Ν'
Τί ἐστι πάλιν τὸ σημαινόμενον ἐν τῇ αὐτῇ βίβλῳ τὸ Καὶ προσηύξατο Ἐζεκίας ὁ βασιλεὺς καὶ Ἡσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης περὶ τούτων καὶ ἐβόησαν εἰς τὸν οὐρανόν. Καὶ ἀπέστειλεν Κύριος ἄγγελον, καὶ ἐξέτριψεν πάντα δυνατὸν καὶ πολεμιστὴν καὶ ἄρχοντα καὶ στρατηγὸν ἐν τῇ παρεμβολῇ (≡14Β_356≡> βασιλέως Ἀσσούρ, καὶ ἀπέστρεψεν μετ᾽ αἰσχύνης προσώπου εἰς τὴν γῆν αὐτοῦ.
Ἀπόκρισις.
Ὁ τῆς ἁγίας Γραφῆς λόγος, κἂν εἰ δέχεται περιγραφὴν κατὰ τὸ γράμμα, τοῖς χρόνοις τῶν ἱστορουμένων πραγμάτων συναπολήγων, ἀλλὰ κατὰ τὸ πνεῦμα ταῖς τῶν νοουμένων θεωρίαις μένει διαπαντὸς ἀπερίγραφος. Καὶ μηδεὶς πρὸς τοῦτο δυσανασχετῶν ἀπιστήσειεν, γινώσκων ὡς ὁ λαλήσας Θεὸς κατὰ φύσιν ἐστὶν ἀπερίγραφος· ᾧ μᾶλλον ἐοικέναι τὸν ὑπ᾽ αὐτοῦ λαληθέντα λόγον πιστεύειν χρὴ τοὺς γνησίως κατακούειν τοῦ βουλήματος τῆς Γραφῆς βουλομένους. Εἰ γὰρ Θεὸς ὁ λαλήσας ἐστίν, οὗτος δὲ κατ᾽ οὐσίαν ἀπερίγραφος, δῆλον ὅτι καὶ ὁ λαληθεὶς ὑπ᾽ αὐτοῦ λόγος ἐστὶν ἀπερίγραφος.
Οὐκοῦν τὰ συμβάντα τυπικῶς κατὰ τοὺς Ἐζεκίου χρόνους καὶ λαβόντα πέρας τὴν τότε τῶν ἱστορουμένων ἔκβασιν πνευματικῶς θεωρήσαντες, θαυμάσομεν τὴν σοφίαν τοῦ γράψαντος ἁγίου Πνεύματος, πῶς ἑκάστῳ τῶν μετειληφότων τῆς ἀνθρωπίνης φύσεως ἁρμόζουσαν ἔθετο καὶ προσήκουσαν τὴν τῶν γεγραμμένων διάνοιαν, ὥστε πάντα τὸν βουλόμενον τοῦ θείου λόγου γενέσθαι φοιτητὴν καὶ μηδὲν ἔχειν τῶν παρόντων καὶ λυομένων τῆς ἀρετῆς ἰσοστάσιον γενέσθαι δύνασθαι ἄλλον Ἐζεκίαν ἐν Πνεύματι καὶ Ἡσαΐαν ἕτερον, ὑπ᾽ οὐδενὸς κωλυόμενον καὶ προσεύξασθαι καὶ βοῆσαι εἰς τὸν οὐρανὸν καὶ εἰσακουσθῆναι καὶ λαβεῖν παρὰ Θεοῦ τὴν δι᾽ ἀγγέλου τῶν νοητῶς αὐτὸν πολεμούντων φθορὰν καὶ ἀπώλειαν. Ἐπειδὴ δὲ χρὴ τὸν γνωστικῶς πρὸς ψυχὴν τὴν ἁγίαν Γραφὴν κατὰ Χριστὸν ἐκδεχόμενον ἀσκηθῆναι φιλοπόνως καὶ τῶν ὀνομάτων τὴν ἑρμηνείαν, αὐτόθεν δυναμένην ὅλην τὴν τῶν γεγραμμένων σαφηνίσαι διάνοιαν, εἴπερ μέλει αὐτῷ τῆς ἀκριβοῦς τῶν γεγραμμένων (≡14Β_358≡> κατανοήσεως, ἀλλ᾽ οὐκ ἰουδαϊκῶς πρὸς σῶμα καὶ γῆν κατάγειν τὸ ὕψος τοῦ Πνεύματος καὶ τὰς θείας καὶ ἀκηράτους τῶν νοητῶν ἀγαθῶν τῇ φθορᾷ τῶν παρερχομένων περιγράφειν ἐπαγγελίας, καθώς τινες τῶν παρ᾽ ἡμῖν λεγομένων Χριστιανῶν ὑπειληφότες λελήθασι, ψευδώνυμον ἑαυτοῖς τὴν ἀπὸ Χριστοῦ προσηγορίαν ἐπιφημίζοντες, ἧς δείκνυνται παντελῶς ἠρνημένοι δι᾽ αὐτῶν τῶν πραγμάτων τὴν δύναμιν, καὶ τὴν ἐναντίαν τῷ Χριστῷ προδήλως ὁδεύουσιν, ὡς δείξει κατ᾽ ἐπιτομὴν ὁ λόγος.
Εἰ γὰρ μετὰ τῶν ἄλλων μυστηρίων, ὧν οὐκ ἄν τις ἐφίκοιτο λόγος, καὶ εἰς τοῦτο γενόμενος ἄνθρωπος ὁ Θεὸς ἦλθεν, ἵνα πληρώσῃ τὸν νόμον πνευματικῶς ἐν τῇ καταργήσει τοῦ γράμματος, καὶ τὸ ζωοποιοῦν αὐτοῦ, φημὶ δὲ τοῦ νόμου, στήσῃ τε καὶ φανερὸν καταστήσῃ τῇ περιαιρέσει τοῦ ἀποκτέννοντος—τὸ δὲ ἀποκτέννον τοῦ νόμου κατὰ τὸν θεῖον ἀπόστολόν ἐστι τὸ γράμμα, ὥσπερ καὶ τὸ ζωοποιὸν τοῦ νόμου κατ᾽ αὐτὸν τὸ πνεῦμά ἐστι· φησὶ γὰρ τὸ μὲν γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζωοποιεῖ —, διαρρήδην ἄρα τὴν ἀντίπαλον τῷ Χριστῷ μοῖραν ἀνείλοντο καὶ τὸ πᾶν τῆς αὐτοῦ σαρκώσεως ἠγνόησαν μυστήριον οἱ μόνῳ τῷ γράμματι κατορύξαντες τῆς σφῶν διανοίας τὴν δύναμιν καὶ οὐκ ἐθέλοντες εἶναι κατ᾽ εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν, ἀλλὰ μᾶλλον τὸ γῆν εἶναι, κατὰ τὴν ἀπειλήν, καὶ εἰς γῆν ἀπελεύσεσθαι, διὰ τῆς ὡς πρὸς γῆν τὸ γράμμα σχέσεως, τοῦ πρὸς οὐρανόν, λέγω δὲ τὸ πνεῦμα, εἰς ἀέρα, τουτέστι τὸν νοερὸν φωτισμόν, ἐν νεφέλαις, ταῖς ὑψηλαῖς δηλαδὴ θεωρίαις, εἰς ἀπάντησιν ἁρπαγῆναι τοῦ Κυρίου καὶ οὕτως πάντοτε σὺν αὐτῷ εἶναι διὰ τῆς γνώσεως προτιμῶντες. Ὑπὲρ ὧν ἄχθεσθαι μὲν δίκαιον, ἀφόρητον ζημίαν ἐξ ἀγνοίας ὑπομενόντων τὴν τῆς ἀληθείας ἔκπτωσιν, λυπεῖσθαι δέ, ὡς πολλὰς εἰς βεβαίωσιν ἀπιστίας τοῖς Ἰουδαίοις ἀφορμὰς παρεχόντων. Ἀλλ᾽ (≡14Β_360≡> ἡμεῖς ἐκείνους ἐάσαντες ὡς θέλουσιν ἔχοντας, πρὸς ἑαυτοὺς καὶ τὸν λόγον ἐπανέλθωμεν, τὴν ἀρχὴν τῆς τοῦ προκειμένου κεφαλαίου πνευματικῆς ἐρεύνης ἐκ τῆς τῶν ὀνομάτων ἑρμηνείας ποιησόμενοι.
Ἐζεκίας τοίνυν ἑρμηνεύεται κράτος Θεοῦ, Ἄχας δὲ ὁ πατὴρ αὐτοῦ ἰσχύς. Καὶ Ἡσαΐας ἑρμηνεύεται ἔπαρσις Θεοῦ, τουτέστιν ὕψος Θεοῦ, Ἀμὼς δὲ ὁ πατὴρ αὐτοῦ λαὸς πόνου. Κράτος δὲ Θεοῦ καθέστηκεν ἡ ἀναιρετικὴ τῶν παθῶν ἀρετὴ καὶ τῶν εὐσεβῶν φρουρητικὴ λογισμῶν, ἣν γεννᾷ πρᾶξις ἐντολῶν, ἰσχὺς τροπικῶς νοουμένη, δι᾽ ἧς τὰς ἀντικειμένας τῷ ἀγαθῷ πονηρὰς δυνάμεις συνεργίᾳ Θεοῦ, μᾶλλον δὲ μόνῃ δυνάμει Θεοῦ, διαφθείρομεν, Ὕψος δὲ Θεοῦ ἐστιν ἡ γνῶσις τῆς ἀληθείας, ἣν γεννᾷ τῆς τῶν γεγονότων θεωρίας ὁ πόνος καὶ οἱ ἐπὶ τῇ πράξει τῶν ἀρετῶν ἱδρῶτες, πόνου πατέρες γινόμενοι, δι᾽ ἧς τὴν ἀντικειμένην τῇ ἀληθείᾳ τοῦ ψεύδους δύναμιν παντελῶς ἐξαφανίζομεν, πᾶν ὕψωμα τῶν ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ Θεοῦ πονηρῶν πνευμάτων ταπεινοῦντές τε καὶ καταβάλλοντες.
Προσευχὴ δέ ἐστιν αἴτησις ὧν πέφυκε Θεὸς ἀνθρώποις δωρεῖσθαι πρὸς σωτηρίαν. Καὶ μάλα γε εἰκότως. Εἰ γὰρ εὐχή ἐστιν ὑπόσχεσις τῶν ἐξ ἀνθρώπων Θεῷ κατ᾽ ἐπαγγελίαν προσαγομένων καλῶν, προσευχὴ κατὰ τὸν εἰκότα λόγον ἔσται σαφῶς ἡ τῶν ἐκ Θεοῦ πρὸς σωτηρίαν χορηγουμένων τοῖς ἀνθρώποις ἀγαθῶν ἐξαίτησις, ἀντίδοσιν φέρουσα τῆς τῶν προηυγμένων καλῆς διαθέσεως.
Βοὴ δέ ἐστιν ἡ τῶν κατὰ τὴν πρᾶξιν ἐναρέτων τρόπων καὶ τῶν κατὰ τὴν θεωρίαν γνωστικῶν θεωρημάτων ἐν τῷ καιρῷ τῆς τῶν πονηρῶν δαιμόνων ἐπαναστάσεως ἐπίδοσίς τε καὶ ἐπαύξησις, ἧς πάντων οὐχ ἥκιστα φυσικῶς ἀκούει Θεός, ἀντὶ μεγάλης φωνῆς τὴν τῶν ἀρετῆς καὶ γνώσεως ἐπιμελουμένων λαμβάνων διάθεσιν.
Οὐρανὸς δὲ πολλάκις λέγεται κατὰ τὴν ἁγίαν Γραφὴν αὐτὸς (≡14Β_362≡> ὁ Θεός, ὥς πού φησιν ὁ μέγας τῆς ἀληθείας κήρυξ Ἰωάννης ὁ πρόδρομος οὐ δύναται ἄνθρωπος λαμβάνειν ἀφ᾽ ἑαυτοῦ οὐδέν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ, ἀντὶ τοῦ ἐκ τοῦ Θεοῦ, διότι πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστιν, καταβαῖνον ἀπὸ τοῦ Πατρὸς τῶν φώτων· καθ᾽ ὃ σημαινόμενον ἐπὶ τοῦ προκειμένου κεφαλαίου τὸν τῆς Γραφῆς τόπον ἐκληπτέον. Οἶδε δὲ πάλιν ἡ Γραφὴ καλεῖν οὐρανὸν καὶ τὰς οὐρανίους δυνάμεις, κατὰ τὸ Ὁ οὐρανός μοι θρόνος, ὡς ταῖς ἁγίαις δηλονότι καὶ ἀσωμάτοις ἐπαναπαυομένῳ φύσεσιν. Εἰ δὲ καὶ τὸν νοῦν τὸν ἀνθρώπινον, πάσης μὲν ὑλικῆς καθαιρόμενον φαντασίας, τοῖς δὲ θείοις τῶν νοητῶν κατακοσμούμενον λόγοις, φαίη τις εἶναι οὐρανόν, οὐκ ἔξω τῆς ἀληθείας, ὡς ἔμοιγε δοκεῖ, βέβηκεν. Εἰ δὲ καὶ τὸ ὕψος τῆς ἐν ἀνθρώποις νοερᾶς γνώσεως οὐρανὸν εἴποι τις, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος. Τῷ ὄντι γὰρ ὡς οὐρανὸς θρόνος γίνεται τοῦ Θεοῦ ἡ ἀληθὴς γνῶσις, δεχομένη τὸν Θεὸν ἐνθρονιζόμενον κατὰ τὴν ἀμετάθετον ἕξιν τῆς περὶ τὸ καλὸν παγίας καὶ ὑψηλῆς ἐφέσεως· ὥσπερ καὶ ὑποπόδιον ἡ καθαρὰ λέγεται πρᾶξις τῶν ἀρετῶν, ἐφ᾽ ἑαυτῆς δεχομένη τὰς θείας βάσεις καὶ οὐκ ἐῶσα τὸ σύνολον τοῖς ἀπὸ τοῦ σώματος καθάπερ γῆς μολύνεσθαι ῥύποις.
Οὐκοῦν, ἐπειδὴ τῆς ἀρετῆς ὑποτύπωσιν φέρει κατὰ τὴν ἑρμηνείαν τοῦ οἰκείου ὀνόματος Ἐζεκίας ὁ βασιλεύς— κράτος γὰρ Θεοῦ κατὰ τὴν ἑλλάδα φωνὴν λεγόμενον τοῦτο σημαίνει τὸ ὄνομα, Θεοῦ δὲ κράτος μόνη κατὰ τῶν ἐναντίων δυνάμεων εἶναι καθέστηκεν ἡ ἀρετή—, Ἄχας δὲ ὁ τοῦ Ἐζεκίου πατὴρ ἰσχὺς ἑρμηνεύεται, ἣν εἰς τὴν πρᾶξιν προλαβὼν ὁ λόγος ἐξέδωκεν, ἐξ ἧς γεννᾶσθαι τὸ κατ᾽ ἀρετὴν θεῖον πέφυκε κράτος, ὁ δὲ προφήτης Ἡσαΐας τὴν τῶν ὑψηλῶν γνῶσιν σημαίνει—ὕψος γὰρ Θεοῦ ἑρμηνευόμενος λέγεται—, δι᾽ ἑαυτοῦ τὸ ὕψος τῆς κατὰ Θεὸν γνώσεως δηλῶν, τῆς γεννωμένης ἐκ τοῦ πόνου τῶν (≡14Β_364≡> περὶ τὰ ὄντα διαφόρων θεωρημάτων—Αμὼς γὰρ λαοῦ πόνος λέγεται, καθὼς προαπεδόθη—, ἐπειδὴ τοίνυν, καθὼς εἴρηται, ταύτην ἔχει τῶν ὀνομάτων ἡ σημασία τὴν δύναμιν, πᾶς δηλονότι φιλόσοφος καὶ εὐσεβής, ἀρετῇ καὶ γνώσει ἢ πράξει καὶ θεωρίᾳ φρουρούμενος, ἐπειδὰν ἴδῃ διὰ τῶν παθῶν ἐπαναστᾶσαν αὐτῷ τὴν πονηρὰν δύναμιν, καθάπερ τῷ Ἐζεκίᾳ τῶν Ἀσσυρίων ὁ βασιλεύς, μίαν ἔχει πρὸς τὴν τῶν κακῶν λύσιν βοήθειαν τὸν Θεόν, ὃν ἱλεοῦται βοῶν ἀλαλήτως διὰ τῆς κατὰ τὴν ἀρετὴν καὶ τὴν γνῶσιν πλείονος ἐπιτάσεως, καὶ δέχεται πρὸς συμμαχίαν, μᾶλλον δὲ πρὸς σωτηρίαν, ἄγγελον, δηλονότι μείζονα σοφίας καὶ γνώσεως λόγον, ἐκτρίβοντα πάντα δυνατὸν καὶ πολεμιστὴν καὶ ἄρχοντα καὶ στρατηγὸν ἐν τῇ παρεμβολῇ βασιλέως Ἀσσούρ, καὶ ἀποστρέφοντα αὐτὸν μετ᾽ αἰσχύνης προσώπου εἰς τὴν γῆν αὐτοῦ.
Ἡ πονηρὰ καὶ ὀλέθριος τοῦ διαβόλου βασιλεία, διὰ τῆς Ἀσσυρίων τυπουμένη βασιλείας, τὸν κατὰ τῆς ἀρετῆς καὶ τῆς γνώσεως πρὸς ἀνθρώπους συναγείρουσα πόλεμον, διὰ τῶν αὐτοῖς ἐμφύτων δυνάμεων τροποῦσθαι μηχανᾶται τὴν ψυχήν, τὴν μὲν ἐπιθυμίαν πρῶτον εἰς ὄρεξιν τῶν παρὰ φύσιν διερεθίζουσα καὶ τὰ αἰσθητὰ τῶν νοητῶν προτιμᾶν ἀναπείθουσα, τὸν δὲ θυμὸν ὑπεραγωνίζεσθαι τοῦ αἱρεθέντος ὑπὸ τῆς ἐπιθυμίας αἰσθητοῦ διεγείρουσα, τὸ δὲ λογικὸν τοὺς τρόπους ἐπινοεῖν τῶν κατ᾽ αἴσθησιν ἡδονῶν ἐκδιδάσκουσα, καὶ τούτων ἄρχειν τῶν δυνάμεων τὰ αἰσθητά, ἤγουν τῶν τῆς ψυχῆς δυνάμεων κυριεύειν τὸν χοϊκὸν χειροτονοῦσα νόμον.
Δυνατὸν οὖν ἐκάλεσεν ἡ Γραφὴ τὸν ἐπικείμενον τῆς ἐπιθυμίας πονηρὸν δαίμονα καὶ πρὸς τὰς τῶν αἰσχρῶν ἡδονῶν ἀπρεπεῖς ὀρέξεις αὐτὴν ἐκκαίοντα· οὐδὲν γὰρ φυσικῆς ὀρέξεώς ἐστι δυνατώτερον ἢ βιαιότερον. Πολεμιστὴν δὲ τὸν ἐπικαθήμενον τῷ θυμικῷ καὶ ὑπὲρ τῶν ἡδονῶν ἀπαύστως μάχεσθαι παρασκευάζοντα προσηγόρευσε δαίμονα. Ἄρχοντα δὲ τὸν ταῖς ἐπιφανείαις τῶν αἰσθητῶν ἀοράτως ἐπιφυόμενον καὶ πρὸς ἑαυτὸν τὰς ὀρέξεις τῆς ψυχῆς δι᾽ ἑκάστης αἰσθήσεως ἀπατηλῶς (≡14Β_366≡> ἐκκαλούμενον ὠνόμασεν· ἄρχοντα δὲ τοῦτον κέκληκεν ὁ λόγος, ἐπειδὴ παντὸς πέφυκεν ἄρχειν πάθους τὸ προσφυὲς αἰσθητόν· ἄνευ γάρ τινος ὑποκειμένου καὶ τὰς δυνάμεις τῆς ψυχῆς διὰ μέσης τινὸς αἰσθήσεως ἐπικινοῦντος πρὸς ἑαυτὸ πάθος οὐκ ἂν συσταίη ποτέ. Στρατηγὸν δὲ τὸν τῇ δυνάμει τοῦ τῆς ψυχῆς λογιστικοῦ καταχρώμενον εἶπε δαίμονα πρὸς ἐπίνοιαν κακῶν καὶ ἐξεύρεσιν πασῶν τῶν κατὰ κακίαν μεθόδων.
Πρόσωπον δὲ τοῦ διαβόλου τὸ λεῖον ὑπάρχει τῆς ἡδονῆς, δι᾽ οὗ πάσης ἀνεχομένης αὐτοῦ ψυχῆς πέφυκε δυναστεύειν καὶ τὰ θελκτικὰ τῶν αἰσθήσεων αἰσθητὰ τῆς τὸν νοῦν πιαινούσης τῶν νοητῶν θεωρίας προτιμώσης· ὅπερ πρόσωπον καταισχύνει ὁ διὰ προσευχῆς τὸν ἐκτρίβοντα πᾶσαν πονηρὰν δύναμιν παρὰ Θεοῦ κομισάμενος τῆς σοφίας λόγον, τουτέστι τὸν τελείως ἀφανιστικὸν τῆς διοχλούσης τῇ ψυχῇ πονηρᾶς τυραννίδος. Ἐξέτριψε γάρ, φησὶν ὁ λόγος, ἀλλ᾽ οὐκ ἔτριψεν. Ἡ μὲν γὰρ τρίψις τῆς ἐμπαθοῦς κατ᾽ ἐνέργειαν μόνης ὑπάρχει πράξεως κατάργησις, ἡ δὲ ἔκτριψις καὶ τῶν κατὰ διάνοιαν πονηρῶν κινημάτων παντελής ἐστιν ἀφανισμός.
Ἡ δὲ χώρα τοῦ βασιλέως Ἀσσούρ, λέγω δὲ τοῦ πονηροῦ καὶ ἀρχεκάκου δαίμονος, ἔστιν ἡ στιβαρὰ καὶ ἀπότομος τῆς κακίας καὶ ἀγνωσίας ἕξις, ἡ πάσης τῆς κατ᾽ ἀρετὴν ζωτικῆς θερμότητος καὶ παντὸς τοῦ κατὰ τὴν γνῶσιν νοεροῦ φωτὸς ἐστερημένη, εἰς ἣν μόνος ὁ διάβολος ἀποστρέφεται, μετὰ τὴν πεῖραν τῆς προσβολῆς μὴ δυνηθεὶς μετοικίσαι εἰς τὴν οἰκείαν ἕξιν, τὴν Ἱερουσαλήμ, τουτέστι τὴν θεοφιλῆ καὶ ἀπαθεστάτην ψυχήν, ἔχουσαν ἐν ἑαυτῇ τόν τε τῆς πράξεως καθάπερ Ἐζεκίαν τέλειον λόγον καὶ τὸν τῆς γνώσεως καθάπερ Ἡσαΐαν πεφωτισμένον νοῦν, τὸν Θεὸν ἱλεουμένους καὶ δι᾽ ἀγγέλου τὴν πονηρὰν ἐξαφανίζοντας δύναμιν.
Ἐγὼ μὲν οὕτως τοὺς τόπους ἐνόησα κατὰ τὴν ὑποῦσάν μοι δύναμιν. Εἰ δέ τις ὑψηλοτέρως ἐκδέχεσθαι δύναται τὰ εἰρημένα, καὶ ἑαυτῷ καὶ ἡμῖν χαρίζεται, τιμιώτερον ἐκφαίνων, ὡς δεῖ, τῶν γεγραμμένων τὸν νοῦν. Προέφην γὰρ ὅτι μένει διαπαντὸς ἀπερίγραφος ὁ τῆς θείας Γραφῆς λόγος, πάντας μὲν περιγράφων (≡14Β_368≡> τοὺς λέγοντας, αὐτὸς δὲ τοῖς λέγουσιν οὐδαμῶς περιγραφόμενος, ὥστε κἂν εἶπόν τι κατὰ δύναμιν, καὶ τοῦτο τολμηρῶς, ἀλλ᾽ οὐ περιέλαβον πᾶσαν τῶν γεγραμμένων τὴν δύναμιν, ἀπείρως τῆς ἐμῆς ἀνῳκισμένην δυνάμεως.
ΣΧΟΛΙΑ
1. Ὅτι καθάπερ ὁ Θεός κατ᾿ οὐσίαν οὐχ ὑποπέπτωκε γνώσει, οὕτως οὔτε ὁ λόγος αὐτοῦ γνώσει τῇ καθ᾿ ἡμᾶς περιλαμβάνεται.
2. Οἱ μόνῳ τῷ γράμματι προσδήσαντες ἰουδαϊκῶς τήν διάνοιαν, φησί, κατά τόν αἰῶνα τοῦτον ἐκδέχονται τάς ἐπαγγελίας τῶν ἀκηράτων ἀγαθῶν, ἀγνοοῦντες τά κατά φύσιν τῆς ψυχῆς ἀγαθά.
3. Ὁ τήν εἰκόνα φορέσας τοῦ ἐπουρανίου, φησίν, τῷ Πνεύματι διά πάντων ἕπεσθαι σπεύδει τῆς ἁγίας Γραφῆς· ἐν ᾧ δι᾿ ἀρετῆς καί γνώσεως ἡ τῆς ψυχῆς ὑπάρχει συντήρησις· ὁ δέ τήν εἰκόνα φέρων τοῦ χοϊκοῦ, τό γράμμα μόνον περιέπει· ἐν ᾧ ἡ κατ᾿ αἴσθησιν πρός σῶμα λατρεία συνέστηκεν, τά πάθη δημιουργοῦσα.
4. Ἡ πρᾶξις γεννᾷ τήν ἀρετήν, φησίν, ὡς Ἄχας τόν Ἐζεκίαν.
5. Ἡ θεωρία, φησί, γεννᾷ τήν γνῶσιν, ὡς Ἀμώς τόν Ἡσαΐαν.
6. Ὁ μετά πράξεως γινώσκων, φησίν, καί μετά γνώσεως πράττων, θρόνος καί ὑποπόδιόν ἐστι τοῦ Θεοῦ. Θρόνος μέν, διά τήν γνῶσιν· ὑποπόδιον δέ, διά τήν πρᾶξιν.
7. Παρεμβολή βασιλέως Ἀσσούρ, ἐστίν ἡ συναγωγή τῶν πονηρῶν λογισμῶν, ἐν ᾗ δυνατός ἐστιν, ὁ πρός ἡδονήν τάς φυσικάς ὀρέξεις κινῶν· πολεμιστής δέ ἐστιν ὁ τὸ θυμικόν εἰς τήν τῶν ἡδονῶν φυλακήν διεγείρων· ἄρχων δέ, ὁ ταῖς ἐπιφανείαις τῶν ὁρατῶν τάς αἰσθήσεις διερεθίζων· στρατηγός (≡14Β_370≡> δέ, ὁ εἰδοποιός τῶν παθῶν, καί τῶν ὕλων καί τρόπων τῆς αὐτῶν ἐνεργείας ἐπινοητικός.
8. Ὅτι χωρίς αἰσθητοῦ πράγματος, φησίν, οὐ συνίσταται πάθος. Μή γάρ οὔσης γυναικός, οὐκ ἔστι πορνεία· καί βρωμάτων οὐκ ὄντων, οὐκ ἔσται γαστριμαργία· καί χρυσίου μή ὄντος, φιλαργυρίας οὐκ ἔσται πάθος. Οὐκοῦν πάσης ἐμπαθοῦς κινήσεως τῶν ἐν ἡμῖν φυσικῶν δυνάμεων, ἄρχει τό αἰσθητόν, ἤγουν ὁ δι᾿ αὐτοῦ τήν ψυχήν διερεθίζων πρός ἁμαρτίαν δαίμων.
9. Ἡ τρίψις, φησίν, τήν ἐνέργειαν· ἡ ἔκτριψις δέ, καί αὐτήν ἀφανίζει τῆς κακίας τήν ἐνθύμησιν.
10. Ὡς γάρ ὁ βοῤῥᾶς, φησίν, ἥλιον οὐκ ἔχει διοδεύοντα· οὕτως οὔτε ἡ κακή ἕξις, ἥν οἰκεῖ ὁ διάβολος, γνώσεως φωτισμόν ἐπιδέχεται.

ΝΑ (51). ΠΕΡΙ ΤΟΥ "ΚΑΙ ΠΟΛΛΟΙ ΕΦΕΡΟΝ ΔΩΡΑ ΤΩ ΚΥΡΙΩ ΚΑΙ ΔΟΜΑΤΑ ΤΩ ΒΑΣΙΛΕΙ".
51. ΕΡΩΤΗΣΙΣ ΝΑ'
Καὶ πολλοὶ ἔφερον δῶρα τῷ Κυρίῳ εἰς Ἱερουσαλὴμ καὶ δόματα τῷ Ἐζεκίᾳ βασιλεῖ Ἰούδα, καὶ ὑπερήρθη κατ᾽ ὀφθαλμοὺς πάντων τῶν ἐθνῶν. Τί τὰ δῶρα, καὶ τί τὰ δόματα; καὶ διὰ τί τῷ μὲν Θεῷ δῶρα, τῷ δὲ βασιλεῖ δόματα; καὶ τί τὸ ὑπεραρθῆναι κατ᾽ ὀφθαλμοὺς πάντων τῶν ἐθνῶν;
Ἀπόκρισις.
Τὴν ὁρωμένην ἅπασαν φύσιν ὁ Θεὸς ὑποστήσας, οὐκ ἀφῆκεν αὐτὴν κατὰ μόνην κινεῖσθαι τὴν αἴσθησιν, ἀλλ᾽ ἐγκατέσπειρεν ἑκάστῳ τῶν αὐτὴν συμπληρούντων εἰδῶν καὶ σοφίας λόγους πνευματικοὺς καὶ ἀγωγῆς ἀστείας τρόπους, ὥστε μὴ μόνον διὰ τῶν σιγώντων κτισμάτων μεγαλοφώνως κηρύττεσθαι τὸν ποιητὴν τῶν κτισμάτων τοῖς τῶν γεγονότων μηνυόμενον λόγοις, ἀλλὰ καὶ τὸν ἄνθρωπον, τοῖς κατὰ φύσιν τῶν ὁρωμένων (≡14Β_372≡> θεσμοῖς τε καὶ τρόποις παιδαγωγούμενον, εὐμαρῶς τὴν πρὸς αὐτὸν ἄγουσαν ὁδὸν τῆς δικαιοσύνης εὑρεῖν.
Τοῦτο γὰρ τῆς ἄκρας ἦν ἀγαθότητος ἴδιον, μὴ μόνον τὰς θείας καὶ ἀσωμάτους τῶν νοητῶν οὐσίας τῆς ἀπορρήτου καὶ θείας ἀπεικονίσματα καταστῆσαι δόξης, ὅλην κατὰ τὸ θεμιτὸν ἀναλόγως αὐταῖς εἰσδεχομένας τὴν ἀπερινόητον ὡραιότητα τοῦ ἀπροσίτου κάλλους, ἀλλὰ καὶ τοῖς αἰσθητοῖς καὶ τῶν νοητῶν οὐσιῶν κατὰ πολὺ ἀποδέουσιν ἀπηχήματα τῆς οἰκείας ἐγκαταμίξαι μεγαλειότητος, δυνάμενα τὸν ἀνθρώπινον νοῦν ἐπιχούμενον αὐτοῖς πρὸς τὸν Θεὸν ἀπλανῶς διαπορθμεύειν, ὑπεράνω πάντων τῶν ὁρωμένων γινόμενον, οἷα τῆς ἄκρας ἐπιβάντα μακαριότητος καὶ τὰ μέσα πάντα, δι᾽ ὧν τὴν τοιαύτην τεμὼν ἐξήνυσε πορείαν, κατόπιν ἑαυτοῦ ποιησάμενον· οὐ μόνον δέ, ἀλλ᾽ ἵνα καὶ μηδεὶς τῶν λατρευσάντων τῇ κτίσει παρὰ τὸν κτίσαντα πρόφασιν ἀπολογίας ἔχῃ τὴν ἄγνοιαν, φωνῆς πάσης τρανότερον τὸν οἰκεῖον ποιητὴν κηρυττούσης ἀκούων τῆς κτίσεως.
Οὐκοῦν ἐπειδὴ καὶ λόγους σοφίας πνευματικοὺς καὶ τρόπους ἀγωγῆς ἀστείας ἐγκατασπαρέντας αὐτῇ φυσικῶς ἔχει παρὰ τοῦ δημιουργοῦ τῶν ὁρωμένων ἡ φύσις, πᾶς νοῦς, εἰκότως ἀρετῇ καὶ γνώσει κατεστεμμένος, οἷα δὴ κατὰ τὸν μέγαν Ἐζεκίαν βασιλεύειν λαχὼν τῆς Ἱερουσαλήμ, τουτέστι τῆς εἰρήνην μόνην ὁρώσης ἕξεως ἤγουν τῆς παντοίων ἐστερημένης παθῶν καταστάσεως—ὅρασις γὰρ εἰρήνης Ἱερουσαλὴμ ἑρμηνεύεται—, πᾶσαν ἔχει τὴν κτίσιν ὑποχείριον διὰ τῶν αὐτὴν συμπληρούντων εἰδῶν ὁ τοιοῦτος νοῦς, τῷ μὲν Θεῷ δι᾽ αὐτοῦ τοὺς ἐν αὐτῇ πνευματικοὺς τῆς γνώσεως καθάπερ δῶρα προσκομίζουσαν λόγους, αὐτῷ δὲ καθάπερ δόματα τοὺς ἐνυπάρχοντας αὐτῇ κατὰ τὸν φυσικὸν νόμον πρὸς ἀρετὴν τρόπους παρέχουσαν, καὶ διὰ τῶν ἀμφοτέρων δεξιουμένην τὸν κατ᾽ ἀμφότερα κρατίστως εὐδοκιμεῖν δυνάμενον, λέγω δὲ τὸν κατὰ λόγον (≡14Β_374≡> καὶ βίον πράξεώς τε καὶ θεωρίας τελειωθέντα φιλόσοφον νοῦν. Δῶρα μὲν οὖν τῷ Κυρίῳ καὶ δόματα τῷ βασιλεῖ φέρεσθαι προσδιωρισμένως εἴρηκεν ὁ λόγος, ἐπειδή, καθώς φασιν οἱ περὶ ταῦτα τὴν σπουδὴν ἐσχηκότες, δῶρα σεσημειωμένως ἐκεῖνα λέγεται τὰ τοῖς ἀπροσδεέσιν εἰσκομιζόμενα, δόματα δὲ τὰ τοῖς δεομένοις διδόμενα. Διὸ καὶ ἡ καθόλου συνήθεια τῶν ἀνθρώπων τὰ τοῖς βασιλεῦσι προσφερόμενα προσηγόρευσε δῶρα, τυχὸν τὸ ἀπροσδεὲς τῶν δεχομένων σκοπήσασα.
Φήσειε δ᾽ ἄν τις τῶν πάντα φιλοτίμων ταύτης ἕνεκεν τῆς αἰτίας καὶ τὰ παρὰ τῶν μάγων προσενεχθέντα τῷ Κυρίῳ, καθ᾽ ἡμᾶς γενομένῳ διὰ φιλανθρωπίαν, δῶρα προσηγορεῦσθαι, μηδὲν τῆς ἀληθείας τοῦτο λέγων παραμείβων τὸ σύνολον.
Προσκομίζοντες οὖν τοὺς ἐκ τῶν γεγονότων πνευματικοὺς τῷ Κυρίῳ λόγους, δῶρα προσφέρομεν, καθότι πάντων τούτων ἐστὶν κατὰ φύσιν ἀπροσδεής· οὐ γὰρ ὡς δεομένῳ πρὸς ἄλλοις καὶ τοὺς τῶν ὄντων τῷ Κυρίῳ προσκομίζομεν λόγους, ἀλλ᾽ ἵνα ποσῶς ἡμεῖς κατὰ δύναμιν ἐκ τῶν αὐτοῦ κτισμάτων χρεωστούμενον αὐτὸν ἀνυμνήσωμεν. Δόματα δὲ λαμβάνει ὁ τὴν θείαν προθύμως μετερχόμενος φιλοσοφίαν, ὡς καὶ τρόπων πρὸς ἀρετὴν καὶ λόγων πρὸς γνῶσιν κατὰ φύσιν δεόμενος.
῍Η καὶ ἄλλως ἐκληπτέον τὰ δῶρα. Ἐπειδὴ δῶρον πάλιν ἐστὶ τὸ τοῖς μηδὲν προεισενεγκοῦσι διδόμενον, δῶρα μὲν λαμβάνει ὁ γνωστικὸς νοῦς ἐκ τῆς τῶν ὄντων θεωρίας δι᾽ αὐτοῦ προσαγομένους τῷ Κυρίῳ τοὺς ἄνευ λογικῆς ἀποδείξεως συνεκτικοὺς λόγους τῆς πίστεως, ὑπὲρ ἧς οὐδεὶς οὐδαμῶς οὐδὲν προεισφέρει, φυσικῶς καὶ δίχα πάσης τῆς ἐν λόγοις τεχνικῆς (≡14Β_376≡> μεθοδείας τὸν ἴδιον ποιητὴν θεώμενος, μηνυούσης τῆς κτίσεως (τί γὰρ καὶ προεισενέγκαι δυνήσεταί τις πίστει παρισωθῆναι δυνάμενον, ὥστε ὡς χρέος, ἀλλὰ μὴ δῶρον, τὴν εἰς τὸν Θεὸν πίστιν κομίσασθαι;), δόματα δὲ λαμβάνει τοὺς τῶν ὄντων φυσικοὺς νόμους τοῖς τρόποις μιμούμενος, δηλαδὴ τῆς τούτων προεισφέρων κτήσεως τοὺς κατὰ τὴν μετάνοιαν πόνους, δι᾽ ὧν ἐκδύεσθαι πρότερον τὸν παλαιὸν πέφυκεν ἄνθρωπον καὶ οὕτως πρὸς συλλογὴν καρπῶν δικαιοσύνης ἐξιέναι, τοὺς ἐν τοῖς οὖσι πεποιημένους πρὸς ἀρετὴν ἀναλεγόμενος τρόπους· οἷς οὐκ ἄν ποτε προσεγγίσειεν, μὴ πρότερον πόνοις καὶ ἱδρῶσι πολλοῖς, καθάπερ ὄφις τὴν λεβηρίδα, φημὶ δὴ τὸν παλαιὸν εἰς ἄγαν καταπιέσας ἄνθρωπον καὶ ἀποδυσάμενος. Διὸ τῷ μὲν Θεῷ δῶρα τοὺς ἐκ τῶν ὄντων εἰκότως συνεκτικοὺς τῆς πίστεως λόγους ὁ γνωστικὸς δέχεται νοῦς, μηδὲν τὸ σύνολον τούτων προεισφέρων καὶ προδιδούς (Τίς γάρ φησι προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ;), λαμβάνει δὲ δόματα τοὺς κατὰ φύσιν τῶν ὄντων τοῖς τρόποις ἐκμιμούμενος νόμους.
Οἷόν τι λέγω· μιμούμενος μὲν ὁ διαγνωστικὸς νοῦς τὸν κατὰ φύσιν τοῦ οὐρανοῦ νόμον δόματα λαμβάνει, ὁμαλωτάτην καὶ ὡσαύτως ἔχουσαν ἀεὶ τῆς ἀρετῆς ἐν ἑαυτῷ καὶ τῆς γνώσεως διαφυλάττων τὴν κίνησιν, παγίως φέρουσαν καθάπερ ἀστέρας τοὺς περὶ τῶν ὄντων φωτεινοὺς καὶ διαυγεστάτους λόγους. Μιμούμενος δὲ τοῦ ἡλίου τὸν κατὰ φύσιν νόμον, ἄλλους ἐξ ἄλλων πρὸς τὰς χρείας τοῦ παντὸς ἀμειβομένου τόπους, ἕτερον δόμα λαμβάνει τὴν πρὸς τὸ πᾶσι τοῖς συμβαίνουσι δεόντως μετὰ σοφίας ἁρμόζεσθαι σύνεσιν, μηδὲν ὑφιεὶς ἑαυτοῦ τῆς φωτιστικῆς κατὰ τὴν ἀρετὴν καὶ τὴν γνῶσιν ταυτότητος.
Λαμβάνει δὲ πάλιν καὶ τοῦ ἀετοῦ τὸ πρὸς τὴν θείαν τοῦ ἀκηράτου φωτὸς μαρμαρυγὴν εὐθυτενὲς τῶν ὀμμάτων, κατὰ (≡14Β_378≡> μηδὲν ὑπὸ τῆς παμφαοῦς ἀκτῖνος τὴν νοερὰν δριμυσσόμενος κόρην.
Μιμεῖται καὶ τὴν ἔλαφον, καθάπερ ὄρη τὰ ὕψη τῶν θείων θεωρημάτων μεταδιώκων, καὶ τὰ ἐμφωλεύοντα τῇ φύσει τῶν ὄντων πάθη, ἰοβόλων δίκην, τῷ λόγῳ διαφθείρων τῆς διακρίσεως, καὶ τὸν τῇ μνήμῃ κατὰ περίστασιν ἐναπολαμβανόμενον τῆς κακίας ἰὸν ταῖς πολλαῖς καὶ διαφόροις πηγαῖς κατασβεννύων τῆς γνώσεως.
Μιμεῖται καὶ τῆς δορκάδος τὴν ὀξυωπίαν καὶ τοῦ ὀρνέου τὴν ἀσφάλειαν, τοὺς βρόχους τῶν πολεμούντων τῇ ἀρετῇ δαιμόνων ὡς δορκὰς ὑπερπηδῶν καὶ διαλλόμενος, καὶ τὰς παγίδας τῶν τῇ γνώσει μαχομένων πνευμάτων ὡς ὄρνεον ὑπεριπτάμενος.
Φασί τινες τοῦ λέοντος ἀλλήλοις τὰ ὀστᾶ συγκρουόμενα πῦρ ἀποβάλλειν. Μιμεῖται καὶ τούτου τὸ φύσει πεφυκὸς ὁ γνωστικὸς νοῦς καὶ θεοφιλής, διὰ τῆς κατὰ τὴν ἀλήθειαν συζητήσεως ἀλλήλοις τοὺς εὐσεβεῖς ὀστέων δίκην συγκρούων λογισμοὺς καὶ τὸ πῦρ ἐξάπτων τῆς γνώσεως.
Γίνεται φρόνιμος ὡς ὁ ὄφις καὶ ἀκέραιος ὡσεὶ περιστερά, διὰ πάντων ἄθλαστον ὡς κεφαλὴν τὴν πίστιν συντηρῶν καὶ τοῦ θυμοῦ τὴν πικρίαν ἐξ ἑαυτοῦ σαφῶς κατὰ τὴν περιστερὰν ἀποθέμενος, ὡς τοῖς θλίβουσι καὶ ἐπηρεάζειν σπουδάζουσι μνησικακεῖν οὐκ εἰδώς.
Δέχεται κἀκ τῆς τρυγόνος καθάπερ δόμα τὴν τῆς σωφροσύνης ἐκμίμησιν, γνώμης ἔργα ποιούμενος πάντα τὰ ἐξ ἀνάγκης προσόντα ταῖς φύσεσιν.
Οὕτω μὲν οὖν, κατὰ τὸν ἑκάστου λόγον τε καὶ τρόπον τῆς φύσεως, μετὰ γνώσεως ἐπελθὼν τὴν τῶν ὄντων γένεσιν ὁ φιλοσοφώτατος νοῦς, ὡς μὲν γνωστικὸς τοὺς τῶν ὄντων πνευματικοὺς λόγους καθάπερ δῶρα δέχεται τῷ Θεῷ προσφερομένους παρὰ τῆς κτίσεως, ὡς δὲ πρακτικὸς τοὺς τῶν ὄντων φυσικοὺς (≡14Β_380≡> νόμους τοῖς τρόποις μιμούμενος δόματα δέχεται, πᾶσαν ἐκκαλύπτων ἐν ἑαυτῷ κατὰ τὸν βίον τῆς ἐμφερομένης ἀοράτως τοῖς οὖσι θείας σοφίας τὴν μεγαλοπρέπειαν.
Εἰ δὲ καὶ τοῦτο φαίη τις ὅτι δῶρα τῷ Θεῷ προσφέρεσθαι διωρίσατο φήσας ὁ λόγος, ἵνα παραστήσῃ τὸ τῆς θείας ἀγαθότητος ἄπειρον, ὡς μηδὲν προεισενεγκούσης, δέχεσθαι παρ᾽ ἡμῶν ὡς δῶρα τὰ δόματα, τὸ πᾶν ἡμῖν λογιζομένης τῆς εἰσφορᾶς, οὐκ ἔξω τοῦ πρέποντος γέγονε τοῦτο φήσας, πολλὴν καὶ ἄφατον εἶναι περὶ ἡμᾶς τοῦ Θεοῦ δείξας τὴν ἀγαθότητα, δεχομένου ὡς ἡμῶν τὰ ἑαυτοῦ ἐξ ἡμῶν αὐτῷ προσφερόμενα, καὶ τὴν ὑπὲρ αὐτῶν ὡς ἀλλοτρίων ὀφειλὴν ὁμολογοῦντος.
Καὶ ὑπερήρθη, φησίν, Ἐζεκίας κατ᾽ ὀφθαλμοὺς πάντων τῶν ἐθνῶν. Ὁ διὰ πράξεως καὶ θεωρίας κατορθώσας εἰς ἄκρον τὴν ἀρετὴν καὶ τὴν γνῶσιν κατὰ τὸν Ἐζεκίαν, εἰκότως ὑπεραίρεται πάντων τῶν ἐθνῶν, τῶν τε σαρκικῶν καὶ διαβεβλημένων λέγω· παθῶν ὑπεράνω κατὰ τὴν πρᾶξιν γινόμενος καὶ τῶν φυσικῶν λεγομένων σωμάτων, καὶ ἁπλῶς, ἵνα συνελὼν εἴπω, πάντων τῶν ὑπὸ αἴσθησιν εἰδῶν κατὰ τὴν θεωρίαν τοὺς ἐν αὐτοῖς πάντας γνωστικῶς διαπεράσας λόγους, ἐθνῶν καὶ αὐτῶν τῇ Γραφῇ τροπικῶς ὀνομαζομένων διὰ τὸ πρὸς τὴν ψυχὴν καὶ τὸν νοῦν κατὰ φύσιν ἀλλογενὲς καὶ ἀλλόφυλον· ἅπερ, μὴ πολεμοῦντα τὸν νοῦν, πολεμεῖσθαι παντελῶς ὁ Θεὸς οὐ προσέταξεν.
Οὐ γὰρ τοῖς ἔξω περὶ τὴν αἴσθησιν πολεμεῖν ἐπετάγημεν κτίσμασιν, ἀλλὰ τοῖς ἐν ἡμῖν αὐτοῖς παρὰ φύσιν κατὰ τὴν γῆν τῆς καρδίας οἰκοῦσι τῆς ἀτιμίας ἀεὶ διαμάχεσθαι πάθεσιν ἐκελεύσθημεν, ἕως ἂν ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ αὐτῆς, καὶ κατάσχωμεν μόνοι τὴν γῆν, ἀσάλευτον μένουσαν τῇ ἀναιρέσει τῶν ἀλλοτρίων παθῶν. Διὸ καὶ τετηρημένως, κατὰ μὲν τὸν τόπον τῆς εἰσφορᾶς τῶν δώρων τοῦ Θεοῦ καὶ τῶν δομάτων τοῦ βασιλέως, οὐχ ἁπλῶς ἡ Γραφὴ πάντες ἔφερον εἶπεν δῶρα τῷ Θεῷ καὶ δόματα τῷ βασιλεῖ ἀλλὰ πολλοί, τουτέστιν οὐ (≡14Β_382≡> πάντα τὰ ἔθνη, ἀλλὰ πολλὰ ἔθνη, δήλου ὄντος ἐντεῦθεν ὅτι εἰσὶ λεγόμενα ἔθνη, ἐξ ὧν οὐδὲν τῷ Θεῷ ἢ τῷ βασιλεῖ προσάγεται. Τὰ γὰρ συμπληροῦντα τὴν τῶν γεγονότων φύσιν κτίσματα μόνα φέρειν εἰκότως φησὶν τῷ τε Θεῷ δῶρα τοὺς ἐν αὐτοῖς θειοτέρους, καθ᾽ οὓς καὶ ἐκτίσθησαν, λόγους, ὡς ἐκ Θεοῦ γεγενημένα, καὶ δόματα τῷ βασιλεῖ τοὺς οἰκείους αὐτῶν καὶ κατὰ φύσιν δηλονότι νόμους, ὡς δι᾽ αὐτὸν ὑποστάντα, καθ᾽ οὓς ῥυθμιζόμενος ὁ ἀνθρώπινος νοῦς τοὺς συνεκτικοὺς τῆς ἀρετῆς συνίστησι τρόπους. Ἀλλ᾽ οὐχὶ τῶν ἐκ Θεοῦ μὴ γεγονότων ἐν ἡμῖν ἐθνῶν, λέγω δὲ τῶν παθῶν, παρυπόστασις προσφέρει Θεῷ ἢ ἀνθρώποις, διότι οὐκ ἐκ Θεοῦ γεγένηται. Ἐξ ἡμῶν γὰρ τῆς θείας παρακουσάντων ἐντολῆς, ἀλλ᾽ οὐκ ἐκ Θεοῦ τὰ πάθη τῆς ἀτιμίας ἔσχε τὴν γένεσιν· ἐξ ὧν οὐδεὶς οὐδαμῶς οὐδὲν προσφέρει Θεῷ, μὴ ἐχόντων τὸ σύνολον λόγον σοφίας ἢ γνώσεως, ἅτε τῇ τῆς σοφίας ἀποβολῇ καὶ τῆς γνώσεως παρυποστάντα.
Κατὰ δὲ τὸν τόπον τοῦ καὶ ἐπήρθη κατ᾽ ὀφθαλμοὺς πάντων τῶν ἐθνῶν Ἐζεκίας ὁ βασιλεύς, σεσημειωμένως εἴρηκεν πάντων τῶν ἐθνῶν τοῦ λόγου δηλοῦντος ὡς ὁ τὴν ἀπάθειαν καθάπερ Ἱερουσαλὴμ οἰκεῖν διὰ τῶν κατὰ τὴν πρᾶξιν πόνων λαχὼν καὶ πάσης τῆς καθ᾽ ἁμαρτίαν ἀπηλλαγμένος ὀχλήσεως καὶ μόνην εἰρήνην καὶ πράττων καὶ λαλῶν καὶ ἀκούων καὶ λογιζόμενος, μετὰ τὸ δέξασθαι διὰ τῆς φυσικῆς θεωρίας τὴν φύσιν τῶν ὁρατῶν, τοὺς ἐν αὐτῇ θειοτέρους, καθάπερ δῶρα, τῷ Κυρίῳ δι᾽ αὐτοῦ προσκομίζουσαν λόγους καὶ τοὺς ἐν αὐτῇ νόμους αὐτῷ καθάπερ βασιλεῖ δόματα φέρουσαν, κατ᾽ ὀφθαλμοὺς ἐπαίρεται πάντων τῶν ἐθνῶν, ὑπεράνω γινόμενος πάντων δηλονότι τῶν τε κατὰ τὴν σάρκα παθῶν διὰ τῆς πράξεως τῶν τε φυσικῶν σωμάτων καὶ τῶν ὑπὸ τὴν αἴσθησιν πάντων εἰδῶν διὰ τῆς θεωρίας, τοὺς ἐν αὐτοῖς πνευματικοὺς διαβὰς λόγους τε καὶ τρόπους. Οὕτως νενόηταί μοι καὶ τὸ ἔφερον πολλοί, ἀλλ᾽ οὐ πάντες, τουτέστι τὰ ἐκτὸς ἔθνη ἤγουν κτίσματα, ἀλλ᾽ οὐ τὰ (≡14Β_384≡> ἐντὸς ἐν ἡμῖν ἔθνη ἤγουν πάθη. Πάντα γὰρ τὰ συμπληροῦντα τὸν κόσμον κτίσματα Θεὸν ὑμνεῖ καὶ δοξάζει φωναῖς ἀλαλήτοις. Καὶ ὁ ἐκείνων ὕμνος ἡμέτερος γίνεται· δι᾽ ὧν ἐγὼ τὸ ὑμνεῖν λαμβάνω φησὶ Γρηγόριος, ὁ μέγας τῆς θεολογίας ἐπώνυμος.
Οὐκοῦν ἡ ἁγία Γραφή, καθὼς δέδεικται, πᾶσιν ἄνετον προθεῖσα τοῖς βουλομένοις σωθῆναι τὸ ἑαυτῆς βούλημα, ἑνὶ προσώπῳ παντελῶς ἑαυτὴν οὐ συνέκλεισεν. Ἕκαστος γὰρ δύναται Ἐζεκίας γενέσθαι, τὸν Ἐζεκίαν κατὰ Πνεῦμα μιμούμενος, καὶ διὰ προσευχῆς βοῆσαι πρὸς τὸν Θεὸν καὶ εἰσακουσθῆναι καὶ δέξασθαι ἄγγελον, λέγω δὲ σοφίας μείζονος λόγον καὶ γνώσεως, ἐν τῷ καιρῷ τῆς τῶν πονηρῶν δαιμόνων ἐπαναστάσεως, καὶ ἐκτρίψαι πάντα δυνατὸν καὶ πολεμιστὴν καὶ ἄρχοντα καὶ στρατηγόν, τουτέστι τὰς ἐμπαθεῖς τῆς ἐπιθυμίας καὶ τοῦ θυμοῦ κινήσεις καὶ τῶν αἰσθητῶν τὴν προσπάθειαν καὶ τὸν καθάπερ στρατηγὸν ἐπινοοῦντα τοὺς καθ᾽ ἁμαρτίαν τρόπους λογισμόν, καὶ οὕτως ἐν εἰρήνῃ γενέσθαι διὰ τῆς ἀπαλλαγῆς τῶν παθῶν καὶ σχολάσαι τῇ τῶν ὄντων θεωρίᾳ, καὶ δέξασθαι τοὺς συνεκτικοὺς τῆς γνώσεως λόγους καθάπερ δῶρα καὶ τοὺς τῶν ἀρετῶν συστατικοὺς τρόπους καθάπερ δόματα πρός τε δόξαν Θεοῦ καὶ προκοπὴν ἑαυτοῦ παρὰ πάσης αὐτῷ προσφερομένους τῆς κτίσεως, καὶ μετὰ τοῦτο πρεπόντως κατ᾽ ὀφθαλμοὺς ὑπεραρθῆναι πάντων τῶν ἐθνῶν, τουτέστι ὑπεράνω πάντων τῶν παθῶν κατὰ τὴν ἀρετὴν καὶ πάντων τῶν κτισμάτων γενέσθαι κατὰ τὴν γνῶσιν, καὶ φυλάξαι διὰ μετριοφροσύνης τὴν χάριν τῆς σωτηρίας, καὶ μὴ παθεῖν τὰ τούτοις κατὰ τὴν Γραφὴν ἑπόμενα.
ΣΧΟΛΙΑ
α΄. Τριῶν τούτων ἕνεκεν ἐγκατέσπειρεν ὁ Θεός τῇ ὁρωμένῃ φύσει λόγους πνευματικούς καί τρόπους ἀγωγῆς ἀστείας· ὥστε κηρύττεσθαι τόν Ποιητήν τῶν κτισμάτων, καί ὥστε τόν ἄνθρωπον τοῖς κατά φύσιν θεσμοῖς τε καί τρόποις παιδαγωγούμενον, εὑρεῖν εὐμαρῶς τήν πρός αὐτόν ἄγουσαν τῆς δικαιοσύνης ὁδόν· καί ἵνα μηδείς τῶν ἀπίστων, πρόφασιν ἀπολογίας ἔχῃ τήν ἄγνοιαν.
1. Μέσα Θεοῦ καί ἀνθρώπων εἰσί τά αἰσθητά καί τά νοητά· ὧν ὑπεράνω γίνεται χωρῶν πρός Θεόν ὁ ἀνθρώπινος (≡14Β_386≡> νοῦς· τοῖς μέν αἰσθητοῖς κατά τήν πρᾶξιν μή δουλούμενος· τοῖς νοητοῖς δέ κατά τήν θεωρίαν μηδόλως κρατούμενος.
2. Ὅτι κατήγορος ἡ κτίσις γίνεται, φησίν, τῶν ἀσεβῶν ἀνθρώπων· διά μέν τῶν ἐν αὐτῇ λόγων τόν ἑαυτῆς κηρύττουσα Ποιητήν· διά δέ τῶν ἐν αὐτῇ κατ᾿ εἶδος ἕκαστον φυσικῶν νόμων πρός ἀρετήν παιδαγωγοῦσα τόν ἄνθρωπον. Οἱ μέν οὖν λόγοι ἐν τῇ συνοχῇ τῆς τοῦ καθέκαστον εἴδους γνωρίζονται μονιμότητος· οἱ δέ νόμοι, ἐν τῇ ταυτότητι φαίνονται τῆς τοῦ καθέκαστον εἴδους φυσικῆς ἐνεργείας· οἷς μή ἐπιβάλλοντες κατά τήν ἐν ἡμῖν νοεράν δύναμιν, τήν τε τῶν ὄντων ἠγνοήσαμεν αἰτίαν, καί πᾶσι τοῖς παρά φύσιν προστετήκαμεν πάθεσιν.
3. Ὁ ἄνθρωπος τούς πνευματικούς τῶν ὁρωμένων λόγους κατανοῶν διδάσκεται, ὡς ἔστι τῶν φαινομένων Ποιητής· τήν τοῦ ὁποῖός ἐστιν ἔννοιαν, ὡς ἀνέφικτον ἀφείς ἀνεξέταστον. Τήν γάρ ὅτι Ποιητής, ἀλλ᾿ οὐχ ὁποῖός ἐστιν ὁ Ποιητής ὁρωμένη σοφῶς ἡ κτίσις παρέχει κατάληψιν. Διόπερ δῶρα μέν κέκληκεν ἡ Γραφή τούς λόγους τῶν ὁρωμένων, ὡς τῆς κατά πάντων δεσποτείας μηνυτικούς· δόματα δέ, τούς φυσικούς αὐτῶν νόμους, δι᾿ ὧν ὁποῖόν τι τῶν ὄντων ἕκαστον ὑπάρχει κατ᾿ εἶδος γνωριζόμενον διδάσκει τόν ἄνθρωπον, ἀλλοτρίῳ νόμῳ μή παραφθείρειν τόν κατά φύσιν.
4. Κατά δωρεάν φησίν τήν Θεόν εἰλήφαμεν πίστιν, γνῶσιν ὑπάρχουσαν ἀμέσως περί Θεόν ἱδρυμένην· ἥτις ἀναπόδεικτον ἔχει τήν ἐπιστήμην. Ἐλπιζομένων γάρ ἐστιν ὑπόστασις πραγμάτων, οὕπω γνώσει τῶν ὄντων τινός περιληφθέντων.
5. Ἀρετῆς μέν προεισφέρεται πίστις, φησίν· ἀρετή δέ, γνώσεως· πίστεως δέ, παντελῶς οὐδέν. Ἀρχή γάρ τῶν ἐν ἀνθρώποις (≡14Β_388≡> καλῶν ἡ πίστις· ἧς οὐδέν παρ᾿ ἡμῶν προεισάγεσθαι πέφυκεν.
6. Οὐδέν φησίν ἐστιν πίστεως ἰσοστάσιον.
7. Συνηγόρους τῆς εἰς τόν Θεόν πίστεως τούς τῶν ὄντων ὁ γνωστικός νοῦς δέχεται λόγους φησίν, ἀλλ᾿ οὐ ποιητικούς τῆς πίστεως. Οὐκ εἰσί γάρ ἀρχή τῆς πίστεως οἱ λόγοι τῶν γεγονότων· ἐπεί καί περιγραπτόν ἔσται τό πιστευόμενον. Οὗ γάρ ἡ πρός ἀπόδειξιν ἀρχή γνώσει περιλαμβάνεται, τοῦτο δηλαδή, γνώσει κατά φύσιν ὑπάρχει περιληπτόν.
8. Οὐρανοῦ νόμος ἐστί, τό κατά κύκλον ὡσαύτως φέρεσθαι, παρ᾿ οὗ λαμβάνει τήν ἐν τῷ καλῷ παγίαν κίνησιν ὁ γνωστικός, περί τό ταυτόν τῆς ἀρετῆς τήν οὐρανοῦ μιμούμενος ἀεικινησίαν.
9. Ἡλίου νόμος ἐστί φυσικός, τό ταῖς μεταβάσεσιν ἐργάζεσθαι τήν τῶν χρόνων διαφοράν· παρ᾿ οὗ λαμβάνει, τό πρός τάς διαφόρους ἁρμόζεσθαι συμβάσεις ὁ γνωστικός, λόγῳ φυλάττων τῆς ἀρετῆς τήν λαμπρότητα, μηδενί τῶν ἀβουλήτως συμβαινόντων ἀμαυρουμένην.
10. Ἀετοῦ νόμος ἐστί φυσικός, τό δέχεσθαι κατά τῆς κόρης τοῦ ἡλίου τήν ἀκτῖνα προσβάλλουσαν· παρ᾿ οὗ λαμβάνει κατά γνώμην ὁ γνωστικός, διά παντός τῷ θείῳ φωτί τόν νοῦν ἐναστράπτεσθαι.
11. Τί διδάσκεται κἀκ τοῦ φυσικοῦ νόμου τῶν ἐλάφων ὁ γνωστικός, τήν τῶν ὄντων φύσιν διασκεπτόμενος;
12. Τί κἀκ τῆς δορκάδος καί τοῦ ὀρνέου κατά μίμησιν λαμβάνων, ἀνάλωτον φυλάττει τήν ἀρετήν, ὁ κατά πρᾶξιν τήν ὁδόν τέμνων τῆς γνώσεως;
13. Ποῖον διδάσκεται καλόν ὁ τά θεῖα φιλοσοφῶν, τήν φυσικήν τοῦ λέοντος θεωρίαν εἰς ἑαυτόν κατά γνώμην λογικῶς μεταφέρων;
 (≡14Β_390≡> 14. Πῶς δεῖ μιμούμενον τόν ὄφιν καί τήν περιστεράν γένεσθαι φιλόσοφον;
15. Τί κἀκ τῆς τρυγόνος ὠφελεῖσθαι δυνάμεθα;
16. Ὁ πρός τόν ἑαυτοῦ νόμον, τούς τῶν ὄντων κατά μίμησιν μεταφέρων νόμους, ἐνάρετος, λογίζων τῶν ἐστερημένων λόγου τήν κίνησιν· ὁ δέ τόν ἑαυτοῦ πρός τούς νόμους τῶν ἄλλων κατά μίμησιν μεταβάλλων, ἐμπαθής, πρός ἀλογίαν ἐκφέρων τοῦ λόγου τήν δύναμιν.
17. Σώματα λέγει φυσικά, πάντα τά ὑπό γένεσιν καί φθοράν.
18. Καλή παρατήρησις, ὅτι δεῖ μή τήν κτίσιν πολεμεῖσθαι παρ᾿ ἡμῶν, ἧς ἐστι δημιουργός ὁ Θεός, ἀλλά τάς ἐπ᾿ αὐτῇ τῶν ἐν ἡμῖν κατ᾿ οὐσίαν δυνάμεων ἀτάκτους καί παρά φύσιν κινήσεις καί ἐνεργείας.
19. Ἡ πρακτική φιλοσοφία, τόν πρακτικόν, φησίν, ὑπεράνω ποιεῖ τῶν παθῶν· ἡ θεωρία δέ τόν γνωστικόν καί ὑπεράνω τῶν ὁρωμένων καθίστησιν, ἀναβιβάσασα τόν νοῦν πρός τά συγγενῆ νοητά.

ΝΒ (52). ΠΕΡΙ ΤΟΥ "ΟΥ ΚΑΤΑ ΤΟ ΑΝΤΑΠΟΔΟΜΑ Ο ΑΝΤΑΠΕΔΩΚΕΝ ΑΥΤΩ Ο ΘΕΟΣ ΑΝΤΑΠΕΔΩΚΕΝ ΕΖΕΚΙΑΣ".
52. ΕΡΩΤΗΣΙΣ ΝΒ'
Καὶ οὐ κατὰ τὸ ἀνταπόδομα ὃ ἀνταπέδωκεν αὐτῷ ὁ Θεὸς ἀνταπέδωκεν Ἐζεκίας, ἀλλ᾽ ὑψώθη ἡ καρδία αὐτοῦ· καὶ ἐγένετο ἐπ᾽ αὐτὸν ὀργὴ καὶ ἐπὶ Ἰούδαν καὶ ἐπὶ Ἱερουσαλήμ. Καὶ ἐταπεινώθη Ἐζεκίας ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ, καὶ οὐκ ἐπῆλθεν ἐπ᾽ αὐτοὺς ὀργὴ Κυρίου ἐν ταῖς ἡμέραις Ἐζεκίου. Τί τὸ ἀνταπόδομά ἐστι, καὶ τὰ ἑξῆς;
Ἀπόκρισις.
Ἐπειδὴ γὰρ μετὰ πολλὰς καὶ διαφόρους εὐεργεσίας, ἃς κατὰ καιροὺς ὁ Θεὸς χορηγήσας τῷ Ἐζεκίᾳ διέσωσεν, ἐκ πάσης (≡14Β_392≡> ἀνάγκης αὐτὸν λυτρωσάμενος καὶ περιστάσεως, αὐτὸς δὲ τὴν ὅλην τῷ Θεῷ τῆς σωτηρίας, ὡς ἐχρῆν, οὐκ ἀνέθετο χάριν, ἀλλ᾽ ἥψατό τις αὐτοῦ μῶμος ἀνθρώπινος καὶ τὴν τῶν κατορθωθέντων ἐπεμερίσατο δύναμιν, εἰκότως κατὰ τὸ ἀνταπόδομα, ὃ ἀνταπέδωκεν αὐτῷ ὁ Θεός, οὐκ ἀνταπέδωκεν Ἐζεκίας. Οὐ γὰρ ἀντεσήκωσε τῷ μεγέθει τῶν ἐπ᾽ αὐτῷ θείων κατορθωμάτων εὐγνωμόνως τὴν εὐχαριστίαν, ἀλλ᾽ ὑψώθη ἡ καρδία αὐτοῦ, μὴ διαδρὰς τὸ νόσημα τῆς ἐπ᾽ ἀρετῇ καὶ γνώσει φυσιούσης οἰήσεως.
Καὶ ἐγένετο ἐπ᾽ αὐτὸν ὀργὴ καὶ ἐπὶ Ἰούδαν καὶ ἐπὶ Ἱερουσαλήμ. Ὀργὴ Θεοῦ ἐστι, κατὰ μίαν ἐπιβολήν, ἡ τῶν παιδαγωγουμένων ἐπίπονος αἴσθησις. Ἐπίπονος δὲ καθέστηκεν αἴσθησις ἡ τῶν ἀκουσίων πόνων ἐπαγωγή· δι᾽ ἧς τὸν ἐπ᾽ ἀρετῇ καὶ γνώσει φυσιούμενον νοῦν ὁ Θεὸς πολλάκις ἄγει πρὸς συστολὴν καὶ ταπείνωσιν, αὐτὸν ἑαυτοῦ γενέσθαι διδοὺς ἐπιγνώμονα καὶ τῆς οἰκείας ἀσθενείας συνίστορα· ἧς ἐπαισθόμενος, τὸ μάταιον οἴδημα τῆς καρδίας ἀποτίθεται. Φησὶ γάρ· μετὰ τὸ γενέσθαι τὴν ὀργήν, καὶ ἐταπεινώθη Ἐζεκίας ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ, καὶ οὐκ ἐπῆλθεν ἐπ᾽ αὐτοὺς ὀργὴ Κυρίου ἐν ταῖς ἡμέραις Ἐζεκίου.
῍Η πάλιν ὀργὴ Κυρίου ἐστὶν ἡ ἀνακωχὴ τῆς τῶν θείων χαρισμάτων χορηγίας, ἥτις συμφερόντως ἐπὶ πάντα γίνεται νοῦν ὑψηλὸν καὶ μετέωρον καὶ τοῖς δοθεῖσιν αὐτῷ θεόθεν καλοῖς ὡς ἐπ᾽ ἰδικοῖς κατορθώμασι μεγαλαυχούμενον. Ἄξιον δέ ἐστιν ἐπιστῆσαι καὶ ἰδεῖν τί δήποτε μὴ ἐπὶ μόνον τὸν Ἐζεκίαν ὑψωθέντα τὴν καρδίαν ἦλθεν ἡ ὀργή, ἀλλὰ καὶ ἐπὶ Ἰούδαν καὶ ἐπὶ Ἱερουσαλήμ. Τοῦτο μάλιστα πείσει τοὺς τῷ γράμματι μόνῳ τῆς Γραφῆς φιλοπόνως παρακαθημένους ὅτι χρὴ τοὺς φιλοθέους περὶ τὴν πνευματικὴν θεωρίαν τῶν γεγραμμένων τὴν πᾶσαν ποιεῖσθαι σπουδήν, εἴπερ ὁ τῆς ἀληθείας (≡14Β_394≡> λόγος αὐτοῖς πάντων ἐστὶ τιμιώτερος. Εἰ γὰρ μόνῳ τῷ γράμματι στοιχήσομεν, πολλήν, ὡς εἰκός, ἀδικίαν τῆς θείας καταψηφιζόμεθα κρίσεως, τῷ ἁμαρτήσαντι συγκολαζούσης ἀδίκως τοὺς μηδαμῶς ἁμαρτήσαντας. Καὶ πῶς ἀληθὴς ὁ φάσκων ἔσται λόγος οὐκ ἀποθανεῖται πατὴρ ὑπὲρ υἱοῦ, οὔτε υἱὸς ὑπὲρ πατρός, ἕκαστος ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ ψυχὴ ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται, καὶ σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, πρὸς τὸν Θεὸν παρὰ τοῦ Δαβὶδ λεγόμενον;
Καὶ ὑψώθη, φησίν, ἡ καρδία Ἐζεκίου. Καὶ οὐκ ἐπήγαγε καὶ ἡ καρδία τῶν οἰκούντων Ἱερουσαλὴμ καὶ Ἰουδαίαν. Πῶς οὖν συνεκόλασε τῷ αἰτίῳ τοὺς ἀναιτίους κατ᾽ αὐτοὺς ἐκείνους συνιδεῖν οὐκ ἔχω. Λέγει γάρ· Καὶ ὑψώθη ἡ καρδία Ἐζεκίου· καὶ ἐγένετο ἐπ᾽ αὐτὸν ὀργὴ καὶ ἐπὶ Ἰούδαν καὶ ἐπὶ Ἱερουσαλήμ, περὶ ὧν οὐ γέγραφεν ὁ λόγος ὅτι ὑψώθησαν. Οὐκοῦν ἐπειδὴ ἀμήχανος ἡ λύσις τῶν ἀπορουμένων τοῖς προεστηκόσι τοῦ γράμματος καὶ τὸ ῥητὸν τῆς διανοίας προκρίνουσιν, ἐπὶ τὴν πνευματικὴν τῶν γεγραμμένων κατανόησιν ἔλθωμεν καὶ εὑρήσομεν ἀκμητὶ τὴν τῷ γράμματι κεκαλυμμένην ἀλήθειαν, φωτὸς δίκην τοῖς φιλαληθέσι προλάμπουσαν.
Πᾶς τοιγαροῦν γνωστικὸς καὶ φιλόσοφος νοῦς καὶ τὸν Ἰούδαν ἔχει καὶ τὴν Ἱερουσαλήμ· τὸν μὲν Ἰούδαν, εἰς τὸν κατ᾽ ἐξομολόγησιν τρόπον πνευματικῶς λαμβανόμενον ἤγουν τὴν ἕξιν τῆς μετανοίας μετὰ τῶν αὐτῆς συνεκτικῶν λογισμῶν τῇ προκοπῇ τῆς κατὰ νοῦν ἀναβάσεως πρακτικῶς συναυξάνουσαν—ἐξομολόγησις γὰρ Ἰούδας ἑρμηνεύεται—, τὴν δὲ Ἱερουσαλήμ, εἰς τὴν εἰρηνικὴν τῆς ἀπαθείας ἕξιν μετὰ τῶν συμπληρούντων αὐτὴν θείων θεωρημάτων ἀλληγορικῶς νοουμένην· καὶ συντόμως εἰπεῖν, τὴν μὲν Ἰουδαίαν ὡς πρακτικὴν ἔχει φιλοσοφίαν, τὴν δὲ Ἱερουσαλὴμ ὡς θεωρητικὴν (≡14Β_396≡> μυσταγωγίαν. Ὁπηνίκα γοῦν διὰ τῆς θείας χάριτος ὁ φιλόθεος νοῦς, κατά τε τὴν πρακτικὴν καὶ τὴν θεωρητικὴν φιλοσοφίαν πᾶσαν ἀντικειμένην ἀρετῇ τε καὶ γνώσει διακρουσάμενος δύναμιν, τελείως τὸ κατὰ τῶν πνευμάτων τῆς πονηρίας ἀναδήσεται κράτος καὶ μὴ τὴν δέουσαν εὐχαριστίαν ἀνάθηται τῷ αἰτίῳ τῆς νίκης Θεῷ, ἀλλ᾽ ὑψωθῇ τὴν καρδίαν, ἑαυτὸν τοῦ παντὸς κατορθώματος ἡγησάμενος αἴτιον, τηνικαῦτα, ὡς μὴ ἀνταποδοὺς τῷ Θεῷ κατὰ τὸ ἀνταπόδομα ὃ ἀνταπέδωκεν αὐτῷ, δέχεται οὐ μόνον αὐτὸς γινομένην ἐπ᾽ αὐτὸν τὴν ὀργὴν τῆς ἐγκαταλείψεως, ἀλλὰ καὶ Ἰούδας καὶ Ἱερουσαλήμ, τουτέστιν ἡ τῆς πράξεως ἕξις καὶ τῆς θεωρίας, παθῶν ἀτιμίας εὐθέως, συγχωρήσει Θεοῦ, κατεπανισταμένων τῆς πράξεως, καὶ τὴν τέως καθαρὰν μολυνόντων συνείδησιν καὶ ψευδῶν ἐννοιῶν συνεπιπλεκομένων τῇ θεωρίᾳ τῶν ὄντων καὶ τὴν τέως ὀρθὴν διαστρεφουσῶν δόξαν τῆς γνώσεως.
Θεῖος γὰρ ὡς ἀληθῶς ὅρος τε καὶ νόμος κατὰ πρόνοιαν ἐνυπάρχει τοῖς οὖσι, παιδεύεσθαι διὰ τῶν ἐναντίων ἐπιτρέπων πρὸς εὐγνωμοσύνην τοὺς ἐπὶ κρείττοσι φανέντας ἀγνώμονας καὶ τὴν πεῖραν τῶν ἀντικειμένων τῆς τῶν καλῶν κατορθωτικῆς θείας ἐπίγνωσιν ποιεῖσθαι δυνάμεως, ὡς ἂν μή, παντελῶς ἐπὶ τοῖς ἀμείνοσι ἀκαθαίρετον παρὰ τῆς προνοίας ἔχειν συγχωρηθέντες τὴν οἴησιν, εἰς τὴν ἀντίθεον τῆς ὑπερηφανίας διάθεσιν κατολισθήσωμεν, ἑαυτῶν κατὰ φύσιν, ἀλλ᾽ οὐκ ἐπίκτητον χάριτι, τὴν τῆς ἀρετῆς καὶ τῆς γνώσεως κτῆσιν εἶναι νομίζοντες, καὶ εὑρεθῶμεν τῷ καλῷ πρὸς τὴν τοῦ κακοῦ χρώμενοι γένεσιν, καὶ δι᾽ ὧν ἔδει πλέον διασφιγχθεῖσαν ἐν ἡμῖν ἀσάλευτον μένειν τὴν θείαν ἐπίγνωσιν, δι᾽ ἐκείνων, ὡς οὐκ ὤφελον, τὴν ταύτης νοσήσαντες ἄγνοιαν.
Ὁ γὰρ οἰόμενος ἑαυτὸν κατειληφέναι τὸ τέλος τῆς ἀρετῆς, οὐδαμῶς ἐπιζητήσει λοιπὸν τὴν πηγαίαν τῶν καλῶν αἰτίαν, ἑαυτῷ μόνῳ περιγράψας τὴν τῆς ἐφέσεως δύναμιν, αὐτὸν τῆς σωτηρίας τὸν ὅρον ὑφ᾽ ἑαυτοῦ, φημὶ δὲ τὸν Θεόν, ζημιούμενος. Ὁ δὲ τῆς ἑαυτοῦ περὶ τὰ καλὰ φυσικῆς συναισθόμενος πενίας (≡14Β_398≡> οὐ παύεται προτροπάδην τρέχων πρὸς τὸν δοῦναι δυνάμενον τῆς ἐνδείας τὴν πλήρωσιν.
Γίνεται τοίνυν δικαίως ἐπὶ τὸν ὑψηλόφρονα νοῦν ὀργή, τουτέστιν ἐγκατάλειψις, ἤγουν ἡ τοῦ διοχληθῆναι αὐτὸν κατά τε τὴν πρᾶξιν ὡς Ἰουδαίαν, κατά τε τὴν θεωρίαν ὡς Ἱερουσαλήμ, ὑπὸ δαιμόνων συγχώρησις, ἵνα λάβῃ τῆς μὲν ἑαυτοῦ φυσικῆς ἀσθενείας συναίσθησιν, τῆς δὲ σκεπούσης αὐτὸν καὶ τὸ πᾶν κατορθούσης τῶν ἀγαθῶν θείας δυνάμεώς τε καὶ χάριτος τὴν ἐπίγνωσιν, καὶ ταπεινωθῇ, πόρρω παντελῶς ἑαυτοῦ τὸ ἀλλότριον καὶ παρὰ φύσιν ὕψος ποιούμενος, ὥστε μὴ ἐπελθεῖν ἐπ᾽ αὐτὸν τὴν ἄλλην ὀργὴν τῆς τῶν δοθέντων χαρισμάτων ἀφαιρέσεως, ἥτις ἐπὶ τὸν Ἐζεκίαν οὐκ ἐπῆλθεν, εὐθέως ἐκ τῆς ἐπ᾽ αὐτὸν γενομένης πρώτης ὀργῆς, ἤγουν ἐγκαταλείψεως, ταπεινωθέντα καὶ γενόμενον τῆς τοῦ παρέχοντος τὰ καλὰ συναισθήσεως. Φησὶ γὰρ μετὰ τὸ καὶ ἐγένετο ἐπ᾽ αὐτὸν ὀργὴ καὶ ἐπὶ Ἰούδαν καὶ ἐπὶ Ἱερουσαλήμ· καὶ ἐταπεινώθη Ἐζεκίας ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ, καὶ οὐκ ἐπῆλθεν ἐπ᾽ αὐτοὺς ὀργὴ Κυρίου ἐν ταῖς ἡμέραις Ἐζεκίου, ἡ ἄλλη δηλονότι ὀργή, τῆς τῶν χαρισμάτων ἀφαιρέσεως, διὰ τὸ τὴν πρώτην ἐγκατάλειψιν τῆς καλῆς ἐπιγνωμοσύνης αὐτῷ γενέσθαι διδάσκαλον. Ὁ γὰρ μὴ σωφρονισθεὶς τῷ πρώτῳ εἴδει τῆς ὀργῆς, ἤγουν ἐγκαταλείψεως, ἐλθεῖν πρὸς ταπείνωσιν, τὴν ἄλλην δέχεται σαφῶς ἐπ᾽ αὐτὸν ἐρχομένην ὀργήν, ἀφαιρουμένην αὐτοῦ τὴν τῶν χαρισμάτων ἐνέργειαν, καὶ ἔρημον αὐτὸν καθιστῶσαν τῆς τέως φρουρούσης δυνάμεως—καὶ ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, φησὶ περὶ τοῦ ἀγνώμονος Ἰσραὴλ ὁ Θεός, λέγων καὶ ἔσται εἰς διαρπαγήν, καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ ἔσται εἰς καταπάτημα, καὶ ἀνήσω τὸν ἀμπελῶνά μου καὶ οὐ μὴ τμηθῇ οὐδὲ μὴ σκαφῇ, καὶ ἀναβήσεται εἰς αὐτὸν ὡς εἰς χέρσον ἄκανθα· καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτόν—, καθάπερ ἀνηγόρευται παθὼν καὶ Σαοὺλ ὁ πρῶτος τοῦ Ἰσραὴλ βασιλεύς. Ἐκεῖνος γὰρ ἅμα τῇ βασιλείᾳ λαβὼν διὰ (≡14Β_400≡> τοῦ χρίσματος καὶ τῆς προφητείας τὴν χάριν, ἐπειδὴ ταύτην μὴ ἐφύλαξεν, ὀργὴν δέχεται πρώτην τὴν τοῦ πονηροῦ πνεύματος ἐνέργειαν· ἧς μηδεμίαν λαβὼν συναίσθησιν, τῇ ἄλλῃ ταμιευθεὶς ὀργῇ συγκατέληξε, πάσης διὰ τὴν ἄνοιαν γυμνὸς πρὸ θανάτου θεοσεβείας γενόμενος. Καὶ δηλοῖ τοῦτο παθών, πρῶτον μὲν ὑπὸ τοῦ δαίμονος ἐνεργούμενος, εἶθ᾽ ὕστερον πρὸς αὐτοὺς αὐτομολῶν ἑκουσίως διὰ τῆς ἐγγαστριμύθου τοὺς δαίμονας καί, ἴσως τοῖς ἀθέοις, τὴν τῆς μαντείας τοῖς δαίμοσιν ἐπιτελῶν τελετήν.
Οὐκοῦν ἐπειδὴ τὸν Ἐζεκίαν εἰς τὸν φιλόσοφον ἐλάβομεν νοῦν, τὴν δὲ Ἰουδαίαν εἰς τὴν πρᾶξιν, τὴν δὲ Ἱερουσαλὴμ εἰς τὴν θεωρίαν, ὅταν τι καθ᾽ οἱονδήποτε τρόπον τὸν νοῦν πεπονθέναι νοήσωμεν, τῷ τοιούτῳ νοῖ τήν τε πρακτικὴν αὐτοῦ καὶ τὴν θεωρητικὴν δύναμιν κατὰ τοὺς συνεκτικοὺς αὐτῶν λόγους συμπεπονθέναι πάντως πιστεύσομεν· οὐ γάρ ἐστι δυνατὸν παθεῖν τὸ ὑποκείμενον, τῶν ἐν ὑποκειμένῳ μὴ συμπασχόντων.
Καλῶς οὖν τῷ ῥητῷ τῆς Γραφῆς συμφέρεται τῆς θεωρίας ὁ λόγος, μὴ φέρων διαβολὴν τῇ θείᾳ ψήφῳ τῶν κριμάτων, μηδὲ ἄλλης ἀνατροπὴν ποιούμενος ἐντολῆς. Μόνος γὰρ κατὰ τὴν ἀποδοθεῖσαν τοῦ λόγου θεωρίαν Ἐζεκίας, τουτέστιν ὁ νοῦς, ὑψοῦται μεγαλοφρονῶν ἐπὶ τοῖς κατορθώμασι, μὴ συνυψουμένων αὐτῷ τῆς Ἰουδαίας καὶ τῆς Ἱερουσαλήμ, ἤγουν πράξεως καὶ θεωρίας, ὅτι μηδὲ πεφύκασι τοῦτο πάσχειν, καθ᾽ ἑαυτὰς ὑποστατικῶς μὴ θεωρούμεναι. Καὶ ἐπὶ μόνον τὸν Ἐζεκίαν, τουτέστι τὸν νοῦν, οὐ γίνεται ὀργή, ἀλλὰ καὶ ἐπὶ Ἰούδαν καὶ Ἱερουσαλήμ. Ἡ γὰρ πρᾶξις καὶ ἡ θεωρία τῷ νῷ κατά τι μολυνομένῳ πάντως συγχραίνονται, καὶ μὴ οὖσαι τῆς πρὸς ὀργὴν αἰτίας συμμέτοχοι.
Γενώμεθα τοίνυν καὶ ἡμεῖς τῆς τῶν γεγραμμένων ἐννοίας. (≡14Β_402≡> Κἂν γὰρ ἐκείνοις συνέβη τυπικῶς κατὰ τὴν ἱστορίαν, ἀλλὰ δι᾽ ἡμᾶς ἐγράφη πρὸς νουθεσίαν πνευματικήν, οἷς διαπαντὸς συμβαίνει τὰ γεγραμμένα, νοητῶς τῆς ἀντικειμένης καθ᾽ ἡμῶν ἀεὶ παραταττομένης δυνάμεως, ἵνα πᾶσαν, εἰ δυνατόν, πρὸς τὸν νοῦν τὴν Γραφὴν μεταβιβάσαντες, αὐτὸν μὲν φωτίσωμεν τοῖς θείοις νοήμασι, τὸ δὲ σῶμα τοῖς τῶν νοηθέντων θειοτέρων λόγων τρόποις φαιδρύνωμεν, ἀρετῆς αὐτὸ ποιοῦντες λογικὸν ἐγραστήριον τῇ ἀποβολῇ τῶν ἐμφύτων παθῶν.
Πᾶς οὖν θεοφιλὴς καὶ ἐνάρετος ἄνθρωπος, κατὰ τὸν Ἐζεκίαν γνωστικῶς τὸ κατὰ δαιμόνων διαζωσάμενος κράτος, εἰ γένηταί τις αὐτῷ προσβολὴ πνευμάτων πονηρῶν ἀοράτως κατὰ νοῦν πρὸς αὐτὸν συμπλεκόντων τὸν πόλεμον, καὶ διὰ προσευχῆς δέξηται θεόθεν αὐτῷ πεμπόμενον ἄγγελον, λέγω δὲ σοφίας λόγον μείζονα, καὶ πᾶσαν ἐκτρίψας διασκεδάσῃ τοῦ διαβόλου τὴν φάλαγγα, καὶ τῆς τοιαύτης νίκης τε καὶ σωτηρίας αἴτιον τὸν Θεὸν μὴ ἐπιγράψηται, ἀλλ᾽ ἑαυτῷ τὴν ὅλην ἀνάθηται νίκην, ὁ τοιοῦτος οὐκ ἀνταπέδωκε τῷ Θεῷ κατὰ τὸ ἀνταπόδομα αὐτοῦ, μὴ ἐξισώσας τῷ μεγέθει τῆς σωτηρίας τὸ πλῆθος τῆς εὐχαριστίας, μηδὲ τῇ εὐεργεσίᾳ τοῦ σώσαντος ἀντιμετρήσας τὴν οἰκείαν διάθεσιν—ἀνταπόδοσις γάρ ἐστιν ἡ πρὸς τὸν σώσαντα τοῦ σωθέντος δι᾽ ἔργων ἀντιμετρουμένη διάθεσις—ἀλλ᾽ ὕψωσεν ἑαυτοῦ τὴν καρδίαν, ἐφ᾽ οἷς ἔλαβε χαρίσμασι μεγαλοφρονήσας ὡς μὴ λαβών, ὁ τοιοῦτος ἐνδίκως δέχεται γινομένην ἐπ᾽ αὐτῷ τὴν ὀργήν, συγχωροῦντος τοῦ Θεοῦ τῷ διαβόλῳ νοητῶς αὐτῷ συμπλακῆναι καὶ τοὺς κατὰ τὴν πρᾶξιν παρασαλεῦσαι τρόπους τῆς ἀρετῆς καὶ τοὺς κατὰ θεωρίαν διαυγεῖς ἐπιθολῶσαι λόγους τῆς γνώσεως, ἵνα, μαθὼν τὴν οἰκείαν ἀσθένειαν, ἐπιγνῷ τὴν μόνην δύναμιν τὴν τὰ πάθη ἐν ἡμῖν καταπαλαίουσαν, καὶ ταπεινωθῇ μετανοήσας, τὸν ὄγκον ἀποβαλὼν τῆς οἰήσεως, καὶ τὸν Θεὸν ἱλεώσηται καὶ ἀποστρέψῃ τὴν ἐπερχομένην τοῖς μὴ μετανοοῦσιν ὀργήν, τὴν ἀφαιρουμένην τὴν (≡14Β_404≡> φρουροῦσαν τὴν ψυχὴν χάριν καὶ ἔρημον καταλιμπάνουσαν τὸν ἀγνώμονα νοῦν.
Ἡμέρας δὲ τοῦ βασιλέως Ἐζεκίου τυχὸν προσηγόρευσεν ἡ Γραφὴ τοὺς διαφόρους φωτισμούς, οὓς δέχεται πᾶς εὐσεβὴς καὶ φιλόθεος νοῦς, ἐπιβάλλων τῇ θεωρίᾳ τῶν γεγονότων πρὸς κατανόησιν τῆς διὰ πάντων ποικίλως μηνυομένης σοφίας· οἷς ἕως ἡ πρᾶξις καὶ ἡ θεωρία ῥυθμίζεται, στέρησις ἀρετῆς καὶ γνώσεως αὐταῖς οὐ πέφυκε γίνεσθαι, τοῦ ἡλίου τῆς δικαιοσύνης ἐν τῷ τοιούτῳ νοῖ διὰ τῆς ἰδίας ἀνατολῆς τὰς τοιαύτας ἡμέρας δημιουργοῦντος.
ΣΧΟΛΙΑ
1. Ὅτι τόν ἐπαιρόμενον ἐπί πράξει, παθῶν ἀτιμία διαδέχεται· τόν δέ ἐπί γνώσει ὑψούμενον, περί τήν ἀληθῆ θεωρίαν πταίειν ἡ δικαία κρίσις συγχωρεῖ.
2. Ὅρον καί νόμον ἐνυπάρχοντα θείως τοῖς οὖσι λέγει, τήν τῶν ὄντων συνεκτικήν πρόνοιαν, κατά κρίσιν δικαίαν τῇ σπάνει τῶν ἀγαθῶν παιδεύουσαν πρός εὐγνωμοσύνην, τούς ἐπί τῇ ἀφθονίᾳ τῶν ἀγαθῶν, πρός τόν αὐτῆς χορηγόν φανέντας ἀγνώμονας· διά τῶν ἐναντίων αὐτούς πρός συναίσθησιν ἄγουσαν τῆς τοῦ χαριζομένου τά καλά διαγνώσεως· ἡ ἐπ᾿ ἀρετῇ γάρ καί γνώσει οἴησις ἀπαιδαγώγητος μένουσα, τό τῆς ὑπερηφανίας γεννᾷν πέφυκε νόσημα, τό τήν ἀντικειμένην τῷ Θεῷ φέρον διάθεσιν.
3. Ὁ τήν ἀπειρίαν φησίν ἀρετῆς διαγνούς, οὐδέποτε τοῦ κατ᾿ αὐτήν παύεται δρόμου, ἵνα μή ζημιωθῇ αὐτήν τῆς ἀρετῆς τήν ἀρχήν καί τό τέλος, τόν Θεόν λέγω, περί ἑαυτόν στήσας τήν κίνησιν τῆς ἐφέσεως· καί λάθῃ νομίζων ἐπειλῆφθαι τῆς τελειότητος, ὑπομένων τοῦ ἀληθῶς ὄντος τήν ἔκπτωσιν· πρός ὅπερ ἐπείγεται πᾶσα σπουδαίου κίνησις.
 (≡14Β_406≡> 4. Ὅτι πρός ἀσέβειαν, φησίν, πρανής καθέστηκεν ὁδός, ἡ περί τήν ζημίαν τῶν ἀρετῶν ἀναισθησία. Ὁ γάρ ἐθίσας ἑαυτόν διά τάς ἡδονάς τῆς σαρκός Θεοῦ παρακούειν, καί αὐτόν ἀρνήσεται τόν Θεόν καλούσης προφάσεως, Θεοῦ τήν τῆς σαρκός ζωήν προτιμῶν, ἧς καί μόνας τάς ἡδονάς τῶν θείων κρείττους ἔσχηκε θελημάτων.
5. Ὑποκείμενον λέγει τόν νοῦν, ὡς ἀρετῆς καί γνώσεως δεκτικόν· ἐν ὑποκειμένῳ δέ, τήν πρᾶξιν καί τήν θεωρίαν, αἵτινες πρός τόν νοῦν συμβεβηκότων λόγον ἐπέχουσιν· διὸ κατά πάντα τρόπον καί συμπάσχουσι πάσχοντι, τήν αὐτοῦ ποιάν κίνησιν ἀρχάς τῆς οἰκείας ἀλλοιώσεως ἔχουσαι.
6. Τά ἔμφυτα πάθη τοῦ σώματος λόγῳ μέν κυβερνώμενα οὐκ ἔχει διαβολήν· κινούμενα δέ τούτου χωρίς φέρει διαβολήν. Τούτων οὖν λέγει γίνεσθαι δεῖν τήν ἀποβολήν, ὧν ἔμφυτος μέν ἡ κίνησις, παρά φύσιν δέ γίνεται πολλάκις ἡ χρῆσις, λόγῳ μή κυβερνωμένη.
7. Ὀργή σωτήριός ἐστιν, ἡ πρός τό πολεμεῖσθαι τὸν ὑψηλόφρονα νοῦν τοῖς πάθεσιν ὑπό τῶν δαιμόνων θεία συγχώρησις· ἵνα γνῷ πάσχων ἀτίμως ἐπ᾿ ἀρεταῖς μεγαλαυχούμενος, τίς ὁ τούτων ὑπάρχει δοτήρ· ἤ γένηται τῶν ἀλλοτρίων γυμνός, ἅπερ ὡς μή λαβών ἔχειν ἐνόμιζεν.
8. Πρᾶξιν λέγει καί θεωρίαν κατά τόν τῆς ἀναγωγῆς λόγον, τήν Ἰουδαίαν καί τήν Ἱερουσαλήμ.
9. Ἥλιος δικαιοσύνης ὁ Κύριος καί Θεός, καί τῶν ὅλων Σωτήρ Χριστός Ἰησοῦς.

ΝΓ (53). ΠΕΡΙ ΤΟΥ "ΚΑΙ ΕΘΑΨΑΝ ΑΥΤΟΝ ΕΝ ΑΝΑΒΑΣΕΙ ΤΑΦΩΝ ΥΙΩΝ ΔΑΒΙΔ".
53. ΕΡΩΤΗΣΙΣ ΝΓ'
Πάλιν περὶ Ἐζεκίου φησί· καὶ ἔθαψαν αὐτὸν ἐν ἀναβάσει τάφων υἱῶν Δαβίδ, καὶ δόξαν καὶ τιμὴν ἔδωκαν αὐτῷ ἐν τῷ (≡14Β_408≡> θανάτῳ αὐτοῦ πᾶς Ἰούδα καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ. Τί ἐστι τὸ ἐν ἀναβάσει τάφων υἱῶν Δαβὶδ καὶ τὰ ἑξῆς;
Ἀπόκρισις.
Δαβίδ ἐστι νοητὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ λίθος ὃν ἐξουδένωσαν ἀποδοκιμάσαντες οἱ οἰκοδομοῦντες ἱερεῖς τῶν Ἰουδαίων καὶ ἄρχοντες, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας, τουτέστι τῆς Ἐκκλησίας. Γωνία γάρ ἐστιν ἡ Ἐκκλησία κατὰ τὴν Γραφήν. Ὡς γὰρ ἡ γωνία δύο τοίχων ἕνωσις γίνεται, πρὸς ἀλλήλους αὐτοὺς διασφίγγουσα πρὸς ἀδιάλυτον συνοχήν, οὕτω καὶ ἡ ἁγία Ἐκκλησία τῶν δύο λαῶν γέγονεν ἕνωσις, τοὺς ἐξ ἐθνῶν καὶ Ἰουδαίων καθ᾽ ἕνα πίστεως λόγον ἀλλήλοις συνδέουσα καὶ πρὸς μίαν ἐνδιασφίγγουσα σύμπνοιαν, ἧς ἀκρογωνιαῖος λίθος ἐστὶν ὁ Χριστός, ὡς κεφαλὴ τοῦ παντὸς σώματος, Ἐξουδένωσις γὰρ ἑρμηνευόμενον δηλοῖ τοῦ Δαβὶδ τὸ ὄνομα, ὅς ἐστιν ὁ τοῦ Θεοῦ Λόγος καὶ Υἱός, ὁ δι᾽ ἐμὲ τὴν δουλικὴν μορφὴν ὑποδὺς καὶ γενόμενος ὄνειδος ἀνθρώπων ἀπιστούντων τῇ ἀληθείᾳ καὶ ἐξουδένωμα λαοῦ πλήρους ἁμαρτιῶν, ὁ ποιμὴν ὁ καλὸς ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ ἡμῶν τῶν προβάτων, ὁ ἀποκτείνας τὸν λέοντα καὶ τὴν ἄρκον, τὸν θυμὸν λέγω καὶ τὴν ἐπιθυμίαν ἐξηλώσας τῆς φύσεως, τὰ σπαράττοντα τῆς ἐν ἡμῖν κατὰ τὸν λόγον θείας εἰκόνος τὴν μορφήν, ὁ πυρράκης, διὰ τὸ πάθημα τοῦ θανάτου, μετὰ κάλλους ὀφθαλμῶν, τουτέστι μετὰ δόξης τῶν κατὰ πρόνοιαν καὶ κρίσιν ὑψηλοτέρων λόγων—ὀφθαλμοὶ γὰρ τοῦ Λόγου ἡ κρίσις ἂν εἴη καὶ ἡ πρόνοια, δι᾽ ὧν καὶ πάσχων ὑπὲρ ἡμῶν ποιεῖται τοῦ παντὸς τὴν ἐπισκοπήν—, ὁ τοῦ νοητοῦ Γολιὰθ καὶ ὑπερηφάνου, φημὶ δὲ τοῦ διαβόλου, σφαγεύς, τοῦ πεντάπηχυν ἔχοντος τὴν ἡλικίαν διὰ (≡14Β_410≡> τὴν ἐμπάθειαν τῆς ἐν ἡμῖν πενταπλῆς αἰσθήσεως—ἐπὶ τοσοῦτον γὰρ ἔχει τὸ μέγεθος τῆς κατὰ κακίαν ἡλικίας ὑψούμενον ὁ διάβολος, ἐφ᾽ ὅσον τοῖς αἰσθητοῖς ἐμπαθῶς ἐν ἡμῖν ἡ τῆς αἰσθήσεως ἐπεκτείνεται δύναμις—, ὁ βασιλεὺς τοῦ ἀληθινοῦ Ἰσραὴλ καὶ ὁρῶντος Θεόν, κἂν Σαούλ, ὁ παλαιὸς κατὰ τὸν νόμον λαός, μαίνεται φθόνῳ διὰ τὴν ἀπιστίαν τηκόμενος—οὐ φέρει γὰρ τῆς προσκαίρου δόξης τὴν στέρησιν —, οὖ ἀφαιρεῖται τὸ δόρυ καὶ τοῦ ὕδατος τὸν φακὸν Δαβὶδ ὁ ἐμὸς βασιλεὺς καὶ διωκόμενος, τουτέστι τὸ κράτος τῆς πρακτικῆς ἀρετῆς καὶ τὴν χάριν τῆς γνωστικῆς θεωρίας (κἂν πάλιν ταῦτα κιχρῶν δίδωσι τοῖς πρὸς αὐτὸν κατὰ τὴν πίστιν διαβαίνουσι διὰ τοὺς ἐξ Ἰουδαίων μέλλοντας κληρονομεῖν σωτηρίαν, δεχομένους τῆς βασιλείας τὸ κήρυγμα), οὗπερ πάλιν ἐν τῷ σπηλαίῳ πρὸς τὴν τῶν περιττωμάτων ἀποβολὴν καθημένου τὸ τῆς διπλοΐδος ἀφαιρεῖται πτερύγιον, τουτέστι τὸ ὕψος τῆς κατὰ τὴν ἠθικὴν φιλοσοφίαν εὐσχημοσύνης ἢ τὸ ἐν νοήμασιν ὑψηλὸν τῆς τῶν νομικῶν συμβόλων καὶ αἰνιγμάτων περιβολῆς, οὐκ ἄξιον οὔτε μὴν δίκαιον κρίνας εἰς φθορὰν τῇ ἀποχρήσει τὸν ὡς ἐν σπηλαίῳ τῷ αἰῶνι τούτῳ ἢ τῷ σκοτεινῷ τοῦ νόμου γράμματι καθήμενον λαὸν τῶν Ἰουδαίων, τὸν γήϊνον ὄντως καὶ φιλοσώματον καὶ τῇ φθορᾷ τῶν παρερχομένων περιγράφοντα τὰς θείας τῶν ἀφθάρτων ἐπαγγελίας, ἔχειν τῆς μυστικῆς τῶν νομικῶν διαταγμάτων, καθάπερ διπλοΐδος πτερύγιον, τὴν νοουμένην εὐπρέπειαν.
Οὗτός ἐστι Δαβὶδ ὁ νοητός, ὁ ἀληθινὸς ποιμὴν καὶ βασιλεὺς καὶ τῶν ἀντικειμένων ἀναιρέτης δυνάμεων, ποιμὴν μὲν τῶν ἔτι τὴν πρακτικὴν μετερχομένων φιλοσοφίαν καὶ πόας δίκην νεμομένων τὴν φυσικὴν θεωρίαν, βασιλεὺς δὲ τῶν νόμοις καὶ λόγοις πνευματικοῖς ἀνακαινισάντων πρὸς τὸ ἀρχέτυπον τῆς δοθείσης εἰκόνος τὸ κάλλος καὶ αὐτῷ τῷ μεγάλῳ βασιλεῖ (≡14Β_412≡> τῶν αἰώνων ἀμέσως κατὰ νοῦν παρισταμένων καὶ τὸ ἀπρόσιτον κάλλος, ὡς θέμις εἰπεῖν, ἐσοπτριζομένων.
Υἱοὶ μὲν οὖν τούτου τοῦ Δαβὶδ τυγχάνουσι πάντες οἱ ἀπὸ τοῦ αἰῶνος ἅγιοι, ἐξ αὐτοῦ γεννηθέντες ἐν Πνεύματι. Τάφοι δὲ τούτων τῶν υἱῶν εἰσιν αἱ μνῆμαι τῆς κατὰ Θεὸν αὐτῶν ἐπὶ γῆς πολιτείας. Ἀνάβασις δὲ τούτων τῶν τάφων ἐστὶ τὸ ὕψος τῆς αὐτῶν περὶ Θεὸν γνώσεως καὶ ἀγάπης, ἔνθα πᾶς Ἰούδα καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ θάπτουσι, ἐνιδρύοντες ἐν τῷ κατ᾽ ἀξίαν τόπῳ τῆς μακαρίας μονῆς οἵ τε κατὰ πρᾶξιν τρόποι καὶ οἱ τὴν ἀληθῆ θεωρίαν οἰκοῦντες λόγοι τῆς γνώσεως, τὸν τοῖς οὖσιν ἅπασιν ἐπαινετῶς ἀποθανόντα νοῦν, τοῖς μὲν αἰσθητοῖς τῇ ἀποθέσει τῆς κατ᾽ αἴσθησιν ἐνεργείας, τοῖς δὲ νοητοῖς τῇ τῆς νοερᾶς ἀποπαύσει κινήσεως.
Τὸν τοίνυν Ἐζεκίαν, κράτος Θεοῦ ἑρμηνευόμενον, ὡς νοῦν κραταιὸν περὶ πρᾶξιν καὶ περὶ γνῶσιν λαμπρότατον, θάπτουσιν ἀποθανόντα, τουτέστι πάντων τῶν ὄντων κατὰ τὴν γνώμην ἀπογενόμενον καὶ πρὸς τὸν ὑπὲρ τὰ ὄντα γενόμενον, πᾶς Ἰούδα καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ, ἡ κατ᾽ ἀρετὴν πρᾶξις αὐτοῦ δηλονότι καὶ ἡ κατὰ τὴν γνῶσιν ἀληθὴς θεωρία, ἐν ἀναβάσει τάφων υἱῶν Δαβίδ, ἐν τῷ ὕψει λέγω τῆς τῶν ἀπ᾽ αἰῶνος ἁγίων μνήμης, δεδωκότες αὐτῷ δόξαν καὶ τιμήν, δόξαν μὲν ὡς πάντων ὑπεράνω κατὰ τὴν νοερὰν γνῶσιν τῶν ἐν τοῖς οὖσι λόγων, τιμὴν δὲ ὡς πάντων γενομένῳ παθῶν καθαρῷ καὶ τῶν ἐν τοῖς οὖσι φυσικῶν νόμων ἀνεύθυνον κατὰ τὴν αἴσθησιν κτησαμένῳ τὴν κίνησιν.
Τυχὸν δέ τις τῶν σφόδρα φιλοκάλων ἐρεῖ φιλοτιμούμενος δόξαν μὲν εἶναι τὸ ἀκρότατον κατ᾽ εἰκόνα κάλλος, τιμὴν δὲ τὸ καθ᾽ ὁμοίωσιν ἀπαράλλακτον μίμημα· τὸ μὲν γὰρ λόγων πνευματικῶν ἀληθὴς πέφυκε ποιεῖν θεωρία, τὸ δὲ πρᾶξις ἐντολῶν ἀκριβὴς καὶ ἀνόθευτος· ἃς ὁ μέγας ἐσχηκὼς Ἐζεκίας ἐν ἀναβάσει (≡14Β_414≡> τάφων υἱῶν Δαβὶδ ἐτάφη, ὡς ἂν εἴ τις ἐπὶ τὸ σαφέστερον λαβὼν εἴποι τὸ ῥητόν, ἀντὶ τοῦ ἔθαψαν αὐτὸν ἐν ἀναβάσει τάφων υἱῶν Δαβίδ, καὶ ἔθηκαν τὴν μνήμην Ἐζεκίου ἐν τῷ ὕψει τῆς μνήμης τῶν ἀπ᾽ αἰῶνος ἁγίων.
Σκοπήσωμεν δὲ ὡς οὐκ εἴρηται ἐν τάφοις Δαβὶδ ἢ ἐν ἀναβάσει τάφων Δαβίδ· ἀσύγκριτος γὰρ τοῖς οὖσιν, οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ ἀγγέλοις, καὶ παντελῶς ἀχώρητος καὶ αὐτὸς ὁ τοῦ Κυρίου κατὰ σάρκα λόγος καὶ ὁ τοῦ βίου τρόπος, μὴ ὅτι γε τῆς ἀπείρου θεότητος αὐτοῦ ἡ ἀνέφικτος ἔννοια. Οὐκοῦν ἀγαπητὸν παντὶ τῷ καὶ λίαν ἐπῃσθημένῳ μεγαλειότητος τὸ κἂν ἐν τάφοις υἱῶν Δαβίδ, ἢ τὸ κράτιστον ἐν ἀναβάσει τάφων υἱῶν Δαβίδ. Ἐν γὰρ τάφοις Δαβὶδ οὐδεὶς φέρεται τῇ Γραφῇ τεθαμμένος, μὴ ὅτι ἐν ἀναβάσει τάφων Δαβίδ· τοῦ γὰρ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἀσύγκριτος, ὡς ἔφην, κατὰ πάντα καὶ λόγον καὶ τρόπον ὁ κατὰ σάρκα βίος. Φησὶ γὰρ ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, τουτέστι καὶ αὐτὴ ἡ κατὰ ἄνθρωπον διὰ σαρκὸς τοῦ Κυρίου δικαιοσύνη καὶ τὰς ἄνω δυνάμεις ἐκάλυψε τῇ ὑπερβολῇ τῆς ἐν πᾶσι κατὰ δικαιοσύνην ὑπεροχῆς. Οὐ γὰρ ἦν ψιλὸς ἄνθρωπος, ἀλλὰ Θεὸς ἐνανθρωπήσας πρὸς τὸ καινίσαι δι᾽ ἑαυτοῦ καὶ ἐν ἑαυτῷ τὴν παλαιωθεῖσαν ὑφ᾽ ἑαυτῆς τῶν ἀνθρώπων φύσιν καὶ ποιῆσαι θείας κοινωνὸν φύσεως, ἀποθεμένην δηλαδὴ πᾶσαν φθορὰν καὶ ἀλλοίωσιν, δι᾽ ὧν, ὁμοιωθεῖσα τοῖς κτήνεσι, πλεονεκτοῦσαν τὸν λόγον εἶχε τὴν αἴσθησιν.
Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.
ΣΧΟΛΙΑ
1. Πεντάπηχύς ἐστιν ὁ διάβολος, φησί, διά τάς αἰσθήσεις. (≡14Β_416≡> Τούτων γάρ χωρίς προκοπήν οὐ δέχεται τῆς καθ᾿ ἁμαρτίαν αὐξήσεως, ἡ περί ψυχήν τῆς αὐτοῦ κακίας ἀλόγιστος κίνησις.
2. Τό δόρυ μέν τοῦ κατ᾿ ἀρετήν ἐστι κράτους σύμβολον φησίν· ὁ δέ φακός τοῦ ὕδατος, τοῦ κατά τήν γνῶσιν ὑπάρχει μυστηρίου τεκμήριον.
3. Σπήλαιον λέγει τόν κόσμον τοῦτον, καί τό γράμμα τό νομικόν· τόν δέ Σαούλ εἶναι, τόν λαόν τῶν Ἰουδαίων, ὧν ὁ νοῦς τοῦ θείου τῶν νοητῶν ἀπονεύσας φωτός, τῷ σκότει τῶν αἰσθητῶν καί τῇ σκιᾷ τοῦ γράμματος συγκαθέζεται, πρός γένεσιν φθορᾶς τήν κτίσιν τοῦ Θεοῦ καί τόν νόμον ποιούμενος. Ὁ γάρ μόνῳ τῷ γράμματι, καί ταῖς ἐπιφανείαις τῶν αἰσθητῶν τάς ἀθανάτους περιγράφων ἐπαγγελίας, τῆ φθορᾷ καθάπερ βρώματι κατάλληλον ποιεῖται τήν ἔκκρισιν, ἐκ τοῦ τέλους τήν ἀρχήν τῆς οἰκείας περί Θεοῦ δόξης δεικνύς. Τήν διπλοΐδα δέ λέγει, τήν περιβολήν τῶν νομικῶν αἰνιγμάτων. Τό δέ πτερύγιον αὐτῆς, τό κατ᾿ ἐξοχήν ἐν νοήμασιν ὑψηλόν τῆς πνευματικῆς θεωρίας, περικοπτόμενον τῶν πρός μόνην τήν αἴσθησιν τήν ἁγίαν ἐκδεχομένων Γραφήν.
4. Ὅτι ποιμήν, ὁ Κύριος λέγεται τῶν διά τῆς φυσικῆς θεωρίας πρός τήν ἄνω μάνδραν ὁδηγουμένων· βασιλεύς δέ τῶν ὑποταγέντων τῷ νόμῳ τοῦ Πνεύματος, καί τῷ θρόνῳ τῆς χάριτος Θεοῦ διά τῆς κατά τήν ἀμερῆ γνῶσιν τῶν νοός ἁπλῆς προσβολῆς παρισταμένων.
5. Τούς κατ᾿ ἀρετήν τῆς πράξεως τρόπους λέγει, τούς οἰκοῦντας τήν Ἰουδαίαν· τούς δέ κατά τήν θεωρίαν λόγους τῆς γνώσεως, λέγει τούς οἰκοῦντας τήν Ἱερουσαλήμ.
6. Νοῦ λέγει θάνατον ἐπαινούμενον, τήν πρός πάντα τά ὄντα γνωμικήν ἀπογένεσιν, μεθ᾿ ἥν τήν θείαν χάριτι ζωήν ὑποδέχεσθαι πέφυκεν, ἀντί τῶν ἄλλων τόν αἴτιον τῶν ὄντων ἀνεννοήτως ἀπολαβών.
7. Δόξαν λέγει τήν ἀόριστον γνῶσιν, καί μηδενί περατουμένην λόγῳ· τιμήν δέ, τήν κατ᾿ ἀρετήν πρός τήν φύσιν τῆς γνώμης ἀκάθεκτον κίνησιν.
 (≡14Β_418≡> 8. Ἡ ἄληστος γνῶσις, ἀόριστον, φησίν, ἔχουσα περί τήν θείαν ἀπειρίαν, τήν κατά νοῦν ὑπέρ νόησιν κίνησιν, εἰκονίζει διά τῆς ἀοριστίας τήν ὑπεράπειρον δόξαν τῆς ἀληθείας. Ἡ δέ τῆς κατά τήν πρόνοιαν σοφῆς ἀγαθότητος αὐθαίρετος μίμησις, τιμήν φέρει, τήν πρός τόν Θεόν τοῦ νοῦ κατά τήν διάθεσιν ἀρίδηλον, ὡς ἔστι δυνατόν, ἐξομοίωσιν.
9. Κατά τήν ἀναγωγήν τόν Δαβίδ εἶναί φησι τόν Χριστόν· τήν δέ ταφήν αὐτοῦ, τήν ἐν δικαιοσύνῃ μνήμην ἀσύγκριτον οὖσαν πάσῃ τῇ λογικῇ φύσει. Οὐ γάρ τοῖς κατά φύσιν τῆς σαρκός νόμοις τήν δικαιοσύνην ἐμέτρησε γενόμενος ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος· ἀλλά τήν ὡς Θεῷ φυσικῶς προσοῦσαν αὐτῷ δικαιοσύνην ἐνήργησε διά σαρκός, φυσικῆς ἐνεργείας οὐκ ἀμοιρούσης.












Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |