Τρίτη 9 Οκτωβρίου 2012

Ερμηνεία εις το κατά Ματθαίον Ευαγγέλιο




Μαθητεύεται δὲ τῇ βασιλείᾳ τῶν οὐρανῶν γραμματεὺς κατὰ μὲν τὸ ἁπλούστερον͵ ὅτε ἀπὸ Ἰουδαϊσμοῦ ἀναλαμβάνει τις τὴν Ἰησοῦ Χριστοῦ ἐκκλησιαστικὴν διδασκαλίαν· κατὰ δὲ τὸ βαθύτερον͵ ὅτε τὰς διὰ τοῦ γράμματος τῶν γραφῶν εἰσαγωγὰς παραλαβών τις ἀναβαίνει ἐπὶ τὰ πνευματικὰ ὀνομαζόμενα “βασιλείαν οὐρανῶν”. Καὶ καθ΄ ἕκαστόν γε διανόημα ἐπιτυγχανόμενον καὶ ἐπαναβεβηκότως νοηθὲν καὶ παραδειχθὲν καὶ ἀποδειχθὲν ἔστι νοῆσαι βασιλείαν οὐρανοῦ͵ ὡς τὸν περισσεύοντα τῇ ἀψευδεῖ γνώσει ἐν τῇ βασιλείᾳ γίνεσθαι τοῦ πλήθους τῶν οὕτως ἀποδεδομένων οὐρανῶν. Οὕτω δὲ καὶ τροπολογήσεις τὸ “μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν”͵ ἵν΄ οἱ γραμματεῖς͵ τουτέστιν οἱ τῷ γράμματι ψιλῷ προσαναπαυόμενοι͵ μετανοοῦντες ἀπὸ τῆς τοιαύτης ἐκδοχῆς μαθητεύωνται τῇ διὰ Ἰησοῦ Χριστοῦ τοῦ ἐμψύχου λόγου πνευματικῇ διδασκαλίᾳ καλουμένῃ βασιλείᾳ οὐρανῶν. Διὰ τοῦτο καὶ ὅσον μὲν Ἰησοῦς Χριστός͵ ὁ ἐν ἀρχῇ πρὸς τὸν θεὸν θεὸς λόγος οὐκ ἐπιδημεῖ ψυχῇ͵ οὐκ ἔστιν ἐν ἐκείνῃ ἡ βασιλεία τῶν οὐρανῶν· ὅταν δὲ ἐγγύς τις γένηται τοῦ χωρῆσαι τὸν λόγον͵ τούτῳ ἐγγίζει ἡ βασιλεία τῶν οὐρανῶν.



Εἰ δὲ ταὐτόν ἐστιν ὑποστάσει͵ εἰ καὶ μὴ ἐπινοίᾳ͵ βασιλεία οὐρανῶν καὶ βασιλεία θεοῦ͵ δῆλον ὅτι πρὸς οὓς λέγεται· "Ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστι"͵ πρὸς τούτους ἂν λέγοιτο καὶ τὸ ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστι͵ καὶ μάλιστα διὰ τὴν ἀπὸ τοῦ γράμματος ἐπὶ τὸ πνεῦμα μετάνοιαν͵ ὅτι ἡνίκα ἂν ἐπιστρέψῃ τις πρὸς κύριον͵ περιαιρεῖται τὸ ἐπὶ τῷ γράμματι κάλυμμα· ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν. Ὁ δὲ ἀληθῶς οἰκοδεσπότης καὶ ἐλεύθερός ἐστι καὶ πλούσιος· πλουτῶν διὰ τὸ ἀπὸ γραμματείας μεμαθητεῦσθαι τῇ βασιλείᾳ τῶν οὐρανῶν ἐν παντὶ λόγῳ τῷ παρὰ τῆς παλαιᾶς διαθήκης καὶ ἐν πάσῃ γνώσει τῇ περὶ τῆς καινῆς Χριστοῦ Ἰησοῦ διδασκαλίας͵ καὶ τὸν πλοῦτον τοῦτον ἔχων ἀποκείμενον ἐν τῷ αὐτοῦ θησαυρῷ͵ ᾧ θησαυρίζει ὡς βασιλείᾳ μαθητευθεὶς τῶν οὐρανῶν ἐν οὐρανῷ͵ ὅπου οὔτε σὴς ἀφανίζει͵ οὔτε κλέπται διορύσσουσι. Καὶ ἔστι γε ἀληθῶς ὁρίσασθαι περὶ τοῦ ὡς ἀποδεδώκαμενἐν οὐρανοῖς θησαυρίζοντος͵ ὅτι οὐδὲ εἷς σὴς τῶν παθῶν ἅψασθαι αὐτοῦ τῶν πνευματικῶν καὶ οὐρανίων δύναται χρημάτων. Σὴς δὲ τῶν παθῶν εἶπον λαβὼν ἀφορμὴν ἀπὸ τῶν Παροιμιῶν͵ ἐν αἷς γέγραπται· “Ὥσπερ σὴς ἐν ἱματίῳ καὶ ἐν ξύλῳ σκώληξ͵ οὕτως λύπη ἀνδρὸς βλάπτει καρδίαν”· σκώληξ γὰρ καὶ σής ἐστιν ἡ λύπη βλάπτουσα καρδίαν τὴν μὴ ἐν οὐρανοῖς καὶ τοῖς πνευματικοῖς ἔχουσαν τοὺς θησαυρούς͵ ἐν οἷς ἐάν τις θησαυρίζῃ͵ ἐπεὶ ὅπου ὁ θησαυρός͵ ἐκεῖ καὶ ἡ καρδία͵ ἐν οὐρανοῖς ἔχει τὴν καρδίαν καὶ δι΄ αὐτὴν λέγει· “Ἐὰν παρατάξηται ἐπ΄ ἐμὲ παρεμβολή͵ οὐ φοβηθήσεται ἡ καρδία μου”. Οὕτω δὲ οὐδὲ κλέπται͵ περὶ ὧν εἶπεν ὁ σωτὴρ ὅτι πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ κλέπται εἰσὶ καὶ λῃσταί͵ διορύσσειν δύνανται τὰ ἐν οὐρανοῖς τεθησαυρισμένα καὶ τὴν παροῦσαν αὐτοῖς καρδίαν καὶ διὰ τοῦτο λέγουσαν· “Συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ” καὶ “ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει”.

Ἐπεὶ δὲ πᾶς γραμματεὺς μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ͵ ὅστις προφέρει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά͵ δῆλον ὅτι καί͵ κατὰ τὴν καλουμένην τῆς προτάσεως ἀντιστροφήν͵ πᾶς ὅστις μὴ προφέρει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιὰῃ οὐκ ἔστι γραμματεὺς μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν. Συνάγειν οὖν παντὶ τρόπῳ πειρατέον ἐν τῇ καρδίᾳ ἡμῶν͵ διὰ τοῦ προσέχειν τῇ ἀναγνώσει͵ τῇ παρακλήσει͵ τῇ διδασκαλίᾳ καὶ ἐν τῷ νόμῳ κυρίου μελετᾶν ἡμέρας καὶ νυκτός͵ οὐ μόνον τὰ καινὰῃ τῶν εὐαγγελίων καὶ τῶν ἀποστόλων καὶ τῆς ἀποκαλύψεως αὐτῶν λόγια͵ ἀλλὰ καὶ παλαιὰ τοῦ σκιὰν ἔχοντος τῶν μελλόντων ἀγαθῶν νόμου καὶ τῶν ἀκολούθως αὐτοῖς προφητευσάντων προφητῶν. Συναχθήσεται δὲ ταῦτα͵ ἐπὰν καὶ ἀναγινώσκωμεν καὶ γινώσκωμεν καὶ μεμνημένοι τούτων πνευματικὰ πνευματικοῖς εὐκαίρως συγκρίνωμεν͵ οὐ τὰ ἀσύγκριτα πρὸς ἄλληλα συγκρίνοντες͵ ἀλλὰ συγκριτὰ καὶ ὁμοιότητά τινα ἔχοντα͵ λέξεως ταὐτὸν ταὐτὸν σημαινούσης καὶ νοημάτων καὶ δογμάτων͵ ἵν΄ ἐπὶ στόματος δύο ἢ τριῶν ἢ καὶ πλειόνων μαρτύρων τῶν ἀπὸ τῆς γραφῆς στήσωμεν καὶ βεβαιώσωμεν πᾶν ῥῆμα τοῦ θεοῦ. Καὶ διὰ τούτων δὲ δυσωπητέον τοὺς ὅσον ἐφ΄ ἑαυτοῖς τὴν θεότητα διαιροῦντας καὶ διακόπτοντας ἀπὸ τῶν παλαιῶν τὰ καινά͵ ὡς μακρὰν τυγχάνοντας τῆς πρὸς τὸν οἰκοδεσπότην ὁμοιώσεως͵ προφέροντα ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.

Ωριγένους, Ερμηνεία εις το Κατά Ματθαίον Ευαγγέλιο:





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |