Εμφάνιση αναρτήσεων με ετικέτα Εκλογαί Λόγων Ομιλιών. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Εκλογαί Λόγων Ομιλιών. Εμφάνιση όλων των αναρτήσεων

Τετάρτη 26 Φεβρουαρίου 2014

Ιωάννης Χρυσόστομος - 47 Ομιλίες και Λόγοι

0 σχόλια
ΟΜΙΛΙΑ Αʹ. Περὶ ἀγάπης.

Βουλόμενος   ὁ   φιλάνθρωπος    Θεὸς  ἡμῶν   συνδῆσαι   πάντας   ἀλλήλοις, ἀγαπητοὶ, τοιαύτην τοῖς πράγμασιν ἐνέθηκεν ἀνάγκην, ὡς ἐν τῷ τοῦ πλησίον συμφέροντι τὸ τοῦ ἑτέρου δεδέσθαι. Καὶ γὰρ ὁ γεωργὸς οὐ τοσοῦτον σπείρει σῖτον, ὅσον ἀρκέσαι ἑαυτῷ, ἐπεὶ πάλαι καὶ ἑαυτὸν καὶ τοὺς ἄλλους ἀπώλεσεν ἄν· καὶ ὁ στρατιώτης οὐχ ἵνα ἑαυτὸν διασώσῃ, παρατάττεται πρὸς κινδύνους, ἀλλ' ἵνα καὶ τὰς πόλεις ἐν ἀσφαλείᾳ καταστήσῃ· καὶ ὁ ἔμπορος οὐ τοσαῦτα κομίζει ὅσα αὐτῷ μόνῳ ἀρκέσαι, ἀλλ' ὅσα καὶ ἑτέροις πολλοῖς. Ἐπειδὴ γὰρ ἑτέρως οὐκ ἠνείχοντο ἄνθρωποι τὰ τοῦ πλησίον ζητεῖν, εἰ μὴ εἰς ταύτην καταστήσειεν τὴν ἀνάγκην, διὰ τοῦτο οὕτως αὐτὰ συνέζευξεν ὁ Θεὸς, καὶ οὐκ ἀφίησι πρότερον ἐπὶ τὸ οἰκεῖον συμφέρον ἐλθεῖν μὴ διὰ  τῶν  ἀλλοτρίων  συμφερόντων  ὁδεύσαντας. 


ΛΟΓΟΣ Βʹ. Περὶ εὐχῆς.

Μέγα  ἀγαθὸν   ἡ   εὐχὴ,   ἐὰν   μετὰ   διανοίας   εὐχαρίστου   γίνηται,   ἐὰν παιδεύσωμεν   ἑαυτοὺς,   μὴ   μόνον   λαμβάνοντες,   ἀλλὰ   καὶ   μὴ   λαμβάνοντες, εὐχαριστεῖν  τῷ  Θεῷ. Καὶ γὰρ  ποτὲ  μὲν  δίδωσι,  ποτὲ  δὲ  οὐ  δίδωσιν,  ἀμφότερα χρησίμως· ὥστε κἂν λάβῃς, κἂν μὴ λάβῃς, ἔλαβες ἐν τῷ μὴ λαβεῖν· κἂν ἐπιτύχῃς, κἂν μὴ ἐπιτύχῃς, ἔτυχες ἐν τῷ μὴ ἐπιτυχεῖν.  Ἔστι γὰρ ὅτε τὸ μὴ λαβεῖν λυσιτελέστερον. Εἰ γὰρ μὴ συμφέρον ἡμῖν ἦν πολλάκις τὸ μὴ λαβεῖν, πάντως ἔδωκεν ἄν· τὸ δὲ συμφερόντως ἀποτυχεῖν  ἐπιτυχεῖν  ἐστι. Μὴ δὴ πρὸς τὴν βραδυτῆτα τῆς τῶν αἰτουμένων δόσεως δυσχεραίνωμεν, ἀλλὰ ταύτῃ μᾶλλον πολλὴν τὴν καρτερίαν καὶ τὴν μακροθυμίαν ἐπιδεικνύμεθα.


ΛΟΓΟΣ Γʹ. Περὶ μετανοίας.
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

ΟΜΙΛΙΑ Αʹ. Περὶ ἀγάπης.

0 σχόλια
ΟΜΙΛΙΑ Αʹ. Περὶ ἀγάπης.
Βουλόμενος   ὁ   φιλάνθρωπος    Θεὸς  ἡμῶν   συνδῆσαι   πάντας   ἀλλήλοις, ἀγαπητοὶ, τοιαύτην τοῖς πράγμασιν ἐνέθηκεν ἀνάγκην, ὡς ἐν τῷ τοῦ πλησίον συμφέροντι τὸ τοῦ ἑτέρου δεδέσθαι. Καὶ γὰρ ὁ γεωργὸς οὐ τοσοῦτον σπείρει σῖτον, ὅσον ἀρκέσαι ἑαυτῷ, ἐπεὶ πάλαι καὶ ἑαυτὸν καὶ τοὺς ἄλλους ἀπώλεσεν ἄν· καὶ ὁ στρατιώτης οὐχ ἵνα ἑαυτὸν διασώσῃ, παρατάττεται πρὸς κινδύνους, ἀλλ' ἵνα καὶ τὰς πόλεις ἐν ἀσφαλείᾳ καταστήσῃ· καὶ ὁ ἔμπορος οὐ τοσαῦτα κομίζει ὅσα αὐτῷ μόνῳ ἀρκέσαι, ἀλλ' ὅσα καὶ ἑτέροις πολλοῖς. Ἐπειδὴ γὰρ ἑτέρως οὐκ ἠνείχοντο ἄνθρωποι τὰ τοῦ πλησίον ζητεῖν, εἰ μὴ εἰς ταύτην καταστήσειεν τὴν ἀνάγκην, διὰ τοῦτο οὕτως αὐτὰ συνέζευξεν ὁ Θεὸς, καὶ οὐκ ἀφίησι πρότερον ἐπὶ τὸ οἰκεῖον συμφέρον ἐλθεῖν μὴ διὰ  τῶν  ἀλλοτρίων  συμφερόντων  ὁδεύσαντας.  Οὐδὲ γὰρ ἔνι  σωθῆναι  μὴ τοῦτο ἔχοντα·  ἀλλὰ,  κἂν  τὴν  ἄκραν φιλοσοφίαν  ἀσκῇς, τῶν  δὲ λοιπῶν  ἀπολλυμένων ἀμελῇς, οὐδεμίαν κτήσῃ παρὰ τῷ Θεῷ παῤῥησίαν. Ἐὰν γὰρ ψωμίσω τὰ ὑπάρχοντά μου, φησὶν ὁ θεῖος Ἀπόστολος, καὶ παραδῶ τὸ σῶμά μου ἵνα καυθῇ, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.  Εἰ δὲ βούλει μαθεῖν ἡλίκον ὅπλον ἐστὶ τὸ τοὺς ἀδελφοὺς ἐπισπάσασθαι, κἂν ἄπιστοί τινες  εἶεν, καὶ τὸ πρᾶον εἶναι  63.568 καὶ ἥμερον καὶ γλυκὺν  παρεχόμενον  τρόπον, ἄκουσον τί φησιν αὐτὸς οὗτος ὁ μακάριος Παῦλος, πρὸς δικαστὴν εἰσιὼν ἄπιστον, κριθησόμενος· Μακάριον ἡγοῦμαι ἐμαυτὸν, μέλλων ἐπὶ  σοῦ κρίνεσθαι. Ταῦτα δὲ ἔλεγεν  οὐ κολακεύων  αὐτὸν,  ἄπαγε, ἀλλὰ  διὰ τῆς ἡμερότητος κερδᾶναι βουλόμενος. ∆ιὸ καὶ ἐκ μέρους ἐκέρδανε, καὶ τὸν δικαστὴν εἷλεν  ὁ  τέως  κατάδικος  εἶναι  νομιζόμενος,  καὶ  τὴν  νίκην  αὐτὸς  ὁ  χειρωθεὶς ὁμολογεῖ λαμπρᾷ τῇ φωνῇ παρόντων ἁπάντων, λέγων·
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

ΛΟΓΟΣ Βʹ. Περὶ εὐχῆς.

0 σχόλια
ΛΟΓΟΣ Βʹ. Περὶ εὐχῆς.

Μέγα  ἀγαθὸν   ἡ   εὐχὴ,   ἐὰν   μετὰ   διανοίας   εὐχαρίστου   γίνηται,   ἐὰν παιδεύσωμεν   ἑαυτοὺς,   μὴ   μόνον   λαμβάνοντες,   ἀλλὰ   καὶ   μὴ   λαμβάνοντες, εὐχαριστεῖν  τῷ  Θεῷ. Καὶ γὰρ  ποτὲ  μὲν  δίδωσι,  ποτὲ  δὲ  οὐ  δίδωσιν,  ἀμφότερα χρησίμως· ὥστε κἂν λάβῃς, κἂν μὴ λάβῃς, ἔλαβες ἐν τῷ μὴ λαβεῖν· κἂν ἐπιτύχῃς, κἂν μὴ ἐπιτύχῃς, ἔτυχες ἐν τῷ μὴ ἐπιτυχεῖν.  Ἔστι γὰρ ὅτε τὸ μὴ λαβεῖν λυσιτελέστερον. Εἰ γὰρ μὴ συμφέρον ἡμῖν ἦν πολλάκις τὸ μὴ λαβεῖν, πάντως ἔδωκεν ἄν· τὸ δὲ συμφερόντως ἀποτυχεῖν  ἐπιτυχεῖν  ἐστι. Μὴ δὴ πρὸς τὴν βραδυτῆτα τῆς τῶν αἰτουμένων δόσεως δυσχεραίνωμεν, ἀλλὰ ταύτῃ μᾶλλον πολλὴν τὴν καρτερίαν καὶ τὴν μακροθυμίαν ἐπιδεικνύμεθα. Μὴ γὰρ, καὶ πρὶν ἢ αἰτήσωμεν, οὐκ ἠδύνατο παρασχεῖν ὁ Θεός; ἀλλὰ  διὰ τοῦτο ἀναμένει,  ἵνα  ἀφορμὴν  λάβῃ παρ' ἡμῶν  τοῦ δικαίως ἡμᾶς ἀξιοῦν τῆς παρ' αὐτοῦ προνοίας. Κἂν ἐπιτύχωμεν  τοίνυν  τῶν αἰτηθέντων, κἂν μὴ ἐπιτύχωμεν, παραμένωμεν τῇ αἰτήσει· καὶ μὴ μόνον ἐπιτυγχάνοντες εὐχαριστῶμεν, ἀλλὰ καὶ ἀποτυγχάνοντες.  Τὸ γὰρ ἀποτυχεῖν ὅταν ὁ Θεὸς βούληται, οὐκ ἔλαττόν ἐστι τοῦ ἐπιτυχεῖν· οὐδὲ γὰρ ἴσμεν ἡμεῖς τὰ συμφέροντα ἡμῖν, ὡς αὐτὸς ἐπίσταται· Ὥστε οὖν, κἂν ἐπιτύχωμεν, κἂν ἀποτύχωμεν, εὐχαριστεῖν ὀφείλομεν, καὶ μετὰ χαρᾶς δέχεσθαι ἅπερ αὐτὸς δοκιμάσει. Οὐ γὰρ ἀνανεύων ἡμῶν πρὸς  τὰς  αἰτήσεις  ὑπερτίθεται  πολλάκις  ὁ  Θεὸς, ἀλλὰ  σοφιζόμενος  ἡμῶν  τὴν προσεδρείαν, καὶ βουλόμενος ἡμᾶς πρὸς ἑαυτὸν ἐφέλκεσθαι· ἐπεὶ καὶ πατὴρ φιλόστοργος αἰτούμενος πολλάκις παρὰ τοῦ παιδὸς οὐκ ἐπινεύει, οὐχὶ βουλόμενος μὴ  δοῦναι,  ἀλλὰ  τοῦ  παιδὸς  τὴν  προσεδρείαν διὰ  τούτου  ἐπισπώμενος. 
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

ΛΟΓΟΣ Γʹ. Περὶ μετανοίας.

0 σχόλια
ΛΟΓΟΣ Γʹ. Περὶ μετανοίας.

∆ιὰ τοῦτο συνεχῶς τὸν περὶ μετανοίας κινῶ λόγον, ἵνα μήτε ὁ ἁμαρτάνων ἀπογινώσκῃ, μήτε ὁ κατορθῶν μέγα φρονῇ. ∆ίκαιος εἶ; μὴ ἐκπέσῃς· ἁμαρτωλὸς εἶ; μὴ  ἀπογνῷς·  κἂν  καθ' ἡμέραν  ἁμαρτάνῃς,  καθ' ἡμέραν  μετανόει·  ὅπερ ἐν  ταῖς οἰκίαις ποιοῦμεν ταῖς παλαιαῖς, ὅταν σαθρωθῶσιν, ὑπεξαιρούμεθα τὰ σεσαθρωμένα, καὶ  καινὰ  ἐπισκευάζομεν, καὶ  οὐδέποτε  συνεχοῦς  ἐπιμελείας  ἀπολείπομεν.  Ἐὰν παλαιωθῇς ἀπὸ τῆς ἁμαρτίας, ἀνακαίνισον σαυτὸν ὑπὸ τῆς μετανοίας. Καὶ ἔνι, φησὶ, μετανοήσαντα σωθῆναι; Καὶ πάνυ ἔνι. Πάντα τὸν βίον ἐν ἁμαρτίαις διέτριψα, καὶ ἐὰν μετανοήσω, σώζομαι; Καὶ πάνυ. Πόθεν δῆλον; Ἀπὸ τῆς τοῦ ∆εσπότου φιλανθρωπίας.  Μὴ τῇ μετανοίᾳ σου θάῤῥει· μὴ γὰρ ἡ μετάνοιά σου ἰσχύει τοσαῦτα κακὰ ἀποσμήξασθαι; Εἰ ἡ μετάνοια μόνη ἦν, εἰκότως ἐφόβου· ἐπεὶ δὲ τῇ μετανοίᾳ κεράννυται  Θεοῦ φιλανθρωπία,  θάῤῥει, ὅτι περιγίνεταί  σου τῆς κακίας. Πολὺ γὰρ φιλάνθρωπός  ἐστιν ὁ Θεὸς, καὶ τοσοῦτον φιλάνθρωπος,  ὡς οὐδὲ τοῦ Μονογενοῦς ἐφείσατο, ἵνα ἀγοράσῃ δούλους ἀγνώμονας. Καὶ μή μοι λέγε, Ἥμαρτον πολλὰ καὶ μεγάλα, καὶ πῶς δύναμαι  σωθῆναι; Σὺ οὐ δύνασαι, ὁ ∆εσπότης σου δύναται,  καὶ οὕτως ἐξαλείφει  τὰ ἁμαρτήματα, ὡς μήτε ἴχνος  αὐτῶν  μεῖναι. Ἐπὶ μὲν γὰρ τῶν σωμάτων  οὐκ  ἔνι  τοῦτο· ἀλλὰ  κἂν  μυριάκις  σπουδάσῃ ὁ ἰατρὸς,  κἂν  φάρμακα ἐπιθήσῃ τῷ τραύματι, τὸ μὲν τραῦμα ἠφάνισεν, ἡ δὲ οὐλὴ ἐναπέμεινεν, ἔλεγχον τοῦ τραύματος 63.590 περιφέρουσα τὴν ἀμορφίαν  τῆς ὄψεως· καὶ φιλονεικεῖ  μυρία ὁ ἰατρὸς, καὶ τὴν οὐλὴν ἐξαλεῖψαι οὐ δύναται· ἀντιπίπτει  γὰρ αὐτῷ ἡ ἀσθένεια τῆς φύσεως, καὶ τὸ ἀνίσχυρον τῆς τέχνης, καὶ τὸ εὐτελὲς τῶν  φαρμάκων. Ὁ δὲ Θεὸς ὅταν ἐξαλείφῃ  τὰ ἁμαρτήματα, οὐδὲ οὐλὴν  ἀφίησιν  οὐδὲ ἴχνος  συγχωρεῖ μεῖναι, ἀλλὰ  μετὰ  τῆς  ὑγείας  καὶ  τὴν  εὐμορφίαν  χαρίζεται,  μετὰ  τῆς  ἀπαλλαγῆς  τῆς κολάσεως, καὶ δικαιοσύνην  δίδωσι, καὶ ποιεῖ  τὸν  ἡμαρτηκότα  ἴσον εἶναι  τῷ  μὴ
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

ΛΟΓΟΣ ∆ʹ. Περὶ νηστείας καὶ σωφροσύνης.

0 σχόλια
ΛΟΓΟΣ ∆ʹ. Περὶ νηστείας καὶ σωφροσύνης.

Βούλει μαθεῖν ὅσος κόσμος ἀνθρώποις ἡ νηστεία; ὅση ἀσφάλεια καὶ φυλακή; ἐννόησόν μοι τὸ μακάριον καὶ θαυμαστὸν γένος τῶν μοναζόντων. Οὗτοι γὰρ τοὺς ἐν μέσῳ θορύβους φυγόντες, καὶ πρὸς τὰς κορυφὰς τῶν ὀρέων ἀναδραμόντες, καὶ τὰς καλύβας  ἐν  τῇ  τῆς  ἐρημίας  ἡσυχίᾳ καθάπερ ἐν  εὐδιεινῷ  τινι  λιμένι  πηξάμενοι, ταύτην  συνέμπορον καὶ συγκοινωνὸν  τοῦ βίου 63.596 παντὸς  ἔλαβον. ∆ιὰ τοῦτο ἀγγέλους αὐτοὺς ἐξ ἀνθρώπων  ἐποίησεν· οὐκ ἐκείνους δὲ μόνον, ἀλλὰ καὶ ἐν ταῖς πόλεσιν ὅσους ἂν εὕρῃ προσιεμένους αὐτὴν, πρὸς τὸ αὐτὸ τῆς φιλοσοφίας  ὕψος ἀνάγει. Ἐκείνη καὶ νῦν ἡμᾶς πρὸς τὸν πατρῷον συνήγαγεν οἶκον· ἐκείνη καὶ τοὺς πρὸ τούτου  ῥᾳθυμοτέρους  σήμερον πρὸς  τὰς  μητρικὰς  ἐπανήγαγε  χεῖρας.  Εἰ δὲ προσδοκωμένη μόνον τοσαύτην ὑμῖν ἐνεποίησε τὴν σπουδὴν, φανεῖσα καὶ 63.597 παραγενομένη πόσην ὑμῖν ἐργάσεται τὴν εὐλάβειαν; Εἰ ταύτης ἤκουσε τῆς φωνῆς ὁ Ἀδὰμ, οὐκ ἂν ἤκουσε τῆς δευτέρας τῆς λεγούσης, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· ἀλλ' ἐπειδὴ ταύτης παρήκουσε, διὰ τοῦτο θάνατος καὶ ἀθυμία καὶ φροντίδες,  καὶ ζωὴ θανάτου παντὸς χαλεπωτέρα. Καὶ ὥσπερ ὑβρισθεῖσα θάνατον ἐπήγαγε τῷ ὑβρίσαντι, οὕτω πάλιν  τιμηθεῖσα θάνατον  ἀνεκαλέσατο. Τὴν γὰρ τῶν  Νινευιτῶν  πόλιν  τὴν μεγάλην καὶ θαυμαστὴν ἐπὶ γόνυ κειμένην, παρὰ αὐτὸ τὸ βάραθρον τὴν κεφαλὴν κλίνασαν,  καὶ μέλλουσαν  τὴν  ἄνωθεν  φερομένην  δέχεσθαι πληγὴν,  καθάπερ τις ἄνωθεν ἐπιστᾶσα δύναμις, ἐξ αὐτῶν ἥρπασε τῶν τοῦ δημίου χειρῶν, καὶ πρὸς τὴν ζωὴν ἐπανήγαγεν. Ἴδωμεν τοίνυν πῶς ἐνήστευσαν οἱ Νινευῖται, καὶ πῶς τῆς ὀργῆς ἀπηλλάγησαν  ἐκείνης. Οἱ ἄνθρωποι  καὶ τὰ κτήνη καὶ τὰ πρόβατα καὶ οἱ βόες μὴ νεμέσθωσαν, φησί. Τί λέγεις, εἰπέ μοι; καὶ τὰ ἄλογα νηστεύει, καὶ ἵπποι καὶ ἡμίονοι σάκκῳ περιβάλλονται; Ναὶ, φησί· καθάπερ γὰρ εὐπόρου τινὸς τελευτήσαντος, οὐκ
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

ΟΜΙΛΙΑ Εʹ. Περὶ εὐτυχίας καὶ δυστυχίας.

0 σχόλια
ΟΜΙΛΙΑ Εʹ. Περὶ εὐτυχίας καὶ δυστυχίας.
Οἱ πολλοὶ τῶν ἀνθρώπων  ὅταν πλουτῶσιν, ὅταν εὐδοκιμῶσιν, ὅταν αὐτοῖς κατὰ ῥοῦν ἅπαντα φέρηται, ὅταν τῶν ἐχθρῶν κρατῶσι, τότε μεμνῆσθαι νομίζουσιν αὐτῶν  τὸν Θεόν· διὰ τοῦτο οὔτε, ὅταν αὐτῶν  ἐπιλανθάνηται,  ἴσασιν. Οἱ γὰρ τῆς μνήμης τὸ σημεῖον οὐκ εἰδότες, οὐδὲ τὸ τῆς λήθης ἐπίστανται. Μνήμην γὰρ οὐδὲν οὕτω ποιεῖ παρὰ τῷ Θεῷ, ὡς τὸ τῆς ἀρετῆς ἐπιμελεῖσθαι· ὥσπερ οὖν λήθην οὐδὲν ἕτερον, ἢ τὸ ἐν ἁμαρτίαις εἶναι. Καὶ σὺ τοίνυν ὅταν ἐν συμφοραῖς ᾖς, ἄνθρωπε, μὴ λέγε, ὅτι Ἐπελάθετό μου ὁ Θεὸς, ἀλλ' ὅταν ἐν ἁμαρτίαις ᾖς, κἂν πάντα σοι κατὰ ῥοῦν φέρηται, τότε μᾶλλον. Ἡ γὰρ νήφουσα καὶ ἐγρηγορυῖα ψυχὴ, οὐ μόνον ἐπειδὰν κατὰ ῥοῦν  φέρηται  τὰ  πράγματα, τὴν  οἰκείαν  εὐγνωμοσύνην  ἐπιδείκνυται,  ἀλλὰ  κἂν ἐναντία τις πραγμάτων περίστασις παρακολουθήσῃ, καὶ τότε τὴν ἴσην εὐχαριστίαν ἀναφέρει, οὐδὲν ἀπὸ τῆς τῶν πραγμάτων μεταβολῆς χαυνουμένη. Ὥσπερ γὰρ ἡ τῶν πλουσίων ὑδάτων φορὰ δεξαμένη τὸ ἐπιῤῥέον, πομφόλυγας διανίστησι, καὶ αἱ μὲν αὐτῶν  ἅμα τῷ γενέσθαι ἐῤῥάγησαν, αἱ δὲ πλεῖον  ὀγκωθεῖσαι μετέπειτα καὶ αὐταὶ ἐῤῥάγησαν· τὸν αὐτὸν τρόπον ἡ θάλασσα τοῦ βίου τούτου τοὺς μὲν ὀλίγον φανέντας ἐκάλυψε, τοὺς δὲ ἐπὶ πλεῖον διαρκέσαντας καὶ αὐτοὺς κατεπόντισε. Καὶ τί ταράττῃ, φησὶν, εἰ ὁ δεῖνα ἐκβέβληται, καὶ ὁ δεῖνα εἰσενήνεκται; ὁ Χριστὸς ἐσταυροῦτο, καὶ Βαραββὰς ὁ λῃστὴς ἐξῃτεῖτο, προκριθεὶς τοῦ Σωτῆρος ὁ ἀνδροφόνος. 
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

ΛΟΓΟΣ ΣΤʹ. Περὶ διδαχῆς καὶ νουθεσίας

0 σχόλια
ΛΟΓΟΣ ΣΤʹ. Περὶ διδαχῆς καὶ νουθεσίας.

Πρῴην μὲν  ἐνεκαλοῦμεν  τοῖς  καταλιμπάνουσι  τὴν  εὐχὴν,  καὶ  κατὰ  τὸν καιρὸν ἐκεῖνον ἔξω τῆς ἐκκλησίας διατρίβουσι· νυνὶ δὲ τοῖς ἔνδον οὖσιν ἐγκαλέσαι βούλομαι, οὐχ ὅτι μένουσιν ἔνδον, ἀλλ' ὅτι μένοντες, τῶν ἔξω διατριβόντων  οὐδὲν ἄμεινον  διάκεινται,  κατὰ  τὸν  φρικωδέστατον  ἐκεῖνον  καιρὸν  ἀλλήλοις διαλεγόμενοι,   καὶ  τῶν  θείων   ὑπερορῶντες  λογίων.   Τί  ποιεῖς,  ἄνθρωπε;  ὁρᾷς τοσούτους δεσμώτας ἀπὸ τῶν ἀδελφῶν τῶν σῶν ἑστηκότας πλησίον; Καὶ γὰρ ἅλυσις πονηρὰ   καὶ   χαλεπὴ   τῶν   δαιμόνων   ἐστὶν   ἡ   ἐνέργεια,   καὶ   παντὸς   σιδήρου χαλεπωτέρα, καὶ σὺ περὶ τῶν οὐδὲν προσηκόντων διαλέγῃ πραγμάτων; ἡ γὰρ ὄψις μόνη  οὐχ  ἱκανή  σε καταπλῆξαι,  καὶ εἰς συμπάθειαν  ἀγαγεῖν;  ὁ ἀδελφός  σου ἐν δεσμοῖς, καὶ σὺ ἐν ῥᾳθυμίᾳ; ποίαν ἕξεις συγγνώμην, εἰπέ μοι, οὕτως ἀσυμπαθὴς ὢν, οὕτως  ἀπάνθρωπος,  οὕτως  ὠμός;  Οὐ θέλεις  συναλγῆσαι  τῷ  ἀδελφῷ;  κἂν  ὑπὲρ σαυτοῦ δεῖσον καὶ ἀνάστηθι. Οὐ δέδοικας μήποτέ σου διαλεγομένου, ῥᾳθυμοῦντος, ὀλιγωροῦντος,   δαίμων  τις  ἐκεῖθεν  ἐκπηδήσας,  σχολάζουσαν  καὶ  σεσαρωμένην εὑρὼν τὴν ψυχὴν, ἐπεισέλθοι μετὰ ἀδείας πολλῆς, ἀθύρωτον τὴν οἰκίαν εὑρών; Οὐ γὰρ  δεῖ  πάντας  κοινῇ  πηγὰς  δακρύων  ἀφεῖναι   κατὰ  τὴν  ὥραν  ἐκείνην,   καὶ διαβρόχους ὁρᾶσθαι πάντων  τοὺς ὀφθαλμοὺς,  καὶ θρήνους καὶ οἰμωγὰς  γίνεσθαι περὶ τῆς Ἐκκλησίας ἁπάσης; Μετὰ τὴν κοινωνίαν  τῶν μυστηρίων, μετὰ 63.606 τὴν ἀπόλαυσιν τοῦ λουτροῦ, μετὰ τὸ συντάξασθαι 63.606 τῷ Χριστῷ, ἴσχυσεν ὁ λύκος ἐκεῖνος ἁρπάσαι ἐκ τῆς ποίμνης τοὺς ἄρνας, καὶ κατέχειν μεθ' ἑαυτοῦ, καὶ σὺ ὁρῶν τὴν  συμφορὰν, οὐ δακρύεις; καὶ ποῦ ταῦτα ἀπολογίας  ἄξια; Εἰ τὴν  τοῦ γείτονος οἰκίαν εἶδες ἐμπυριζομένην, εἰπέ μοι, εἰ καὶ πάντων πολεμιώτατος ἦν ὁ γείτων, οὐκ ἂν ἔδραμες ἐπὶ τὸ σβέσαι τὴν πυρὰν, δεδοικὼς μὴ τὸ πῦρ ὁδῷ βαδίζον καὶ τῶν σῶν ἅψηται  προθύρων;  Τοῦτο καὶ  τῶν  ὑπὸ  τῶν  πονηρῶν  δαιμόνων
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

ΛΟΓΟΣ Ζʹ. Περὶ ταπεινοφροσύνης

0 σχόλια
ΛΟΓΟΣ Ζʹ. Περὶ ταπεινοsφροσύνης.
Ὅταν ἁμαρτία συμβεβλημένη ᾖ τῇ ταπεινοφροσύνῃ, οὕτω τρέχει μετ' εὐκολίας, ὡς δικαιοσύνην  μετὰ ἀπονοίας  οὖσαν ὑπερβῆναι καὶ προλαβεῖν· ἂν δὲ μετὰ  δικαιοσύνης  αὐτὴν  συνάψῃς,  ποῦ  οὐκ  ἂν  ἀφίξεται;  πόσους οὐ  διαβήσεται οὐρανούς;  παρ'  αὐτὸν  πάντως  στήσεται  τοῦ  Θεοῦ τὸν  θρόνον  ἀνὰ  μέσον  τῶν ἀγγέλων  μετὰ παῤῥησίας πολλῆς. Εἰ γὰρ οἱ τὰ οἰκεῖα ὁμολογοῦντες  ἁμαρτήματα, τοσαύτην ἑαυτοῖς προξενοῦσι τὴν παῤῥησίαν, οἱ τὰ πολλὰ μὲν ἑαυτοῖς συν 63.616 ειδότες ἀγαθὰ, ταπεινοῦντες δὲ ἑαυτῶν τὴν ψυχὴν, πόσων οὐκ ἐπιτεύξονται στεφάνων; Ὥστε, κἂν μυρία ἄνωθεν οἰκοδομήσῃς, κἂν ἐλεημοσύνην, κἂν εὐχὰς, κἂν νηστείας, κἂν πᾶσαν ἀρετὴν, ταύτης μὴ προκαταβληθείσης, πάντα εἰκῇ καὶ μάτην ἐποικοδομηθήσεται. Οὐδὲν γάρ ἐστιν, οὐδὲν τῶν ἡμετέρων κατορθωμάτων, ὃ χωρὶς αὐτῆς  στῆναι  δυνήσεται·  ἀλλὰ   κἂν  σωφροσύνην  εἴπῃς,  κἂν  παρθενίαν,   κἂν χρημάτων ὑπεροψίαν, κἂν ὁτιοῦν, πάντα ἀκάθαρτα καὶ ἐναγῆ καὶ βδελυρὰ, ταπεινοφροσύνης ἀπούσης. ∆ιὰ γὰρ 63.617 τοῦτο ἐκ δύο οὐσιῶν κατεσκεύασεν ἡμᾶς ὁ Θεὸς, ἵν', ὅταν μὲν εἰς ἀπόνοιαν ἐπαρθῇς, καταστείλῃ σε τὸ εὐτελὲς τῆς σαρκός· ὅταν δὲ ἀνάξιόν τι καὶ ἀγεννὲς τῆς δοθείσης σοι παρὰ Θεοῦ τιμῆς ἐννοήσῃς, ἀναγάγῃ πρὸς τὸν τῶν οὐρανίων δυνάμεων ζῆλον ἡ τῆς ψυχῆς εὐγένεια. Μέγα γὰρ ἀγαθὸν τὴν οἰκείαν  ἐπισκέπτεσθαι συγγένειαν,  καὶ εἰδέναι  πόθεν  συνεστήκαμεν. Καὶ γὰρ αὕτη ἀρκοῦσα διδασκαλία, ἡ τῆς φύσεως  ἐπίσκεψις, πάντα  τὰ πάθη καταστεῖλαι δυναμένη,  καὶ ποιῆσαι γαλήνην  ἐν  διανοίᾳ.  Ἀναλόγισαι  τὴν  φύσιν  σου καὶ τὴν κατασκευὴν, καὶ ἀρκεῖ σοι τοῦτο πρὸς τὸ κατεστάλθαι διηνεκῶς. Ἐπλάσθη ὁ Ἀδὰμ ἀπὸ τῆς γῆς, ἀλλ' οὐκ εἶδεν ὅπως ἐπλάσθη· οὐ γὰρ ἐχρῆν αὐτὸν μάρτυρα παρεῖναι
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

ΛΟΓΟΣ Ηʹ. Περὶ ψυχῆς.

0 σχόλια
ΛΟΓΟΣ Ηʹ. Περὶ ψυχῆς.
Ἐοίκασιν οἱ ἔργοις κομῶντες ἀγαθοῖς, καὶ τὴν πρὸς τὸν Θεὸν πίστιν ἀγνοήσαντες, λειψάνοις  νεκρῶν, καλὰ μὲν ἐνδεδυμένοις,  αἴσθησιν δὲ τῶν  καλῶν οὐκ ἔχουσι. Τί γὰρ ὄφελος ἀνθρώπῳ ψυχὴν μὲν ἔχειν νεκρὰν, τοῖς δὲ ἀγαθοῖς ἔργοις περιβεβλημένην;  Τὰ ἔργα  ἐπ'  ἐλπίδι  γίνεται  ἀμοιβῆς  καὶ  στεφάνων·  εἰ  δὲ  τὸν ἀγωνοθέτην  ἀγνοεῖς, ὑπὲρ τίνος ἀθλεῖς; Ὥσπερ γὰρ τοῖς ἀνθρώποις προηγεῖται τὸ ζῇν, καὶ οὕτω τὸ τρέφεσθαι· οὕτω δεῖ προηγεῖσθαι ἡμῶν τῆς ζωῆς τὴν εἰς Χριστὸν ἐλπίδα, τρέφεσθαι δὲ καὶ τοῖς ἔργοις τοῖς ἀγαθοῖς. Τὸν γὰρ μὴ τρεφόμενον ἐγχωρεῖ ζῇν πολλάκις· τὸν δὲ μὴ ζῶντα οὐκ ἐγχωρεῖ τρέφεσθαι. Καὶ ἄνευ μὲν πίστεως τὸν ἐργαζόμενον ἔργα δικαιοσύνης, οὐ δυνήσῃ παραστῆσαι ζήσαντα· ἄνευ δὲ ἔργων τὸν πιστὸν δύναμαι δεῖξαι καὶ ζήσαντα καὶ βασιλείας ἀξιωθέντα. Οὐδεὶς ἄνευ πίστεως ἔζησεν· ὁ δὲ λῃστὴς πιστεύσας μόνον ἐδικαιώθη. Μὴ γάρ μοι λέγε, Οὐκ ἔσχε καιρὸν πολιτεύσασθαι· εἰ γὰρ ἐπέζησε τῇ πίστει καὶ ἔργων ἠμέλησεν, ἐξέπιπτε τῆς σωτηρίας. Μεμαρτύρητο  καὶ  Κορνήλιος  ἐπὶ  ἐλεημοσύναις  καὶ  προσευχαῖς,  ἀλλὰ  Χριστὸν ἠγνόει· καὶ ἐπεὶ εἶδεν ὁ τῆς ἀληθείας ὀφθαλμὸς, ὁ μέγας κριτὴς, ὅτι καλὰ μὲν τὰ ἔργα, νεκρὰ δέ ἐστιν οὐκ ἔχοντα πίστιν, ἀποστέλλει βραβεύοντα τοῖς ἔργοις ἄγγελον, ὥστε τὸν καλῶς ἀθλοῦντα στεφανῶσαι τῇ πίστει, ὅς φησι πρὸς αὐτόν· Κορνήλιε, αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημοσύνην ἐνώπιον τοῦ Θεοῦ. Εἰ τοίνυν εἰσηκούσθη ἡ δέησις, καὶ αἱ ἐλεημοσύναι ἐδέχθησαν, τί μοι τὸ λεῖπον εἰς δικαιοσύνην; Ἀλλὰ πέμψον, φησὶ, εἰς Ἰόππην, καὶ μετακάλεσαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον, ὃς ἐλθὼν λαλήσει σοι τὰ ῥήματα, ἐν οἷς σωθήσῃ σὺ καὶ ὅλος ὁ οἶκός σου. Εἰ οὖν ἐξ ὧν λέγει Πέτρος,
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

ΛΟΓΟΣ Θʹ Περὶ τοῦ μὴ καταφρονεῖν τῆς τοῦ Θεοῦ Ἐκκλησίας καὶ τῶν ἁγίων μυστηρίων.

0 σχόλια
ΛΟΓΟΣ   Θʹ.  
Περὶ  τοῦ  μὴ καταφρονεῖν  τῆς  τοῦ  Θεοῦ Ἐκκλησίας καὶ  τῶν  ἁγίων  μυστηρίων.

 Ὀλίγοι  ἡμῖν σήμερον οἱ παραγενόμενοι. Ἄρα τί τὸ αἴτιον; μνήμην μαρτύρων ἐπιτελοῦμεν, καὶ οὐδεὶς ἡμῖν ἀπήντησεν. Ἀλλὰ τὸ διάστημα τῆς ὁδοῦ εἰς ῥᾳθυμίαν αὐτοὺς ἐνέβαλε· μᾶλλον δὲ οὐ τὸ διάστημα τῆς ὁδοῦ, ἀλλ' ἡ ῥᾳθυμία αὐτοῖς ἐνεπόδισεν. Ὥσπερ γὰρ τὸν σπουδαῖον καὶ διεγηγερμένον τῇ προαιρέσει οὐδὲν δύναται κωλῦσαι· οὕτω τὸν ῥᾴθυμον καὶ ἀναπεπτωκότα  πάντα  δύναται  κωλῦσαι. Οἱ μάρτυρες τὸ ἴδιον  αἷμα ἐξέχεον  ὑπὲρ τῆς  ἀληθείας·  καὶ σὺ οὔτε βραχείας ὁδοῦ διάστημα καταφρονῆσαι δύνασαι;  ἐκεῖνοι  τὴν  κεφαλὴν   ἀπέθεντο  διὰ  τὸν  Χριστόν·  σὺ  δὲ  οὔτε  μικρὸν ἀπαντῆσαι θέλεις διὰ τὸν ∆εσπότην; ὁ ∆εσπότης διὰ σὲ ἀπέθανε, καὶ σὺ δι' αὐτὸν ὀκνεῖς; μνήμη μαρτύρων, 63.624 καὶ σὺ ῥᾳθυμεῖς καὶ ἀναπέπτωκας;  ∆έον ἐστί σε παραγενέσθαι, καὶ ἰδεῖν τὸν διάβολον ἡττώμενον,  καὶ μάρτυρα νικῶντα,  καὶ Θεὸν δοξαζόμενον, καὶ Ἐκκλησίαν στεφανουμένην.  Ἀλλὰ ἁμαρτωλός εἰμι, φησὶ, καὶ οὐ δύναμαι ἀπαντῆσαι. Ἐπειδὴ ἁμαρτωλὸς εἶ, ἀπάντησον, ἵνα γένῃ δίκαιος. Τίς δὲ τῶν
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

ΛΟΓΟΣ Ιʹ. Περὶ Προνοίας.

0 σχόλια
ΛΟΓΟΣ Ιʹ. Περὶ Προνοίας.
Τίνος ἕνεκεν οὐ τὸν ἐξ ἀρχῆς ἀπατήσαντα ἐχθρὸν ἠφάνισεν ὁ Θεός; Εἰ πρὸς βίαν ἐκράτει, φησὶν, εἶχεν ἄν τινα λόγον τὸ ζητούμενον· εἰ δὲ ταύτης μὲν ἀφῄρηται τῆς  δυνάμεως,  πείθει  δὲ  μόνον,  τὸ  μὴ  πεισθῆναι  δὲ  ἐφ' ἡμῖν,  τίνος  ἕνεκα  τῆς εὐδοκιμήσεως τὴν πρόφασιν περιαιρεῖς, καὶ τὴν τῶν στεφάνων ἐκκόπτεις ὑπόθεσιν; Καὶ ἄλλως,  εἰ μὲν εἰδὼς  αὐτὸν  πάντων  περιεσόμενον ἀφῆκεν,  οὐδ' οὕτως ἄξιον ἀπορεῖν·   παρ'   ἡμῶν   γὰρ   τὸ   κρατεῖν   ἐκεῖνον,   ἑκόντων   ὑποκλινομένων,    οὐ βιαζομένων· εἰ δὲ πολλοὶ μὲν οἱ ἤδη περιγενόμενοι, πολλοὶ δὲ καὶ αὖθις ἔσονται, τί τοὺς μέλλοντας εὐδοκιμεῖν τοσαύτης ἀποστερεῖς τιμῆς; Ἀλλ' οὐ πάντες αὐτοῦ περιέσονται. Ἀλλὰ πολλῷ δικαιότερον τοὺς μὲν γενναίους λαμβάνειν ἀφορμὰς, ἐν αἷς ἐπιδείξονται τὴν προαίρεσιν· τοὺς δὲ μὴ τοιούτους, ἀπὸ τῆς οἰκείας κολάζεσθαι ῥᾳθυμίας, ἢ διὰ τούτους ἐκείνους ἐπηρεάζεσθαι. Ὁ μὲν γὰρ φαῦλος, κἂν ἠδίκηται, οὐ παρὰ τὸν ἀνταγωνιστὴν,  ἀλλὰ παρὰ τὴν αὑτοῦ νωθρίαν· καὶ δηλοῖ τὸ πλῆθος τῶν νικώντων.  Τότε δὲ ἂν οἱ σπουδαῖοι διὰ τοὺς φαύλους ἐπεβουλεύθησαν, οὐκ ἔχοντες ὅπου χρήσονται τῇ ἀνδρείᾳ. Οὕτω δ' ἂν καὶ τῆς τοῦ στόματος καὶ τῆς τῶν ὀφθαλμῶν κατηγορήσωσι διαπλάσεως (διὰ τούτων γὰρ ἐπιθυμοῦσιν ὧν οὐ δεῖ, καὶ εἰς μοιχείαν ἐμπίπτουσιν οἱ πολλοί· δι' ἐκείνου δὲ βλασφημοῦσι, καὶ τὰ ὀλέθρια τῶν δογμάτων ἐκφέρουσιν  ἕτεροι),  ἆρ'  οὖν  διὰ  τοῦτο  χωρὶς   γλώττης   καὶ  ὀφθαλμῶν   τοὺς ἀνθρώπους γενέσθαι ἐχρῆν; Οὐκοῦν καὶ τὰς χεῖρας· καὶ τοὺς πόδας ἀποτεμοῦμεν· αἱ μὲν γὰρ αἱμάτων πλήρεις, οἱ δὲ εἰς κακίαν τρέχουσι. Πρὸς τούτοις δὲ καὶ τὰ ὦτα, ὅτι καὶ  ματαίαν   παραδέχεται   ἀκοὴν,  καὶ  τὴν   τῶν   δογμάτων   φθορὰν   τῇ  ψυχῇ

Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

ΛΟΓΟΣ ΙΑʹ. Περὶ πλούτου καὶ πενίας.

0 σχόλια
ΛΟΓΟΣ ΙΑʹ. Περὶ πλούτου καὶ πενίας.
 

Ὅταν ἴδῃς πλουτοῦντά τινα παρ' ἀξίαν, μὴ μακαρίσῃς, μὴ ζηλωτὸν νομίσῃς, μὴ καταγνῷς  τῆς  τοῦ  Θεοῦ προνοίας,  μὴ μάτην  φέρεσθαι  καὶ  εἰκῆ  τὰ  παρόντα νόμιζε· ἀναμνήσθητι τοῦ Λαζάρου καὶ τοῦ πλουσίου, πῶς ὁ μὲν πρὸς ἄκρον ἐληλάκει εὐπορίας καὶ τρυφῆς, ὠμὸς ὢν καὶ ἀπηνὴς καὶ ἀπάνθρωπος καὶ κυνῶν ἀγριώτερος ἁπάντων·  καίτοι  οἱ  μὲν  τὸν  πένητα  ἠλέουν  καὶ  ἐθεράπευον,  οὐκ  ὀκνοῦντες  τῇ γλώττῃ ἅπτεσθαι τῶν ἑλκῶν τῶν κατὰ παντὸς τοῦ σώματος· ὁ δὲ οὐδὲ ψιχίων αὐτῷ μετεδίδου. Ὁ δὲ πένης ἐκεῖνος, ὁ ὄντως πλούσιος, ὁ ὄντως εὔπορος, εἰς αὐτὸ τὸ τῆς πενίας  ἔσχατον κατέπεσε, καὶ αὐτῆς τῆς ἀναγκαίας  ἠπόρει τροφῆς, καὶ νόσῳ καὶ λιμῷ  διηνεκεῖ  προσεπάλαιε. Καὶ ὁ  μὲν  πλείω  τῆς  χρείας  εἶχεν·  ὁ  δὲ  οὐδὲ  τῆς συμμετρίας ἀπέλαυεν· ἀλλ' ὅμως οὐκ ἐδυσχέρανεν, οὐ κατηγόρησε τοῦ Θεοῦ, οὐκ ἐμέμψατο τὴν Πρόνοιαν. Πῶς οὖν οὐκ ἄτοπον, ὅταν αὐτοὶ μὲν οἱ πάσχοντες κακῶς, οὕτω τὸν ∆εσπότην εὐλογῶσιν  ἐν πᾶσι, σὺ δὲ ὁ τῶν  παλαισμάτων  ἑστηκὼς ἔξω, ὑπὲρ τούτων βλασφημεῖς τὸν Θεὸν, ὑπὲρ ὧν εὐχαρίστως ἕτεροι φέρουσιν; Ὁ μὲν γὰρ πάσχων δεινῶς, κἂν εἴπῃ τι ῥῆμα φορτικὸν  καὶ ἐπαχθὲς, εἰ καὶ μὴ τοσαύτης ὅσης ἕτερος, ἀλλ' ὅμως γε καὶ ἐλάττονος μετέχει συγγνώμης· ὁ δὲ ἔξω τῶν δεινῶν ἑστὼς, καὶ ὑπὲρ ἑτέρων τὴν ἑαυτοῦ ψυχὴν ἀπολλὺς, ποίας ἂν εἴη συγγνώμης ἄξιος, ὑπὲρ τούτων βλασφημῶν τὸν Θεὸν, ὑπὲρ ὧν ὁ παθὼν κακῶς εὐχαριστεῖ, καὶ διαπαντὸς αὐτὸν  ἀνυμνῶν  οὐκ ἀφίσταται; ∆ιὰ τί γὰρ ὁ πλοῦτος,  ἄνθρωπε,  περισπούδαστος εἶναί σοι δοκεῖ; ∆ιὰ τὴν ἡδονὴν πάντως τὴν ἀπὸ τῶν τραπεζῶν, διὰ τὴν τιμὴν καὶ δορυφορίαν  τὴν  ἀπὸ  τῶν  διὰ  τοῦτόν  σε θεραπευόντων,  διὰ  τὸ  δύνασθαι  τοὺς λυποῦντας ἀμύνασθαι καὶ πᾶσιν εἶναι φοβερόν· οὐδὲ γὰρ ἑτέρας αἰτίας ἔχοις εἰπεῖν, ἀλλ' ἡδονὴν  καὶ κολακείαν,  καὶ φόβον  καὶ τιμωρίαν.  Οὔτε γὰρ σοφώτερον  οὔτε σωφρονέστερον ὁ πλοῦτος ποιεῖν εἴωθεν, οὐ χρηστὸν, οὐ φιλάνθρωπον, οὐκ ἄλλο τι μέρος τῆς ἀρετῆς εἰς τὴν ψυχὴν εἰσάγειν καὶ καταφυτεύειν.
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

ΛΟΓΟΣ ΙΒʹ. Περὶ γαστριμαργίας καὶ μέθης.

0 σχόλια
ΛΟΓΟΣ ΙΒʹ. Περὶ γαστριμαργίας καὶ μέθης.

 Βούλεσθε ἴδωμεν  τίνα  ἡδονὴν  ὁ πλοῦτος  ἔχει καὶ τίνα τιμήν;  τὰς  τραπέζας  τῶν   πλουτούντων   ἐξετάσωμεν  καὶ  τῶν   πενομένων,   καὶ ἐρώμεθα   τοὺς   ἑστιωμένους,   τίνες   μάλιστά   εἰσιν   οἱ   καθαρὰν   καὶ   γνησίαν καρπούμενοι ἡδονὴν, οἱ πρὸς διαμεμετρημένην τὴν ἡμέραν ἐπὶ τῶν στιβάδων κατακείμενοι, καὶ τὰ δεῖπνα τοῖς ἀρίστοις συνάπτοντες, καὶ τὴν γαστέρα διαῤῥηγνύντες,  καὶ τὰς αἰσθήσεις πληροῦντες,  καὶ τῷ ὑπερόγκῳ  τῶν  ἐδεσμάτων φορτίῳ τὸ πλοῖον καταποντίζοντες,  καὶ ὑπέραντλον  ποιοῦντες τὴν ναῦν, καθάπερ ἐν  ναυαγίῳ  τοῦ σώματος καταποντίζοντες  αὐτὴν,  καὶ πέδας καὶ χειροπέδας  καὶ γλωσσοπέδας  63.646 ἐπινοοῦντες,  καὶ  ἅπαν  καταδεσμοῦντες  τὸ  σῶμα  ἁλύσεως σιδηρᾶς χαλεπωτέρῳ  δεσμῷ, τῷ τῆς μέθης καὶ τρυφῆς, καὶ μήτε ὕπνον αἱρούμενοι γνήσιον καὶ εἰλικρινῆ, μήτε ὀνειράτων ἀπηλλαγμένοι φοβερῶν, τῶν τε μαινομένων ὄντες ἀθλιώτεροι,  καὶ αὐθαίρετον τὸν δαίμονα ἐπεισάγοντες  τῇ ψυχῇ. καὶ γέλως προκείμενοι τῷ θεάτρῳ τῶν οἰκετῶν, καὶ μηδένα εἰδότες τῶν παρόντων, μήτε εἰπεῖν μήτε  ἀκοῦσαι  δυνάμενοι,  ἀλλὰ  φοράδην  ἀπὸ  τῶν   στιβάδων  ἐπὶ  τὴν  κλίνην ἀγόμενοι· ἢ οἱ νήφοντες  καὶ ἐγρηγορότες καὶ τῇ χρείᾳ τὸ μέτρον ὁρίζοντες, καὶ μέγιστον  ἥδυσμα τὸ πεινῇν  καὶ τὸ διψῇν  ἔχοντες.  Οὐδὲν γὰρ οὕτως ἡδονὴν  καὶ ὑγείαν ἐργάζεται, ὡς τὸ πεινῶντα  καὶ διψῶντα  οὕτω τῶν προκειμένων  ἅπτεσθαι, καὶ κόρον εἰδέναι τὴν 63.647 χρείαν μόνην, καὶ μὴ μεῖζον τῆς δυνάμεως ἐπιτιθέναι τὸ ἄχθος τῷ σώματι. Εἰ δὲ ἀπιστεῖς μου τῷ λόγῳ,
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

ΛΟΓΟΣ ΙΓʹ. Περὶ ἀῤῥωστίας καὶ ἰατρῶν.

0 σχόλια
ΛΟΓΟΣ ΙΓʹ. Περὶ ἀῤῥωστίας καὶ ἰατρῶν.
Ὅταν ἀῤῥωστίᾳ περιπέσῃς, ἄνθρωπε, ἀναμνήσθητι  τοῦ σώματος τοῦ Ἰὼβ, καὶ  τῆς  ἁγίας  ἐκείνης  σαρκός· ἁγία  γὰρ  ἦν  καὶ  καθαρὰ,  καὶ  τοιαῦτα  ἔχουσα τραύματα. Τίς γὰρ οὕτως ἠῤῥώστησέ ποτε; τίς τοσαύτην πληγὴν  ἐδέξατο, ἢ ἕτερον δεξάμενον εἶδεν; οὐκ ἔστιν οὐδεὶς, οὐκ ἔστι. Κατὰ μικρὸν αὐτῷ τὸ σῶμα ἐδαπανᾶτο, καὶ πηγὴ σκωλήκων αὐτῷ πάντοθεν ἔβρυεν ἀπὸ τῶν μελῶν, καὶ διηνεκὴς ἦν αὕτη ἡ ἐπιῤῥοὴ, καὶ πολλὴ πανταχόθεν ἡ δυσωδία, καὶ τὸ σῶμα κατὰ μικρὸν διαιρούμενον, καὶ τοιαύτῃ σηπεδόνι τηκόμενον, ἀηδῆ τὰ σιτία ἐποίει. Καὶ λιμὸς ἦν αὐτῷ ξένος καὶ παράδοξος· οὐ γὰρ διδομένης ἠδύνατο τῆς τροφῆς ἀπολαύειν· Βρόμον γὰρ, φησὶν, ὁρῶ τὰ σιτία μου. Ἀλλ' ἱκανὴν εἶχεν οὗτος παράκλησιν καὶ παραμυθίαν, φησὶ, τῷ εἰδέναι τὸν Θεὸν αὐτῷ ταῦτα ἐπάγοντα. Τοῦτο μὲν οὖν αὐτὸν μάλιστα ἐτάραττε καὶ ἐθορύβει, ὅτι τὸν δίκαιον Θεὸν, καὶ παντὶ τρόπῳ παρ' αὐτοῦ θεραπευθέντα, τοῦτον ἐνόμιζεν  αὐτῷ  πολεμεῖν,  καὶ πρόφασίν τινα  εὔλογον  εὑρεῖν τῶν  γινομένων  οὐκ εἶχεν. Εἰ δὲ ἀρκεῖν τοῦτο εἰς παράκλησιν νομίζεις, δυνήσῃ δὴ καὶ αὐτὸς ταύτην τὴν παραμυθίαν σχεῖν. Κἂν γὰρ μὴ διὰ τὸν Θεὸν πάθῃς τι τῶν δεινῶν, ἀλλ' ἐξ ἀνθρώπων ἐπηρείας,  εὐχαριστήσῃς  δὲ,  καὶ  μὴ  βλασφημήσῃς  τὸν  δυνάμενον  κωλῦσαι  μὲν, ἀφέντα δὲ τῆς σῆς ἕνεκεν δοκιμῆς· ὥσπερ οἱ διὰ τὸν Θεὸν παθόντες στεφανοῦνται, οὕτω καὶ σὺ τῶν αὐτῶν ἐπιτεύξῃ μισθῶν, ὅτι τὰς παρὰ ἀνθρώπων  ἐπαχθείσας σοι συμφορὰς γενναίως  ἤνεγκας, καὶ τῷ δυναμένῳ αὐτὰς κωλῦσαι, μὴ βουληθέντι  δὲ, ηὐχαρίστησας. Οὔτε γὰρ ἀγαθός τίς ἐστι χωρὶς ἁμαρτίας, οὔτε κακός τίς ἐστι χωρὶς δικαιοσύνης· ἀμφοτέροις  δὲ ἀμοιβὴ καὶ ἀντίδοσις. Ἐὰν ᾖ τις δίκαιος καὶ φαῦλον ἐργάσηταί τι, καὶ νοσήσῃ, καὶ τιμωρίᾳ παραδοθῇ, μὴ θορυβηθῇς, ἀλλ' εἰπὲ, ὅτι Οὗτος
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

Τρίτη 25 Φεβρουαρίου 2014

ΛΟΓΟΣ Ι∆ʹ. Περὶ γυναικῶν καὶ κάλλους.

0 σχόλια


ΛΟΓΟΣ Ι∆ʹ. Περὶ γυναικῶν καὶ κάλλους.

Οἱ γυναῖκας ἄγεσθαι μέλλοντες, τοὺς παρὰ τῷ Παύλῳ περὶ γάμων κειμένους ἀναγινωσκέτωσαν  πρότερον νόμους, κἀκεῖθεν  μανθανέτωσαν  τί δεῖ ποιεῖν,  ὅταν πονηρὰ καὶ λοίδορος καὶ μανίας γέμουσα, καὶ ὁτιοῦν ἄλλο τῶν τοιούτων  ἔχουσα τύχοι γυνή. Ἂν τοίνυν ἴδῃς ὅτι σοι δίδωσιν ἐξουσίαν ἓν τούτων τῶν ἐλαττωμάτων εὑρόντα ἐκβάλλειν μὲν ἐκείνην, εἰσάγειν δὲ ἑτέραν, ὡς παντὸς ἀπηλλαγμένος κινδύνου θάῤῥει· ἂν δὲ τοῦτο μὲν μὴ ἐπιτρέπῃ, κελεύῃ δὲ πλὴν πορνείας πάντα τὰ ἄλλα ἐλαττώματα ἔχουσαν στέργειν, οὕτως ἀσφάλισον σεαυτὸν, ὡς μέλλων  ἅπασι φέρειν  αὐτῆς  τὴν  πονηρίαν.  Εἰ δὲ  βαρὺ  τοῦτο  καὶ  φορτικὸν,  πάντα  ποίει  καὶ πραγματεύου, ὥστε χρηστὴν καὶ ἐπιεικῆ καὶ πειθήνιον γυναῖκα λαβεῖν. Εἰ γὰρ οἰκίας ὠνεῖσθαι  μέλλοντες  καὶ οἰκέτας, περιεργαζόμεθα καὶ πολυπραγμονοῦμεν,  τούς τε πωλοῦντας  τούς τε ἔμπροσθεν κτησαμένους, τῶν μὲν
τὴν κατασκευὴν, τῶν δὲ καὶ τὴν  τοῦ  σώματος ἕξιν  καὶ  τὴν  τῆς  ψυχῆς  προαίρεσιν· πολλῷ  μᾶλλον  γυναῖκας ἄγεσθαι  μέλλοντας  πρόνοιαν  τοσαύτην  καὶ  πολλῷ  πλείονα  ἐπιδείκνυσθαι  χρή. Οἰκίαν μὲν γὰρ φαύλην
οὖσαν ἀποδόσθαι πάλιν ἔξεστι, καὶ οἰκέτην σκαιὸν φανέντα ἀποδοῦναι  τῷ  πεπρακότι  πάλιν   ἔνι·  γυναῖκα   δὲ  λαμβάνοντα   ἀποδοῦναι  τοῖς δεδωκόσι πάλιν οὐκ ἔνι. ∆εινὸν οὖν πενιχροτέραν λαβεῖν γυναῖκα, δεινὸν
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

ΛΟΓΟΣ ΙΕʹ. Περὶ πλεονεξίας.

0 σχόλια


ΛΟΓΟΣ ΙΕʹ. Περὶ πλεονεξίας.
Τίνος ἕνεκεν ἀπὸ πλεονεξίας πλουτεῖν  ἐπιθυμεῖς, ἄνθρωπε, ἵνα ἑτέροις μὲν τὸ  χρυσίον  ἀποκέηται  καὶ  τὸ  ἀργύριον,  σοὶ δὲ  ἀραὶ  καὶ  κατηγορίαι;  καὶ  ἵν' ὁ ἀποστερηθεὶς  ὑπὲρ  τῆς  τῶν  ἀναγκαίων   δάκνηται  τροφῆς  καὶ  ὀλοφύρηται,  καὶ μυρίους ἐφέλκη 63.666 ταί σοι κατηγόρους; Καὶ, ὃ τούτου πολὺ φρικωδέστερον, ὅταν κατὰ τὴν ἡμέραν ἐκείνην  πρὸ τοῦ βήματος τοῦ φοβεροῦ ὁ κακῶς παθὼν  καὶ τὰ αὐτοῦ πάντα ἀπολωλεκὼς  παράγηται εἰς μέσον, σοῦ μηδένα ἔχοντος συνήγορον, τί πρὸς τὸν δικάζοντα ἐρεῖς; Νῦν μὲν γὰρ καὶ διαφθεῖραι τὸ δικαστήριον δυνήσῃ τοῦτο, τὸ 63.667 τῶν ἀνθρώπων,  ἐκεῖνο δὲ τότε οὐκέτι· μᾶλλον δὲ οὐδὲ τοῦτο· καὶ γὰρ ὁ Θεὸς ὁρᾷ τὰ γινόμενα, καὶ ἐγγύθεν ἐστὶ τοῖς ἀδικουμένοις καὶ μὴ καλούμενος. Ὁ γὰρ κακῶς παθὼν, κἂν αὐτὸς ἀνάξιος ᾖ τοῦ τυχεῖν τινος ἐκδικήσεως, ἀλλ' ὅμως, ἐπειδὴ τῷ Θεῷ τὰ γινόμενα οὐκ ἀρέσκει, ἔχει τὸν ἀμύνοντα πάντως. Καὶ μή μοι λέγε· Πῶς ὁ δεῖνα εὐπραγεῖ πονηρὸς ὤν; εἰ γὰρ καὶ εὐπραγεῖ, ἀλλ' οὐκ εἰς τέλος. Μὴ παραζήλου γὰρ,
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

Δευτέρα 24 Φεβρουαρίου 2014

ΛΟΓΟΣ Ις ʹ. Περὶ ἀλαζονείας καὶ κενοδοξίας.

0 σχόλια
ΛΟΓΟΣ Ι  ʹ. Περὶ  ἀλαζονείας καὶ κενοδοξίας.

Βουλόμενος τὸν  πεφυσιωμένον  ἄνθρωπον  καταστεῖλαι,  μὴ μακροὺς κίνει λόγους, ἀλλ' ἀναμίμνησκε αὐτὸν τῆς φύσεως μόνον, καὶ ἐπιτίμα σφοδρῶς, οὑ 63.672 τωσὶ λέγων· Τί ὑπερηφανεύεται γῆ καὶ σποδός; Εἰ δὲ μετὰ τὸν θάνατον εἶναι ταῦτα λέγει, κατάστειλον αὐτὸν ζῶντα, καὶ δίδαξον ὅτι γῆ καὶ σποδός ἐστι· νῦν γὰρ οὐκ οἶδεν  ὅτι  ταῦτά  ἐστιν.  Ὁρᾷ  τὴν  εὐπρέ  63.673 πειαν  τοῦ  σώματος,  ὁρᾷ  τὴν δυναστείαν, τὴν θεραπείαν τῶν κολάκων, τοὺς παρασίτους ἀκολουθοῦντας· ἱμάτια περίκειται πολυτελῆ,  ὄγκον ἀρχῆς περιβέβληται  μέγαν· ἡ φαντασία αὐτὸν ἀπατᾷ, καὶ ἐπιλανθάνεσθαι  ποιεῖ τῆς φύσεως· αὐτὴν ἀναμένει  μόνην τὴν ἀπὸ τοῦ τέλους ἀπόδειξιν·  οὐκ ἔρχεται  πρὸς τὰς  σοροὺς καὶ τὰς  θήκας  τῶν  προγόνων·  πρὸς τὰ παρόντα βλέπει  μόνον, καὶ οὐδὲν τῶν  μελλόντων  ἐννοεῖ.  ∆ίδαξον τοίνυν  αὐτὸν ἐντεῦθεν ἤδη, ὅτι γῆ καὶ σποδός ἐστιν, ἵνα ζῶν λάβῃ τὸ φάρμακον. Εἰπὼν γὰρ, Τί ὑπερηφανεύεται γῆ καὶ σποδός; ἐπήγαγεν, Ὅτι καὶ ἐν τῇ ζωῇ αὐτοῦ ἐξουδένωται τὰ ἐνδόσθια αὐτοῦ· ἐνδόσθια ἔγκατα λέγων, τὴν γαστέρα τὴν γέμουσαν σκυβάλων καὶ πολλῆς  ἀκαθαρσίας καὶ δυσωδίας. Ἴδε τὸ εὐτελὲς  καὶ ἐπίκηρον  τῆς  οὐσίας. Μὴ ἀναμείνῃς  σου τὴν  ἡμέραν τῆς  τελευτῆς,  ἵνα  μάθῃς  σου τὴν  ἀσθένειαν· ἔτι  μοι ζῶντα τὸν ἄνθρωπον  διερεύνησον, καὶ εἰς τὰ ἔγκατα αὐτοῦ διάβηθι τῷ λόγῳ, καὶ πᾶσαν ἡμῶν τὴν οὐθένειαν ὄψει. Ἀλλὰ μὴ καταπέσῃς· οὐδὲ γὰρ μισῶν ἡμᾶς, ἀλλὰ φειδόμενος  οὕτως  ἐποίησεν  ὁ Θεὸς, προφάσεις  ἡμῖν  ταπεινοφροσύνης  παρέχων μεγάλας. Εἰ γὰρ ἄνθρωπος γῆ ὢν καὶ σποδὸς ἐτόλμησεν εἰπεῖν, ὅτι Εἰς τὸν οὐρανὸν ἀναβήσομαι· εἰ μὴ τὸν τῆς φύσεως χαλινὸν  εἶχε, ποῦ οὐκ ἂν ἐξέπεσε τῇ διανοίᾳ; Ὅταν οὖν ἴδῃς τινὰ πεφυσιωμένον, τὸν αὐχένα ἀνατείνοντα, τὰς ὀφρῦς ἀνασπῶντα,
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

ΛΟΓΟΣ ΙΖʹ. Περὶ φθόνου.

0 σχόλια


ΛΟΓΟΣ ΙΖʹ. Περὶ φθόνου.

Οὐδὲν οὕτω μερίζειν καὶ διασπᾷν ἡμᾶς ἀπ' ἀλλήλων  εἴωθεν, ὡς φθόνος καὶ βασκανία, τὸ χαλεπὸν τοῦτο νόσημα καὶ πάσης ἀπεστερημένον συγγνώμης, καὶ τῆς τῶν κακῶν ῥίζης, τῆς φιλαργυρίας, κατὰ πολὺ χαλεπώτερον. Ὁ μὲν γὰρ φιλάργυρος τότε ἥδεται, ὅταν αὐτὸς λάβῃ· ὁ δὲ βάσκανος τότε ἥδεται, ὅταν ἕτερος μὴ λάβῃ, εὐεργεσίαν οἰκείαν νομίζων τὴν ἑτέρων κακοπραγίαν· οὗ τί γένοιτ' ἂν μανικώτερον; Τῶν γὰρ οἰκείων κακῶν ἀμελῶν, ἐπὶ τοῖς ἀλλοτρίοις τήκεται καλοῖς, ἄβατον ἑαυτῷ κατασκευάζων τὸν οὐρανὸν, καὶ πρὸ τοῦ οὐρανοῦ δὲ καὶ τὸν παρόντα βίον ἀβίωτον. Οὐδὲ γὰρ οὕτω ξύλον καὶ ἔριον σὴς ἐγκαθήμενος καὶ σκώληξ διατρώγειν εἴωθεν, ὡς ὁ τῆς βασκανίας πυρετὸς αὐτὰ κατεσθίει τὰ ὀστᾶ τῶν βασκαινόντων, καὶ τῆς ψυχῆς τὴν σωφροσύνην λυμαίνεται. Οὐκ ἄν τις ἁμάρτοι, καὶ θηρίων καὶ δαιμόνων χείρους τοὺς βασκαίνοντας προσειπών. Τὰ μὲν γὰρ ἢ τροφῆς δεόμενα, ἢ πρότερον ὑφ' ἡμῶν παροξυνθέντα, τότε καθ' ἡμῶν καθοπλίζεται· οὗτοι δὲ καὶ εὐεργετηθέντες πολλάκις τὰ τῶν ἀδικούντων  τοὺς εὐεργέτας διέθηκαν. Καὶ οἱ μὲν δαίμονες πρὸς μὲν ἡμᾶς ἄσπονδον ἔχουσιν ἔχθραν, τοῖς δὲ ὁμογενέσιν οὐκ ἐπιβουλεύουσιν· οὗτοι δὲ οὐδὲ τὴν κοινωνίαν  αἰδοῦνται τῆς φύσεως, οὐδὲ τῆς οἰκείας φείδονται  σωτηρίας, ἀλλὰ πρὸ τῶν φθονουμένων  τὰς ἑαυτῶν ψυχὰς κολάζουσι, θορύβου παντὸς καὶ ἀθυμίας πληροῦντες αὐτὰς εἰκῆ καὶ μάτην. Τοιοῦτον ἡ βασκανία, ἧς οὐκ ἂν γένοιτο κακία χείρων.  Ὁ μὲν γὰρ μοιχὸς καὶ ἡδονὴν  καρποῦταί τινα, καὶ ἐν βραχεῖ χρόνῳ  τὴν ἁμαρτίαν  ἀπαρτίζει  τὴν  ἑαυτοῦ·  ὁ  δὲ  βάσκανος  πρὸ  τοῦ  φθονουμένου  ἑαυτὸν κολάζει καὶ τιμωρεῖται, καὶ οὐδέποτε παύσεται τῆς ἁμαρτίας, ἀλλ' ἐν τῷ πράττειν αὐτήν  ἐστι διηνεκής. Καθάπερ γὰρ χοῖρος βορβόρῳ, καὶ δαίμων  βλάβῃ χαίρει τῇ ἡμετέρᾳ, οὕτω καὶ οὗτος τοῖς τοῦ πλησίον χαίρει κακοῖς· κἂν γένηταί τι ἀηδὲς, τότε ἀναπαύεται καὶ ἀναπνεῖ, τὰς ἀλλοτρίας συμφορὰς οἰκείας εὐθυμίας ἡγούμενος, καὶ οἰκεῖα κακὰ τὰ τῶν ἄλλων ἀγαθά. Καὶ καθάπερ οἱ κάνθαροι τρέφονται κόπρῳ, οὕτω καὶ οὗτοι ταῖς ἑτέραις
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

ΛΟΓΟΣ ΙΗʹ. Περὶ μίσους καὶ ἔχθρας.

0 σχόλια


ΛΟΓΟΣ ΙΗʹ. Περὶ μίσους καὶ ἔχθρας.
Εἴ τις παρὰ τοῦ πλησίον ἠδίκηται, εἰς μνήμην τὸν ∆αυῒδ λαμβανέτω καὶ εἰς νοῦν βαλλέσθω, ἵνα, ὡς ἔτι ζῇ ἡ καρδία, τῇ μνήμῃ τοῦ πραοτάτου καὶ ἀνεξικάκου τούτου δυνηθῇ  τὸ πέλαγος  τῆς μήνιδος  διαλῦσαι. ∆ιὰ τί γάρ σου ἐχθρός ἐστιν ὁ ἀδελφός; Ὕβρισέ σε; ἀλλ' οὐδὲν ἠδίκησεν. Ἀλλὰ χρημάτων ἕνεκεν τοῦτον περιορᾷς ἐχθραίνοντα; μὴ, παρακαλῶ. μὴ ἀναβάλῃ τὰ τῆς μήνιδος διακόψαι σχοινία· αἱ γὰρ ἀναβολαὶ μελλήσεις τίκτουσιν· ἂν σήμερον ὑπερθῇ, μᾶλλον ἐρυθριᾷς· κἂν αὔριον προσθῇς, μείζων ἡ αἰσχύνη· κἂν τὴν τρίτην, ἐπὶ πλέον αἰσχυνθήσῃ τὴν ἀναβολὴν μηκυνόμενος. ∆ότε μοι, παρακαλῶ, μετὰ προθυμίας ταῦτα λέγειν· ποιήσατέ με ἀκοῦσαι ὅτι  ἀπὸ τῆς  συνεχοῦς  ταύτης  διδασκαλίας  ἠνύσαμέν  τι· ὅτι  ἐχθρόν  τις ἀπελθὼν  εὐθέως περιέβαλεν ἄμφω τὼ χεῖρε, περιεχύθη, περιεπλάκη, κατεφίλησεν, ἐδάκρυσε· κἂν  γὰρ  θηρίον  ἐκεῖνος  ᾖ, κἂν  λίθος,  κἂν  ὁτιοῦν,  ὑπὸ  τῆς  τοιαύτης καταμαλαχθεὶς
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

ΛΟΓΟΣ ΙΘʹ. Περὶ λύπης καὶ ἀθυμίας.

0 σχόλια
ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ
 ΛΟΓΟΣ ΙΘʹ. Περὶ λύπης καὶ ἀθυμίας.
Τὴν ἀθυμίαν ἐνέθηκεν ἡμῶν ὁ Θεὸς τῇ φύσει, οὐχ ἵνα ἁπλῶς καὶ ἀκαίρως καὶ ἐν τοῖς ἐναντίοις αὐτῇ χρώμεθα πράγμασιν, οὐδ' ἵνα φθείρωμεν ἑαυτοὺς, 63.686 ἀλλ' ἵνα  τὰ μέγιστα κερδάνωμεν  ἐξ αὐτῆς. Καιρὸς γὰρ ἀθυμίας,  οὐχ  ὅταν  πάσχωμεν κακῶς, ἀλλ' ὅταν  δρῶμεν  κακῶς. Ἡμεῖς δὲ τὴν  τάξιν  ἀντεστρέψαμεν,  καὶ τοὺς καιροὺς ἀντηλλαξάμεθα· καὶ ποιοῦντες μὲν μυρία κακὰ, οὐδὲ πρὸς τὸ βραχὺ συστελλόμεθα· ἂν δὲ μικρόν τι παρά τινος πάθωμεν, καταπίπτομεν, καὶ ἰλιγγιῶμεν, καὶ ἀπαλλαγῆναι  τοῦ παρόντος βίου εὐχόμεθα, οὐκ εἰδότες, ὅτι αἱ θλίψεις  καὶ οἱ πειρασμοὶ καὶ τὰ συμβαίνοντα ἡμῖν ἀνιαρὰ τῶν χρηστῶν οὐχ ἧττον τὴν τοῦ Θεοῦ ἡμῖν κηδεμονίαν  ἐνδείκνυνται.   Καὶ τί  λέγω  τὰς  θλίψεις  τὰς  ἐνθάδε;  τῆς  γὰρ βασιλείας  τῆς  τῶν  οὐρανῶν  οὐκ  ἔλαττον  ἡ  τῆς  γεέννης  ἀπειλὴ  παρίστησι τὴν φιλανθρωπίαν  αὐτοῦ· εἰ γὰρ μὴ γέεννα ἠπείλητο, οὐκ ἄν τις ταχέως ἐπέτυχε τῶν ἐν τοῖς οὐρανοῖς ἀγαθῶν. Οὐδὲ γὰρ ἀρκεῖ μόνη ἡ τῶν χρηστῶν ἐπαγγελία προτρέψαι πρὸς ἀρετὴν,  μὴ καὶ  τοῦ  φόβου  τῶν  δεινῶν  ὠθοῦντος  τοὺς  ῥᾳθυμότερον  πρὸς ἐκείνην διακειμένους. Ἄλλως τε
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>
 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |