Πέμπτη 25 Οκτωβρίου 2012

Ωριγένους Φιλοκαλία Ε'




19.2 Τὰ δ' ἑξῆς τοῦ     Κέλσου    κατανοητέον, ἐν  οἷς  καὶ   ἡμῖν  φησὶ   «πίστιν  ποιεῖν προκαταλαβοῦσαν ἡμῶν τὴν περὶ τοῦ Ἰησοῦ τοιάνδε συγκατάθεσιν.» ἀληθῶς  γὰρ πίστις ἡμῖν ποιεῖ τὴν τοιαύτην συγκατάθεσιν. ὅρα δὲ εἰ μὴ αὐτόθεν ἡ πίστις αὐτὴ τὸ ἐπαινετὸν παρίστησιν, ὅτε πιστεύομεν ἑαυτοὺς τῷ ἐπὶ πᾶσι θεῷ, χάριν ὁμολογοῦντες τῷ εἰς τοιαύτην πίστιν ὁδηγῷ καὶ λέγοντες αὐτὸν οὐκ ἀθεεὶ τὸ τηλικοῦτον τετολμηκέναι καὶ ἠνυκέναι· πιστεύομεν δὲ καὶ ταῖς προαιρέσεσι τῶν γραψάντων  τὰ εὐαγγέλια,   κατα  στοχαζόμενοι   τῆς  εὐλαβείας   αὐτῶν   καὶ  τοῦ  συνειδότος  ἐμφαινομένων   τοῖς  γράμμασιν οὐδὲν  νόθον  καὶ  κυβευτικὸν  καὶ  πεπλασμένον  καὶ πανοῦργον ἐχόντων.  καὶ γὰρ παρ ίσταται ἡμῖν ὅτι οὐκ ἂν ψυχαὶ, μὴ μαθοῦσαι τὰ τοιαῦτα ὁποῖα διδάσκει ἡ παρ' Ἕλλησι πανοῦργος σοφιστεία, πολ λὴν ἔχουσα τὴν πιθανότητα  καὶ τὴν ὀξύτητα, καὶ ἡ ἐν τοῖς δικαστηρίοις καλινδουμένη  ῥητορικὴ, οὕτω πλάσαι οἷοί τ' ἦσαν πράγματα δυνάμενα ἀφ' ἑαυτῶν ἔχειν τὸ πρὸς πίστιν καὶ τὸν  ἀνάλογον   τῇ  πίστει  βίον  ἀγωγόν.   οἶμαι  δὲ  καὶ  τὸν  Ἰησοῦν  διὰ  τοῦτο βεβουλῆσθαι διδασκάλοις τοῦ δόγματος χρήσασθαι τοιούτοις, ἵνα μηδεμίαν μὲν ἔχῃ χώραν   ὑπόνοια   πιθανῶν   σοφισμάτων,  λαμπρῶς   δὲ  τοῖς  συνιέναι  δυναμένοις ἐμφαίνηται  ὅτι τὸ ἄδολον τῆς προαιρέσεως τῶν γραψάντων,  ἐχούσης πολὺ τὸ, ἵν' οὕτως ὀνομάσω, ἀφελὲς,  ἠξιώθη  θειο τέρας δυνάμεως,  πολλῷ  μᾶλλον  ἀνυούσης ἤπερ  ἀνύειν   δύνασθαι  δοκεῖ  περιβολὴ  λόγων   καὶ  λέξεων  σύνθεσις  καὶ  μετὰ διαιρέσεων καὶ τεχνολογίας ἑλληνικῆς ἀκολουθία.


 19.3 Ὅρα δὲ εἰ μὴ τὰ τῆς πίστεως ἡμῶν ταῖς κοιναῖς ἐννοίαις ἀρχῆθεν συναγορεύοντα μετατίθησι τοὺς εὐγνω μόνως ἀκούοντας  τῶν  λεγομένων.   εἰ  γὰρ  καὶ  ἡ  διαστροφὴ  δεδύνηται,  πολλῆς  αὐτῇ κατηχήσεως συναγορευούσης, τοῖς πολλοῖς ἐμφυτεῦσαι τὸν περὶ ἀγαλμάτων  λόγον ὡς περὶ θεῶν καὶ τὸν περὶ τῶν γενομένων ἐκ χρυσοῦ καὶ ἀργύρου καὶ ἐλέφαντος καὶ λίθου  ὡς  προσκυνήσεως  ἀξίων·  ἀλλ'  ἡ  κοινὴ  ἔννοια  ἀπαιτεῖ  ἐννοεῖν  ὅτι  θεὸς οὐδαμῶς ἐστὶν ὕλη φθαρτὴ, οὐδὲ τιμᾶται ἐν ἀψύχοις ὕλαις ὑπὸ ἀνθρώπων μορφούμενος, ὡς κατ' εἰκόνα ἤ τινα σύμβολα ἐκείνου γιγ νομέναις. διόπερ εὐθέως λέγεται τὰ περὶ ἀγαλμάτων, ὅτι οὐκ εἰσὶ θεοί· καὶ τὰ περὶ τῶν τοιούτων δημιουργημάτων, ὅτι οὐκ ἔστι συγκριτὰ πρὸς τὸν δημιουργόν· ὀλίγα τε περὶ τοῦ ἐπὶ πᾶσι θεοῦ δημιουργήσαντος καὶ συνέχοντος  καὶ κυβερνῶντος  τὰ ὅλα. καὶ εὐθέως ὡσπερεὶ τὸ συγγενὲς ἐπιγνοῦσα ἡ λογικὴ ψυχὴ ἀπορρίπτει μὲν ἃ τέως ἐδόξαζεν εἶναι θεοὺς, φίλτρον  δ' ἀναλαμβάνει  φυσικὸν  τὸ πρὸς τὸν  κτίσαντα· καὶ διὰ τὸ πρὸς ἐκεῖνον φίλτρον ὑπεραποδέχεται καὶ τὸν ταῦτα πρῶτον πᾶσι τοῖς ἔθνεσι παραστήσαντα δι' ὧν κατεσκεύασε μαθητῶν, οὓς ἐξέπεμψε μετὰ θείας δυνάμεως καὶ ἐξουσίας κηρύξαι τὸν περὶ τοῦ θεοῦ καὶ τῆς βασιλείας αὐτοῦ λόγον. 19.4 Ἐπεὶ δ' ἐγκαλεῖ ἡμῖν, οὐκ οἶδ' ἤδη ὁποσάκις, περὶ τοῦ Ἰησοῦ ὅτι «ἐκ θνητοῦ σώματος ὄντα θεὸν νομίζομεν, καὶ ἐν τούτῳ ὅσια δρᾷν δοκοῦμεν·» περισσὸν μὲν τὸ ἔτι πρὸς τοῦτο λέγειν· πλείονα γὰρ ἐν τοῖς ἀνωτέρω λέλεκται. ὅμως δὲ ἴστωσαν οἱ ἐγκαλοῦντες ὅτι, ὃν  μὲν  νομίζομεν  καὶ  πεπείσμεθα  ἀρχῆθεν  εἶναι  θεὸν  καὶ  υἱὸν  θεοῦ,  οὗτος  ὁ αὐτολόγος ἐστὶ καὶ ἡ αὐτοσοφία καὶ ἡ αὐτοαλήθεια· τὸ δὲ θνητὸν αὐτοῦ σῶμα καὶ τὴν  ἀνθρωπίνην  ἐν  αὐτῷ  ψυχὴν  τῇ πρὸς ἐκεῖνον  οὐ μόνον  κοινωνίᾳ  ἀλλὰ  καὶ ἑνώσει καὶ ἀνα κράσει τὰ μέγιστά φαμεν προσειληφέναι, καὶ τῆς ἐκείνου θειότητος κεκοινωνηκότα   εἰς  θεὸν  μεταβεβληκέναι.  ἐὰν  δέ  τις  προσκόπτῃ  καὶ  περὶ  τοῦ σώματος αὐτοῦ ταῦθ' ἡμῶν λεγόντων·  ἐπιστησάτω τοῖς ὑπὸ Ἑλλήνων  λεγομένοις περὶ τῆς τῷ ἰδίῳ λόγῳ ἀποίου ὕλης ποιότητας ἀμπισκομένης ὁποίας ὁ δημιουργὸς βούλεται   αὐτῇ   περιτιθέναι,   καὶ   πολ   λάκις   τὰς   μὲν   προτέρας  ἀποτιθεμένης κρείττονας δὲ καὶ διαφόρους ἀναλαμβανούσης. εἰ γὰρ ὑγιῆ τὰ τοιαῦτα, τί θαυμαστὸν τὴν  ποιότητα  τοῦ  θνητοῦ  κατὰ  τὸ  τοῦ  Ἰησοῦ σῶμα προνοίᾳ  θεοῦ βουληθέντος μεταβαλεῖν εἰς αἰθέριον καὶ θείαν ποιότητα; 19.5 Οὐχ ὡς διαλεκτικὸς μὲν οὖν εἶπεν ὁ Κέλσος, πα ραβάλλων τὰς ἀνθρωπίνας  τοῦ Ἰησοῦ σάρκας χρυσῷ καὶ ἀργύρῳ καὶ λίθῳ, ὅτι αὗται ἐκείνων  φθαρτότεραι. πρὸς γὰρ τὸν ἀκριβῆ λόγον οὔτ' ἄφθαρτον ἀφθάρτου ἀφθαρτό τερον, οὔτε φθαρτὸν φθαρτοῦ φθαρτότερον. ἀλλ' εἰ ἄρα φθαρτότερον,  ὅμως  δὲ  καὶ  πρὸς  τοῦτο  φήσομεν  ὅτι  εἴπερ  δυνατὸν   ἀμείβειν ποιότητας τὴν ὑποκειμένην πάσαις ποιό τησιν ὕλην, πῶς οὐ δυνατὸν καὶ τὴν σάρκα τοῦ Ἰησοῦ ἀμείψασαν ποιότητας  γεγονέναι  τοιαύτην,  ὁποίαν  ἐχρῆν εἶναι  τὴν  ἐν αἰθέρι καὶ τοῖς  ἀνωτέρω  αὐτοῦ  τόποις  πολιτευ  ομένην,  οὐκ ἔτι  ἔχουσαν τὰ τῆς σαρκικῆς ἀσθενείας  ἴδια  καὶ  ἅτινα  μιαρώτερα  ὠνόμασεν  ὁ  Κέλσος;  οὐδὲ  τοῦτο φιλοσόφως  ποιῶν·  τὸ  γὰρ  κυρίως  μιαρὸν  ἀπὸ  κακίας  τοι  οῦτόν  ἐστι·  φύσις  δὲ σώματος οὐ μιαρά· οὐ γὰρ ᾗ φύσις σώματός ἐστι, τὸ γεννητικὸν  τῆς μιαρότητος ἔχει τὴν κακίαν. 20.1nΠρὸ  τοὺ  λέγοντα  μὴ διὰ τὸν ἄνθρωπον ἀλλὰ διὰ τὰ ἄλογα ζῶα γεγονέναι  τὸν ἅπαντα κό μον καὶ τοὺ  ἀνθρώπου  · ἐπεὶ ἀπονώτερον ἡμῶν τῶν ἀν θρώπων τὰ ἄλογα ζῇ, καὶ ὅτι   οφώτερα ἡμῶν ὄντα θεοφιλῆ τέ ἐ τι καὶ ἔννοιαν ἔχει θεοῦ  καὶ  προγινώ  κει  τὰ  μέλλοντα.  ἐν  οἷ   καὶ  κατὰ  μετεμψυχώ  εω ,  καὶ  περὶ οἰωνι  τικῆ  καὶ τῆ  κατ'  αὐτὴν  ἀπάτη . τόμου τετάρτου κατὰ Κέλ ου. Μετὰ  ταῦτά φησιν, δηλονότι ὁ Κέλσος· «Ἀλλ' ὅπως μὴ περὶ μόνων Ἰουδαίων, οὐ γὰρ τοῦτο λέγω, ἀλλὰ περὶ τῆς ὅλης φύσεως, ὅπερ ἐπηγγειλάμην, ὁ λόγος ᾖ· σαφέστερον ἐμφανιῶ τὰ προειρημένα.» τίς δ' οὐκ ἂν τού τοις ἐντυγχάνων μέτριος καὶ  αἰσθανόμενος τῆς ἀνθρωπίνης  ἀσθενείας  οὐκ ἂν  περισταίη τὸ ἐπαχθὲς  τοῦ περὶ  ὅλης  τῆς  φύσεως ἐπαγγειλαμένου  ἀποδοῦναι  λόγον,  καὶ  ἀλαζονευ  σαμένου  ὁμοίως  ᾗ  ἐτόλμησεν ἐπιγράψαι  ἐπιγραφῇ  τοῦ βιβλίου; ἴδωμεν  δὴ τίνα  ἐστὶν ἃ  περὶ ὅλης τῆς φύσεως ἐπαγγέλλεται λέξειν, καὶ τίνα ἐμφανίσειν. 20.2 ∆ιὰ πολλῶν δὴ ἑξῆς ἐγκαλεῖ ἡμῖν, ὡς τῷ ἀνθρώπῳ φάσκουσι πάντα πεποιηκέναι τὸν θεόν. καὶ βούλεται ἐκ τῆς περὶ τῶν ζώων ἱστορίας καὶ τῆς ἐμφαινομένης αὐτοῖς ἀγχινοίας δεικνύναι, ὅτι οὐδὲν μᾶλλον ἀνθρώπων  ἢ τῶν ἀλόγων  ζώων ἕνεκεν γέγονε τὰ πάντα. καὶ δοκεῖ μοι ὅμοιόν τι
 εἰπεῖν  τοῖς διὰ τὸ πρὸς τοὺς μισουμένους ἔχθος κατηγοροῦσιν αὐτῶν,  ἐφ' οἷς οἱ φίλτατοι  αὐτῶν  ἐπαινοῦνται.  ὥσπερ γὰρ ἐπὶ τούτων  τυφλοῖ  τὸ ἔχθος πρὸς τὸ μὴ συνορᾷν  ὅτι  καὶ  φιλτάτων   κατηγοροῦσι,  δι'  ὧν  κακῶς  λέγειν  νομίζουσι  τοὺς ἐχθρούς· τὸν αὐτὸν τρόπον καὶ ὁ Κέλσος συγχυθεὶς τὸν λογισμὸν οὐχ ἑώρακεν ὅτι καὶ τῶν  ἀπὸ τῆς Στοᾶς φιλοσόφων  κατηγορεῖ, ὡς οὐ κακῶς προτατ τόντων  τὸν ἄνθρωπον καὶ ἁπαξαπλῶς τὴν λογικὴν φύσιν πάντων τῶν ἀλόγων, καὶ διὰ ταύτην λεγόντων  προηγουμένως τὴν πρόνοιαν πάντα πεποιηκέναι. καὶ λόγον μὲν ἔχει τὰ λογικὰ, ἅπερ ἐστὶ προηγούμενα, παιδίων  γεννωμένων·  τὰ δ' ἄλογα καὶ τὰ ἄψυχα χορίου συγκτιζομένου  τῷ  παιδίῳ.  καὶ ἡγοῦμαί  γε ὅτι, ὥσπερ ἐν ταῖς  πόλεσιν  οἱ προνοούμενοι τῶν ὠνίων  καὶ τῆς ἀγορᾶς δι' οὐδὲν ἄλλο προνοοῦνται  ἢ διὰ τοὺς ἀνθρώπους,  παραπολαύουσι δὲ τῆς  δαψιλείας  καὶ κύνες  καὶ ἄλλα  τῶν  ἀλόγων· οὕτως ἡ πρόνοια τῶν μὲν λογικῶν προηγουμένως προνοεῖ, ἐπηκολούθησε δὲ τὸ καὶ τὰ ἄλογα ἀπολαύειν τῶν δι' ἀνθρώπους γινομένων.  καὶ ὥσπερ ἁμαρ τάνει ὁ λέγων τοὺς ἀγορανόμους προνοεῖν οὐ μᾶλλον τῶν ἀνθρώπων  ἢ τῶν κυνῶν,  ἐπεὶ καὶ οἱ κύνες παραπολαύουσι τῆς δαψιλείας τῶν ὠνίων· οὕτω πολλῷ μᾶλλον Κέλσος καὶ οἱ τὰ  αὐτὰ  φρονοῦντες  αὐτῷ  ἀσεβοῦσιν εἰς  τὸν  προνο  οῦντα  τῶν  λογικῶν  θεὸν, φάσκοντες  «τί  μᾶλλον  ἀνθρώποις  γίνεσθαι  ταῦτα  πρὸς  τροφὴν,  ἢ  τοῖς  φυτοῖς δένδροις τε καὶ πόαις καὶ ἀκάνθαις;» 20.3 Οἴεται γὰρ πρῶτον  μὲν «μὴ ἔργα θεοῦ εἶναι βρον τὰς καὶ ἀστραπὰς καὶ ὑετούς,» ἤδη σαφέστερον Ἐπικουρί ζων· δεύτερον δέ  φησιν  ὅτι  «εἰ  καὶ  διδῴη  τις  ταῦτα  ἔργα  εἶναι  θεοῦ,  οὐ  μᾶλλον  ἡμῖν  τοῖς ἀνθρώποις ταῦτα γίνεται πρὸς τροφὴν, ἢ τοῖς φυτοῖς δένδροις τε καὶ πόαις καὶ ἀκάν θαις·» συντυχικῶς  διδοὺς καὶ οὐ κατὰ πρόνοιαν,  ὡς ἀληθῶς  Ἐπικούρειος, ταῦτα συμβαίνειν. εἰ γὰρ οὐ μᾶλλον ἡμῖν, ἢ φυτοῖς καὶ δένδροις καὶ πόαις καὶ ἀκάνθαις, ταῦτ' ἐστὶ χρήσιμα· δῆλον ὅτι οὐδ' ἀπὸ προνοίας ταῦτ' ἔρχεται· ἢ ἀπὸ προνοίας οὐ μᾶλλον ἡμῶν προνοουμένης, ἢ δένδρων καὶ πόας καὶ ἀκάνθης. ἑκάτερον δ' αὐτόθεν ἀσεβές· καὶ  τὸ  τοῖς  τοιούτοις  ἀντιλέγειν,   ἱστάμενον  πρὸς  τὸν  ἀσέβειαν  ἡμῶν κατηγοροῦντα, εὔηθες. παντὶ γὰρ δῆλον ἐκ τῶν εἰρημένων, τίς ὁ ἀσεβής. εἶτά φησιν ὅτι «κἂν ταῦτα λέγῃς ἀνθρώποις φύεσθαι (δῆλον δ' ὅτι τὰ φυτὰ καὶ δένδρα καὶ πόας καὶ ἀκάνθας), τί μᾶλλον αὐτὰ ἀνθρώποις φήσεις φύεσθαι, ἢ τοῖς ἀλόγοις ζώοις τοῖς ἀγριωτάτοις;» σαφῶς οὖν λεγέτω ὁ Κέλσος ὅτι ἡ τοσαύτη τῶν ἐπὶ γῆς φυο μένων διαφορὰ  οὐ  προνοίας  ἐστὶν  ἔργον·  ἀλλὰ  συντυχία   τις  ἀτόμων   τὰς  τοσαύτας ποιότητας πεποίηκε· καὶ κατὰ συντυχίαν  τὰ τοσαῦτα εἴδη φυτῶν  καὶ δένδρων καὶ πόας παραπλήσιά ἐστιν ἀλλήλοις· καὶ ὅτι οὐδεὶς λόγος τεχνι κὸς ὑπέστησεν αὐτὰ, οὐδ' ἀπὸ νοῦ ἔχει τὴν ἀρχὴν πάντα θαυμασμὸν ὑπερβεβηκότος. ἀλλ' ἡμεῖς, οἱ τῷ ταῦτα κτίσαντι μόνῳ ἀνακείμενοι θεῷ χριστιανοὶ, καὶ ἐπὶ τούτοις χάριν οἴδαμεν τῷ καὶ τούτων  δημιουργῷ, ὅτι ἡμῖν τηλικαύ  την ἑστίαν ηὐτρέπισε, καὶ δι' ἡμᾶς τοῖς δουλεύουσιν ἡμῖν ζώοις· Ὁ ἐξανατέλλων  χόρτον τοῖς κτήνεσι καὶ χλόην τῇ δουλείᾳ τῶν  ἀνθρώπων,  τοῦ ἐξαγαγεῖν  ἄρτον ἐκ τῆς γῆς, καὶ ἵν' οἶνος εὐφραίνῃ καρδίαν ἀνθρώπου,   καὶ  ἱλαρύνηται   πρόσωπον  ἐν  ἐλαίῳ,   καὶ  ἄρτος  στηρίζῃ  καρδίαν ἀνθρώπου.  εἰ  δὲ  καὶ  τοῖς  ἀγριωτάτοις  τῶν  ζώων  τροφὰς  κατεσκεύασεν, οὐδὲν θαυμαστόν·  καὶ  ταῦτα  γὰρ  τὰ  ζῶα  καὶ  ἄλλοι  τῶν  φιλοσοφησάντων   εἰρήκασι γυμνασίου ἕνεκα γεγονέναι τῷ λογικῷ ζώῳ. φησὶ δέ που τῶν καθ' ἡμᾶς τις σοφῶν· Μὴ εἴπῃς, τί τοῦτο; εἰς τί τοῦτο; πάντα γὰρ εἰς χρείαν αὐτῶν ἔκτισται· καὶ Μὴ εἴπῃς· τί τοῦτο; εἰς τί τοῦτο; πάντα γὰρ ἐν καιρῷ αὐτῶν ζητηθήσεται. 20.4 Ἑξῆς δὲ τούτοις ὁ Κέλσος, θέλων μὴ μᾶλλον ἡμῖν τὴν πρόνοιαν πεποιηκέναι τὰ φυόμενα ἐπὶ γῆς, ἢ τοῖς     τῶν     ζώων     ἀγριωτάτοις,     φησίν·     «Ἡμεῖς    μέν     γε     κάμνον     τες     καὶ προσταλαιπωροῦντες  μόλις καὶ ἐπιπόνως τρεφόμεθα· τοῖς δ' ἄσπαρτα καὶ ἀνήροτα πάντα  φύονται·»  οὐχ ὁρῶν  ὅτι  πανταχοῦ  τὴν  ἀνθρωπίνην  σύνεσιν γυμνάζεσθαι βουλόμενος ὁ θεὸς, ἵνα μὴ μένῃ ἀργὴ καὶ ἀνεπινόητος  τῶν τεχνῶν,  πεποίηκε τὸν ἄνθρωπον ἐπιδεῆ· ἵνα δι' αὐτὸ τὸ ἐπιδεὲς αὐτοῦ ἀναγκασθῇ εὑρεῖν τέχνας, τινὰς μὲν
διὰ τὴν τροφὴν ἄλλας δὲ διὰ τὴν σκέπην. καὶ γὰρ κρεῖττον ἦν τοῖς μὴ μέλλουσι τὰ θεῖα ζητεῖν καὶ φιλοσοφεῖν τὸ ἀπορεῖν ὑπὲρ τοῦ τῇ συνέσει χρήσασθαι πρὸς εὕρεσιν τεχνῶν,  ἤπερ ἐκ τοῦ εὐπορεῖν πάντη τῆς συνέσεως ἀμελεῖν. ἡ τῶν κατὰ τὸν βίον γοῦν  χρειῶν  ἀπορία συνέστησε τοῦτο  μὲν  γεωργικὴν,  τοῦτο  δὲ ἀμπελουργικὴν, τοῦτο δὲ τὰς περὶ τοὺς κήπους τέχνας, τοῦτο δὲ τεκτονικὴν  καὶ χαλκευτικὴν, ποιη τικὰς  ἐργαλείων  ταῖς  ὑπηρετουμέναις  τέχναις  τὰ πρὸς τροφήν· ἡ δὲ τῆς σκέπης ἀπορία τοῦτο μὲν ὑφαντικὴν  τὴν μετὰ τὴν ξαντικὴν  καὶ τὴν νηστικὴν  εἰσήγαγε, τοῦτο δὲ οἰκοδομικήν· καὶ οὕτως ἀναβέβηκεν ἡ σύνεσις καὶ ἐπὶ ἀρχιτεκτονικήν. ἡ δὲ τῶν  χρειῶν  ἔνδεια  πεποίηκε  καὶ  τὰ  ἐν  ἑτέροις  τόποις  γεννώμενα  φέρεσθαι διὰ ναυτικῆς καὶ κυβερνητικῆς πρὸς τοὺς μὴ ἔχοντας ἐκεῖνα· ὥστε καὶ τούτων ἕνεκεν θαυμάσαι τις ἂν τὴν πρόνοιαν, συμφερόντως παρὰ τὰ ἄλογα ζῶα ἐνδεὲς ποιήσασαν τὸ λογικόν.  τὰ μὲν γὰρ ἄλογα ἑτοίμην  ἔχει τὴν τροφὴν,  ἅτε οὐδ' ἀφορμὴν  πρὸς τέχνας  ἔχοντα·  καὶ φυσικὴν  δ' ἔχει  τὴν  σκέπην, τετρίχωται  γὰρ ἢ ἐπτέρωται  ἢ πεφολίδωται  ἢ ὀστράκωται. 20.5 Ἑξῆς δὲ τούτοις ἑαυτῷ ἀνθυποφέρει  τὰ ὡς ὑπὲρ ἀνθρώπων  λεγόμενα, ὅτι δι' αὐτοὺς τὰ ἄλογα ζῶα δεδημιούρ γηται, καί φησιν ὅτι
«Εἴ τις ἡμᾶς λέγοι ἄρχοντας τῶν  ζώων, ἐπεὶ ἡμεῖς τὰ ἄλλα ζῶα θηρῶμέν  τε καὶ δαινύμεθα, φήσομεν ὅτι τί δ' οὐχὶ μᾶλλον ἡμεῖς δι' ἐκεῖνα γεγόναμεν, ἐπεὶ ἐκεῖνα
θηρᾶται ἡμᾶς καὶ ἐσθίει; ἀλλὰ καὶ ἡμῖν μὲν ἀρκύων καὶ ὅπλων δεῖ, καὶ ἀνθρώπων πλειόνων  βοηθῶν καὶ κυνῶν  κατὰ τῶν θηρευομένων· ἐκείνοις δ' αὐτίκα καὶ καθ'
αὑτὰ ἡ φύσις ὅπλα δέδωκεν, εὐχερῶς ἡμᾶς ὑπάγουσα ἐκείνοις.» καὶ ἐνταῦθα δὲ ὁρᾷς τίνα τρόπον ἡ σύνεσις μέγα βοήθημα ἡμῖν δέδοται καὶ παντὸς ὅπλου κρεῖττον, οὗ δοκεῖ ἔχειν  τὰ θηρία. ἡμεῖς γοῦν  οἱ πολλῷ  τῷ  σώματι τῶν  ζώων  ἀσθενέστεροι,
τινῶν δὲ καὶ εἰς ὑπερβολὴν βραχύτεροι, κρατοῦμεν διὰ τὴν σύνεσιν τῶν θηρίων, καὶ τοὺς     τηλικούτους     ἐλέφαντας     θηρεύομεν·    τὰ     μὲν     πεφυκότα     τιθασσεύεσθαι ὑποτάσσοντες τῇ ἡμετέρᾳ ἡμερότητι· κατὰ δὲ τῶν μὴ πεφυκότων,  ἢ μὴ δοκούντων
ἡμῖν  χρείαν   παρέχειν   ἐκ  τῆς  τιθασσείας,  οὕτω  μετὰ  τῆς  ἡμετέρας  ἱστάμεθα ἀσφαλείας, ὥστε, ὅτε μὲν βουλόμεθα, ἔχομεν τὰ τηλικαῦτα θηρία κατακεκλεισμένα· ὅτε δὲ χρῄζομεν τροφῆς τῆς ἀπὸ τῶν σωμάτων αὐτῶν, οὕτως αὐτὰ ἀναιροῦμεν ὡς
καὶ τὰ μὴ ἄγρια τῶν  ζώων. δοῦλα οὖν πάντα τοῦ λογικοῦ ζώου καὶ τῆς φυσικῆς αὐτοῦ συνέσεως κατεσκεύασεν ὁ δημιουργός. καὶ εἰς ἄλλα  μὲν κυνῶν  χρῄζομεν, φέρ' εἰπεῖν, εἰς φυλακὴν ποιμνίων  ἢ βου κολίων ἢ αἰπολίων ἢ οἰκιῶν· εἰς ἄλλα δὲ
βοῶν, οἷον εἰς γεωργίαν· εἰς ἄλλα δ' ὑποζυγίοις χρώμεθα ἢ ἀχθοφόροις. οὕτως εἰς γυμνάσιον τῶν τῆς ἀνδρείας ἐν ἡμῖν σπερμάτων δεδόσθαι ἡμῖν λέγεται τὸ λεόντων καὶ ἄρκτων, παρδάλεών  τε καὶ συῶν, καὶ τὸ τῶν τοιούτων  γένος. 20.6 Εἶτα λέγει
πρὸς τὸ τῶν αἰσθανομένων τῆς ἑαυτῶν ὑπεροχῆς ἀνθρώπων γένος, ἣν ὑπερέχει τῶν ἀλόγων  ζώων, ὅτι «Πρὸς ὃ ὑμεῖς φατὲ, ὡς ὁ θεὸς ἡμῖν δέδωκεν  αἱρεῖν τὰ θηρία
δύνασθαι καὶ καταχρήσασθαι, ἐροῦμεν ὅτι, ὡς εἰκὸς, πρὶν πόλεις εἶναι καὶ τέχνας καὶ τοιαύτας ἐπιμιξίας καὶ ὅπλα καὶ δίκτυα, ἄνθρωποι μὲν ὑπὸ θηρίων ἡρπάζοντο καὶ ἠσθίοντο, θηρία δ' ὑπ' ἀνθρώπων  ἥκιστα ἡλίσκετο.» ὅρα δὲ πρὸς ταῦτα ὅτι εἰ καὶ
αἱροῦσιν ἄνθρωποι θηρία καὶ θηρία ἀνθρώπους  ἁρπάζει, πολλή ἐστι διαφορὰ τῶν συνέσει  κρατούντων   παρὰ  τὰ   ἀγριότητι   καὶ   ὠμότητι   περιγινόμενα   τῶν   οὐ χρωμένων  τῇ συνέσει πρὸς τὸ μηδὲν ὑπὸ θηρίων παθεῖν. τὸ δέ· «πρὶν πόλεις εἶναι
καὶ  τέχνας   καὶ  τοιαύτας  ἐπιμιξίας·»  ἐπιλελησμένου   οἶμαι  εἶναι  ὧν  ἀνωτέρω προεῖπεν, ὡς «ἀγενήτου ὄντος τοῦ κόσμου καὶ ἀφθάρτου, καὶ μόνων τῶν ἐπὶ γῆς κατακλυσμοὺς  καὶ ἐκ πυρώσεις πασχόντων,  καὶ οὐ πάντων  ἅμα τούτοις  περιπιπ
τόντων.»  ὡς οὐκ ἔστιν οὖν τοῖς ἀγένητον  ὑφισταμένοις  τὸν κόσμον ἀρχὴν αὐτοῦ εἰπεῖν, οὕτως οὐδὲ χρόνον ὅτ' οὐδαμῶς ἦσαν πόλεις οὐδὲ τέχναι πω εὕρηντο. ἀλλ' ἔστω καὶ ταῦτα ἡμῖν μὲν συνᾳδόντως αὐτῷ συγχωρεῖν, αὐτῷ δὲ καὶ τοῖς ἀνωτέρω
ὑπ' αὐτοῦ λελεγμένοις  οὐκέτι· τί οὖν τοῦτο πρὸς τὸ πάντως  κατ' ἀρχὰς τοὺς μὲν ἀνθρώπους  ὑπὸ θηρίων  ἁρπάζεσθαι καὶ ἐσθίεσθαι, μηκέτι δὲ τὰ θηρία ὑπ'  ἀνθρώ

πων ἁλίσκεσθαι; εἴπερ γὰρ κατὰ πρόνοιαν ὁ κόσμος γεγένηται, καὶ θεὸς ἐφέστηκε τοῖς ὅλοις· ἀναγκαῖον ἦν τὰ ζώπυρα τοῦ γένους τῶν ἀνθρώπων  ἀρξάμενα ὑπό τινα γεγονέναι  φρουρὰν τὴν ἀπὸ κρειττόνων, ὥστε κατ' ἀρχὰς ἐπιμιξίαν γεγονέναι  τῆς θείας φύσεως πρὸς τοὺς ἀνθρώπους.  ἅπερ καὶ ὁ Ἀσκραῖος ποιητὴς  ἐννοῶν  εἶπε· Ξυναὶ γὰρ τότε  δαῖτες  ἔσαν, ξυνοὶ  δὲ θόωκοι  Ἀθανάτοισι θεοῖσι καταθνητοῖς  τ' ἀνθρώποις.  20.7  Καὶ  ὁ  θεῖος  δὲ  κατὰ  Μωσέα  λόγος  εἰσήγαγε  τοὺς  πρώτους ἀκούοντας  θειοτέρας  φωνῆς  καὶ χρησμῶν,  καὶ ὁρῶντας  ἔσθ' ὅτε ἀγγέλων  θεοῦ ἐπιδημίας γεγενημένας  πρὸς αὐτούς. καὶ γὰρ εἰκὸς ἐν ἀρχῇ τοῦ κόσμου ἐπὶ πλεῖον βεβοηθῆσθαι τὴν ἀνθρώπων  φύσιν· ἕως, προκοπῆς γενο μένης εἰς σύνεσιν καὶ τὰς λοιπὰς  ἀρετὰς καὶ τὴν  εὕρεσιν τῶν  τεχνῶν,  δυνηθῶσι  καὶ καθ' ἑαυτοὺς ζῇν, οὐ χρῄζοντες   ἀεὶ  ἐπιτροπευόντων   καὶ  οἰκονομούντων   αὐτοὺς  μετὰ  παρα  δόξου ἐπιφανείας τῶν ὑπηρετουμένων τῷ τοῦ θεοῦ βουλή ματι. ἀκόλουθον δὲ τούτοις τὸ ψεῦδος εἶναι ὅτι κατ' ἀρχὰς «ἄνθρωποι μὲν ὑπὸ θηρίων ἡρπάζοντο καὶ ἠσθίοντο, θηρία δ' ὑπ' ἀνθρώπων ἥκιστα ἡλίσκετο.» ἐκ δὴ τούτων φανερὸν ὅτι ψεῦδος καὶ τὸ ὑπὸ τοῦ Κέλσου οὕτως λεγόμενον· «Ὥστε ταύτῃ γε ὁ θεὸς τοὺς ἀνθρώπους μᾶλλον τοῖς θηρίοις ὑπέβαλεν.» οὐ γὰρ ὑπέβαλε τοὺς ἀνθρώπους τοῖς θηρίοις ὁ θεὸς, ἀλλὰ τῇ συνέσει τῶν ἀνθρώπων  ἁλωτὰ δέδωκεν εἶναι τὰ θηρία, καὶ ταῖς ἀπὸ συνέσεως ὑφιστα μέναις κατ' ἐκείνων  τέχναις. οὐ γὰρ ἀθεεὶ ἐμηχανήσαντο σφίσιν αὐτοῖς οἱ ἄνθρωποι σωτηρίαν ἀπὸ τῶν  θηρίων  καὶ τὴν κατ' ἐκείνων  ἐπικράτειαν. 20.8 Οὐχ ὁρῶν δ' ὁ γεννάδας, ὅσων φιλοσόφων  τὴν πρόνοιαν εἰσαγόντων καὶ διὰ τὰ λογικὰ πάντα ποιεῖν αὐτὴν λεγόντων  συναναιρεῖ, τὸ ὅσον ἐφ' ἑαυτῷ, χρήσιμα δόγματα τῇ χριστιανῶν  κατὰ  ταῦτα  πρὸς φιλοσοφίαν  συμφωνίᾳ,  οὐδ' ὅση βλάβη  κωλυτικὴ γίνεται εὐσεβείας ἐκ τοῦ παραδέξασθαι ὅτι οὐδὲν μυρμήκων ἢ μελισσῶν διαφέρει ὁ ἄνθρωπος παρὰ τῷ θεῷ, φησὶν ὅτι «Εἰ διὰ τοῦθ' οἱ ἄν θρωποι διαφέρειν δοκοῦσι τῶν ἀλόγων, ἐπεὶ πόλεις ᾤκησαν καὶ χρῶνται πολιτείᾳ καὶ ἀρχαῖς καὶ ἡγεμονίαις· τοῦτ' οὐδὲν πρὸς ἔπος ἐστί· καὶ γὰρ οἱ μύρμηκες καὶ αἱ μέλισσαι. μελίσσαις γοῦν ἔστιν ἡγεμὼν,  ἔστι  δ'  ἀκολουθία  τε  καὶ  θεραπεία,  καὶ  πόλεμοι  καὶ  νῖκαι  καὶ  τῶν ἡττημένων αἱρέσεις, καὶ πόλεις καὶ προπόλεις γε, καὶ ἔργων διαδοχὴ, καὶ δίκαι κατὰ τῶν ἀργῶν τε καὶ πονηρῶν· τοὺς γοῦν κηφῆνας ἀπελαύνουσί τε καὶ κολάζουσιν.» οὐδ' ἐν τούτοις δὲ ἑώρακε τίνι διαφέρει τὰ ἀπὸ λόγου καὶ λογικῆς ἐπιτελού μενα τῶν ἀπ' ἀλόγου φύσεως καὶ κατασκευῆς ψιλῆς γινομένων· ὧν τὴν αἰτίαν οὐδεὶς μὲν ἐνυπάρχων τοῖς ποιοῦσι λόγος ἀναδέχεται· οὐδὲ γὰρ ἔχουσιν αὐτόν· ὁ πρεσβύτατος δὲ καὶ υἱὸς μὲν  τοῦ θεοῦ πάντων  δὲ τῶν  ὑποκειμένων  βασιλεὺς φύσιν  ἄλογον πεποίηκε  βοηθοῦ  σαν  ὡς  ἄλογον  τοῖς  οὐκ  ἀξιωθεῖσι  λόγου.  πόλεις  οὖν  παρ' ἀνθρώποις μετὰ πολλῶν ὑπέστησαν τεχνῶν καὶ διατάξεως νόμων· πολιτεῖαι δὲ καὶ ἀρχαὶ καὶ ἡγεμονίαι ἐν ἀνθρώποις, ἤτοι αἳ κυρίως εἰσὶν οὕτω καλούμεναι, σπουδαῖαί τινες ἕξεις καὶ ἐνέργειαι, ἢ καὶ αἱ καταχρηστικώτερον οὕτως ὀνομαζόμεναι πρὸς τὴν κατὰ τὸ δυνατὸν ἐκείνων μίμησιν· ἐκείναις γὰρ ἐνορῶντες οἱ ἐπιτετευγμένως νομοθετήσαντες   συνεστήσαντο  τὰς  ἀρίστας  πολιτείας   καὶ  τὰς  ἀρχὰς  καὶ  τὰς ἡγεμονίας. ὧν οὐδὲν ἐν τοῖς ἀλόγοις ἐστὶν εὑρεῖν· κἂν ὁ Κέλσος τὰ λογικὰ ὀνόματα καὶ ἐπὶ λογικῶν  τεταγμένα, πόλιν καὶ πολιτείας καὶ ἀρχὰς καὶ ἡγεμονίας, ἀναφέρῃ καὶ ἐπὶ μύρμηκας καὶ μελίσσας· ἐφ' οἷς οὐδαμῶς μὲν τοὺς μύρμηκας ἢ τὰς μελίσσας ἀποδεκτέον· οὐ γὰρ σὺν λογισμῷ ποιοῦσι· τὴν θείαν δὲ φύσιν θαυμαστέον, μέχρι τῶν ἀλόγων  ἐκτείνασαν  τὸ οἱονεὶ  πρὸς τὰ λογικὰ  μίμημα· τάχα  πρὸς δυσωπίαν  τῶν λογικῶν· ἵν' ἐνορῶντες μύρμηξιν ἐργατι κώτεροι γίνωνται καὶ ταμιευτικώτεροι τῶν ἑαυτοῖς χρησίμων, κατανοοῦντές τε μελίσσας πείθωνται μὲν ἡγεμονίαις διαι ρῶνται δὲ τὰ χρήσιμα τῆς πολιτείας ἔργα πρὸς σωτηρίαν τῶν πόλεων. 20.9 Τάχα δὲ καὶ οἱ οἱονεὶ   πόλεμοι   τῶν   μελισσῶν   δι   δασκαλία   ἔγκειται   πρὸς   τὸ   δικαίους   καὶ τεταγμένους πολέ μους, εἴ ποτε δέοι, γίγνεσθαι ἐν ἀνθρώποις. καὶ οὐ πόλεις μὲν καὶ προπόλεις ἐν μελίσσαις· ἀλλ' οἱ σίμβλοι καὶ τὰ ἑξάγωνα καὶ τὰ μελισσῶν ἔργα καὶ ἡ
παρ' ἐκείναις διαδοχὴ αὐτῶν, διὰ τοὺς ἀνθρώπους εἰς πολλὰ τοῦ μέλιτος χρῄζοντας, θεραπείας τε σωμάτων πεπονθότων καὶ τροφὴν καθαρτήριον. οὐ παραβλητέον δὲ τὰ κατὰ τῶν κηφήνων ὑπὸ τῶν μελισ σῶν ἐπιτελούμενα, ταῖς κατὰ τῶν ἀργῶν ἐν ταῖς πόλεσι καὶ πονηρῶν δίκαις, καὶ ταῖς κατ' αὐτῶν κολάσεσιν. ἀλλ', ὡς προεῖπον, τὴν μὲν φύσιν ἐν τούτοις θαυμαστέον· τὸν δ' ἄνθρωπον, ἐπιλογίσασθαι τὰ περὶ πάντων δυνάμενον καὶ κοσμῆσαι τὰ πάντων, ἅτε συνεργοῦντα τῇ προνοίᾳ, ἀποδεκτέον· καὶ οὐ μόνης προνοίας θεοῦ ἔργα ἐπιτελοῦντα,  ἀλλὰ καὶ τῆς ἑαυτοῦ. 20.10 Εἰπὼν δ' ὁ Κέλσος περὶ τῶν μελισσῶν, ἵνα τὸ ὅσον ἐφ' ἑαυτῷ ἐξευτελίσῃ ἡμῶν οὐ χριστιανῶν μόνον ἀλλὰ καὶ πάντων ἀνθρώπων  τὰς πόλεις καὶ τὰς πολιτείας καὶ τὰς ἀρχὰς καὶ τὰς  ἡγεμονίας  καὶ  τοὺς  ὑπὲρ  τῶν  πατρίδων  πολέμους,  ἑξῆς  ἐπιφέρει  διεξιὼν μυρμήκων ἐγκώμιον· ὅπως τῷ περὶ ἐκείνων  ἐγκωμίῳ τὸ τῶν ἀνθρώπων  περὶ τὴν τροφὴν  οἰκονομικὸν  καταβάλῃ  τῷ  λόγῳ  τῷ  πρὸς  τοὺς  μύρμηκας,  καὶ  τὸ  τῶν χειμαδίων   προνοητικὸν   καταρρίψῃ,  ὡς   οὐδὲν   πλέον   ἔχον   τῆς   ἀλόγου   τῶν μυρμήκων  ἐν  οἷς  ἐκεῖνος  νομίζει  προνοίας.  τίνα  δ' οὐκ  ἂν  τῶν  ἁπλουστέρων ἀνθρώπων καὶ οὐκ ἐπισταμένων ἐνορᾷν τῇ φύσει πάντων πραγμάτων ἀποτρέψαι, τὸ ὅσον ἐφ' ἑαυτῷ,  ὁ Κέλσος ἀπὸ τοῦ  τοῖς  βαρουμένοις  ὑπὸ  φορτίων  βοηθεῖν  καὶ κοινωνεῖν  ἐ κείνοις  τῶν  καμάτων,  λέγων  περὶ μυρμήκων  ὡς «ἂν ἀλλήλοις  τῶν φορτίων, ἐπειδάν τινα κάμνοντα ἴδωσιν, ἐπιλαμβάνων ται»; ἐρεῖ γὰρ ὁ δεόμενος τῆς διὰ λόγου παιδεύσεως καὶ μηδαμῶς ἐπαΐων αὐτῆς· Ἐπεὶ τοίνυν  μηδὲν διαφέρομεν μυρμήκων  καὶ ὅτε τοῖς  κάμνουσι διὰ τὸ φέρειν  βαρύτατα φορτία  βοηθοῦμεν, τί μάτην τὸ τοιοῦτον ποιοῦμεν; καὶ οἱ μὲν μύρμηκες, ἅτε ἄλογα ζῶα τυγχάνοντες, οὐκ ἂν ἐπαρ θεῖεν  πρὸς τὸ μέγα φρονῆσαι διὰ τὸ παραβαλέσθαι ἀνθρώ ποις τὰ ἔργα αὐτῶν· οἱ δ' ἄνθρωποι διὰ τὸν λόγον ἀκοῦσαι δυνηθέντες τίνα τρόπον εὐτελίζεται αὐτῶν τὸ κοινωνικὸν, βλαβεῖεν ἂν τὸ ὅσον ἐπὶ τῷ Κέλσῳ καὶ τοῖς λόγοις αὐτοῦ, οὐκ ἰδόντι  ὅτι χριστιανισμοῦ ἀποτρέψαι θέλων  τοὺς ἐντυγ  χάνοντας  αὐτοῦ τῇ γραφῇ ἀποτρέπει καὶ τῶν οὐ χριστιανῶν τὸ πρὸς τοὺς φέροντας τὰ βαρύτατα τῶν φορτίων συμπαθές. ἐχρῆν δ' αὐτὸν, εἴπερ ἦν καὶ φιλόσοφος αἰσθανόμενος τοῦ κοινωνικοῦ, πρὸς τῷ μὴ συναναιρεῖν τῷ χριστιανισμῷ τὰ χρήσιμα τῶν ἐν ἀνθρώποις, καὶ συνεργεῖν, εἰ οἷόν τ' ἦν, τοῖς κοινοῖς ἐν χριστιανισμῷ πρὸς τοὺς ἄλλους ἀνθρώπους καλοῖς. εἰ δὲ καὶ τῶν ἀποτιθεμένων καρπῶν τὰς ἐκφύσεις ἀπεκτιθέασιν οἱ μύρμηκες, ἵνα  μὴ σπαργῷεν μένοιεν  δὲ δι' ἔτους αὐτοῖς  εἰς τροφήν·  οὐ λογισμὸν  εἶναι  ἐν μύρμηξι τούτων αἴτιον ὑπονοητέον, ἀλλὰ τὴν παμμήτορα φύσιν καὶ τὰ ἄλογα κοσμήσασαν, ὡς μηδὲ τοὐλάχιστον  καταλιπεῖν  μηδαμῶς φέρον ἴχνος τοῦ ἀπὸ τῆς φύσεως λόγου. εἰ μὴ ἄρα διὰ τούτων  λεληθότως  βούλεται ὁ Κέλσος, καὶ γὰρ ἐν πολλοῖς Πλατωνίζειν  θέλει, ὁμοειδῆ εἶναι πᾶσαν ψυχὴν, καὶ μηδὲν διαφέρειν  τὴν τοῦ ἀνθρώπου  τῆς τῶν  μυρμήκων  καὶ τῶν  μελισσῶν· ὅπερ κατάγοντός  ἐστι τὴν ψυχὴν ἀπὸ τῶν ἁψίδων τοῦ οὐρανοῦ οὐκ ἐπὶ τὸ ἀνθρώπινον  σῶμα μόνον ἀλλὰ καὶ ἐπὶ τὰ λοιπά. τούτοις δ' οὐ πείσονται χριστιανοὶ, προκατειληφότες  τὸ κατ' εἰκόνα γεγονέναι  θεοῦ τὴν ἀνθρω πίνην ψυχὴν, καὶ ὁρῶντες ὅτι ἀμήχανόν  ἐστι τὴν κατ' εἰκόνα θεοῦ δεδημιουργημένην φύσιν πάντη ἀπαλεῖψαι τοὺς χαρακτῆρας αὐτῆς, καὶ ἄλλους ἀναλαβεῖν οὐκ οἶδα κατ' εἰκόνας τίνων γεγενημένους ἐν τοῖς ἀλόγοις. 20.11
Ἐπεὶ  δὲ  καὶ  «τοῖς  ἀποθνήσκουσι  μύρμηξί»  φησι  20.11 «τοὺς  ζῶντας  ἴδιόν  τι ἀποκρίνειν  χωρίον,  κἀκεῖνο  αὐτοῖς  εἶναι  πάτρια  μνήματα·»  λεκτέον  ὅτι,  ὅσῳ
πλείονα λέγει τῶν ἀλόγων ζώων ἐγκώμια, τοσούτῳ πλεῖον, κἂν μὴ θέλῃ, αὔξει τὸ τοῦ πάντα κοσμήσαντος λόγου ἔργον, καὶ δείκνυσι τὴν ἐν ἀνθρώποις  ἐντρέχειαν
δυναμένην κοσμεῖν τῷ λόγῳ καὶ τὰ πλεονεκτήματα τῆς φύσεως τῶν ἀλόγων. τί δὲ λέγω τῶν ἀλόγων, ἐπεὶ Κέλσῳ δοκεῖ μηδ' ἄλογα εἶναι τὰ κατὰ τὰς κοινὰς πάντων ἐννοίας ἄλογα καλούμενα; οὐδὲ τοὺς μύρμηκας γοῦν οἴεται εἶναι ἀλόγους ὁ περὶ τῆς
ὅλης φύσεως ἐπαγγειλάμενος λέγειν καὶ τὴν ἀλήθειαν ἐν τῇ ἐπιγραφῇ τοῦ βιβλίου αὐχήσας. φησὶ γὰρ περὶ τῶν μυρμήκων ὡς διαλεγομένων  ἀλλήλοις  τοιαῦτα· «Καὶ
 μὲν δὴ καὶ ἀπαντῶντες  ἀλλήλοις διαλέγονται, ὅθεν οὐδὲ τῶν ὁδῶν ἁμαρτάνουσιν· οὐκοῦν  καὶ λόγου  συμπλήρωσίς ἐστι παρ' αὐτοῖς  καὶ κοιναὶ  ἔννοιαι  καθολικῶν τινῶν  καὶ φωνὴ  καὶ τυγχάνοντα  καὶ σημαινόμενα.» τὸ γὰρ διαλέγεσθαί τινα πρὸς ἕτερον ἐν φωνῇ γίνεται δηλούσῃ τι σημαινόμενον, πολλάκις δὲ καὶ περὶ τῶν καλουμένων  τυγχανόντων ἀπαγ γελλούσῃ· ἅπερ καὶ ἐν μύρμηξι λέγειν  εἶναι, πῶς οὐ πάντων  ἂν εἴη καταγελαστότατον; 20.12 Καὶ οὐκ αἰδεῖταί γε ἐπιφέρων τούτοις, ἵνα καὶ τοῖς μετ' αὐτὸν ἐσομένοις ἐπιδεικνύηται τὴν τῶν δογμάτων ἑαυτοῦ ἀσχημοσύνην, λέγων· «Φέρ'  οὖν, εἴ τις ἀπ'  οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπιβλέποι, τί ἂν δόξαι διαφέρειν  τὰ ὑφ' ἡμῶν ἢ τὰ ὑπὸ μυρμήκων καὶ μελισσῶν δρώμενα;» ὁ ἀπ' οὐρανοῦ  δὴ  ἐπὶ  γῆν  κατὰ  τὴν  ὑπόθεσιν  αὐτοῦ  βλέπων  τὰ  δρώμενα  ὑπὸ  τῶν ἀνθρώπων  καὶ τὰ ὑπὸ τῶν μυρμήκων γινόμενα, πότερον ἐνορᾷ μὲν ἀνθρώπων  καὶ μυρμήκων   σώμασιν,   οὐ   κατανοεῖ   δὲ   τὸ   λογικὸν   ἡγεμονικὸν   καὶ   λογισμῷ κινούμενον,  πάλιν  τε  αὖ  τὸ  ἄλογον  ἡγεμονικὸν  καὶ  ὑπὸ  ὁρμῆς  καὶ  φαντασίας ἀλόγως  κινούμενον   μετά  τινος  φυσικῆς  ὑποκατασκευῆς;  ἀλλ'  ἄτοπον  τὸν  ἀπ' οὐρανοῦ βλέποντα τὰ ἐπὶ γῆς ἐνορᾷν μὲν θέλειν σώμασιν ἀνθρώπων καὶ μυρμήκων ἀπὸ τοσούτου διαστήματος, μὴ πολὺ  δὲ μᾶλλον  βλέπειν  ἡγεμονικῶν  φύσεις καὶ πηγὴν  ὁρμῶν  λογικὴν  ἢ  ἄλογον.  εἰ  δ' ἅπαξ  βλέπει  τὴν  πασῶν  ὁρμῶν  πηγήν, δηλονότι καὶ τὴν διαφορὰν ἴδοι ἂν καὶ τὴν ὑπεροχὴν τοῦ ἀνθρώπου οὐ μόνον παρὰ τοὺς μύρμηκας ἀλλὰ καὶ παρὰ τοὺς ἐλέφαντας. ὁ γὰρ βλέπων ἀπ' οὐρανοῦ ἐν μὲν τοῖς ἀλόγοις, κἂν μεγάλα ᾖ αὐτῶν τὰ σώματα, οὐκ ἄλλην ὄψεται ἀρχὴν ἢ τὴν, ἵν' οὕτως ὀνομάσω, ἀλογίαν· ἐν δὲ τοῖς λογικοῖς, λόγον τὸν κοινὸν ἀνθρώπων πρὸς τὰ θεῖα  καὶ  ἐπουράνια  τάχα  δὲ  καὶ  αὐτὸν  τὸν  ἐπὶ  πᾶσι  θεὸν,  δι'  ὃν  κατ'  εἰκόνα γεγονέναι  ὠνόμασται τοῦ θεοῦ· εἰκὼν γὰρ τοῦ ἐπὶ πᾶσι θεοῦ ὁ λόγος ἐστὶν αὐτοῦ.


20.13

Ἑξῆς δὲ τούτοις, ὡσπερεὶ ἐπὶ πλειόνων  καταβι βάσαι ἀγωνιζόμενος  τὸ τῶν ἀνθρώπων γένος καὶ ἐξομοιῶσαι τοῖς ἀλόγοις, καὶ μηδὲν ὅ τι καταλιπεῖν θέλων τῶν
ἐν τοῖς ἀλόγοις ἱστορουμένων ἐμφαινόντων τὸ μεῖζον, καὶ τὰ τῆς γοητείας φησὶν εἶναι καὶ ἔν τισι τῶν ἀλόγων· ὡς μηδ' ἐπὶ τούτῳ τοὺς ἀνθρώπους ἐξαιρέτως σεμνύνεσθαι, μηδὲ θέλειν ἔχειν τὴν πρὸς τὰ ἄλογα ὑπεροχήν. καί φησι ταῦτα· «Εἰ δέ
τι καὶ ἐπὶ γοητείᾳ φρονοῦσιν ἄνθρωποι, ἤδη καὶ κατὰ τοῦτο σοφώτεροι ὄφεις καὶ ἀετοί· πολλὰ  γοῦν  ἴσασιν ἀλεξιφάρμακα  καὶ ἀλεξίκακα, καὶ δὴ καὶ λίθων  τινῶν δυνάμεις  ἐπὶ σωτηρίᾳ τῶν  νεοσσῶν· οἷς ἂν ἐπιτύχωσιν  ἄνθρωποι,  θαυμαστόν τι
κτῆμα ἔχειν νομίζουσι.» καὶ πρῶ τόν γε οὐκ οἶδ' ὅπως τὴν τῶν ζώων περὶ τὰ φυσικὰ ἀλεξι φάρμακα εἴτε ἐμπειρίαν εἴτε φυσικήν τινα κατάληψιν γοητείαν ὠνόμασεν· ἐπ' ἄλλου  γὰρ  τέτριπται  τὸ  τῆς  γοη  τείας  τάσσεσθαι ὄνομα·  εἰ  μὴ  ἄρα λεληθότως
διαβάλλειν  βούλεται  ὡς  Ἐπικούρειος  πᾶσαν  τὴν  τῶν  τοιούτων  χρῆσιν,  ὡς  ἐν ἐπαγγελίᾳ γοήτων κειμένην. πλὴν ἀλλὰ δεδόσθω αὐτῷ τὸ τοὺς ἀνθρώπους φρονεῖν
ἐπὶ τῇ τούτων γνώσει μέγα, εἴτε γόητας ὄντας εἴτε καὶ μή· πῶς ὅτι σοφώτεροι κατὰ τοῦτο ἀνθρώπων εἰσὶν ὄφεις τῷ μαράθῳ εἰς ὀξυωπίαν καὶ ταχύτητα κινήσεως χρώμενοι,  μόνον  τοῦτο  φυσικὸν  οὐκ  ἐξ ἐπιλογισμοῦ  καταλαμβάνοντες  ἀλλ'  ἐκ
κατασκευῆς; ἄνθρωποι  δὲ οὐκ ἀπὸ ψιλῆς  φύσεως ἐπὶ τὸ τοιοῦτον  ὁμοίως ὄφεσιν ἔρχονται· ἀλλὰ πῆ μὲν ἐκ πείρας πῆ δὲ καὶ ἐκ λόγου, ἔσθ' ὅτε δ' ἐξ ἐπιλογισμοῦ καὶ κατ'  ἐπιστήμην.  ὡς  εἰ  καὶ  ἀετοὶ  πρὸς σωτηρίαν  τῶν  ἐν  τῇ  καλιᾷ  νεοσσῶν τὸν
λεγόμενον  ἀετίτην λίθον εὑρόντες φέρουσιν ἐπ' αὐτὴν, πόθεν ὅτι σοφοὶ ἀετοὶ καὶ τῶν ἀνθρώπων  σοφώτεροι, τῶν ἐκ πείρας τὸ τοῖς ἀετοῖς δοθὲν φυσικὸν βοήθημα εὑρόντων διὰ τὸν λογισμὸν καὶ μετὰ νοῦ χρησαμένων; ἔστω δὲ καὶ ἄλλα ὑπὸ τῶν
ζώων γιγνώσκεσθαι ἀλεξιφάρμακα, τί οὖν τοῦτο πρὸς τὸ μὴ φύσιν ἀλλὰ λόγον εἶναι τὸν  εὑρίσκοντα  ταῦτα  ἐν  τοῖς  ζώοις; εἰ  μὲν  γὰρ λόγος  ἦν  ὁ εὑρίσκων, οὐκ ἂν ἀποτεταγμένως  τόδε τι μόνον εὑρίσκετο ἐν ὄφεσιν, ἔστω καὶ δεύτερον καὶ τρίτον,
καὶ ἄλλο τι ἐν ἀετῷ καὶ οὕτως ἐν τοῖς λοιποῖς ζώοις· ἀλλὰ τοσαῦτα ἂν, ὅσα καὶ ἐν ἀνθρώποις. νυνὶ δὲ φανερὸν ἐκ τοῦ ἀποτεταγμένως πρός τινα ἑκάστου φύσιν ζώου
νενευκέναι  βοηθήματα, ὅτι οὐ σοφία οὐδὲ λόγος ἔστιν ἐν αὐτοῖς, ἀλλά τις φυσικὴ πρὸς τὰ τοιάδε σωτηρίας ἕνεκεν τῶν ζώων κατασκευὴ, ὑπὸ τοῦ λόγου γεγενημένη.
20.14

Καί τοί γε εἰ ἐβουλόμην ὁμόσε χωρεῖν τῷ Κέλσῳ κατὰ ταῦτα, ἐχρησάμην ἂν Σολομῶντος λέξει ἀπὸ τῶν Παροιμιῶν οὕτως ἐχούσῃ· Τέσσαρα δ' ἐστὶν ἐλάχιστα ἐπὶ τῆς γῆς, ταῦτα δέ ἐστι σοφώτερα τῶν  σοφῶν· οἱ μύρμηκες οἷς μὴ ἔστιν ἰσχὺς, οἳ ἑτοιμάζονται ἐν θέρει τὴν τροφήν· καὶ οἱ χοιρογρύλιοι, ἔθνος οὐκ ἰσχυρὸν, οἳ ἐποιήσαντο ἐν πέτραις τοὺς ἑαυτῶν οἴκους· ἀβασίλευτός ἐστιν ἡ ἀκρὶς, καὶ στρατεύει ἀπὸ  ἑνὸς  κελεύσματος  εὐτάκτως·  καὶ  ἀσκαλα  βώτης  χερσὶν  ἐρειδόμενος  καὶ εὐάλωτος  ὢν, οἰκεῖ ἐν ὀχυρώμασι βασιλέως. ἀλλ' οὐ συγχρῶμαι  ὡς σαφέσι τοῖς ῥητοῖς, ἀκολούθως δὲ τῇ ἐπιγραφῇ (ἐπιγέγραπται γὰρ τὸ βιβλίον Παροιμίαι) ζητῶ ταῦτα,  ὡς  αἰνίγματα.  ἔθος  γὰρ  τοῖς  ἀνδράσι τούτοις  τὰ  ἕτερον  μέν  τι  αὐτόθεν δηλοῦντα, ἕτερον δὲ ἐν ὑπονοίᾳ ἀπαγγέλλοντα, διαιρεῖν εἰς εἴδη πολλὰ, ὧν ἓν εἶναι τὰς παροιμίας. διὸ καὶ ἐν τοῖς εὐαγγελίοις ἡμῶν γέγραπται ὁ σωτὴρ ἡμῶν εἰρηκέναι· Ταῦτ' ἐν παροι μίαις λελάληκα ὑμῖν· ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν. οὐχ οἱ αἰσθητοὶ τοίνυν  μύρμηκες σοφώτεροι καὶ τῶν  σοφῶν εἰσὶν, ἀλλ' οἱ δηλούμενοι ὡς ἐν εἴδει παροι μιῶν. οὕτω δὲ λεκτέον καὶ περὶ τῶν λοιπῶν  ζώων· ἀλλὰ  πάνυ  ἁπλούστατα  νομίζει  εἶναι  καὶ  ἰδιωτικὰ  ὁ  Κέλσος τὰ  Ἰουδαίων  καὶ χριστιανῶν  βιβλία, καὶ οἴεται τοὺς ἀλληγο ροῦντας αὐτὰ βιαζομένους τὸ βούλημα τῶν γραψάντων  τοῦτο ποιεῖν. ἐληλέγχθω οὖν καὶ διὰ τούτων ὁ Κέλσος μάτην ἡμᾶς διαβάλλων· ἐληλέγχθω δὲ αὐτοῦ καὶ ὁ περὶ ὄφεων καὶ ἀετῶν λόγος, ἀποφῃνάμενος εἶναι τούτους ἀν θρώπων σοφωτέρους. 20.15 Θέλων δ' ἔτι διὰ πλειόνων  μηδὲ τὰς περὶ τοῦ θείου ἐννοίας  ἐξαιρέτους εἶναι  παρὰ τὰ θνητὰ  πάντα  ἐν  τῷ  γένει  τῶν ἀνθρώπων,  ἀλλὰ καὶ τῶν ἀλόγων ζώων τινὰ ἀποφῇναι  ἐννοοῦντα  περὶ τοῦ θεοῦ, περὶ οὗ τοιαῦται διαφωνίαι  γεγόνασι καὶ τοῖς ὀξυτέροις τῶν πανταχοῦ ἀνθρώπων, Ἑλλήνων καὶ βαρβάρων, φησὶν ὅτι «Εἰ δ', ὅτι θείας ἐννοίας ἄνθρωπος ἐπείληπται, νομίζεται ὑπερέχειν τῶν λοιπῶν ζώων· ἴστωσαν οἱ τοῦτο φάσκοντες ὅτι καὶ τούτου πολλὰ  τῶν  ἄλλων  ζώων  ἀντιποιηθήσεται·  καὶ μάλα εἰκότως, τί γὰρ ἂν φαίη  τις θειότερον  τοῦ  τὰ  μέλλοντα   προγιγνώσκειν   τε  καὶ  προδηλοῦν;  τοῦτο  τοίνυν ἄνθρωποι παρὰ τῶν ἄλλων ζώων, καὶ μάλιστα παρ' ὀρνίθων, μανθάνουσι· καὶ ὅσοι τῆς ἐκείνων  ἐνδείξεως ἐπαΐουσιν, οὗτοι μαντικοί. εἰ δ' ὄρνιθες ἄρα καὶ ὅσα ἄλλα ζῶα μαντικὰ ἐκ θεοῦ προγινώσκοντα διὰ συμβόλων ἡμᾶς διδάσκει, τοσοῦτον ἔοικεν ἐγγυτέρω     τῆς     θείας     ὁμιλίας     ἐκεῖνα     πεφυκέναι,     καὶ     εἶναι     σοφώτερα     καὶ θεοφιλέστερα.  φασὶ  δὲ  τῶν  ἀνθρώπων   οἱ  συνετοὶ  καὶ  ὁμιλίας  ἐκείνοις  εἶναι, δηλονότι τῶν ἡμετέρων ἱερωτέρας· καὶ αὐτοί που γνωρίζειν τὰ λεγόμενα, καὶ ἔργῳ δεικνύειν  ὅτι γνωρίζου σιν, ὅταν προειπόντες ὅτι ἔφασαν οἱ ὄρνιθες ὡς ἀπίασί ποι καὶ ποιήσουσι τόδε ἢ τόδε δεικνύωσιν ἀπελθόντας ἐκεῖ καὶ ποιοῦντας ἃ δὴ προεῖπον. ἐλεφάντων  δὲ οὐδὲν εὐορκότερον οὐδὲ πρὸς τὰ θεῖα πιστότερον εἶναι δοκεῖ, πάντως δήπου διότι γνῶσιν  αὐτοῦ ἔχουσιν.» ὅρα δὲ ἐν τούτοις, ὅσα ζητούμενα παρὰ τοῖς φιλοσοφοῦσιν, οὐ μόνον Ἑλλήνων  ἀλλὰ καὶ τῶν ἐν βαρβάροις εἴθ' εὑρόντων εἴτε παρά τινων  δαιμόνων  μαθόντων  τὰ περὶ οἰωνῶν  καὶ τῶν  ἄλλων  ζώων,  ἀφ' ὧν μαντεῖαί  τινες  ἀνθρώποις  γίνεσθαι  λέγονται,  συναρ πάζει καὶ ὡς ὁμολογούμενα ἐκτίθεται.  πρῶτον   μὲν  γὰρ  ἐζήτηται  πότερον  ἔστι  τις  τέχνη   οἰωνιστικὴ   καὶ ἁπαξαπλῶς ἡ διὰ ζώων μαντικὴ, ἢ οὐκ ἔστι· δεύτερον δὲ παρὰ τοῖς παραδεξαμένοις εἶναι τὴν δι' ὀρνίθων μαντικὴν οὐ συμπε φώνηται ἡ αἰτία τοῦ τρόπου τῆς μαντείας· ἐπειδήπερ οἱ μὲν ἀπό τινων δαιμόνων ἢ θεῶν μαντικῶν φασὶ γίνεσθαι τὰς κινήσεις τοῖς  ζώοις, ὄρνισι μὲν  εἰς  διαφόρους  πτήσεις καὶ εἰς  διαφόρους  φωνὰς,  τοῖς  δὲ λοιποῖς εἰς τὰς τοιασδὶ κινήσεις ἢ τοιασδί· ἄλλοι δὲ θειοτέρας αὐτῶν καὶ πρὸς τοῦτ' ἐπιτηδείους  εἶναι  τὰς  ψυχάς·  ὅπερ  ἐστὶν  ἀπιθανώτατον.   20.16 Ἐχρῆν  οὖν  τὸν Κέλσον, διὰ τῶν  προκειμένων  βουλόμενον  θειότερα καὶ σοφώτερα ἀποδεῖξαι τὰ ἄλογα ζῶα τῶν ἀνθρώπων, κατασκευάσαι διὰ πλειόνων ὡς ὑπάρ χουσαν τὴν τοιανδὶ
μαντικήν· καὶ τὴν ἀπολογίαν μετὰ τοῦτ' ἐναργεστέρως ἀποδεῖξαι· καὶ ἀποδεικτικῶς ἀποδοκι   μάσαι   μὲν   τοὺς   λόγους   τῶν   ἀναιρούντων    τὰς   τοιασδὶ   μαντείας· ἀποδεικτικῶς  δ' ἀνατρέψαι καὶ τοὺς λόγους τῶν εἰπόντων  ἀπὸ δαιμόνων  ἢ θεῶν γίνεσθαι   τὰς   κινήσεις   τοῖς   ζώοις   πρὸς   τὸ   μαντεύσασθαι·  καὶ   μετὰ   ταῦτα κατασκευάσαι περὶ τῆς τῶν ἀλόγων ζώων ψυχῆς ὡς θειοτέρας. οὕτω γὰρ ἂν πρὸς τὰ πιθανὰ αὐτοῦ ἐπιδειξαμένου φιλόσοφον περὶ τῶν τηλικούτων ἕξιν κατὰ τὸ δυνατὸν ἡμῖν ἐνέστημεν· ἀνατρέ ποντες μὲν τὸ ὅτι σοφώτερα τὰ ἄλογα ζῶα τῶν ἀνθρώπων· ψευδοποιοῦντες  δὲ καὶ ὅτι ἐννοίας ἔχει τοῦ θείου ἱερωτέρας ἡμῶν, καὶ ὅτι ὁμιλίας ἔχει πρὸς ἄλληλα ἱεράς τινας. νυνὶ δ' ὁ ἐγκαλῶν ἡμῖν, ὅτι πιστεύομεν τῷ ἐπὶ πᾶσι θεῷ, ἀξιοῖ ἡμᾶς πιστεύειν ὅτι αἱ ψυχαὶ τῶν ὀρνίθων θειοτέρας ἔχουσιν ἐννοίας καὶ τρανοτέρας ἀνθρώπων.  ὅπερ εἰ ἀληθές ἐστιν, ὄρνιθες μᾶλλον  τρανοτέρας Κέλσου ἔχουσι  περὶ  θεοῦ  ἐννοίας.  καὶ  οὐ  θαυμαστὸν  εἰ  Κέλσου, τοῦ  ἐπὶ  τοσοῦτον  τὸν ἄνθρωπον  ἐξευτελίζοντος.  ἀλλὰ  γὰρ  ὅσον  ἐπὶ  Κέλσῳ οἱ  ὄρνιθες  μείζονας  καὶ θειοτέρας  ἔχουσιν  ἐννοίας,  οὐ  λέγω  ἡμῶν  χριστιανῶν  ἢ  τῶν  ταῖς  αὐταῖς  ἡμῖν γραφαῖς χρω μένων Ἰουδαίων, ἀλλὰ γὰρ καὶ τῶν παρ' Ἕλλησι θεολόγων· ἄνθρωποι γὰρ ἦσαν. μᾶλλον οὖν κατὰ Κέλσον κατεί ληφε τὴν τοῦ θείου φύσιν τὸ τῶν δῆθεν μαντικῶν  ὀρνίθων  γένος, ἢ Φερεκύδης καὶ Πυθαγόρας καὶ Σωκράτης καὶ Πλάτων. καὶ ἐχρῆν  γε ἡμᾶς πρὸς τοὺς ὄρνιθας  φοιτᾷν  διδασκάλους· ἵν',  ὥσπερ κατὰ τὴν Κέλσου ὑπόληψιν  δι δάσκουσιν ἡμᾶς μαντικῶς  τὰ ἐσόμενα, οὕτω  καὶ τοῦ ἀμφι βάλλειν περὶ τοῦ θείου ἀπαλλάξωσι τοὺς ἀνθρώπους, ἣν κατειλήφασι τρανὴν περὶ αὐτοῦ ἔννοιαν  παραδιδόντες. Κέλσῳ μὲν οὖν ἀκολουθεῖ, τῷ διαφέρειν  ἡγουμένῳ τῶν ἀνθρώπων  τοὺς ὄρνιθας, διδασκάλοις αὐτὸν χρᾶσθαι ὄρνισι καὶ μηδενὶ οὕτως τῶν φιλοσοφησάντων  παρ' Ἕλλησιν. 20.17 Ἡμῖν δ' ὀλίγα πρὸς τὰ προκείμενα ἀπὸ πολλῶν  λεκτέον,  διελέγχουσι  τὴν  ἀχάριστον  ψευδοδοξίαν  πρὸς τὸν  πεποιηκότα αὐτόν·   ἄνθρωπος   γὰρ   καὶ   Κέλσος  ὢν,   ἐν   τιμῇ   ὢν,   οὐ   συνῆκε·   διὸ   οὐδὲ παρασυνεβλήθη  τοῖς  ὄρνισι  καὶ  τοῖς  ἄλλοις  ἀλόγοις  ζώοις,  οἷς  νομίζει  εἶναι μαντικοῖς· ἀλλ' ἐκείνοις παραχωρήσας τὰ πρωτεῖα, ὑπὲρ Αἰγυπτίους τοὺς τὰ ἄλογα ζῶα ὡς θεοὺς προσκυνοῦντας ἑαυτὸν ὑπέταξε, τὸ δ' ὅσον ἐπ' αὐτῷ καὶ πᾶν τὸ τῶν ἀνθρώπων  γένος ὡς χεῖρον καὶ ἔλαττον νοοῦν περὶ τοῦ θείου, τοῖς ἀλόγοις ζώοις. προηγουμένως μὲν οὖν ζητείσθω, πότερον ὑπάρχει ἡ δι' ὀρνίθων  καὶ τῶν λοιπῶν ζώων πεπιστευ μένων εἶναι μαντικῶν μαντικὴ, ἢ μὴ ὑπάρχει. καὶ γὰρ οὐκ εὐκαταφρόνητός ἐστιν εἰς ἑκάτερα ἐπιχειρούμενος ὁ λόγος· ὅπου μὲν δυσωπῶν μὴ παραδέξασθαι τὸ τοιοῦτον,  ἵνα  μὴ τὸ λογικὸν  ἀντὶ  τῶν  δαιμονίων  χρηστηρίων ὄρνισι χρήσηται, καταλιπὸν ἐκεῖνα· ὅπου δὲ διὰ μαρτυρουμένης ὑπὸ πολλῶν ἐναργείας παριστὰς, ὅτι πολλοὶ ἀπὸ μεγίστων διεσώθησαν κινδύνων,  πεισθέντες τῇ δι' ὀρνίθων μαντικῇ. ἐπὶ δὲ τοῦ παρόντος δεδόσθω ὑπαρκτὸν εἶναι τὴν οἰωνιστι κήν· ἵνα καὶ οὕτω δείξω τοῖς προκαταληφθεῖσιν, ὅτι καὶ τούτου διδομένου πολλή ἐστιν ἡ τοῦ ἀνθρώπου παρὰ τὰ ἄλογα ζῶα καὶ παρ' αὐτὰ τὰ μαντικὰ ὑπεροχὴ, καὶ οὐδαμῶς πρὸς ἐκεῖνα  συγκριτή. λεκτέον  οὖν  ὅτι, εἴπερ τις  θεία  φύσις  ἦν  ἐν  αὐτοῖς  τῶν μελλόντων  προγνωστικὴ, καὶ ἐπὶ τοσοῦτον πλουσία ὡς ἐκ περιουσίας καὶ τῷ βουλομένῳ  τῶν  ἀνθρώπων  δηλοῦν  τὰ ἐσόμενα· δηλονότι  πολὺ πρότερον τὰ περὶ ἑαυτῶν ἐγίνωσκον· γινώσκοντα δὲ τὰ περὶ ἑαυτῶν ἐφυλάξατο ἂν ἀναπτῆναι  κατὰ τοῦδε  τοῦ  τόπου,  ἐφ' οὗ  παγίδας  καὶ  δίκτυα  ἄνθρωποι  ἔστησαν κατ' αὐτῶν,  ἢ τοξόται σκοπῷ χρώμενοι τοῖς ἱπταμένοις βέλη ἐπ' αὐτὰ ἀπέλυον. πάντως δ' ἂν καὶ προγιγνώσκοντες ἀετοὶ τὴν κατὰ τῶν νεοσσῶν ἐπιβουλὴν, εἴτε τῶν ἀναβαινόντων πρὸς αὐτοὺς ὄφεων  καὶ διαφθειρόντων  αὐτοὺς, εἴτε καί τινων  ἀνθρώπων  εἴτ' εἰς παιδιὰν εἴτε καὶ εἰς ἄλλην τινὰ χρείαν καὶ θεραπείαν λαμβανόντων  αὐτοὺς, οὐκ ἂν ἐνόσσευσαν ἔνθα ἔμελλον ἐπιβουλεύεσθαι· καὶ ἁπαξαπλῶς οὐκ ἄν ποτε τῶν ζώων τι τούτων ἁλωτὸν ἀνθρώποις ἦν, ὡς ἀνθρώπων θειότερον καὶ σοφώτερον. 20.18 Ἀλλὰ καὶ, εἴπερ οἰωνοὶ οἰωνοῖς μάχονται, <εἰ> ὥς φησιν ὁ Κέλσος, θείαν φύσιν ἔχοντες οἱ
 μαντικοὶ ὄρνεις καὶ τὰ ἄλλα ἄλογα ζῶα καὶ ἐννοίας τοῦ θείου καὶ πρό γνωσιν περὶ μελλόντων, τὰ τοιαῦτα ἑτέροις προεδήλουν· οὔτ' ἂν ἡ καθ' Ὅμηρον στρουθὸς ἐνόσσευσεν ὅπου δράκων ἔμελλεν αὐτὴν καὶ τὰ τέκνα ἀφανίσειν· οὔτ' ἂν ὁ κατὰ τὸν αὐτὸν ποιητὴν  δράκων οὐκ ἐφυλάξατο  ὑπὸ τοῦ ἀετοῦ ληφ  θῆναι. φησὶ γὰρ ὁ ἐν ποιήσει θαυμαστὸς Ὅμηρος περὶ μὲν τοῦ προτέρου τοιαῦτα· Ἔνθ' ἐφάνη μέγα σῆμα· δράκων ἐπὶ νῶτα δαφοινὸς Σμερδαλέος, τὸν δ' αὐτὸς Ὀλύμπιος ἧκε φόωσδε, Βωμοῦ ὑπαΐξας, πρός ῥα πλατάνιστον  ὄρουσεν. Ἔνθα δ' ἔσαν στρουθοῖο νεοσσοὶ, νήπια τέκνα, Ὄζῳ ἐπ' ἀκροτάτῳ πετάλοις ὑποπεπτηῶτες, Ὀκτώ· ἀτὰρ μήτηρ ἐνάτη ἦν, ἣ τέκε  τέκνα.  Ἔνθ' ὅγε τοὺς  ἐλεεινὰ  κατήσθιε τετριγῶτας·  Μήτηρ δ' ἀμφεποτᾶτο ὀδυρομένη φίλα  τέκνα· Τὴν δ' ἐλελιξάμενος  πτέρυγος  λάβεν  ἀμφιαχυῖαν.  Αὐτὰρ ἐπεὶ κατὰ τέκν' ἔφαγε στρουθοῖο καὶ αὐτήν· Τὸν μὲν ἀρίζηλον θῆκεν θεὸς, ὅσπερ ἔφηνεν·  Λᾶαν γάρ μιν ἔθηκε Κρόνου παῖς ἀγκυλομήτεω.  Ἡμεῖς δ' ἑσταότες θαυμάζομεν οἷον ἐτύχθη. Ὡς οὖν δεινὰ πέλωρα θεῶν εἰσῆλθ' ἑκατόμβας. περὶ δὲ τοῦ δευτέρου, ὅτι Ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν, Αἰετὸς ὑψιπέτης, ἐπ' ἀριστερὰ λαὸν ἐέργων, Φοινήεντα δράκοντα φέρων  ὀνύχεσσι πέλωρον,  Ζωὸν, ἔτ' ἀσπαίροντα· ὁ δ' οὔπω λήθετο χάρμης. Κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν, Ἰδνωθεὶς  ὀπίσω· ὁ δ' ἀπὸ ἕθεν ἧκε χαμᾶζε, Ἀλγήσας ὀδύνῃσι, μέσῳ δ' ἐνὶ κάββαλ' ὁμίλῳ· Αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο. Τρῶες δ' ἐρρίγησαν, ὅπως ἴδον αἰόλον ὄφιν Κείμενον ἐν μέσσοισι, ∆ιὸς τέρας αἰγιόχοιο. Ἆρ' οὖν ὁ μὲν ἀετὸς ἦν μαντικὸς, ὁ δὲ δράκων, ἐπεὶ καὶ τούτῳ χρῶνται  τῷ ζώῳ οἱ οἰωνοσκόποι, οὐκ ἦν μαντικός; τί δὲ, ἐπεὶ τὸ ἀποκληρωτικὸν  εὐέλεγκτόν  ἐστιν, οὐχὶ καὶ τὸ ἀμφοτέρους εἶναι μαντικοὺς ἐλεγχθείη  ἄν; οὐκ ἂν γὰρ ὁ δράκων ὢν μαντικὸς οὐκ ἐφυλάξατο τάδε τινὰ  ἀπὸ τοῦ ἀετοῦ παθεῖν;  καὶ ἄλλα  δ' ἂν  μυρία τοιαῦτα  εὕροι τις  παρα δείγματα, παριστάντα ὅτι οὐ τὰ ζῶα μέν ἐστιν ἐν ἑαυτοῖς ἔχοντα μαντικὴν  ψυχήν· ἀλλὰ κατὰ μὲν τὸν ποιητὴν καὶ τοὺς πολλοὺς τῶν ἀνθρώπων, «αὐτὸς Ὀλύμπιος ἧκε φόωσδε·»  κατὰ  δέ  τι  σημεῖον  καὶ  Ἀπόλλων  ἀγγέλῳ  χρῆται  ἱέρακι· κίρκος  γὰρ Ἀπόλλωνος εἶναι λέγεται ταχὺς ἄγγελος. 20.19 Κατὰ δὲ ἡμᾶς δαίμονές τινες φαῦλοι καὶ (ἵν' οὕτως ὀνομάσω) τιτανικοὶ  ἢ γιγάντιοι,  ἀσεβεῖς πρὸς τὸ ἀληθῶς θεῖον καὶ τοὺς  ἐν  οὐρανῷ  ἀγγέλους  γεγενημένοι,  καὶ  πε  σόντες  ἐξ οὐρανοῦ  καὶ  περὶ  τὰ παχύτερα τῶν σωμάτων καὶ ἀκάθαρτα ἐπὶ γῆς καλινδούμενοι·  ἔχοντές τι περὶ τῶν μελ λόντων διορατικὸν, ἅτε γυμνοὶ τῶν γηΐνων σωμάτων τυγ χάνοντες, καὶ περὶ τὸ τοιοῦτον  ἔργον καταγινόμενοι,  βου λόμενοι  ἀπάγειν  τοῦ ἀληθινοῦ  θεοῦ τὸ τῶν ἀνθρώπων γένος, ὑποδύονται τῶν ζώων τὰ ἁρπακτικώτερα καὶ ἀγριώτερα καὶ ἄλλα πανουργότερα, καὶ κινοῦσιν αὐτὰ πρὸς ὃ βούλονται, ὅτε βούλονται· ἢ τὰς φαντασίας τῶν τοιωνδὶ  ζώων τρέπου σιν ἐπὶ πτήσεις καὶ κινήσεις τοιάσδε· ἵν' ἄνθρωποι, διὰ τῆς ἐν τοῖς ἀλόγοις ζώοις ἁλισκόμενοι μαντικῆς, θεὸν μὲν τὸν περιέχοντα τὰ ὅλα μὴ ζητῶσι μηδὲ τὴν καθαρὰν θεοσέβειαν ἐξετάζωσι, πέσωσι δὲ τῷ λογισμῷ ἐπὶ τὴν γῆν καὶ τοὺς ὄρνεις καὶ τοὺς δράκοντας, ἔτι δ' ἀλώπεκας καὶ λύκους. καὶ γὰρ παρατετήρηται  τοῖς περὶ ταῦτα δεινοῖς, ὅτι αἱ ἐναρ γέστεραι προγνώσεις διὰ τῶν τοιούτων  ζώων γίγνονται·  ἅτε μὴ δυναμένων  τῶν δαιμόνων  ἐν τοῖς ἡμερωτέροις τῶν ζώων τοσοῦτον, ὅσον δύνανται διὰ τὸ παραπλήσιον τῆς κακίας, καὶ οὐ κακίαν μὲν οἱονεὶ δὲ κακίαν οὖσαν ἐν τοῖς τοιοισδὶ τῶν ζώων, ἐνεργῆσαι τάδε τὰ ζῶα. 20.20
Ὅθεν   εἴπερ   ἄλλο   τι   Μωσέως  τεθαύμακα,  καὶ   τὸ  τοιοῦτον   θαύματος   εἶναι ἀποφανοῦμαι ἄξιον, ὅτι φύσεις κατανοήσας ζώων διαφόρους, καὶ εἴτ' ἀπὸ τοῦ θείου μαθὼν  τὰ περὶ αὐτῶν  καὶ τῶν  ἑκάστῳ ζώῳ συγγενῶν  δαιμόνων,  εἴτε καὶ αὐτὸς ἀναβαίνων  τῇ σοφίᾳ εὑρὼν, ἐν τῇ περὶ ζώων διατάξει πάντα μὲν ἀκάθαρτα ἔφησεν εἶναι τὰ νομιζόμενα παρ' Αἰγυπτίοις καὶ τοῖς λοιποῖς τῶν ἀνθρώπων εἶναι μαντικὰ, ὡς ἐπίπαν δὲ εἶναι καθαρὰ τὰ μὴ τοιαῦτα. καὶ ἐν ἀκαθάρτοις παρὰ Μωσῇ ἐστὶ λύκος καὶ ἀλώπηξ καὶ δράκων, ἀετός τε καὶ ἱέραξ, καὶ τὰ ὅμοια τούτοις. καὶ ὡς ἐπίπαν οὐ μόνον  ἐν  τῷ  νόμῳ  ἀλλὰ  καὶ  ἐν  τοῖς  προφήταις  εὕροις  ἂν  ταῦτα  τὰ  ζῶα  εἰς
 παράδειγμα τῶν κακίστων παραλαμβανόμενα, οὐδέ ποτε δὲ εἰς χρηστὸν πρᾶγμα ὀνο μαζόμενον λύκον ἢ ἀλώπεκα. ἔοικεν οὖν τις εἶναι ἑκάστῳ δαιμόνων εἴδει κοινωνία πρὸς   ἕκαστον   εἶδος   ζώων.   καὶ   ὥσπερ  ἐν   ἀνθρώποις   ἄνθρωποι   ἀνθρώπων ἰσχυρότεροί  τινές  εἰσιν,  οὐ  πάντως  διὰ  τὸ  ἦθος·  τὸν  αὐτὸν  τρόπον  δαίμονες δαιμόνων εἶεν ἂν ἐν μέσοις δυνατώτεροι· καὶ οἵδε μὲν τοῖσδε τοῖς ζώοις χρώμενοι εἰς ἀπάτην τῶν ἀνθρώπων, κατὰ τὸ βούλημα τοῦ καλουμένου ἐν τοῖς λόγοις ἡμῶν ἄρχοντος τοῦ αἰῶνος τούτου, ἕτεροι δὲ δι' ἄλλου εἴδους προδηλοῦντες. καὶ ὅρα ἐφ' ὅσον εἰσὶν οἱ δαίμονες μιαροὶ, ὡς καὶ γαλᾶς ὑπό τινων  παραλαμβάνεσθαι πρὸς τὸ δηλοῦν τὰ μέλλοντα. καὶ σὺ δὲ παρὰ σαυτῷ κρῖνον ὁπότερόν ἐστι βέλτιον παραδέξασθαι, ὅτι ὁ ἐπὶ πᾶσι θεὸς καὶ ὁ τούτου υἱὸς κινοῦσι τοὺς ὄρνιθας καὶ τὰ λοιπὰ ζῶα εἰς μαντικὴν,  ἢ οἱ κινοῦντες  τὰ τοιαδὶ τῶν ζώων, καὶ οὐκ ἀνθρώπους παρόντων  ἀνθρώπων,  δαίμονές εἰσι φαῦλοι  καὶ, ὡς ὠνόμασε τὰ ἱερὰ ἡμῶν  γράμ ματα, ἀκάθαρτοι. 20.21 Εἴπερ δὲ θεία ἐστὶν ἡ τῶν ὀρνίθων  ψυχὴ διὰ τὸ δι' αὐτῶν προλέγεσθαι τὰ μέλλοντα· πῶς οὐχὶ μᾶλλον, ὅπου κλῃδόνες ὑπ' ἀνθρώπων λαμβάνονται,   θείαν  εἶναι  φήσομεν  τὴν  ψυχὴν   ἐκείνων,   δι'  ὧν  αἱ  κλῃδόνες ἀκούονται; θεία οὖν τις ἦν κατὰ τοὺς τοιούσδε ἡ παρὰ τῷ Ὁμήρῳ ἀλετρὶς, περὶ τῶν μνηστήρων εἰποῦσα· Ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν. κἀκείνη μὲν θεία ἦν· ὁ δὲ τηλικοῦτος Ὀδυσσεὺς, ὁ τῆς Ὁμηρικῆς Ἀθηνᾶς φίλος, οὐκ ἦν θεῖος, ἀλλὰ συνεὶς τῶν  ἀπὸ τῆς θείας ἀλετρίδος εἰρημένων  κλῃδόνων  ἔχαιρεν, ὡς ὁ ποιητής φησι· Χαῖρε δὲ κλῃδόνι δῖος Ὀδυσσεύς. ἤδη δὲ ὅρα, εἴπερ οἱ ὄρνιθες θείαν ἔχουσι ψυχὴν καὶ αἰσθάνονται τοῦ θεοῦ ἢ, ὡς ὁ Κέλσος ὀνομάζει, τῶν θεῶν· δηλονότι καὶ ἡμεῖς πταρνύμενοι  οἱ ἄνθρωποι, ἀπό τινος ἐν ἡμῖν οὔσης θειότητος καὶ μαντικῆς περὶ τὴν ψυχὴν ἡμῶν πταρνύμεθα. καὶ γὰρ τοῦτο μαρτυρεῖται ὑπὸ πολλῶν· διὸ καὶ ὁ ποιητὴς λέγει τό· Ὁ δ' ἐπέπταρεν εὐχομένοιο. διὸ καὶ ἡ Πηνελόπη φησίν· Οὐχ ὁράᾳς, ὅ μοι υἱὸς ἐπέπταρε σοῖσιν ἔπεσσιν; 20.22 Τὸ δ' ἀληθῶς  θεῖον  εἰς τὴν  τῶν  περὶ μελλόντων   γνῶσιν   οὔτε  τοῖς  ἀλόγοις   χρῆται  ζώοις,  οὔτε  τοῖς  τυχοῦσι  τῶν ἀνθρώπων·   ἀλλὰ   ψυχαῖς   ἀνθρώπων   ἱερωτάταις   καὶ   καθαρωτάταις,   ἅστινας θεοφορεῖ καὶ προφήτας ποιεῖ. διόπερ εἴ τι ἄλλο θαυμασίως εἴρηται ἐν τῷ Μωσέως νόμῳ,     καὶ     τὰ     τοιαῦτα     ἐν         τούτοις     κατατακτέον·     Οὐκ    οἰωνιεῖσθε         οὐδ' ὀρνιθοσκοπήσετε. καὶ ἀλλαχοῦ· Τὰ γὰρ ἔθνη, οὓς κύριος ὁ θεός σου ἐξολοθρεύσει ἀπὸ προσώπου σου, οὗτοι κλῃδόνων  καὶ μαντειῶν  ἀκούσονται· σοὶ δὲ οὐχ οὕτως ἔδωκε κύριος ὁ θεός σου. εἶθ' ἑξῆς φησί· Προφήτην ἀνα στήσει σοι κύριος ὁ θεός σου ἐκ τῶν ἀδελφῶν σου. βουλη θεὶς δέ ποτε ὁ θεὸς δι' οἰωνοσκόπου ἀποτρέψαι ἀπὸ τῆς οἰωνιστικῆς, πεποίηκε πνεῦμα ἐν τῷ οἰωνοσκόπῳ εἰπεῖν· Οὐ γάρ ἐστιν οἰωνισμὸς ἐν Ἰακὼβ, οὐδὲ μαντεία ἐν Ἰσραήλ·κατὰ καιρὸν ῥηθήσεται τῷ Ἰακὼβ καὶ τῷ Ἰσραὴλ, τί ἐπι τελέσει ὁ θεός. ταῦτα δὴ γιγνώσκοντες ἡμεῖς καὶ τὰ τού τοις παραπλήσια, τηρεῖν βουλόμεθα μυστικῶς εἰρημένην ἐντολὴν τήν· Πάσῃ φυλακῇ τήρει σὴν καρδίαν· ἵνα μὴ ἐπιβῇ τι τῶν δαιμονίων τῷ ἡγεμονικῷ ἡμῶν, ἢ πνεῦμά τι τῶν ἐναντίων  πρὸς ἃ βούλεται τρέψῃ τὸ φανταστικὸν ἡμῶν. εὐχόμεθα δὲ λάμψαι ἐν ταῖς καρδίαις ἡμῶν τὸν φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ, ἐπιδημοῦντος ἡμῶν τῷ φανταστικῷ πνεύματος  θεοῦ  καὶ  φαντάζοντος  ἡμᾶς  τὰ  τοῦ  θεοῦ·  ἐπεὶ  ὅσοι πνεύματι  θεοῦ ἄγονται, οὗτοι υἱοί εἰσι θεοῦ. 20.23 Χρὴ δ' εἰδέναι ὅτι τὸ τὰ μέλλοντα προγιγνώσκειν οὐ  πάντως  θεῖόν  ἐστι· καθ'  αὑτὸ  γὰρ  μέσον ἐστὶ, καὶ  πίπτον  εἰς  φαύλους  καὶ ἀστείους. καὶ ἰατροὶ γοῦν ἀπὸ ἰατρικῆς προγιγνώσκουσί τινα, κἂν φαῦλοι τὸ ἦθος τυγχάνωσιν·      οὕτω     δὲ     καὶ     κυβερνῆται,         κἂν     μοχθηροὶ     τυγχάνωσιν     ὄντες, προγιγνώσκουσιν   ἐπισημασίας  καὶ  ἀνέμων   σφοδρότητας  καὶ  τροπὰς  περὶ  τὸ περιέχον ἔκ τινος πείρας καὶ παρατηρήσεως· καὶ οὐ δή που παρὰ τοῦτο θείους τις αὐτοὺς εἶναι φήσει, ἐὰν τύχωσι μοχθηροὶ εἶναι τὸ ἦθος. ψεῦδος οὖν τὸ παρὰ τῷ Κέλσῳ λεγόμενον, τό· «Τί ἂν φαίη τις θειότερον τοῦ τὰ μέλλοντα προγιγνώσκειν τε καὶ προδηλοῦν;» ψεῦδος δὲ καὶ τὸ «πολλὰ τῶν ζώων ἀντιποιεῖσθαι θείας ἐννοίας·»
 οὐδὲν γὰρ τῶν ἀλόγων ἔννοιαν ἔχει τοῦ θεοῦ. ψεῦδος δὲ καὶ τὸ «ἐγγυτέρω τῆς θείας ὁμιλίας εἶναι τὰ ἄλογα ζῶα·» ὅπου γε καὶ τῶν  ἀνθρώπων  οἱ ἔτι φαῦλοι, κἂν ἐπ' ἄκρον προκόπτωσι, πόρρω εἰσὶ τῆς θείας ὁμιλίας. μόνοι δὴ ἄρα οἱ κατὰ ἀλήθειαν σοφοὶ καὶ ἀψευδῶς εὐσεβεῖς ἐγγυτέρω τῆς θείας ὁμιλίας εἰσίν· ὁποῖοί εἰσιν οἱ καθ' ἡμᾶς προφῆται καὶ Μωσῆς, ᾧ μεμαρτύρηκε διὰ τὴν πολλὴν  καθαρότητα ὁ λόγος εἰπών· Ἐγγιεῖ Μωσῆς μόνος πρὸς τὸν θεὸν, οἱ δὲ λοιποὶ οὐκ ἐγγιοῦσι. πῶς δὲ ἀσεβῶς ὑπὸ τοῦ ἀσέβειαν ἡμῖν ἐγκαλοῦντος εἴρηται τὸ «οὐ μόνον σοφώτερα εἶναι τὰ ἄλογα τῶν  ζώων  τῆς τῶν  ἀνθρώπων  φύσεως, ἀλλὰ καὶ θεο φιλέστερα»; καὶ τίς οὐκ ἂν ἀποτραπείη  προσέχων  ἀνθρώπῳ  λέγοντι  δράκοντα  καὶ  ἀλώπεκα  καὶ  λύκον  καὶ ἀετὸν καὶ ἱέρακα τῆς τῶν ἀνθρώπων φύσεως εἶναι θεοφιλέστερα; ἀκολουθεῖ δ' αὐτῷ τὸ λέγειν ὅτι, εἴπερ θεοφιλέστερα τάδε τὰ ζῶα τῶν ἀνθρώπων, δῆλον ὅτι καὶ Σωκράτους καὶ  Πλά τωνος  καὶ  Πυθαγόρου καὶ  Φερεκύδου καὶ  ὧν  πρὸ βραχέος ὕμνησε θεολόγων  θεοφιλέστερά ἐστι ταῦτα τὰ ζῶα. καὶ ἐπεύξαιτό γε ἄν τις αὐτῷ λέγων· Εἴπερ θεοφιλέστερά ἐστι τάδε τὰ ζῶα τῶν ἀνθρώπων,  γένοιο μετ' ἐκείνων θεοφιλὴς καὶ ἐξομοιωθείης τοῖς κατὰ σὲ ἀνθρώπων  θεοφιλεστέροις. καὶ μὴ ὑπολαμβανέτω γε ἀρὰν εἶναι τὸ τοιοῦτον· τίς γὰρ οὐκ ἂν εὔξαιτο οἷς πείθεται εἶναι θεοφιλεστέροις γενέσθαι πάντη παραπλήσιος, ἵνα καὶ αὐτὸς ὡς ἐκεῖνοι γένηται θεοφιλής;  20.24 Θέλων  δὲ  τὰς  ὁμιλίας  τῶν  ἀλόγων  ζώων  εἶναι  τῶν  ἡμετέρων ἱερωτέρας ὁ Κέλσος, οὐ τοῖς τυχοῦσιν  ἀνατίθησι  τὴν ἱστορίαν ταύτην,  ἀλλὰ τοῖς συνετοῖς. συνετοὶ δὲ κατὰ ἀλήθειάν εἰσιν οἱ σπουδαῖοι, οὐδεὶς γὰρ φαῦλος συνετός. λέγει τοίνυν τὸν τρόπον τοῦτον ὅτι «φασὶ δὲ τῶν ἀνθρώπων οἱ συνετοὶ καὶ ὁμιλίας ἐκείνοις εἶναι, δηλονότι τῶν ἡμετέρων ἱερωτέρας· καὶ αὐτοί που γνωρίζειν τὰ λεγόμενα καὶ ἔργῳ δεικνύειν  ὅτι οὐκ ἀγνοοῦσιν, ὅταν προειπόντες ὅτι ἔφασαν οἱ ὄρνιθες ὅτι ἀπίασί ποι καὶ ποιήσουσι τόδε ἢ τόδε, δεικνύωσιν ἀπελθόντας ἐκεῖ καὶ ποιοῦντας  ἃ  ἤδη  προεῖπον.»  κατὰ  μὲν  οὖν  τὸ  ἀληθὲς  οὐδεὶς  συνετὸς  τοιαῦτα ἱστόρησε, καὶ οὐδεὶς σοφὸς ἱερωτέρας εἶπεν εἶναι τὰς τῶν ἀλόγων ζώων ὁμιλίας τῆς τῶν ἀνθρώπων. εἰ δ' ὑπὲρ τοῦ ἐξετάσαι τὰ Κέλσου τἀκόλουθον σκοπῶμεν, δῆλον ὅτι κατ' αὐτὸν ἱερώτεραι τῶν σεμνῶν Φερεκύδου καὶ Πυθαγόρου καὶ Σω κράτους καὶ Πλάτωνος καὶ τῶν φιλοσόφων  ὁμιλιῶν  εἰσὶν αἱ τῶν ἀλόγων  ζώων· ὅπερ ἐστὶ καὶ αὐτόθεν οὐ μόνον ἀπεμφαῖνον ἀλλὰ καὶ ἀτοπώτατον. ἵνα δὲ καὶ πιστεύσωμέν τινας ἐκ  τῆς  ἀσήμου  φωνῆς  τῶν  ὀρνίθων  μαθόντας,  ὅτι  ἀπίασί  ποι  οἱ  ὄρνιθες  καὶ ποιήσουσι  τόδε   ἢ  τόδε,  προδηλοῦν·   καὶ   τοῦτ'  ἐροῦμεν   ἀπὸ  τῶν   δαιμόνων συμβολικῶς ἀνθρώποις δεδηλῶσθαι, κατὰ σκοπὸν τὸν περὶ τοῦ ἀπατηθῆναι ὑπὸ τῶν δαιμόνων τὸν ἄνθρωπον, καὶ κατασπασθῆναι αὐτοῦ τὸν νοῦν ἀπ' οὐρανοῦ καὶ θεοῦ ἐπὶ γῆν καὶ τὰ ἔτι κατωτέρω. 20.25 Οὐκ οἶδα δ' ὅπως ὁ Κέλσος καὶ ὅρκου ἐλεφάντων ἤκουσε, καὶ ὅτι εἰσὶν οὗτοι πιστότεροι πρὸς τὸ θεῖον ἡμῶν καὶ γνῶσιν ἔχουσι τοῦ θεοῦ. ἐγὼ γὰρ πολλὰ μὲν καὶ θαυμαστὰ οἶδα περὶ τῆς φύσεως τοῦ ζώου καὶ τῆς ἡμερότη τος ἱστορούμενα, οὐ μὴν καὶ περὶ ὅρκων ἐλέφαντος σύνοιδα εἰρῆσθαι παρά τινι· εἰ μὴ ἄρα τὸ ἥμερον καὶ τὴν ὡσπερεὶ πρὸς ἀνθρώπους αὐτῶν συνθήκην, ἅπαξ γενομένων  ὑπ'  αὐτοῖς,  εὐορκίαν  τηρουμένην  ὠνόμασεν,  ὅπερ καὶ  αὐτὸ  ψεῦδός ἐστιν. εἰ γὰρ καὶ σπανίως, ἀλλ' οὖν γε ἱστόρηται, ὅτι μετὰ τὴν δοκοῦσαν ἡμερότητα ἐξηγριώθησαν ἐλέφαντες  κατὰ τῶν ἀνθρώπων  καὶ φόνους ἐποίησαν, καὶ διὰ τοῦτο κατεδικάσθησαν  ἀναιρεθῆναι,  ὡς  οὐκέτι  χρήσιμοι.  ἐπεὶ  δὲ  παραλαμβάνει  μετὰ ταῦτα, εἰς τὸ κατασκευάσαι, ὡς οἴεται, εὐσεβεστέρους εἶναι  τοὺς πελαργοὺς  τῶν ἀνθρώπων, τὰ περὶ τοῦ ζώου ἱστορούμενα ἀντιπελαργοῦντος  καὶ τροφὰς φέροντος τοῖς  γεγεννηκόσι·  λεκτέον   ὅτι  καὶ  τοῦτ'  οὐκ  ἀπὸ  θεωρήματος  τοῦ  περὶ  τοῦ καθήκοντος ποιοῦσιν οἱ πελαργοὶ οὐδ' ἀπὸ λογισμοῦ, ἀλλ' ἀπὸ φύσεως, βουληθείσης τῆς  κατασκευαζούσης αὐτοὺς  φύσεως  παράδειγμα  ἐν  ἀλόγοις  ζώοις  δυσωπῆσαι δυνάμενον ἀνθρώπους ἐκθέσθαι περὶ τοῦ χάριτας ἀποτιννύειν τοῖς γεγεννηκόσιν. εἰ δὲ ᾔδει Κέλσος ὅσῳ διαφέρει  λόγῳ  ταῦτα  ποιεῖν  τοῦ ἀλόγως  καὶ φυσικῶς  αὐτὰ
 ἐνεργεῖν, οὐκ ἂν εὐσεβεστέρους εἶπε τοὺς πελαργοὺς τῶν ἀνθρώπων. ἔτι δὲ, ὡς ὑπὲρ εὐσεβείας τῶν ἀλόγων ζώων ἱστάμενος ὁ Κέλσος, παραλαμβάνει τὸ Ἀράβιον ζῶον, τὸν  φοίνικα,  διὰ πολλῶν  ἐτῶν  ἐπιδημοῦν  Αἰγύπτῳ, καὶ φέρον  ἀποθανόντα  τὸν πατέρα καὶ ταφέντα ἐν σφαίρᾳ σμύρνης, καὶ ἐπιτιθὲν ὅπου τὸ τοῦ ἡλίου τέμενος. καὶ τοῦτο δὲ ἱστόρηται μὲν, δύναται δὲ, ἐάνπερ ᾖ ἀληθὲς, καὶ αὐτὸ φυσικὸν τυγχάνειν· ἐπιδαψιλευσαμένης τῆς θείας προνοίας καὶ ἐν ταῖς διαφοραῖς τῶν ζώων παραστῆσαι τοῖς ἀνθρώποις τὸ ποικίλον  τῆς τῶν ἐν τῷ κόσμῳ κατασκευῆς φθάνον  καὶ ἐπὶ τὰ ὄρνεα· καὶ ζῶόν τι μονογενὲς ὑπέστησεν, ἵνα καὶ τοῦτο ποιήσῃ θαυμασθῆναι οὐ τὸ ζῶον, ἀλλὰ τὸν πεποιηκότα αὐτό. 20.26 Ἐπεὶ οὖν τούτοις πᾶσιν ἐπιφέρει ὁ Κέλσος τό· «Οὔκουν ἀνθρώπῳ  πεποίηται  τὰ πάντα,  ὥσπερ οὐδὲ λέοντι  οὐδὲ ἀετῷ  οὐδὲ δελφῖνι·  ἀλλ' ὅπως  ὅδε ὁ κόσμος ὡς  ἂν  θεοῦ  ἔργον  ὁλόκληρον  καὶ τέλειον  ἐξ ἁπάντων  γένηται·  τούτου  χάριν  μεμέτρηται  τὰ πάντα  οὐκ ἀλλήλων,  ἀλλ' εἰ μὴ πάρεργον, ἀλλὰ τοῦ ὅλου· καὶ μέλει τῷ θεῷ τοῦ ὅλου, καὶ τοῦτ' οὔποτε ἀπολείπει πρόνοια, οὐδὲ κάκιον γίνεται, οὐδὲ διὰ χρόνου πρὸς ἑαυτὸν ὁ θεὸς ἐπιστρέφει, οὐδ' ἀν θρώπων ἕνεκα ὀργίζεται, ὥσπερ οὐδὲ πιθήκων οὐδὲ μυῶν· οὐδὲ τούτοις ἀπειλεῖ, ὧν ἕκαστον ἐν τῷ μέρει τὴν αὐτοῦ μοῖραν εἴληφε·» φέρε κἂν διὰ βραχέων  πρὸς ταῦτ' ἀπαν τήσωμεν. οἶμαι δὴ ἀποδεδειχέναι ἐκ τῶν προειρημένων, πῶς ἀνθρώπῳ καὶ παντὶ λογικῷ τὰ πάντα πεποίηται· προη γουμένως γὰρ διὰ τὸ λογικὸν ζῶον τὰ πάντα δεδημιούργηται. Κέλσος μὲν οὖν λεγέτω  ὅτι οὕτως οὐκ ἀνθρώπῳ, ὡς οὐδὲ λέοντι οὐδ' οἷς ὀνομάζει· ἡμεῖς δ' ἐροῦμεν, οὐ λέοντι ὁ δημιουργὸς οὐδὲ ἀετῷ οὐδὲ δελφῖνι ταῦτα πεποίηκεν· ἀλλὰ πάντα διὰ τὸ λογικὸν ζῶον, καὶ «ὅπως ὅδε ὁ κόσμος ὡς ἂν θεοῦ ἔργον ὁλόκληρον καὶ τέλειον ἐξ ἁπάντων γένηται.» τούτῳ γὰρ συγκαταθετέον ὡς καλῶς εἰρημένῳ. μέλει δὲ τῷ θεῷ οὐχ ὡς Κέλσος οἴεται μόνου τοῦ ὅλου, ἀλλὰ παρὰ τὸ ὅλον ἐξαιρέτως παντὸς λογικοῦ. καὶ οὐδέποτε ἀπολεί ψει πρόνοια τὸ ὅλον· οἰκονομεῖ  γὰρ, κἂν κάκιον  γένηται  διὰ τὸ λογικὸν  ἁμαρτάνον μέρος τι τοῦ ὅλου, καθάρσιον αὐτοῦ ποιεῖν, καὶ διὰ χρόνου ἐπιστρέφειν τὸ ὅλον πρὸς ἑαυτόν. ἀλλ' οὐδὲ πιθήκων  μὲν ἕνεκα ὀργίζεται οὐδὲ μυῶν· ἀνθρώποις δὲ ἐπάγει, ἅτε παραβᾶσι τὰς φυσικὰς ἀφορμὰς, δίκην καὶ κόλασιν, καὶ τούτοις διὰ προφητῶν ἀπειλεῖ καὶ διὰ τοῦ ἐπιδημήσαντος ὅλῳ τῷ γένει τῶν ἀνθρώπων  σω τῆρος· ἵνα διὰ τῆς ἀπειλῆς ἐπιστραφῶσι μὲν οἱ ἀκούσαντες, οἱ δὲ ἀμελήσαντες τῶν ἐπιστρεπτικῶν λόγων δίκας κατ' ἀξίαν τίσωσιν, ἃς πρέπον θεὸν ἐπιτιθέναι κατὰ τὸ ἑαυτοῦ συμφερόντως τῷ παντὶ βούλημα τοῖς τοιαύτης καὶ οὕτως ἐπιπόνου δεομένοις θεραπείας καὶ διορθώσεως. ἀλλὰ γὰρ καὶ τοῦ τετάρτου τόμου αὐτάρκη περιγραφὴν εἰληφότος, αὐτοῦ που καταπαύσομεν τὸν λόγον. θεὸς δὲ δῴη διὰ τοῦ υἱοῦ αὐτοῦ, ὅς ἐστι θεὸς λόγος καὶ σοφία καὶ ἀλήθεια καὶ δικαιοσύνη καὶ πᾶν ὅ τί ποτε θεολογοῦσαι φασὶν  περὶ  αὐτοῦ  αἱ  ἱεραὶ  γραφαὶ,  ἄρξασθαι ἡμᾶς  καὶ  τοῦ  πέμπτου  τόμου  ἐπ' ὠφελείᾳ  τῶν ἐντευξομένων,  καὶ διανύσαι κἀκεῖνον μετὰ τῆς τοῦ λόγου αὐτοῦ εἰς τὴν ἡμετέραν ψυχὴν ἐπι δημίας καλῶς. 21.1nΠερὶ αὐτεξου ίου καὶ τῶν δοκούντων τοῦτο  ἀναι  ρεῖν  ῥητῶν  γραφικῶν  λύ ι  καὶ ἑρμηνεία.  ἐκ τοῦ περὶ ἀρχῶν  τρίτου τόμου. Ἐπεὶ δὲ ἐν  τῷ  κηρύγματι  τῷ  ἐκκλησιαστικῷ  πε ριέχεται  ὁ περὶ κρίσεως δικαίας θεοῦ λόγος, ὅστις καὶ τοὺς ἀκούοντας, πιστευθεὶς εἶναι ἀληθὴς, προκαλεῖται ἐπὶ τὸ καλῶς βιοῦν καὶ παντὶ τρόπῳ φεύγειν τὴν ἁμαρτίαν, δηλον ότι συγκατατιθεμένους τὸ ἐφ' ἡμῖν εἶναι τὰ ἐπαίνου καὶ ψόγου ἄξια· φέρε καὶ τὰ περὶ τοῦ     αὐτεξουσίου    ἰδίᾳ     ὀλίγα     διαλάβωμεν,     ἀναγκαιοτάτου     ὡς     ἔνι     μάλιστα προβλήματος. ἵνα δὲ νοήσωμεν τί τὸ αὐτεξούσιον, τὴν ἔννοιαν  αὐτοῦ ἀνα πτύξαι δεῖ, ἵνα ταύτης σαφηνισθείσης ἀκριβῶς παρασταθῇ τὸ ζητούμενον. τῶν κινουμένων τὰ  μέν  τινα  ἐν  ἑαυτοῖς  ἔχει  τὴν  τῆς  κινήσεως  αἰτίαν,  ἕτερα  δὲ  ἔξωθεν  μόνον κινεῖται. ἔξωθεν μὲν οὖν μόνον κινεῖται τὰ φορητὰ, οἷον ξύλα καὶ λίθοι καὶ πᾶσα ἡ ὑπὸ ἕξεως μόνης συνεχομένη ὕλη. ὑπεξῃ ρήσθω δὲ νῦν τοῦ λόγου τὸ κίνησιν λέγειν τὴν ῥύσιν τῶν σωμάτων, ἐπεὶ μὴ χρεία τούτου πρὸς τὸ προκείμενον. ἐν ἑαυτοῖς δὲ
ἔχει τὴν αἰτίαν  τοῦ κινεῖσθαι ζῶα καὶ φυτὰ καὶ ἁπαξαπλῶς  ὅσα ὑπὸ φύσεως καὶ ψυχῆς συνέχεται, ἐξ ὧν φασὶν εἶναι καὶ τὰ μέταλλα. πρὸς δὲ τούτοις καὶ τὸ πῦρ αὐτοκίνητόν ἐστι, τάχα δὲ καὶ αἱ πηγαί. τῶν δὲ ἐν ἑαυτοῖς τὴν αἰτίαν τοῦ κινεῖσθαι ἐχόντων,  τὰ μέν φασιν ἐξ ἑαυτῶν κινεῖσθαι, τὰ δὲ ἀφ' ἑαυτῶν· ἐξ ἑαυτῶν μὲν τὰ ἄψυχα, ἀφ' ἑαυτῶν δὲ τὰ ἔμψυχα. καὶ ἀφ' ἑαυτῶν κινεῖται τὰ ἔμ ψυχα, φαντασίας ἐγγινομένης ὁρμὴν προκαλουμένης. καὶ πάλιν ἔν τισι τῶν ζώων φαντασίαι γίνονται ὁρμὴν προ καλούμεναι, φύσεως φανταστικῆς τεταγμένως  κινούσης τὴν ὁρμὴν, ὡς ἐν τῷ ἀράχνῃ φαντασία τοῦ ὑφαίνειν  γίνεται, καὶ ὁρμὴ ἀκολουθεῖ ἐπὶ τὸ ὑφαίνειν, τῆς φανταστικῆς  αὐτοῦ φύσεως τεταγμένως  ἐπὶ τοῦτο αὐτὸν προκαλουμένης, καὶ οὐδενὸς ἄλλου μετὰ τὴν φανταστικὴν αὐτοῦ φύσιν πεπιστευμένου τοῦ ζώου· καὶ ἐν τῇ μελίσσῃ ἐπὶ τὸ κηρο πλαστεῖν. 21.2 Τὸ μέντοι λογικὸν ζῶον καὶ λόγον ἔχει πρὸς τῇ φανταστικῇ  φύσει, τὸν κρίνοντα  τὰς φαντασίας καὶ τινὰς μὲν ἀποδοκιμάζοντα τινὰς δὲ παραδεχόμενον ἵνα ἄγηται τὸ ζῶον κατ' αὐτάς. ὅθεν ἐπεὶ ἐν τῇ φύσει τοῦ λόγου εἰσὶν ἀφορμαὶ τοῦ θεωρῆσαι τὸ καλὸν καὶ τὸ αἰσχρὸν, αἷς ἑπόμενοι θεωρήσαντες τὸ καλὸν καὶ τὸ αἰσχρὸν αἱρούμεθα μὲν τὸ καλὸν, ἐκκλίνομεν  δὲ τὸ αἰσχρόν· ἐπαινετοὶ  μέν ἐσμεν ἐπιδόντες  ἑαυτοὺς τῇ πράξει τοῦ καλοῦ, ψεκτοὶ δὲ κατὰ τὸ ἐναντίον. οὐκ ἀγνοητέον μέντοι γε ὅτι τὸ πλέον τῆς εἰς πάντα τεταγμένης φύσεως ποσῶς ἐστὶν ἐν τοῖς ζώοις, ἐπὶ τὸ πλέον δὲ ἢ ἐπὶ τὸ ἔλαττον· ὥστε ἐγγύς που εἶναι, ἵν' οὕτως  εἴπω, τοῦ λογικοῦ  τὸ ἐν τοῖς ἰχνευταῖς  κυσὶν ἔργον καὶ ἐν τοῖς πολεμικοῖς ἵπποις. τὸ μὲν οὖν ὑποπεσεῖν τόδε τι τῶν ἔξωθεν φαντασίαν ἡμῖν κινοῦν τοιάνδε  ἢ τοιάνδε,  ὁμολογουμένως  οὐκ ἔστι τῶν  ἐφ' ἡμῖν· τὸ δὲ κρῖναι  οὑτωσὶ χρήσασθαι τῷ γενομένῳ ἢ ἑτέρως, οὐκ ἄλλου τινὸς ἔργον ἢ τοῦ ἐν ἡμῖν λόγου ἐστὶν, ἤτοι παρὰ τὰς ἀφορμὰς ἐνεργοῦντος ἡμᾶς πρὸς τὰς ἐπὶ τὸ καλὸν προκαλουμένας καὶ τὸ καθῆκον ὁρμὰς, ἢ ἐπὶ τὸ ἐναντίον  ἐκτρέποντος. 21.3 Εἰ δέ τις αὐτὸ τὸ ἔξωθεν λέγοι εἶναι τοιόνδε, ὥστε ἀδυνάτως ἔχειν ἀντιβλέψαι αὐτῷ τοιῷδε γενομένῳ, οὗτος ἐπιστησάτω τοῖς ἰδίοις πάθεσι καὶ κινήμασιν, εἰ μὴ εὐδό κησις γίνεται καὶ συγκατάθεσις καὶ ῥοπὴ τοῦ ἡγεμονικοῦ  ἐπὶ τόδε τι διὰ τάσδε τὰς πιθανότητας.  οὐ γὰρ, φέρ' εἰπεῖν, ἡ γυνὴ τῷ κρίναντι ἐγκρατεύεσθαι καὶ ἀνέχειν ἑαυτὸν ἀπὸ μίξεων, ἐπιφανεῖσα καὶ προκαλεσαμένη ἐπὶ τὸ ποιῆσαί τι παρὰ πρόθεσιν, αὐτοτελὴς  αἰτία γίνεται τοῦ τὴν πρόθεσιν ἀθετῆσαι. πάντως γὰρ εὐδοκήσας τῷ γαργαλισμῷ καὶ τῷ λείῳ τῆς ἡδονῆς, ἀντιβλέψαι αὐτῷ μὴ βεβουλημένος μηδὲ τὸ κεκριμένον κυρῶσαι, πράττει τὸ ἀκόλαστον. ὁ δέ τις ἔμπαλιν, τῶν αὐτῶν συμβεβηκότων τῷ πλείονα μα θήματα     ἀνειληφότι     καὶ     ἠσκηκότι,    –οἱ    μὲν     γαργαλισμοὶ     καὶ     οἱ     ἐρεθισμοὶ συμβαίνουσιν, ὁ λόγος δὲ, ἅτε ἐπὶ πλεῖον ἰσχυροποιηθεὶς καὶ τραφεὶς τῇ μελέτῃ, καὶ βεβαιωθεὶς τοῖς δόγμασι πρὸς τὸ καλὸν ἢ ἐγγύς γε τοῦ βεβαιωθῆναι γεγενημένος, ἀνακρούει τοὺς ἐρεθισμοὺς καὶ ὑπεκλύει τὴν ἐπιθυμίαν. 21.4 Τὸ δὲ τούτων οὕτως ἡμῖν γινομένων  τὰ ἔξωθεν αἰ τιᾶσθαι καὶ ἑαυτοὺς ἀπολῦσαι ἐγκλήματος, ὁμοίους ἑαυτοὺς ἀποφῃναμένους ξύλοις καὶ λίθοις ἑλκυσθεῖσιν ὑπὸ τῶν ἔξωθεν αὐτὰ κινησάντων, οὐκ ἀληθὲς οὐδὲ εὔγνωμον, βουλομένου τε λόγος ἐστὶν ὁ τοιοῦτος τὴν ἔννοιαν τοῦ αὐτεξουσίου παραχαράττειν. εἰ γὰρ πυθοίμεθα αὐτοῦ, τί ἦν τὸ αὐτεξούσιον, λέγοι ἂν ὅτι εἰ μηδὲν τῶν ἔξωθεν ἀπήντα ἐμοῦ τόδε τι προθεμένου τὸ ἐπὶ τὸ ἐναντίον προ καλούμενον. πάλιν τε αὖ ψιλὴν τὴν κατασκευὴν αἰτιᾶσθαι παρὰ τὸ ἐναργές  ἐστι· λόγου  παιδευτικοῦ  τοὺς ἀκρατεστά τους καὶ τοὺς ἀγριωτάτους παραλαμβάνοντος,  εἰ τῇ προ τροπῇ παρακολουθήσαιεν, καὶ μεταβάλλοντος·  ὥστε παρὰ πολὺ γεγονέναι  τὴν προτροπὴν καὶ τὴν ἐπὶ τὸ κρεῖττον μεταβολήν· πολλάκις τῶν  ἀκολαστοτάτων   βελτιόνων   γινομένων   παρὰ  τοὺς  τῇ  φύσει  πρότερον  οὐ δοκοῦντας εἶναι τοιούτους, καὶ τῶν ἀγριωτάτων ἐπὶ τοσοῦτον ἡμερότητος μεταβαλλόντων,  ὥστε τοὺς μηδὲ πώποτε οὕτως ἀγριωθέντας ἀγρίους εἶναι δοκεῖν συγκρίσει τοῦδέ τινος μεταβεβληκότος ἐπὶ τὸ ἥμερον. ὁρῶμέν τε ἑτέρους εὐσταθεστάτους   καὶ   σεμνοτάτους   ἐκ   διαστροφῆς   ἐπὶ   τὰς   χείρους   διατριβὰς
 ἐκκρουομένους τοῦ σεμνοῦ καὶ εὐσταθοῦς· ὥστε εἰς ἀκο λασίαν αὐτοὺς μεταβαλεῖν, πολλάκις  ἀρχομένους  τῆς ἀκο λασίας μεσούσης τῆς ἡλικίας,  καὶ ἐμπίπτοντας  εἰς ἀταξίαν  μετὰ  τὸ  παρεληλυθέναι  τὸ  τῆς  νεότητος,  ὅσον ἐπὶ  τῇ  φύσει,  ἄστατον. οὐκοῦν ὁ λόγος  δείκνυσιν  ὅτι τὰ μὲν  ἔξωθεν  οὐκ ἐφ' ἡμῖν  ἐστὶ, τὸ δὲ οὕτως  ἢ ἐναντίως  χρήσασθαι αὐτοῖς τὸν λόγον κριτὴν παραλαβόντα καὶ ἐξεταστὴν τοῦ πῶς δεῖ  πρὸς  τάδε  τινὰ  τῶν  ἔξωθεν  ἀπαντῆσαι,  ἔργον  ἐστὶν  ἡμέτερον.  21.5 Ὅτι  δὲ ἡμέτερον ἔργον τὸ βιῶσαι καλῶς ἐστὶ, καὶ αἰτεῖ ἡμᾶς τοῦτο ὁ θεὸς, ὡς οὐκ αὐτοῦ ὂν οὐδὲ ἐξ ἑτέρου τινὸς παραγινόμενον  ἢ, ὡς οἴονταί τινες, ἀπὸ εἱμαρμένης, ἀλλ' ὡς ἡμέτερον ἔργον, μαρτυρήσει ὁ προφήτης Μιχαίας λέγων· Εἰ ἀνηγγέλη σοι, ἄνθρωπε, τί καλόν; ἢ τί κύριος ἐκζητεῖ παρὰ σοῦ, ἀλλ' ἢ τὸ ποιεῖν κρίμα καὶ ἀγαπᾷν ἔλεος καὶ ἕτοιμον  εἶναι  τοῦ  πορεύεσθαι μετὰ  κυρίου  θεοῦ  σου; καὶ  Μωσῆς· Τέθεικα πρὸ προσώπου σου τὴν ὁδὸν τῆς ζωῆς καὶ τὴν ὁδὸν τοῦ θανάτου· ἔκλεξαι τὸ ἀγαθὸν καὶ πο ρεύου ἐν αὐτῷ. καὶ Ἠσαΐας· Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα. καὶ ἐν τοῖς ψαλμοῖς· Εἰ ὁ λαός μου ἤκουσέ μου, καὶ Ἰσραὴλ  ταῖς  ὁδοῖς  μου  εἰ  ἐπορεύθη,  ἐν  τῷ  μηδενὶ  ἂν  τοὺς  ἐχθροὺς  αὐτῶν ἐταπείνωσα, καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον ἂν τὴν χεῖρά μου· ὡς ἐπὶ τῷ λαῷ ὄντος τοῦ ἀκούειν καὶ πορεύεσθαι ταῖς ὁδοῖς τοῦ θεοῦ. καὶ ὁ σωτὴρ δὲ λέγων τό· Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· καί· Ὅτι ὃς ἂν ὀργισθῇ τῷ ἀδελφῷ, ἔνοχος  ἔσται τῇ κρίσει· καί· Ὃς ἐὰν  ἐμβλέψῃ  γυναῖκα  πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν ἐν τῇ καρδίᾳ αὐτοῦ. καὶ εἴ τινα ἄλλην δίδωσιν ἐντολὴν,  φησὶν ὡς ἐφ' ἡμῖν ὄντος τοῦ φυλάξαι τὰ προστεταγμένα· καὶ εὐλόγως, ἐνόχων  ἡμῶν τῇ κρίσει ἐσομένων εἰ παραβαίνοιμεν αὐτά. ὅθεν καὶ, Πᾶς, φησὶν, ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ ποιῶν αὐτοὺς ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν πέτραν· καὶ τὰ ἑξῆς· Ὁ δὲ ἀκούων καὶ μὴ ποιῶν ὅμοιός ἐστιν ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν ἄμμον· καὶ τὰ ἑξῆς. καὶ λέγων δὲ τοῖς ἐκ δεξιῶν· ∆εῦτε πρός με, οἱ εὐλογημένοι τοῦ πατρός μου· καὶ τὰ ἑξῆς· ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με· σφόδρα σαφῶς ὡς αἰτίοις οὖσι τοῦ ἐπαινεῖσθαι δίδωσι τὰς ἐπαγγελίας. καὶ ἐκ τοῦ ἐναντίου τοῖς ἑτέροις, ὡς ψεκτοῖς παρ' αὐτοὺς, λέγει τό· Πορεύεσθε οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον. ἴδωμεν δὲ πῶς καὶ ὁ Παῦλος ὡς αὐτεξουσίοις ἡμῖν δια λέγεται καὶ ἑαυτοῖς αἰτίοις τυγχάνουσιν  ἀπωλείας  ἢ σωτη ρίας. Ἢ τοῦ πλούτου  γὰρ, φησὶ, τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει; κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαι οκρισίας τοῦ θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ  τὰ ἔργα αὐτοῦ· τοῖς  μὲν  καθ' ὑπομονὴν  ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι ζωὴν αἰώνιον· τοῖς δὲ ἐξ ἐριθείας καὶ ἀπειθοῦσι  τῇ ἀληθείᾳ  πειθομένοις  δὲ τῇ ἀδικίᾳ  ὀργὴ καὶ θυμὸς, θλίψις  καὶ στενοχωρία, ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακὸν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος· δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθὸν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. μυρία μὲν οὖν ἔστιν ἐν ταῖς γραφαῖς σφόδρα σαφῶς παριστῶντα τὸ αὐτεξούσιον. 21.6 Ἐπεὶ δὲ εἰς τὸ ἐναντίον,  τουτέστι τὸ μὴ ἐφ' ἡμῖν τυγχάνειν  τηρεῖν τὰς ἐντολὰς καὶ σώζεσθαι, καὶ τὸ παρα βαίνειν  αὐτὰς καὶ ἀπόλλυσθαι, περισπᾷ ῥητά τινα ἀπὸ τῆς παλαιᾶς καὶ τῆς καινῆς· φέρε ἀπὸ μέρους καὶ ἐκ τούτων παραθέμενοι θεασώμεθα αὐτῶν τὰς λύσεις, ἵνα ἀφ' ὧν παρατιθέμεθα κατὰ τὸ ὅμοιον ἐκλεξάμενός τις ἑαυτῷ πάντα τὰ δοκοῦντα ἀναιρεῖν τὸ αὐτεξούσιον ἐπισκέψηται  τὰ  περὶ  τῆς  λύσεως  αὐτῶν.  καὶ  δὴ  πολλοὺς  κεκίνηκε  τὰ  περὶ  τοῦ Φαραὼ, περὶ οὗ χρηματίζων ὁ θεός φησιν· Ἐγὼ δὲ σκλη-ρυνῶ τὴν καρδίαν Φαραώ· πλεονάκις. εἰ γὰρ ὑπὸ θεοῦ σκληρύνεται, καὶ διὰ τὸ σκληρύνεσθαι ἁμαρτάνει, οὐκ αὐτὸς ἑαυτῷ τῆς ἁμαρτίας αἴτιος· εἰ δὲ τοῦτο, οὐδὲ αὐτεξ ούσιος ὁ Φαραώ· καὶ φήσει
 τις ὅτι ἐκ τοῦ ὁμοίου οἱ ἀπολλύμενοι  οὐκ αὐτεξούσιοι οὐδὲ παρ' ἑαυτοὺς ἀπολοῦν ται. καὶ ἐν τῷ Ἰεζεκιὴλ δὲ λεγόμενον  τό· Ἐξελῶ αὐτῶν  τὰς λιθίνας  καρδίας καὶ ἐμβαλῶ σαρκίνας, ὅπως ἐν τοῖς προστάγμασί μου πορεύωνται  καὶ τὰ δικαιώματά μου  φυλάσσωσι· κινήσαι  ἄν  τινα  ὡς  τοῦ  θεοῦ  διδόντος  τὸ  πορεύεσθαι ἐν  ταῖς ἐντολαῖς  καὶ φυλάσσειν  τὰ δικαιώματα,  ἐν  τῷ  τὸ ἐμποδίζον  ὑπεξῃρηκέναι,  τὴν λιθίνην  καρδίαν, καὶ τὸ κρεῖττον ἐντεθεικέναι,  τὴν σαρκίνην. ἴδωμεν δὲ καὶ τὸ ἐκ τοῦ εὐαγγελίου, τί ὁ σωτὴρ ἀποκρίνεται πρὸς τοὺς πυθομένους, διὰ τί ἐν παραβολαῖς τοῖς πολλοῖς λαλεῖ· Ἵνα, φησὶν, βλέποντες μὴ βλέπωσι, καὶ ἀκούοντες ἀκού ωσι καὶ μὴ συνιῶσι· μήποτε ἐπιστρέψωσι, καὶ ἀφεθῇ αὐτοῖς. ἔτι δὲ καὶ παρὰ τῷ Παύλῳ τό· Οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ. καὶ ἐν ἄλλοις· Καὶ τὸ θέλειν δὲ καὶ τὸ ἐνεργεῖν ἐκ τοῦ θεοῦ ἐστίν. καὶ ἐν ἄλλοις· Ἄρ' οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκλη ρύνει. ἐρεῖς μοι οὖν, τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; καί· Ἡ πεισμονὴ ἐκ τοῦ καλοῦντος,  καὶ οὐκ ἐξ ἡμῶν.  Μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος  τῷ θεῷ; καὶ πάλιν· Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, τί με ἐποίησας οὕτως; ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν; ταῦτα γὰρ καθ' ἑαυτὰ ἱκανά ἐστι τοὺς πολλοὺς ἐκταράξαι, ὡς οὐκ ὄντος τοῦ ἀνθρώπου αὐτεξουσίου, ἀλλὰ τοῦ θεοῦ σώζοντος καὶ ἀπολ λύντος οὓς ἐὰν αὐτὸς βούληται. 21.7 Ἀρξώμεθα τοίνυν  ἀπὸ τῶν περὶ τοῦ Φαραὼ εἰρη μένων  ὡς σκληρυνομένου ὑπὸ θεοῦ, ἵνα μὴ ἐξαποστείλῃ τὸν λαόν· ᾧ συνεξετασθήσεται ἅμα καὶ τὸ ἀποστολικόν· Ἄρ'  οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. καὶ ἐπεὶ χρῶνται τούτοις τῶν ἑτεροδόξων τινὲς, σχεδὸν καὶ αὐτοὶ τὸ αὐτεξούσιον ἀναιροῦντες, διὰ τὸ φύσεις εἰσάγειν ἀπολ λυμένας, ἀνεπιδέκτους  τοῦ  σώζεσθαι, καὶ  ἑτέρας  σωζομένας, ἀδυνάτως  ἐχούσας  πρὸς  τὸ ἀπολέσθαι· τόν τε Φαραώ φασι φύσεως ὄντα ἀπολλυμένης διὰ τοῦτο σκληρύνεσθαι ὑπὸ τοῦ θεοῦ, ἐλεοῦντος  μὲν τοὺς πνευματικοὺς  σκληρύνοντος  δὲ τοὺς χοϊκούς· φέρε ἴδωμεν ὅ τί ποτε καὶ λέγουσι. πευσόμεθα γὰρ αὐτῶν εἰ χοϊκῆς φύσεως ὁ Φαραὼ ἦν· ἀποκρινομένοις δὲ ἐροῦμεν ὅτι ὁ τῆς χοϊκῆς φύσεως πάντως ἀπειθεῖ θεῷ· εἰ δὲ ἀπειθεῖ, τίς χρεία σκληρύνεσθαι αὐτοῦ τὴν καρδίαν, καὶ τοῦτο οὐχ ἅπαξ ἀλλὰ πλεονάκις; εἰ μὴ ἄρα, ἐπεὶ δυνατὸν ἦν πείθεσθαι αὐτὸν καὶ πάντως ἐπείσθη ἂν, ἅτε οὐκ ὢν χοϊκὸς, ὑπὸ τῶν  τεράτων  καὶ σημείων δυσωπούμενος, χρῄζει δὲ αὐτοῦ ὁ θεὸς, ὑπὲρ τοῦ ἐνδείξασθαι ἐπὶ σωτηρίᾳ τῶν πολλῶν τὰ μεγαλεῖα, ἐπὶ πλεῖον ἀπειθοῦντος· διὰ τοῦτο αὐτοῦ σκληρύνει τὴν καρ δίαν. ταῦτα δὲ λελέξεται πρῶτον πρὸς αὐτοὺς, εἰς τὸ ἀνατραπῆναι ὃ ὑπολαμβάνουσιν, ὅτι φύσεως ἦν ἀπολλυ μένης ὁ Φαραώ. τὸ δ' αὐτὸ καὶ περὶ τοῦ παρὰ τῷ ἀπο στόλῳ λεγομένου λεκτέον πρὸς αὐτούς. τίνας γὰρ σκλη ρύνει ὁ θεός; τοὺς ἀπολλυμένους, ὥς τι πεισομένους εἰ μὴ σκληρυνθεῖεν; ἢ δηλονότι σωθησομένους, τῷ μὴ εἶναι αὐτοὺς φύσεως ἀπολλυμένης; τίνας δὲ καὶ ἐλεεῖ; ἆρα τοὺς σωθη σομένους; καὶ πῶς χρεία ἐλέου δευτέρου αὐτοῖς, ἅπαξ   κατασκευασθεῖσι  σωθησομένοις   καὶ   πάντως   διὰ   τὴν   φύσιν   μακαρίοις ἐσομένοις; εἰ μὴ ἄρα, ἐπεὶ ἐπιδέχονται ἀπώλειαν εἰ μὴ ἐλεηθεῖεν, ἐλεοῦνται, ἵν' ὅπερ ἐπιδέχονται  μὴ λάβωσι  τὸ ἀπολέσθαι, ἀλλὰ  γένωνται  ἐν  χώρᾳ  σωζομένων.  καὶ ταῦτα μὲν πρὸς ἐκείνους. 21.8 Ἐπαπορητέον δὲ πρὸς τοὺς νομίζοντας νενοηκέναι τὸ Ἐσκλήρυνε, τί δήποτε λέγουσι τὸν  θεὸν  ἐνεργοῦντα  σκληρύνειν  καρδίαν, καὶ τί προτιθέμενον  τοῦτο ποιεῖν; τηρείτωσαν  γὰρ καὶ ἔννοιαν  θεοῦ κατὰ μὲν τὸ ὑγιὲς δικαίου καὶ ἀγαθοῦ· εἰ δὲ μὴ βούλονται, ἐπὶ τοῦ παρόντος αὐτοῖς συγκεχωρήσθω, δικαίου· καὶ παραστησάτωσαν πῶς ὁ ἀγαθὸς καὶ δίκαιος ἢ ὁ δίκαιος μόνον φαίνεται δικαίως  σκληρύνων  καρδίαν  τοῦ διὰ τὸ σκληρύνεσθαι ἀπολλυμένου·  καὶ πῶς  ὁ δίκαιος αἴτιος ἀπωλείας γίνεται καὶ ἀπειθείας, τῶν ὑπ' αὐτοῦ διὰ τὸ σκληρύνεσθαι καὶ ἀπειθῆσαι αὐτῷ κολαζομένων. τί δὲ αὐτῷ καὶ μέμφεται, λέγων· Σὺ δὲ οὐ βούλει ἐξαποστεῖλαι τὸν λαόν μου. Ἰδοὺ, πατάσσω πάντα τὰ πρωτότοκα ἐν Αἰγύπτῳ, καὶ τὸν πρωτότοκόν σου· καὶ ὅσα ἄλλα ἀναγέγραπται ὡς τοῦ θεοῦ λέγοντος διὰ Μωσέως
τῷ Φαραώ; ἀναγκαῖον  γὰρ τὸν πιστεύοντα  ὅτι ἀληθεῖς  αἱ γραφαὶ  καὶ ὅτι ὁ θεὸς δίκαιος, ἐὰν εὐγνώμων ᾖ, ἀγωνίζεσθαι πῶς ἐν ταῖς τοιαύταις λέξεσι δίκαιος τρανῶς νοηθῇ. εἰ μὲν γὰρ ἀπογραψάμενός  τις γυμνῇ τῇ κεφαλῇ  ἵστατο πρὸς τὸ πονηρὸν εἶναι τὸν δημιουργὸν, ἄλλων  ἔδει λόγων πρὸς αὐτόν. ἐπεὶ δέ φασι διακεῖσθαι περὶ αὐτοῦ ὡς περὶ δικαίου, καὶ ἡμεῖς ὡς περὶ ἀγαθοῦ ἅμα καὶ δικαίου, σκοπήσωμεν πῶς ἂν ὁ ἀγαθὸς καὶ δίκαιος σκληρύνοι τὴν καρδίαν Φαραώ. 21.9 Ὅρα τοίνυν εἰ διά τινος παραδείγματος, ᾧ ὁ ἀπό στολος ἐν τῇ πρὸς Ἑβραίους ἐχρήσατο, δυνάμεθα παραστῆ σαι πῶς  μιᾷ  ἐνεργείᾳ  ὁ  θεὸς  ὃν  μὲν  ἐλεεῖ  ὃν  δὲ  σκληρύνει·  οὐ  προτιθέμενος σκληρύνειν, ἀλλὰ διὰ προθέσεως χρηστῆς, ᾗ ἐπακολουθεῖ διὰ τὸ τῆς κακίας ὑποκείμενον  τοῦ παρ' ἑαυτοῖς κακοῦ τὸ σκληρύνεσθαι, σκληρύνειν λεγόμενος τὸν σκληρυνόμενον. Γῆ, φησὶν, ἡ πιοῦσα τὸν ἐπ' αὐτῆς ἐρχόμενον ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις δι' οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ὑπὸ τοῦ θεοῦ· ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους ἀδόκιμος καὶ κατάρας ἐγγὺς, ἧς τὸ τέλος εἰς καῦσιν. οὐκοῦν μία ἐνέργεια ἡ κατὰ τὸν ὑετόν· μιᾶς δὲ ἐνεργείας οὔσης τῆς κατὰ τὸν ὑετὸν, ἡ μὲν γεωργηθεῖσα γῆ καρποφορεῖ, ἡ δὲ ἀμεληθεῖσα καὶ χέρσος ἀκανθοφορεῖ.  καὶ δύσφημον  μὲν  ἂν δόξαι εἶναι  τὸ λέγειν  τὸν  ὕοντα· Ἐγὼ τοὺς καρποὺς ἐποίησα καὶ τὰς ἀκάνθας τὰς ἐν τῇ γῇ· ἀλλ' εἰ καὶ δύσφημον, ἀλλ' ἀληθές. ὑετοῦ γὰρ μὴ γενομένου,  οὔτ' ἂν καρποὶ οὔτ' ἂν ἄκανθαι  γεγόνεισαν·  τούτου δὲ εὐκαίρως καὶ μεμετρημένως ἐπιρρεύσαντος, ἀμφότερα γεγένηται. ἐκφέρουσα γοῦν ἀκάνθας  καὶ  τριβόλους  ἡ πιοῦσα γῆ  τὸν  ἐπ' αὐτῆς  ἐρχό μενον  πολλάκις  ὑετὸν ἀδόκιμος καὶ κατάρας ἐγγύς. οὐκοῦν τὸ μὲν ἀγαθὸν τοῦ ὑετοῦ καὶ ἐπὶ τὴν χείρονα γῆν ἐλήλυθε· τὸ δὲ ὑποκείμενον, ἠμελημένον καὶ ἀγεώργητον τυγχάνον,  ἀκάνθας καὶ τριβόλους ἐβλάστησεν. οὕτω τοίνυν  καὶ τὰ γινόμενα  ὑπὸ τοῦ θεοῦ τεράστια οἱονεὶ ὑετός ἐστιν· αἱ δὲ προαιρέσεις αἱ διάφοροι οἱονεὶ ἡ γεγεωργημένη γῆ ἐστὶ καὶ ἡ ἠμελημένη, μιᾷ τῇ φύσει ὡς γῆ τυγχάνουσα. 21.10 Ὥσπερ δὲ εἰ καὶ ὁ ἥλιος ἔλεγε φωνὴν  προϊέμενος ὅτι Ἐγὼ τήκω καὶ ξηραίνω, ἐναντίων  ὄντων  τοῦ τήκεσθαι καὶ τοῦ ξηραίνεσθαι, οὐκ ἂν ψεῦδος ἔλεγε, παρὰ τὸ ὑποκεί μενον· ἀπὸ τῆς μιᾶς θερμότητος τηκομένου  μὲν τοῦ κηροῦ ξηραινομένου  δὲ τοῦ πηλοῦ· οὕτως ἡ μία ἐνέργεια ἡ διὰ Μωσέως γινομένη σκληρυμμὸν μὲν ἤλεγχε τὸν τοῦ Φαραὼ διὰ τὴν κακίαν αὐτοῦ, πειθὼ δὲ τὴν τῶν ἐπιμίκτων Αἰγυπτίων συνεξορμησάντων τοῖς Ἑβραίοις. καὶ τὸ κατὰ βραχὺ δὲ ἀναγεγράφθαι  οἱονεὶ  μαλάσσεσθαι τὴν  καρδίαν Φαραὼ, λέγοντος· Ἀλλ' οὐ μακρὰν ἀποτενεῖτε· τριῶν γὰρ ἡμερῶν πορεύσεσθε, καὶ τὰς  γυναῖκας  ὑμῶν  καταλείπετε·  καὶ  ὅσα ἄλλα  κατὰ  βραχὺ  ἐνδιδοὺς  πρὸς  τὰ τεράστια ἔλεγε, δηλοῖ ὅτι ἐνήργει μέν τι καὶ εἰς αὐτὸν τὰ σημεῖα, οὐ μὴν τὸ πᾶν κατειργάζετο. οὐκ ἂν δὲ οὐδὲ ταῦτα ἐγίνετο, εἰ τὸ νοού μενον  ὑπὸ τῶν  πολλῶν· Σκληρυνῶ τὴν καρδίαν Φαραώ· ὑπ' αὐτοῦ ἐνηργεῖτο, τοῦ θεοῦ δηλονότι. οὐκ ἄτοπον δὲ καὶ  ἀπὸ  τῆς  συνηθείας  τὰ  τοιαῦτα  παραμυθήσασθαι· πολλάκις  τῶν  χρηστῶν δεσποτῶν  φασκόντων  τοῖς  διὰ τὴν  χρηστότητα  καὶ μακροθυμίαν  ἐπιτριβομένοις οἰκέταις τό· Ἐγώ σε πονηρὸν ἐποίησα, καὶ Ἐγώ σοι αἴτιος γέγονα τῶν τηλικούτων ἁμαρτημάτων. δεῖ γὰρ τοῦ ἤθους ἀκοῦσαι καὶ τῆς δυνάμεως τοῦ λεγομένου, καὶ μὴ συκοφαντεῖν  μὴ κατακούοντας τοῦ βουλήματος τοῦ λόγου. ὁ γοῦν Παῦλος σαφῶς ταῦτα ἐξετάσας φησὶ πρὸς τὸν ἁμαρτάνοντα· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς  μετάνοιάν  σε ἄγει;  κατὰ  δὲ  τὴν  σκληρότητά  σου καὶ  ἀμετανόητον  καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ θεοῦ. ἃ γὰρ λέγει πρὸς τὸν ἁμαρτάνοντα ὁ ἀπόστολος, λεγέσθω πρὸς τὸν Φαραὼ, καὶ πάνυ  ἁρμοδίως νοηθείη  ταῦτα ἀπαγ γελλόμενα  αὐτῷ, κατὰ τὴν  σκληρότητα καὶ ἀμετανόητον αὐτοῦ καρδίαν θησαυρίζοντος ἑαυτῷ ὀργήν· τῆς σκληρότη τος οὐκ ἂν οὕτως ἐλεγχθείσης οὐδὲ φανερᾶς γεγενημένης, εἰ μὴ τὰ σημεῖα ἐγεγόνει, ἢ ἐγεγόνει μὲν,  μὴ  τὰ  τοσαῦτα  δὲ  καὶ  τηλικαῦτα.  21.11 Ἀλλ'  ἐπεὶ  δυσπειθεῖς  αἱ  τοιαῦται

διηγήσεις καὶ βίαιοι εἶναι νομίζονται, ἴδωμεν καὶ ἀπὸ προφητικοῦ λόγου, τί φασιν οἱ πολλῆς χρηστότητος θεοῦ πεπειραμένοι, καὶ μὴ βιώσαντες καλῶς ἀλλὰ μετὰ ταῦτα ἁμαρτήσαντες. Τί ἐπλάνησας  ἡμᾶς, κύριε, ἀπὸ τῆς ὁδοῦ σοῦ; ἵνα  τί ἐσκλή ρυνας ἡμῶν τὴν καρδίαν, τοῦ μὴ φοβεῖσθαι τὸ ὄνομά σου; ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κλη ρονομίας σου, ἵνα μικρόν τι κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου. καὶ ἐν τῷ Ἱερεμίᾳ· Ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην, ἐκράτησας καὶ ἐδυνάσθης. τὸ γάρ· Ἵνα τί ἐσκλήρυνας ἡμῶν  τὴν  καρδίαν, τοῦ μὴ φοβεῖσθαι τὸ ὄνομά  σου; λεγόμενον  ὑπὸ  τῶν  ἐλεηθῆναι  παρακαλούντων,  ἐν  ἤθει  λεγόμενον τοιοῦτόν ἐστιν· Ἵνα τί ἐπὶ τοσοῦτον ἐφείσω ἡμῶν, οὐκ ἐπισκεπτόμενος ἡμᾶς ἐπὶ ταῖς ἁμαρτίαις, ἀλλὰ καταλιπὼν ἕως εἰς μέγεθος ἔλθῃ πταισμάτων τὰ ἡμέτερα; ἐγκαταλείπει δὲ μὴ κολαζομένους τοὺς πλείονας, ἵνα τε τὰ ἑκάστου ἤθη ἐκ τοῦ ἐφ' ἡμῖν ἐξετασθῇ, καὶ φανεροὶ μὲν ἐκ τῆς γενομένης βασάνου οἱ κρείττους γένωνται, οἱ δὲ λοιποὶ  μὴ λαθόντες,  οὐχὶ θεὸν–πάντα  γὰρ οἶδε πρὸ γενέσεως αὐτῶν–ἀλλὰ  τὰ λογικὰ καὶ ἑαυτοὺς, ὕστερον τύχωσιν ὁδοῦ θεραπείας· οὐκ ἂν ἐγνωκότες τὴν εὐεργεσίαν, εἰ μὴ ἑαυτῶν κατεγνώκεισαν· ὅπερ συμφέρει ἑκάστῳ, ἵνα αἴσθηται τῆς ἰδιότητος τῆς ἑαυτοῦ καὶ τῆς χάριτος τῆς τοῦ θεοῦ. ὁ δὲ μὴ αἰσθανόμενος τῆς ἰδίας ἀσθενείας καὶ τῆς θείας χάριτος, κἂν εὐεργετῆται  μὴ ἑαυτοῦ πεπειραμένος  μηδὲ ἑαυτοῦ κατεγνωκὼς, οἰήσεται ἴδιον εἶναι ἀνδραγάθημα τὸ ἀπὸ τῆς οὐρανίου χάριτος αὐτῷ ἐπιχορηγηθέν. τοῦτο δὲ οἴημα, ἐμποιῆσαν καὶ φυσίωσιν, αἴτιον ἔσται καταπτώσεως·  ὅπερ νομίζομεν  καὶ  περὶ  τὸν  διάβολον  γεγονέναι,  ἑαυτῷ  χαρισά μενον ἃ εἶχε προτερήματα ὅτε ἄμωμος ἦν. Πᾶς γὰρ ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὡς πᾶς ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. κατανόει δὲ ὅτι διὰ τοῦτο ἀποκέκρυπται ἀπὸ σοφῶν καὶ συνετῶν τὰ θεῖα, ἵνα, ὥς φησιν ὁ ἀπόστολος, μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον  τοῦ θεοῦ· καὶ ἀποκεκάλυ  πται νηπίοις,  τοῖς μετὰ τὴν  νηπιότητα  ἐπὶ τὰ κρείττονα  ἐληλυθόσι  καὶ μεμνημένοις  ὅτι οὐ παρὰ τὴν  ἑαυτῶν  αἰτίαν  τοσοῦτον ὅσον παρὰ τὴν ἄρρητον εὐεργεσίαν ἐπὶ πλεῖστον ὅσον μακαριότητος ἐληλύθασιν.
21.12

Οὐκοῦν ἐγκαταλείπεται  θείᾳ κρίσει ὁ ἐγκαταλειπό μενος, καὶ μακροθυμεῖ ἐπί τινας τῶν ἁμαρτανόντων  ὁ θεὸς οὐκ ἀλόγως, ἀλλ' ὡς αὐτοῖς συνοίσοντος ὡς πρὸς
τὴν ἀθανασίαν τῆς ψυχῆς  καὶ τὸν ἄπειρον αἰῶνα  τοῦ μὴ ταχὺ συνεργηθῆναι  εἰς σωτηρίαν, ἀλλὰ βράδιον ἐπὶ ταύτην ἀχ θῆναι μετὰ τὸ πειραθῆναι πολλῶν  κακῶν. ὥσπερ γάρ τινα  καὶ ἰατροὶ δυνάμενοι  τάχιον  ἰάσασθαι, ὅταν ἐγκεκρυμ μένον  ἰὸν
ὑπονοῶσιν ὑπάρχειν περὶ τὰ σώματα, τὸ ἐναντίον  τῷ ἰάσασθαι ἐργάζονται, διὰ τὸ ἰᾶσθαι βούλεσθαι ἀσφαλέ στερον τοῦτο ποιοῦντες· ἡγούμενοι κρεῖττον εἶναι πολλῷ χρόνῳ παρακατασχεῖν τινὰ ἐν τῷ φλεγμαίνειν  καὶ κάμνειν ὑπὲρ τοῦ βεβαιότερον
αὐτὸν τὴν ὑγείαν ἀπολαβεῖν, ἤπερ τάχιον μὲν ῥῶσαι δοκεῖν ὕστερον δὲ ἀναδῦναι καὶ  πρόσκαι ρον  γενέσθαι  τὴν  ταχυτέραν  ἴασιν· τὸν  αὐτὸν  τρόπον  καὶ  ὁ θεὸς,
γινώσκων   τὰ  κρύφια   τῆς   καρδίας  καὶ  προγινώσκων   τὰ  μέλλοντα,   διὰ  τῆς μακροθυμίας ἐπιτρέπει τάχα καὶ διὰ τῶν ἔξωθεν συμβαινόντων ἐφελκόμενος τὸ ἐν κρυπτῷ  κακὸν,  ὑπὲρ τοῦ  καθᾶραι  τὸν  δι'  ἀμέλειαν  τὰ  σπέρματα τῆς  ἁμαρ τίας
κεχωρηκότα, ἵνα εἰς ἐπιπολὴν ἐλθόντα αὐτά τις ἐμέσας, εἰ καὶ ἐπὶ πλεῖον ἐν κακοῖς γεγένηται,     ὕστερον    δυνηθῇ     καθαρσίου    τυχὼν     τοῦ     μετὰ     τὴν     κακίαν ἀναστοιχειωθῆναι.  θεὸς  γὰρ οἰκονομεῖ  τὰς  ψυχὰς  οὐχ  ὡς  πρὸς τὴν  φέρ'  εἰπεῖν
πεντηκονταετίαν  τῆς ἐνθάδε ζωῆς, ἀλλ' ὡς πρὸς τὸν ἀπέ ραντον αἰῶνα· ἄφθαρτον γὰρ φύσιν πεποίηκε τὴν νοερὰν καὶ αὐτῷ συγγενῆ, καὶ οὐκ ἀποκλείεται ὥσπερ ἐπὶ τῆς ἐνταῦθα ζωῆς ἡ λογικὴ ψυχὴ τῆς θεραπείας. 21.13 Φέρε δὲ καὶ τοιαύτῃ εἰκόνι
ἀπὸ τοῦ εὐαγγελίου χρησώμεθα. ἔστι τις πέτρα ὀλίγην ἔχουσα καὶ ἐπιπόλαιον γῆν, εἰς ἣν ἂν πέσῃ τὰ σπέρματα ταχὺ ἀνθεῖ, ἀλλ' ἀνθή σαντα, ἐπεὶ ῥίζαν οὐκ ἔχει, ἡλίου ἀνατείλαντος καυματί ζεται καὶ ξηραίνεται. καὶ αὕτη ἡ πέτρα ἀνθρωπίνη ἐστὶ ψυχὴ,
διὰ τὴν ἀμέλειαν σκληρυνθεῖσα καὶ διὰ τὴν κακίαν ἀπολιθωθεῖσα· λιθίνη γὰρ οὐδενὶ ἔκτισται ὑπὸ θεοῦ καρδία, ἀλλ'  ἀπὸ τῆς πονηρίας τοιαύτη γίνεται.  ὥσπερ οὖν, εἰ
ἐγκαλοῖ τις τῷ γεωργῷ μὴ τάχιον τὰ σπέρματα ἐπὶ τὴν πετρώδη γῆν βαλόντι, ὁρῶν ἄλλην  τινὰ πετρώδη γῆν λαβοῦσαν τὰ σπέρματα καὶ ἀνθοῦσαν, ἀποκρίναιτο  ἂν ὁ γεωργὸς ὅτι Βράδιον σπερῶ τὴν γῆν ταύτην ἐπιβαλὼν τὰ δυνάμενα παρακατασχεῖν τὰ     σπαρησόμενα,    κρείττονος     ἐσομένου    τῇδε     τῇ     γῇ     τοῦ     βραδυτέρου     καὶ ἀσφαλεστέρου παρὰ τὴν τάχιον εἰληφυῖαν  καὶ ἐπιπολαιοτέρως· πεισθείη μεν ἂν ὡς εὐλόγως  λέγοντι  τῷ γεωργῷ  καὶ ὡς ἐπιστημόνως  πεποιηκότι· οὕτω καὶ ὁ μέγας πάσης φύσεως γεωργὸς  ὑπερτίθεται  τὴν  νομισθεῖσαν ἂν τάχιον  εὐποιΐαν,  ἵνα μὴ ἐπιπόλαιος γένηται. ἀλλ' εἰκός τινα ἡμῖν πρὸς ταῦτα ἀνθυπενεγκεῖν· ∆ιὰ τί δέ τι τῶν σπερμάτων πίπτει ἐπὶ τὴν ἐξ ἐπιπολῆς ἔχουσαν τὴν γῆν οἱονεὶ πέτραν οὖσαν ψυχήν; λεκτέον  δὲ καὶ πρὸς τοῦτο ὅτι βέλτιον  τῇδέ τινι προπετέσ τερον βεβουλημένῃ τὰ κρείττονα, καὶ οὐχὶ ὁδῷ ἐπ' αὐτὰ ὁδευσάσῃ, τυχεῖν  οὗ βεβούληται· ἵνα ἑαυτῆς ἐπὶ τούτῳ καταγνοῦσα τὴν κατὰ φύσιν γεωργίαν μακροθυμήσῃ ὕστε ρον πολλῷ χρόνῳ λαβεῖν. ἄπειροι γὰρ ἡμῖν, ὡς ἂν εἴποι τις, αἱ ψυχαὶ καὶ ἄπειρα τὰ τούτων ἤθη καὶ πλεῖστα ὅσα τὰ κινήματα καὶ αἱ προθέσεις καὶ αἱ ἐπιβολαὶ καὶ αἱ ὁρμαί· ὧν εἷς μόνος οἰκονόμος ἄριστος καὶ τοὺς καιροὺς ἐπιστά μενος καὶ τὰ ἁρμόζοντα βοηθήματα καὶ τὰς ἀγωγὰς καὶ τὰς ὁδοὺς, ὁ τῶν ὅλων θεὸς καὶ πατὴρ, ὁ εἰδὼς πῶς καὶ τὸν Φαραὼ ἄγει διὰ τοσῶνδε καὶ καταποντισμοῦ, εἰς ὃν οὐ καταλήγει ἡ οἰκονομία τοῦ Φαραώ. οὐ γὰρ ἐπεὶ κατε ποντώθη ἀνελύθη· Ἐν γὰρ χειρὶ θεοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν, πᾶσά τε φρόνησις καὶ ἐργατιῶν ἐπιστήμη. καὶ ταῦτα μὲν μετρίως εἰς ἀπολογίαν περὶ τοῦ ἐσκληρύνθαι τὴν καρδίαν Φαραὼ, καὶ περὶ τοῦ· Ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. 21.14 Ἴδωμεν δὲ καὶ τὸ ἐκ τοῦ Ἰεζεκιὴλ λέγοντος· Ἐξελῶ τὰς λιθίνας καρδίας ἀπ' αὐτῶν καὶ ἐμβαλῶ σαρ κίνας, ὅπως ἐν τοῖς δικαιώμασί μου πορεύωνται καὶ τὰ προστάγματά μου φυλάσσωσιν. εἰ γὰρ ὅτε βούλεται ὁ θεὸς ἐξαίρει τὰς λιθίνας καρδίας καὶ ἐντίθησι σαρκίνας, ὥστε τὰ προστάγματα αὐτοῦ φυλάττεσθαι καὶ τηρεῖσθαι τὰς ἐντολὰς, οὐκ ἔστι τὴν κακίαν ἀποθέσθαι ἐφ' ἡμῖν. τὸ γὰρ ἐξαιρεθῆναι τὰς  λιθίνας  καρδίας  οὐδὲν  ἄλλο  ἐστὶν  ἢ τὴν  κακίαν,  καθ' ἣν  σκληρύνεταί  τις, περιαιρεθῆναι ἀφ' οὗ ὁ θεὸς βούλεται· καὶ τὸ ἐγγενέσθαι καρδίαν σαρκίνην, ἵνα ἐν τοῖς προστάγμασί τις πορεύηται τοῦ θεοῦ καὶ φυλάσσῃ αὐτοῦ τὰς ἐντολὰς, τί ἄλλο ἐστὶν ἢ εἰκτικὸν γενέσθαι καὶ μὴ ἀντίτυπον  πρὸς τὴν ἀλήθειαν καὶ πρακτικὸν τῶν ἀρετῶν; εἰ δὲ ταῦτα ἐπαγγέλλεται ὁ θεὸς ποιεῖν, καὶ πρὶν ἀφελεῖν αὐτὸν τὰς λιθίνας καρδίας  οὐκ  ἀποτιθέμεθα  αὐτὰς,  δῆλον  ὅτι  οὐκ  ἐφ'  ἡμῖν  ἐστὶν  ἀποθέσθαι  τὴν κακίαν· καὶ εἰ οὐχ ἡμεῖς τι πράττομεν ἵνα ἐγγένηται ἡμῖν ἡ σαρκίνη καρδία, ἀλλὰ θεοῦ ἐστὶν ἔργον, οὐχ ἡμέτερον ἔργον ἔσται τὸ κατ' ἀρετὴν βιοῦν, ἀλλὰ πάντη θεία χάρις. ταῦτα  μὲν  ἐρεῖ ὁ ἀπὸ τῶν  ψιλῶν  ῥητῶν  τὸ ἐφ' ἡμῖν  ἀναιρῶν.  ἡμεῖς  δὲ ἀποκρινούμεθα  τούτων  οὕτως ἀκούειν δεῖν λέγοντες  ὅτι, ὥσπερ ὁ ἐν ἀμαθίᾳ καὶ ἀπαιδευσίᾳ τυγχάνων, αἰσθανόμενος τῶν ἰδίων κακῶν ἤτοι ἐκ προτροπῆς τοῦ διδάσκοντος  ἢ  ἄλλως  ἐξ ἑαυτοῦ,  ἐπιδίδωσιν  ἑαυτὸν  ᾧ  νομίζει  δύνασθαι  αὐτὸν χειραγωγήσειν ἐπὶ παίδευσιν καὶ ἀρετὴν, ἐπιδι δόντος δὲ τούτου ὁ παιδεύων ἐπαγγέλλεται ἐξελεῖν τὴν ἀπαιδευσίαν καὶ ἐνθήσειν παιδείαν, οὐχ ὡς οὐδενὸς ὄντος εἰς τὸ παιδευθῆναι καὶ φυγεῖν τὴν ἀπαιδευσίαν ἐπὶ τῷ ἑαυτὸν προσαγηοχότι θεραπευθησόμενον, ἀλλ' ὡς ἐπαγ γελλόμενος βελτιώσειν τὸν βουλόμενον· οὕτως ὁ θεῖος  λόγος  ἐπαγγέλλεται   τῶν  προσιόντων  τὴν  κακίαν  ἐξαιρεῖν,  ἣν  ὠνόμασε λιθίνην   καρδίαν,  οὐχὶ  ἐκείνων   οὐ  βουλομένων   ἀλλ'  ἑαυτοὺς  τῷ  ἰατρῷ  τῶν καμνόντων  παρεσχηκότων· ὥσπερ ἐν τοῖς εὐαγγελίοις  εὑρίσκονται οἱ κάμνοντες προσ ερχόμενοι τῷ σωτῆρι καὶ ἀξιοῦντες ἰάσεως τυχεῖν καὶ θεραπευόμενοι. καὶ ἔστι φέρ' εἰπεῖν τὸ τοὺς τυφλοὺς ἀναβλέψαι ἔργον, κατὰ μὲν τὸ ἠξιωκέναι πιστεύσαντας δύνασθαι θεραπεύεσθαι, τῶν πεπονθότων, κατὰ δὲ τὴν ἀποκατάστασιν τῆς ὁράσεως, τοῦ σωτῆρος ἡμῶν. οὕτως οὖν ἐπαγγέλλεται ὁ λόγος τοῦ θεοῦ ἐμποιήσειν ἐπιστήμην τοῖς προσιοῦσιν, ἐξελὼν τὴν λιθίνην  καὶ σκληρὰν καρδίαν, ὅπερ ἐστὶ τὴν κακίαν, ὑπὲρ τοῦ τινα πορεύεσθαι ταῖς θείαις ἐντολαῖς καὶ φυλάσσειν τὰ θεῖα προστάγματα.

21.15
Ἦν μετὰ ταῦτα τὸ ἀπὸ τοῦ εὐαγγελίου, ὅτε ὁ σωτὴρ ἔφασκε διὰ τοῦτο τοῖς ἔξω ἐν  παραβολαῖς  λαλεῖν,  Ἵνα  βλέποντες  μὴ  βλέπωσι  καὶ  ἀκούοντες  μὴ  συνιῶσι, μήποτε  ἐπιστρέψωσι  καὶ  ἀφεθῇ  αὐτοῖς.  καὶ  ἐρεῖ ὁ ἐξ ἐναντίας·  Εἰ πάντως  τῶν σαφεστέρων ἀκούσαντες οἵδε τινὲς ἐπιστρέφουσιν, καὶ οὕτως ἐπιστρέφουσιν ὥστε ἀξίους αὐτοὺς γενέσθαι ἀφέσεως ἁμαρτημάτων, οὐκ ἔστι δὲ ἐπ' αὐτοῖς τὸ ἀκοῦσαι τῶν  σαφεστέρων λόγων  ἀλλ' ἐπὶ  τῷ  διδάσκοντι,  καὶ διὰ τοῦτο  οὐκ ἀπαγγέλλει αὐτοῖς σαφέστερον, μήποτε ἴδωσι καὶ συνιῶσιν· οὐκ ἔστιν ἐπ' αὐτοῖς τὸ σωθῆναι· εἰ δὲ τοῦτο, οὐκ ἐσμὲν αὐτεξούσιοι περὶ σωτηρίας καὶ ἀπωλείας. πιθανὴ μὲν οὖν πρὸς ταῦτα ἀπολογία ἦν, εἰ μὴ προσέκειτο τό· Μήποτε ἐπιστρέψωσι καὶ ἀφεθῇ αὐτοῖς· τὸ ὅτι   οὐκ   ἐβούλετο   τοὺς   μὴ   ἐσομένους   καλοὺς   καὶ   ἀγαθοὺς   συνιέναι   τῶν μυστικωτέρων  ὁ  σωτὴρ,  καὶ  διὰ  τοῦτο  ἐλάλει  αὐτοῖς  ἐν  παραβολαῖς·  νῦν  δὲ, κειμένου τοῦ· Μήποτε ἐπιστρέψωσι καὶ ἀφεθῇ αὐτοῖς· ἡ ἀπολογία ἐστὶ χαλεπωτέρα. πρῶτον τοίνυν  σημειωτέον ἐστὶ τὸν τόπον πρὸς τοὺς ἑτεροδόξους, λεξιθηροῦντας μὲν τὰ ἀπὸ τῆς παλαιᾶς διαθήκης τοιαῦτα, ἔνθα ἐμφαίνεται,  ὡς αὐτοὶ τολμῶντες λέγουσιν,  ὠμότης  τοῦ δημιουργοῦ, ἡ ἀμυντικὴ  καὶ ἀνταποδοτικὴ  τῶν  χειρόνων προαίρεσις, ἢ ὅ τί ποτε θέλουσι τὸ τοιοῦτον  ὀνομάζειν,  μόνον  ἵνα  λέγωσιν  οὐκ ἀγαθότητα εἶναι ἐν τῷ κτίσαντι· οὐχ ὁμοίως δὲ οὐδὲ εὐγνωμόνως  ἐντυγχάνοντας  τῇ καινῇ, ἀλλὰ παραπεμπομένους τὰ παραπλήσια οἷς νομίζουσιν εἶναι ἐπιλήπτοις ἀπὸ τῆς παλαιᾶς. φανερῶς  γὰρ καὶ κατὰ τὸ εὐαγγέλιον  ὁ σωτὴρ δείκνυται,  ὡς αὐτοὶ φάσκουσιν   ἐπὶ   τῶν   προτέρων,   διὰ   τοῦτο   σαφῶς   μὴ   φθεγγόμενος   ἵνα   μὴ ἐπιστρέψωσιν   οἱ   ἄνθρωποι   καὶ   ἐπιστρέψαντες   ἀφέσεως   ἁμαρτημάτων   ἄξιοι γένωνται·     ὅπερ    καθ'    αὑτὸ     οὐδενὸς     ἔλαττόν     ἐστι     τῶν      ἀπὸ     τῆς     παλαιᾶς κατηγορουμένων τοι ούτων. ἐὰν δὲ περὶ τοῦ εὐαγγελίου ἀπολογίαν ζητῶσι, λεκτέον πρὸς αὐτούς· εἰ μὴ ἐπιλήπτως  ποιῶσιν  ἐπὶ τῶν  ὁμοίων  προβλημάτων  ἀνομοίως ἱστάμενοι, καὶ κατὰ μὲν τὴν καινὴν οὐ προσκόπτοντες ἀλλ' ἀπολογίαν  ζητοῦντες, κατὰ δὲ τὴν παλαιὰν περὶ τῶν παραπλησίων, δέον ἀπολο γεῖσθαι ὁμοίως τοῖς ἀπὸ τῆς καινῆς, κατηγοροῦντες· ἐξ ὧν συμβιβάσωμεν αὐτοὺς διὰ τὰς ὁμοιότητας ἐπὶ τὸ πάντα  ἡγεῖσθαι  ἑνὸς  εἶναι  γράμματα  θεοῦ.  φέρε  δὴ  καὶ  πρὸς  τὸ  προκείμενον ἀπολογίαν  κατὰ τὸ δυνατὸν  πορισώμεθα. 21.16 Ἐφάσκομεν καὶ περὶ τοῦ Φαραὼ ἐξετάζοντες ὅτι ἐνίοτε τὸ τάχιον θεραπευθῆναι οὐ πρὸς καλοῦ γίνεται τοῖς θεραπευομένοις,  εἰ  παρ'  ἑαυτοὺς  χαλεποῖς   περιπεσόντες  εὐχερῶς  ἀπαλλαγεῖεν τούτων οἷς περιπεπτώκασι· κατα φρονοῦντες  γὰρ ὡς εὐιάτου τοῦ κακοῦ, δεύτερον οὐ φυλατ τόμενοι τὸ περιπεσεῖν αὐτῷ ἐν αὐτῷ ἔσονται. διόπερ ἐπὶ τῶν τοιούτων ὁ θεὸς ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, κατὰ τὴν χρηστό τητα αὐτοῦ ὑπερτίθεται τὴν ταχυτέραν πρὸς αὐτοὺς βοήθειαν καὶ, ἵν' οὕτως εἴπω, βοηθῶν αὐτοῖς οὐ βοηθεῖ, τούτου αὐτοῖς λυσιτελοῦντος. εἰκὸς οὖν καὶ τοὺς ἔξω, περὶ ὧν  ὁ λόγος, τῷ σωτῆρι κατὰ τὸ προκείμενον  ἑωραμένους  οὐ βεβαίους ἔσεσθαι ἐν τῇ ἐπιστροφῇ εἰ τρανότερον ἀκούσαιεν τῶν λεγομένων, ὑπὸ τοῦ κυρίου ᾠκονομῆσθαι μὴ σαφέστερον ἀκοῦσαι τῶν βαθυτέρων· μήποτε τάχιον ἐπιστρέψαντες  καὶ ἰαθέντες  ἐν τῷ  ἀφέσεως τυχεῖν,  ὡς εὐχερῶν  τῶν  τῆς κακίας τραυμάτων  καὶ εὐιάτων  καταφρονήσαντες,  πάλιν  καὶ τάχιον  αὐτοῖς  περιπέσωσι. τάχα  δὲ  καὶ  τίνοντες   δίκας  τῶν  προτέρων  ἁμαρτημάτων,  ὧν  εἰς  τὴν  ἀρετὴν ἐπλημμέλη         σαν        καταλιπόντες     αὐτὴν,     οὐδέπω     τὸν     πρέποντα      χρόνον ἐκπεπληρώκεσαν· τῷ καταλειπομένους  αὐτοὺς ἀπὸ τῆς θείας ἐπισκοπῆς, ἐπὶ πλεῖον ἐμφορηθέντας  τῶν  ἰδίων  ἃ ἔσπειραν κακῶν,  ὕστερον εἰς βεβαιοτέραν μετάνοιαν καλεῖσθαι, οὐ ταχέως  περιπεσουμένους οἷς πρότερον περι πεπτώκεσαν  τὸ ἀξίωμα ἐνυβρίσαντες τῶν καλῶν καὶ τοῖς χείροσιν ἑαυτοὺς ἐπιδεδωκότες. οἱ μὲν οὖν ἔξω λεγόμενοι, δηλονότι συγκρίσει τῶν ἔσω, οὐ πάντη πόρρω τῶν ἔσω τυγχάνοντες  τῶν ἔσω σαφῶς ἀκουόντων, ἀκούουσιν ἀσαφῶς διὰ τὸ ἐν παραβολαῖς αὐτοῖς λέγεσθαι· πλὴν ἀκούουσιν. ἕτεροι δὲ τῶν ἔξω οἱ λεγόμενοι Τύριοι, καίτοιγε προ εγνωσμένοι
ὅτι πάλαι  ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμενοι  μετενόησαν, ἐγγὺς  γενομένου  τοῦ σωτῆρος τῶν ὁρίων αὐτῶν, οὐδὲ τὰ τῶν ἔξω ἀκούουσιν· ὡς εἰκὸς μᾶλλον πόρρω ὄντες τῆς ἀξίας τῶν ἔξω, ἵν' ἐν ἄλλῳ καιρῷ μετὰ τὸ ἀνεκτότερον αὐτοῖς γενέσθαι παρὰ τοὺς μὴ παραδεξαμένους τὸν λόγον,  ἐφ' ὧν  ἐμνημόνευσε καὶ τῶν  Τυρίων, εὐκαιρότερον ἀκούσαντες βεβαιότερον μετανοήσωσιν. ὅρα δὲ εἰ μὴ μᾶλλον  ἡμεῖς πρὸς τῷ ἐξεταστικῷ καὶ τὸ εὐσεβὲς πάντη ἀγωνιζόμεθα  τηρεῖν περὶ θεοῦ καὶ τοῦ χριστοῦ αὐτοῦ, ἐκ παντὸς ἀπο λογεῖσθαι πειρώμενοι ὡς ἐν τηλικούτοις καὶ τοιούτοις περὶ τῆς ποικίλης προνοίας τοῦ θεοῦ ἀθανάτου ψυχῆς προνοου μένου. εἰ γοῦν τις περὶ τῶν ὀνειδιζομένων  ζητοίη, ὅτι ὁρῶντες τεράστια καὶ ἀκούοντες θείων λόγων οὐκ ὠφελοῦνται,  Τυρίων ἂν μετανοησάντων  εἰ τοιαῦτα παρ' αὐτοῖς ἐγεγόνει  καὶ εἴρητο· ζητοίη δὲ φάσκων, τί δήποτε τοῖς τοιούτοις  ἐκήρυξεν ὁ σωτὴρ ἐπὶ κακῷ αὐτῶν,  ἵνα  βαρύτερον  αὐτοῖς  τὸ  ἁμάρτημα λογισθῇ·  λεκτέον  πρὸς αὐτὸν  ὅτι  ὁ πάντων  τὰς διαθέσεις κατανοῶν  τῶν  αἰτιωμένων  αὐτοῦ  τὴν  πρόνοιαν,  ὡς  παρ' ἐκείνην  οὐ πεπιστευκότων  μὴ δωρησαμένην ἰδεῖν ἃ ἑτέροις θεάσασθαι ἐχαρίσατο, καὶ μὴ οἰκονομήσασαν ἀκοῦσαι τούτων  ἃ ἄλλοι ἀκούσαντες ὠφέληνται,  τὴν ἀπο λογίαν οὐκ εὔλογον οὖσαν ἐλέγξαι βουλόμενος δίδωσι ταῦτα, ἃ οἱ μεμφόμενοι τὴν διοίκησιν   αὐτοῦ  ᾔτησαν·  ἵνα   μετὰ  τὸ  λαβεῖν,   οὐδὲν   ἧττον   ἐλεγχθέντες   ὡς ἀσεβέστατοι τῷ μηδ' οὕτως τῷ ὠφελεῖσθαι ἑαυτοὺς ἐπιδεδωκέναι, παύ σωνται τοῦ τοιούτου  θράσους,  καὶ  κατ'  αὐτὸ  τοῦτο  ἐλευ  θερωθέντες   μάθωσιν  ὅτι  ποτὲ εὐεργετῶν  τινὰς  ὁ θεὸς μέλλει  καὶ βραδύνει, μὴ χαριζόμενος  ὁρᾷν καὶ ἀκούειν τοιαῦτα,  ἐφ'  οἷς  ὁραθεῖσι  καὶ  ἀκουσθεῖσι βαρυτέρα καὶ  χαλεπωτέρα  ἡ  ἁμαρτία ἐλέγχεται τῶν μετὰ τηλικαῦτα καὶ τοιαῦτα μὴ πεπιστευκότων. 21.17 Ἴδωμεν δὲ καὶ περὶ τοῦ· Ἄρ' οὖν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ. οἱ γὰρ ἐπιλαμβανόμενοί  φασιν· Εἰ μὴ τοῦ θέλοντος  μηδὲ τοῦ τρέχοντος,  ἀλλὰ  τοῦ ἐλεοῦντος θεοῦ, οὐκ ἐκ τοῦ ἐφ' ἡμῖν τὸ σώζεσθαι, ἀλλ' ἐκ κατασκευῆς τῆς ἀπὸ τοῦ τοιούσδε κατασκευάσαντος γεγενημένης ἢ ἐκ προαιρέσεως τοῦ ὅτε βούλεται ἐλεοῦντος. παρ' ὧν τοῦτο πευστέον· Τὸ θέλειν τὰ καλὰ καλόν ἐστιν ἢ φαῦλον; καὶ τὸ τρέχειν βουλόμενον τυχεῖν τοῦ τέλους ἐν τῷ σπεύδειν ἐπὶ τὰ καλὰ ἐπαινετόν ἐστιν ἢ ψεκτόν; εἴτε γὰρ ἐροῦσι ψεκτὸν, παρὰ τὴν ἐνάργειαν ἀποκρινοῦνται, καὶ τῶν ἁγίων θελόντων   καὶ  τρεχόντων,   καὶ  δηλονότι  ἐν  τούτῳ  ψεκτὸν  οὐ  ποιούντων.  εἴτε ἐροῦσιν ὅτι καλὸν τὸ θέλειν τὰ καλὰ καὶ τὸ τρέχειν ἐπὶ τὰ καλὰ, πευσόμεθα πῶς ἡ ἀπολλυμένη  φύσις  θέλει  τὰ  κρείττονα·  οἱονεὶ  γὰρ  δένδρον  πονηρὸν  καρποὺς ἀγαθοὺς φέρει, εἴγε καλὸν τὸ θέλειν τὰ κρείττονα. τρίτον δὲ ἐροῦσιν ὅτι τῶν μέσων ἐστὶ τὸ θέλειν τὰ καλὰ καὶ τὸ τρέχειν ἐπὶ τὰ καλὰ, καὶ οὔτε ἀστεῖον οὔτε φαῦλον. λεκτέον δὲ πρὸς τοῦτο ὅτι, εἰ τὸ θέλειν τὰ καλὰ καὶ τὸ τρέχειν ἐπὶ τὰ καλὰ μέσον ἐστὶ, καὶ τὸ ἐναντίον αὐτῷ μέσον ἐστὶ, τουτέστι τὸ θέλειν τὰ κακὰ καὶ τρέχειν ἐπὶ τὰ κακά. οὐχὶ δέ γε μέσον ἐστὶ τὸ θέλειν  τὰ κακὰ καὶ τρέχειν  ἐπὶ τὰ κακά. οὐκ ἄρα μέσον τὸ θέλειν τὰ καλὰ καὶ τρέχειν ἐπὶ τὰ καλά. 21.18 Τοιαύτην τοίνυν ἀπολογίαν ἡγοῦμαι  δύνασθαι  ἡμᾶς  πορίζειν  πρὸς  τό· Ἄρ'  οὖν  οὐ  τοῦ  θέλοντος  οὐδὲ  τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ. φησὶν ἐν τῇ βίβλῳ τῶν ψαλμῶν ὁ Σολομῶν· αὐτοῦ γάρ ἐστιν ἡ ᾠδὴ τῶν ἀναβαθμῶν, ἐξ ἧς παραθησόμεθα τὰ ῥητά· Ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην  ἐκοπίασαν οἱ οἰκοδομοῦντες  αὐτόν· ἐὰν  μὴ κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων· οὐκ ἀποτρέπων ἡμᾶς ἀπὸ τοῦ οἰκοδομεῖν  οὐδὲ διδάσκων μὴ ἀγρυπνεῖν  εἰς τὸ φρουρεῖν  ἡμῶν  τὴν  ἐν τῇ ψυχῇ πόλιν, ἀλλὰ παριστὰς ὅτι τὰ χωρὶς θεοῦ οἰκοδο μούμενα καὶ τὰ μὴ τυγχάνοντα  τῆς ἀπὸ τούτου φυλακῆς μάτην οἰκοδομεῖται καὶ ἀνηνύτως τηρεῖται· εὐλόγως ἂν ἐπιγραφησομένου κυρίου τῆς οἰκοδομῆς τοῦ θεοῦ, καὶ ἄρχοντος τῆς φρουρᾶς τῆς πόλεως τοῦ τῶν ὅλων δεσπότου. ὥσπερ οὖν εἰ λέγοιμεν, οὐ τοῦ οἰκοδομοῦντος ἀλλὰ τοῦ θεοῦ ἔργον ἐστὶν τόδε τὸ οἰκοδόμημα, καὶ οὐ τοῦ φυλάξαντος κατόρθωμα ἀλλὰ τοῦ ἐπὶ πάντων θεοῦ τὸ μηδὲν πεπον θέναι ἀπὸ πολεμίων τήνδε τὴν πόλιν, οὐκ ἂν
πταίοιμεν,  ὑπακουομένου  μὲν  τοῦ καὶ κατὰ  τὸν  ἄνθρωπόν  τι  γεγονέναι  τοῦ  δὲ ἀνδραγαθήματος εὐχαρίστως ἐπὶ τὸν τελειωτὴν θεὸν ἀναφερομένου· οὕτως ἐπεὶ οὐκ ἀρκεῖ τὸ ἀνθρώπινον θέλειν πρὸς τὸ τυχεῖν τοῦ τέλους, οὐδὲ τὸ τῶν οἱονεὶ ἀθλητῶν τρέχειν  πρὸς τὸ καταλαβεῖν  τὸ βραβεῖον τῆς ἄνω  κλήσεως  τοῦ θεοῦ ἐν  Χριστῷ Ἰησοῦ·  θεοῦ  γὰρ  συμπαρισταμένου  ταῦτα  ἀνύεται·  καλῶς  λέγεται  τό·  Οὐ τοῦ θέλοντος  οὐδὲ τοῦ τρέχοντος,  ἀλλὰ τοῦ ἐλεοῦντος  θεοῦ. ὡς εἰ καὶ ἐπὶ γεωργίας, ὅπερ καὶ γέγραπται, ἐλέγετο· Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ὁ δὲ θεὸς ηὔξησεν· ὥστε οὔτε ὁ φυτεύων  ἐστί τι οὔτε ὁ ποτίζων,  ἀλλ' ὁ αὐξάνων  θεός· καὶ τὸ τοὺς καρποὺς πλήρεις γεγονέναι  οὐκ ἂν εὐσεβῶς λέγοιμεν  ἔργον εἶναι τοῦ γεωργοῦ ἢ ἔργον τοῦ ποτίσαντος, ἀλλ'  ἔργον τοῦ θεοῦ· οὕτω καὶ ἡ ἡμετέρα τελείωσις  οὐχὶ μηδὲν ἡμῶν πραξάντων γίνεται, οὐ μὴν ἀφ' ἡμῶν ἀπαρτί ζεται, ἀλλὰ θεὸς τὸ πολὺ ταύτης ἐνεργεῖ. καὶ ἵνα ἐναρ γέστερον πιστευθῇ τοῦτο εἶναι τὸ λεγόμενον, ἀπὸ τῆς κυβερνητικῆς τὸ παράδειγμα ληψόμεθα. πρὸς γὰρ τὴν τῶν ἀνέμων πνοὴν καὶ τὴν τῶν  ἀέρων  εὐκρασίαν καὶ τὴν  τῶν  ἀστέρων λαμπρότητα  συνεργούντων  τῇ τῶν ἐμπλεόν των σωτηρίᾳ, πόστον ἂν ἀριθμὸν ἔχειν λέγοιτο τῆς ἐπὶ τὸν λιμένα ἀποκαταστάσεως ἡ κυβερνητικὴ τέχνη; οὐδ' αὐτῶν τῶν κυβερνητῶν δι' εὐλάβειαν πολλάκις  τολμώντων   ὁμολογεῖν  τὸ  σεσωκέναι τὴν  ναῦν,  ἀλλὰ  τῷ  θεῷ  τὸ  πᾶν ἀναφερόντων· οὐ τῷ μηδὲν αὐτοὺς ἐνηργηκέναι, ἀλλὰ τῷ εἰς ὑπερβολὴν πολλαπλάσιον εἶναι τὸ ἀπὸ τῆς προνοίας τοῦ ἀπὸ τῆς τέχνης. καὶ ἐπὶ τῆς ἡμετέρας γοῦν σωτηρίας πολλαπλάσιόν ἐστιν εἰς ὑπερβολὴν τὸ ἀπὸ τοῦ θεοῦ τοῦ ἀπὸ τοῦ ἐφ' ἡμῖν. διόπερ ἡγοῦμαι λέγεσθαι τό· Οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος  θεοῦ. εἰ  γὰρ  ὡς  ἐκεῖνοι  ὑπολαμβάνουσι  δεῖ  ἐκλαμβάνειν  τό· Οὐ τοῦ θέλοντος  οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ· περισσαὶ αἱ ἐντολαὶ,  καὶ μάτην αὐτὸς ὁ Παῦλος αἰτιᾶταί τινας ὡς παραπεπτωκότας καὶ ἀποδέχεταί τινας ὡς κατωρθωκότας καὶ νομοθετεῖ ταῖς ἐκκλησίαις· εἰκῆ δὲ ἡμεῖς ἐπιδίδομεν ἑαυτοὺς ἐπὶ τὸ θέλειν τὰ κρείττονα, εἰκῆ δὲ καὶ ἐπὶ τὸ τρέχειν. ἀλλ' οὐ μάτην ὁ Παῦλος τάδε συμβουλεύει καὶ τούσδε μέμφεται καὶ τούσδε ἀποδέχεται· οὐδὲ μάτην ἡμεῖς ἐπιδίδομεν ἑαυτοὺς τῷ θέλειν τὰ κρείττονα καὶ τῷ σπεύδειν ἐπὶ τὰ διαφέροντα. οὐκ ἄρα ἐκεῖνοι καλῶς ἐξειλήφασι τὰ κατὰ τὸν τόπον. 21.19 Πρὸς τούτοις ἦν· Τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ἐκ τοῦ θεοῦ ἐστί. καί φασί τινες· Εἰ ἀπὸ τοῦ θεοῦ τὸ θέλειν καὶ ἀπὸ τοῦ θεοῦ τὸ ἐνεργεῖν, κἂν κακῶς θέλωμεν κἂν κακῶς ἐνεργῶμεν ἀπὸ τοῦ θεοῦ ταῦθ' ἡμῖν ὑπῆρξεν· εἰ δὲ τοῦτο, οὐκ ἐσμὲν αὐτεξούσιοι. πάλιν τε αὖ κρείττονα θέλοντες καὶ τὰ διαφέροντα ἐνεργοῦντες, ἐπεὶ ἀπὸ θεοῦ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ἐστὶν, οὐχ ἡμεῖς τὰ διαφέροντα πεποιήκαμεν, ἀλλ' ἡμεῖς μὲν ἐδόξαμεν, ὁ δὲ θεὸς ταῦτα ἐδωρήσατο· ὥστε καὶ κατὰ τοῦτο οὐκ ἐσμὲν αὐτεξούσιοι. καὶ πρὸς τοῦτο δὲ λεκτέον ὅτι ἡ τοῦ ἀποστόλου λέξις οὔ φησι τὸ θέλειν τὰ κακὰ ἐκ θεοῦ εἶναι ἢ τὸ θέλειν τὰ ἀγαθὰ ἐκ θεοῦ εἶναι, ὁμοίως τε τὸ ἐνεργεῖν τὰ κρείττονα καὶ τὰ χείρονα· ἀλλὰ τὸ καθόλου θέλειν καὶ τὸ καθόλου τρέχειν. ὡς γὰρ ἀπὸ θεοῦ ἔχομεν τὸ εἶναι ζῶα καὶ τὸ εἶναι  ἄνθρωποι,  οὕτω  καὶ  τὸ  καθόλου  θέλειν,  ὡς  εἰ  ἔλεγον,  καὶ  τὸ  καθόλου κινεῖσθαι. ὥσπερ δὲ ἔχοντες τῷ ζῶα εἶναι τὸ κινεῖσθαι καὶ φέρ' εἰπεῖν τάδε τὰ μέλη κινεῖν, χεῖρας ἢ πόδας, οὐκ ἂν εὐλόγως λέγοιμεν ἔχειν ἀπὸ θεοῦ τὸ εἰδικὸν τόδε, τὸ κινεῖσ θαι πρὸς τὸ τύπτειν  ἢ ἀναιρεῖν  ἢ ἀφαιρεῖσθαι τὰ ἀλλότρια· ἀλλὰ  τὸ μὲν γενικὸν, τὸ κινεῖσθαι, ἐλάβομεν ἀπὸ τοῦ θεοῦ, ἡμεῖς δὲ χρώμεθα τῷ κινεῖσθαι ἐπὶ τὰ χείρονα ἢ ἐπὶ τὰ βελτίονα· οὕτω τὸ μὲν ἐνεργεῖν, ᾗ ζῶά ἐσμεν, εἰλήφαμεν ἀπὸ τοῦ θεοῦ, καὶ τὸ θέλειν  ἐλάβομεν ἀπὸ τοῦ δημιουργοῦ· ἡμεῖς δὲ τῷ θέλειν  ἢ ἐπὶ τοῖς καλλίστοις ἢ ἐπὶ τοῖς ἐναντίοις χρώμεθα, ὁμοίως καὶ τῷ ἐνεργεῖν. 21.20 Ἔτι πρὸς τὸ μὴ ἡμᾶς εἶναι  αὐτεξουσίους δόξει τὸ ἀποστολικὸν  ῥητὸν  περισπᾷν, ἔνθα  ἑαυτῷ ἀνθυποφέρων φησίν· Ἄρ' οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. ἐρεῖς μοι οὖν· τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀντ αποκρινόμενος  τῷ θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· τί με ἐποίησας

οὕτως; ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν; ἐρεῖ γάρ τις· εἰ, ὡς ὁ κεραμεὺς ἐκ τοῦ αὐτοῦ φυράματος ποιεῖ ἃ μὲν εἰς τιμὴν  ἃ δὲ εἰς ἀτιμίαν  σκεύη, οὕτως ὁ θεὸς ἃ μὲν εἰς σωτηρίαν ἃ δὲ εἰς ἀπώλειαν· οὐ παρ' ἡμᾶς τὸ σώζεσθαι ἢ ἀπόλλυσθαι γίνεται, οὐδέ ἐσμεν αὐτεξούσιοι. λεκτέον δὲ πρὸς τὸν τούτοις οὕτω χρώμενον· εἰ δύναται περὶ τοῦ ἀποστόλου νοεῖν ὡς μαχό μενα ἑαυτῷ λέγοντος; οὐχ ἡγοῦμαι δὲ ὅτι τολμήσει τις τοῦτο εἰπεῖν. εἰ τοίνυν  μὴ ἐναντία  ἑαυτῷ φθέγγεται  ὁ ἀπόστολος, πῶς κατὰ τὸν οὕτως ἐκδεξάμενον εὐλόγως αἰτιᾶται μεμφόμενος τὸν ἐν Κορίνθῳ πεπορνευκότα, ἢ τοὺς  παραπεπτωκότας  καὶ  μὴ  μετανοήσαντας  ἐπὶ  τῇ  ἀσελγείᾳ  καὶ  ἀκρασίᾳ  ᾗ ἔπραξαν; πῶς δὲ εὐλογεῖ ὡς εὖ πεποιηκότας οὓς ἐπαινεῖ, ὥσπερ τὸν Ὀνησιφόρου οἶκον, λέγων· ∆ῴη ὁ κύριος ἔλεος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέ ψυξεν, καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη· ἀλλὰ γενόμενος ἐν Ῥώμῃ σπουδαίως ἐζήτησέν με καὶ εὗρεν· δῴη αὐτῷ ὁ κύριος εὑρεῖν ἔλεος παρὰ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ; οὐ κατὰ τὸν αὐτὸν δὴ ἀπόστολόν ἐστι ψέγειν ὡς ἄξιον μέμψεως τὸν ἡμαρτηκότα καὶ ἀποδέχεσθαι ὡς ἐπαινετὸν  τὸν εὖ πεποιηκότα, πάλιν  δ' αὖ ὡς μηδενὸς ὄντος ἐφ' ἡμῖν φάσκειν παρὰ τὴν αἰτίαν τοῦ δημιουργοῦ εἶναι τὸ μὲν εἰς τιμὴν σκεῦος, τὸ δὲ εἰς ἀτιμίαν; πῶς δὲ καὶ τό· Τοὺς πάντας ἡμᾶς παραστῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον· ὑγιές ἐστι, τῶν τὰ φαῦλα πεποιηκότων  διὰ τὸ ἐκτίσθαι αὐτοὺς σκεύη ἀτιμίας  ἐπὶ  τοῦτο  πράξεως  ἐληλυθότων,   καὶ  τῶν  κατ'  ἀρετὴν  βιωσάντων  τῷ ἀρχῆθεν  αὐτοὺς ἐπὶ τούτῳ  κατεσκευ άσθαι καὶ σκεύη τιμῆς γεγονέναι  τὸ καλὸν πεποιηκότων;  ἔτι δὲ πῶς οὐ μάχεται τῷ, ὡς ὑπολαμβάνουσιν  ἐξ ὧν παρε θέμεθα ῥητῶν, παρὰ τὴν αἰτίαν τοῦ δημιουργοῦ ἔντιμον ἢ ἄτιμον εἶναι σκεῦος τὸ ἀλλαχοῦ λεγόμενον·  Ἐν μεγάλῃ  οἰκίᾳ οὐκ ἔστι μόνον  σκεύη χρυσᾶ καὶ ἀργυρᾶ ἀλλὰ  καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμὴν ἃ δὲ εἰς ἀτιμίαν· ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν,  ἔσται σκεῦος εἰς τιμὴν,  ἡγιασμένον  καὶ εὔχρηστον  τῷ  δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον; εἰ γὰρ ὁ ἐκκαθάρας ἑαυτὸν γίνεται σκεῦος εἰς τιμὴν, ὁ δὲ ἀπερικάθαρτον ἑαυτὸν περιϊδὼν σκεῦος εἰς ἀτιμίαν, ὅσον ἐπὶ ταύταις ταῖς λέξεσιν οὐδαμῶς αἴτιος ὁ δημιουργός. ποιεῖ μὲν γὰρ ὁ δημιουργὸς σκεύη τιμῆς καὶ σκεύη ἀτιμίας  οὐκ ἀρχῆθεν  κατὰ τὴν  πρόγνωσιν,  ἐπεὶ  μὴ κατ' αὐτὴν  προκατακρίνει  ἢ προδικαιοῖ, ἀλλὰ σκεύη τιμῆς τοὺς ἐκκαθάραντας ἑαυτοὺς καὶ σκεύη ἀτιμίας τοὺς ἀπερικαθάρτους ἑαυτοὺς περιϊδόντας· ὥστε ἐκ πρεσβυτέρων αἰτίων τῆς κατασκευῆς τῶν εἰς τιμὴν καὶ εἰς ἀτιμίαν σκευῶν γίνεσθαι ὃν μὲν εἰς τιμὴν ὃν δὲ εἰς ἀτιμίαν.
21.21

Εἰ δὲ ἅπαξ προσιέμεθα εἶναί τινας πρεσβυτέρας αἰτίας τοῦ σκεύους τῆς τιμῆς καὶ τοῦ σκεύους τῆς ἀτιμίας, τί ἄτοπον ἀνελθόντας εἰς τὸν περὶ ψυχῆς τόπον <νοεῖν>
πρεσβύτερα αἴτια τοῦ τὸν Ἰακὼβ ἠγαπῆσθαι καὶ τὸν Ἠσαῦ μεμισῆσθαι γεγονέναι εἰς
τὸν Ἰακὼβ πρὸ τῆς ἐνσωματώσεως καὶ εἰς τὸν Ἠσαῦ πρὸ τοῦ εἰς τὴν κοιλίαν  τῆς Ῥεβέκκας γενέσθαι; ἅμα δὲ σαφῶς δηλοῦται  ὅτι, ὅσον ἐπὶ τῇ ὑποκει μένῃ φύσει, ὥσπερ εἷς ὑπόκειται τῷ κεραμεῖ πηλὸς ἀφ' οὗ φυράματος γίνεται εἰς τιμὴν καὶ εἰς ἀτιμίαν σκεύη, οὕτω μιᾶς φύσεως πάσης ψυχῆς ὑποκειμένης τῷ θεῷ καὶ ἵν' οὕτως εἴπω  ἑνὸς  φυράματος  ὄντος  τῶν  λογικῶν  ὑποστάσεων,  πρεσβύτερά τινα  αἴτια πεποίηκε τούσδε μὲν εἶναι εἰς τιμὴν τούσδε δὲ εἰς ἀτιμίαν. εἰ δὲ ἐπιπλήσσει ἡ λέξις τοῦ ἀποστόλου ἡ λέγουσα· Μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος  τῷ θεῷ; τάχα διδάσκει ὅτι ὁ μὲν παρ ρησίαν ἔχων πρὸς τὸν θεὸν ὡς πιστὸς καὶ εὖ βιοὺς οὐκ ἂν ἀκούσαι· Σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; ὁποῖος ἦν Μωσῆς· Μωσῆς γὰρ ἐλάλει, ὁ δὲ θεὸς αὐτῷ ἀπεκρίνατο φωνῇ· καὶ ὡς ἀποκρίνεται ὁ θεὸς πρὸς Μωσέα, οὕτως  ἀποκρίνεται  καὶ ὁ ἅγιος  πρὸς τὸν  θεόν. ὁ δὲ ταύτην  μὴ κτησάμενος τὴν παρρησίαν, δηλονότι ἢ ἀπολωλεκὼς ἢ περὶ τούτων οὐ κατὰ φιλομάθειαν ἀλλὰ κατὰ φιλονεικίαν  ζητῶν καὶ διὰ τοῦτο λέγων· Τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς  ἀνθέστηκεν;  οὗτος ἂν ἄξιος εἴη τῆς ἐπιπλήξεως  τῆς λεγούσης·  Μενοῦνγε, ὦ
ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταπο κρινόμενος τῷ θεῷ; 21.22 Τοῖς δὲ τὰς φύσεις εἰσάγουσι καὶ χρωμένοις τῷ ῥητῷ ταῦτα λεκτέον· εἰ σώζουσι τὸ ἀπὸ ἑνὸς φυράματος γίνεσθαι τοὺς ἀπολλυμένους καὶ τοὺς σωζομένους καὶ τὸν δημιουργὸν τῶν σωζομένων εἶναι δημιουργὸν καὶ τῶν ἀπολλυμένων,  καὶ εἰ ἀγαθὸς ὁ ποιῶν οὐ μόνον πνευματικοὺς ἀλλὰ καὶ χοϊκούς (τοῦτο γὰρ αὐτοῖς ἕπεται), δυνατὸν μέντοι γε ἐκ προτέρων τινῶν κατορθωμάτων γενόμενον νῦν σκεῦος τιμῆς, καὶ μὴ ὅμοια δράσαντα μηδὲ ἀκόλουθα τῷ σκεύει τῆς τιμῆς, γενέσθαι εἰς ἕτερον αἰῶνα σκεῦος ἀτιμίας· ὡς πάλιν οἷόν τέ ἐστι διὰ πρεσβύτερα τούτου τοῦ βίου γενόμενον σκεῦος ἀτιμίας ἐνθάδε, διορθωθέντα ἐν τῇ καινῇ κτίσει γενέσθαι σκεῦος τιμῆς, ἡγιασμένον καὶ εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν  ἔργον  ἀγαθὸν  ἡτοιμασμένον.  καὶ  τάχα  οἱ  νῦν  Ἰσραηλῖται  μὴ  ἀξίως  τῆς εὐγενείας βιώσαντες ἐκπεσοῦνται τοῦ γένους, οἱονεὶ ἀπὸ σκευῶν τιμῆς εἰς σκεῦος ἀτιμίας μεταβαλοῦντες· καὶ πολλοὶ τῶν νῦν Αἰγυπτίων καὶ Ἰδουμαίων τῷ Ἰσραὴλ προσελθόντες,  ἐπὰν  καρποφορήσωσιν  ἐπὶ  πλεῖον,  εἰσελεύσονται  εἰς  ἐκκλησίαν κυρίου,  οὐκ  ἔτι   Αἰγύπτιοι   καὶ   Ἰδουμαῖοι   εἶναι   λελογισμένοι   ἀλλ'  ἐσόμενοι Ἰσραηλῖται·  ὥστε  κατὰ  τοῦτο  διὰ  τὰς  προαιρέσεις  τινὰς  μὲν  ἐκ  χειρόνων   εἰς κρείττονα  προκόπτειν,  ἑτέρους  δὲ ἀπὸ κρειττόνων  εἰς  χείρονα  καταπίπτειν,  καὶ ἄλλους ἐν τοῖς καλοῖς τηρεῖσθαι ἢ ἀπὸ καλῶν εἰς κρείττονα ἐπαναβαίνειν,  ἄλλους τε αὖ τοῖς κακοῖς παραμένειν ἢ ἀπὸ κακῶν χεομένης τῆς κακίας χείρονας γίνεσθαι.



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |