Τετάρτη 26 Φεβρουαρίου 2014

ΛΟΓΟΣ Ηʹ. Περὶ ψυχῆς.


ΛΟΓΟΣ Ηʹ. Περὶ ψυχῆς.
Ἐοίκασιν οἱ ἔργοις κομῶντες ἀγαθοῖς, καὶ τὴν πρὸς τὸν Θεὸν πίστιν ἀγνοήσαντες, λειψάνοις  νεκρῶν, καλὰ μὲν ἐνδεδυμένοις,  αἴσθησιν δὲ τῶν  καλῶν οὐκ ἔχουσι. Τί γὰρ ὄφελος ἀνθρώπῳ ψυχὴν μὲν ἔχειν νεκρὰν, τοῖς δὲ ἀγαθοῖς ἔργοις περιβεβλημένην;  Τὰ ἔργα  ἐπ'  ἐλπίδι  γίνεται  ἀμοιβῆς  καὶ  στεφάνων·  εἰ  δὲ  τὸν ἀγωνοθέτην  ἀγνοεῖς, ὑπὲρ τίνος ἀθλεῖς; Ὥσπερ γὰρ τοῖς ἀνθρώποις προηγεῖται τὸ ζῇν, καὶ οὕτω τὸ τρέφεσθαι· οὕτω δεῖ προηγεῖσθαι ἡμῶν τῆς ζωῆς τὴν εἰς Χριστὸν ἐλπίδα, τρέφεσθαι δὲ καὶ τοῖς ἔργοις τοῖς ἀγαθοῖς. Τὸν γὰρ μὴ τρεφόμενον ἐγχωρεῖ ζῇν πολλάκις· τὸν δὲ μὴ ζῶντα οὐκ ἐγχωρεῖ τρέφεσθαι. Καὶ ἄνευ μὲν πίστεως τὸν ἐργαζόμενον ἔργα δικαιοσύνης, οὐ δυνήσῃ παραστῆσαι ζήσαντα· ἄνευ δὲ ἔργων τὸν πιστὸν δύναμαι δεῖξαι καὶ ζήσαντα καὶ βασιλείας ἀξιωθέντα. Οὐδεὶς ἄνευ πίστεως ἔζησεν· ὁ δὲ λῃστὴς πιστεύσας μόνον ἐδικαιώθη. Μὴ γάρ μοι λέγε, Οὐκ ἔσχε καιρὸν πολιτεύσασθαι· εἰ γὰρ ἐπέζησε τῇ πίστει καὶ ἔργων ἠμέλησεν, ἐξέπιπτε τῆς σωτηρίας. Μεμαρτύρητο  καὶ  Κορνήλιος  ἐπὶ  ἐλεημοσύναις  καὶ  προσευχαῖς,  ἀλλὰ  Χριστὸν ἠγνόει· καὶ ἐπεὶ εἶδεν ὁ τῆς ἀληθείας ὀφθαλμὸς, ὁ μέγας κριτὴς, ὅτι καλὰ μὲν τὰ ἔργα, νεκρὰ δέ ἐστιν οὐκ ἔχοντα πίστιν, ἀποστέλλει βραβεύοντα τοῖς ἔργοις ἄγγελον, ὥστε τὸν καλῶς ἀθλοῦντα στεφανῶσαι τῇ πίστει, ὅς φησι πρὸς αὐτόν· Κορνήλιε, αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημοσύνην ἐνώπιον τοῦ Θεοῦ. Εἰ τοίνυν εἰσηκούσθη ἡ δέησις, καὶ αἱ ἐλεημοσύναι ἐδέχθησαν, τί μοι τὸ λεῖπον εἰς δικαιοσύνην; Ἀλλὰ πέμψον, φησὶ, εἰς Ἰόππην, καὶ μετακάλεσαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον, ὃς ἐλθὼν λαλήσει σοι τὰ ῥήματα, ἐν οἷς σωθήσῃ σὺ καὶ ὅλος ὁ οἶκός σου. Εἰ οὖν ἐξ ὧν λέγει Πέτρος,
σώζεται καὶ ὁ οἶκος αὐτοῦ, οὐκ εἶχεν οὐδέπω ἐκ τῶν ἔργων τὴν σωτηρίαν, ἕως αὐτὴν τοῖς ἔργοις ἐβράβευσεν ἡ πίστις. Λέγεταί τις καὶ τῶν  ἔξωθεν φιλοσόφων  εἰς οἰκίαν  λαμπρὰν  εἰσελθὼν, πολλῷ  μὲν καταλαμπομένην  χρυσίῳ,  πολλῷ  δὲ  ἀστράπτουσαν  τῷ  τῶν  μαρμάρων  καὶ  τῶν κιόνων κάλλει· ἐπειδὴ δὲ τὸ ἔδαφος εἶδε πανταχοῦ τάπητας ἔχον ἐστρωμένους, εἰς τὴν  ὄψιν  ἐμπτύσαι  τοῦ  τῆς  οἰκίας  δεσπότου· εἶτα  ἐγκαλούμενος  εἰπεῖν,  διὰ  τὸ μηδαμοῦ  τῆς  οἰκίας  ἑτέρωθι  τοῦτο  ἐξεῖναι  ποιῆσαι, εἰς  τὴν  ὄψιν  ἀναγκασθῆναι ὑβρίσαι τὴν ἐκείνου. Ὁρᾷς ὡς καταγέλαστος ὁ τὰ ἔξωθεν καλλωπίζων ἐστὶ, καὶ παρὰ πᾶσιν εὐκαταφρόνητος  τοῖς νοῦν  ἔχουσι; καὶ μάλα εἰκότως.  Ὅταν γὰρ τοὺς μὲν τοίχους  καὶ τὸ ἔδαφος  καὶ τὰ ἄλλα  πάντα  καλλωπίζῃς,  τὴν  δὲ ψυχὴν  περιορᾷς ῥακοδυτοῦσαν, αὐχμῶσαν, πεινῶσαν, τραυμάτων γέμουσαν, ὑπὸ μυρίων σπασσομένην κυνῶν, ποίαν οὐκ ἂν, εἰπέ μοι, ὑποστήσῃ τιμωρίαν; Χρήματα μὲν γὰρ ἂν  ἀπολέσῃς, δυνήσῃ  δοῦναι  63.622 χρήματα,  κἂν  οἰκίαν,  κἂν  ἀνδράποδα,  κἂν ὁτιοῦν ἕτερον τῶν κτημάτων· ψυχὴν δὲ ἂν ἀπολέσῃς, ἑτέραν ἐπιδοῦναι ψυχὴν οὐ δυνήσῃ, ἀλλὰ κἂν τὸν κόσμον ἔχῃς ἅπαντα, κἂν βασιλεὺς τῆς οἰκουμένης ᾖς, οὐχ οἷός τε ἔσῃ τὰ τῆς οἰκουμένης ἅπαντα καταβαλὼν μετὰ τῆς οἰκουμένης αὐτῆς ψυχὴν ἀγοράσαι μίαν. Εἰ γὰρ ἐπὶ σώματος, κἂν μυρία διαδήματα περικείμενος ᾖς, σῶμα δὲ ἔχῃς  ἐπίνοσον  φύσει  καὶ  ἀνιάτως  ἔχον,  οὐ  δυνήσῃ  κἂν  τὴν  βασιλείαν  ἅπασαν ἐπιδῷς,  τὸ  σῶμα διορθῶσαι  τοῦτο,  κἂν  μυρία  σώματα  προσθῇς  καὶ  πόλεις  καὶ

χρήματα· ἐπὶ τῆς ψυχῆς πόσῳ μᾶλλον; Πάντα διπλᾶ δέδωκεν ἡμῶν ὁ Θεὸς τῇ φύσει· δύο ὀφθαλμοὺς, δύο ὦτα, δύο χεῖρας, δύο πόδας· ἵνα ἐὰν τὸ ἕτερον τούτων βλαβῇ, διὰ τοῦ ἑτέρου τὴν χρείαν παραμυθώμεθα· ψυχὴν δὲ μίαν δέδωκεν ἡμῖν· ἂν ταύτην ἀπολέσωμεν,  μετὰ  τίνος  ἐμβιοτεύσομεν; Ψυχὴ γὰρ  καθάπαξ  ὑπὸ  φιλοχρηματίας ἁλοῦσα, οὐ ῥᾳδίως οὐδὲ εὐκόλως παραιτήσεται καὶ πρᾶξαι καὶ εἰπεῖν τι τῶν παροξυνόντων   Θεὸν,  ἅτε  καὶ  ἑτέρου  γενομένη   δεσπότου  δούλη,  καὶ  πάντα ἀπεναντίας ἐπιτάττοντος  τῷ Θεῷ. Ψυχὴ καθάπαξ τῆς οἰκείας ἀπογνοῦσα σωτηρίας, οὐδαμοῦ τῆς μανίας ἀφίσταται, ἀλλὰ τὰς ἡνίας τῆς σωτηρίας αὐτῆς ἐνδοῦσα ταῖς ἀλόγοις ἐπιθυμίαις, πανταχοῦ φέρεται, καὶ τοῖς ἀπαντῶσίν ἐστιν ἀφόρητος, ὑποφευγόντων  μὲν ἁπάντων,  κατασχεῖν  δὲ τολμῶντος  οὐδενὸς, ἀλλὰ πάντα  τῆς κακίας κατατρέχει τὰ χωρία, ἕως ἂν εἰς αὐτὰ τῆς ἀπωλείας τὰ βάραθρα φέρουσα, κατακρημνίσῃ τὴν ἑαυτῆς σωτηρίαν. Ψυχὴ καθάπαξ ἁμαρτίᾳ σπεισαμένη, καὶ ἀναλγήτως διατεθεῖσα, πολλὴν παρέχει τῷ νοσήματι τὴν προσθήκην. Ὥσπερ γὰρ ὗς ἐγκυλινδούμενος  βορβόρῳ ἥδεται, οὕτω καὶ ψυχὴ ὑπὸ κακῆς συνηθείας καταχωσθεῖσα, οὐδὲ αἴσθησιν λαμβάνει τῆς τῶν ἁμαρτημάτων δυσωδίας· καὶ ὥσπερ γῆν  μὴ βρεχομένην  οὐκ ἔστι, κἂν μυρία τις βάλῃ σπέρματα, στάχυας ἐξενεγκεῖν, οὕτω ψυχὴν οὐκ ἔστι μὴ ταῖς θείαις Γραφαῖς φωτισθεῖσαν πρότερον, κἂν μυρία τις ἐκχέῃ ῥήματα, καρπόν τινα ἐπιδείξασθαι. Καὶ καθάπερ ἡ γῆ, ὅταν μὴ σπείρηται μηδὲ φυτεύηται,  βοτάνην ἀναδίδωσιν  ἁπλῶς· οὕτω καὶ ἡ ψυχὴ, ὅταν μὴ ἔχῃ τι πρᾶξαι τῶν  ἀναγκαίων,   ἐπειδὴ  ἀργεῖν  οὐ  δύναται,  πάντως  τοῦ  πράττειν  ἐπιθυμοῦσα, πονηροῖς  ἑαυτὴν  ἐκδίδωσι  πράγμασιν. Ὥσπερ γὰρ ἐπὶ  τῶν  σωμάτων  φλεγμονὴ, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς ἀπόνοια· εἶτα ἐξ ἀπονοίας ἐπιθυμία τῶν οὐ προσηκόντων ἐπακολουθεῖν  εἴωθεν. Καὶ ὥσπερ ἐν τοῖς σώμασιν οἱ τῶν τραυμάτων καταφρονήσαντες, πυρετοὺς ἔτεκον καὶ σηπεδόνας καὶ θάνατον· οὕτω καὶ ἐπὶ τῶν ψυχῶν  οἱ τῶν  μικρῶν  ὑπερορῶντες  ἁμαρτημάτων,  τὰ  μείζονα  ἐπεισάγουσι. ∆ιὰ τοῦτο  τὸ  σῶμα  ἡμῖν  ἔδωκεν  ἀπὸ  τῆς  γῆς  ὁ  Θεὸς, ἵνα  καὶ  αὐτὸ  εἰς  οὐρανὸν ἀναγάγωμεν,  οὐχ ἵνα δι' αὐτοῦ καὶ τὴν ψυχὴν εἰς τὴν γῆν κατασπάσωμεν. Ὢ τοῦ θαύματος! πῶς  πάντες  εἰς  τὰ  παρόντα  κεχήνασι  πράγματα, καὶ  τῶν  μελλόντων οὐδέποτε  λαμβάνουσιν  ἔννοιαν·  ἀλλ' 63.623 εἰς  μὲν  τὰς  σωματικὰς  ἀπολαύσεις ἀδιαλείπτως  ἐπείγονται,  τὰς  δὲ ψυχὰς  ἐῶσιν  ἐν  λιμῷ  τήκεσθαι· καὶ  μυρία καθ' ἑκάστην ἡμέραν λαμβάνοντες τραύματα, οὐδέποτε αἴσθησιν λαμβάνουσι τῶν ἐν οἷς εἰσι κακῶν, ἀλλὰ τὴν μὲν τοῦ σώματος θεραπείαν ἑαυτοῖς περιποιοῦνται,  τῆς δὲ ψυχῆς ὑπερορῶσιν αὐχμώσης τε καὶ ῥυπώσης καὶ ὑπὸ μυρίων ἐνοχλουμένης κακῶν. Καὶ τὸ δὴ χαλεπώτερον,  ὅτι μετὰ τοὺς πολλοὺς  ἱδρῶτάς  τε καὶ πόνους  οὐδὲ τὸ θνητὸν  σῶμα  θανάτου  κρεῖττον  ἐργάζονται,  ἀλλὰ  καὶ  τὴν  ἀθάνατον  μετὰ  τοῦ θνητοῦ ταῖς ἀθανάτοις ὑποβάλλουσι τιμωρίαις. ∆ιὰ τοῦτο λίαν ὀλοφυρόμενος τὴν περικεχυμένην  ἄνοιαν  ταῖς  τῶν  ἀνθρώπων  ψυχαῖς,  καὶ  τῆς  ἐπικειμένης  αὐτοῖς ἀχλύος τὴν παχύτητα, ἐβουλόμην εὑρεῖν σκοπιάν τινα ὑψηλὴν, ὑποδεικνύουσάν μοι πάντα τὰ τῶν ἀνθρώπων γένη· ἠβουλόμην δὲ καὶ φωνῆς τυχεῖν πάντα περιηχούσης τὰ πέρατα, καὶ πᾶσιν ἀρκούσης τοῖς ἐπὶ γῆς, καὶ στῆναι καὶ βοῆσαι, καὶ ∆αυϊδικὴν ἐκείνην  ἀνακηρῦξαι φωνήν·  Υἱοὶ ἀνθρώπων,  ἕως πότε βαρυκάρδιοι; Πῶς γὰρ οὐκ ἄτοπον, ἐπὶ μὲν τοῦ σώματος, κἂν τὸ τυχὸν καταλάβῃ πάθος, καὶ ἰατροὺς καλεῖν, καὶ χρήματα ἀναλίσκειν, καὶ καρτερίαν ἐπιδείκνυσθαι, καὶ οὐ πρότερον ἀφίστασθαι ἅπαντα  πράττοντας,  ἕως  ἂν  ἀποθώμεθα  τὸ λυποῦν·  τῆς  δὲ ψυχῆς  καθ' ἑκάστην ἡμέραν κεντουμένης, κρημνιζομένης, καὶ πάντα τρόπον ἀπολλυούσης ἑαυτὴν, οὐδὲ βραχὺν ἔχειν  λόγον; Οὐ γὰρ τὸν ἔχοντα  σηπεδόνα θρηνεῖν  ἁπλῶς  δεῖ, ἀλλὰ τὸν ἔχοντα καὶ εἰκῇ κείμενον, καὶ μὴ τυγχάνοντα  ἰατρικῶν χειρῶν· τὸν δὲ τεμνόμενον καὶ καιόμενον, τοῦτον μάλιστα φαίημεν  ἂν πρὸς ὑγίειαν  ὁδεύειν, οὐ τὴν ἀπὸ τῆς τομῆς ὀδύνην βλέποντες, ἀλλὰ τὴν ἀπὸ τῆς ὀδύνης ὑγίειαν. Οὕτω καὶ ἐπὶ τῆς ψυχῆς

διακεῖσθαι χρὴ, οὐχὶ τοὺς κολαζομένους, οὗτοι γὰρ πρὸς ὑγίειαν  ἕλκονται,  ἀλλὰ τοὺς  ἁμαρτάνοντας  ἀτιμωρητὶ  πενθεῖν  καὶ  ὀδύρεσθαι. Ὁ γὰρ χρησταῖς συστρεφόμενος  ἐλπίσι  καὶ  περὶ  τῶν  μελλόντων   θαῤῥῶν,  ἀπεντεῦθεν   ἤδη  τῆς βασιλείας ἐγεύσατο· οὐδὲν γὰρ οὕτω ψυχὴν εἴωθεν ἀνακτᾶσθαι καὶ ἀμείνω ποιεῖν, ὡς  ἡ  χρηστὴ  τῶν  μελλόντων   ἐλπίς.  Οἱ μὲν  γὰρ  ἅπασαν  τὴν  σπουδὴν  εἰς  τὸν καλλωπισμὸν κενοῦντες τῆς ἑαυτῶν οἰκίας, ἐν τοῖς ἔξω πλουτοῦντες, ἀμελοῦσι τῶν ἔνδον, καὶ ἔρημον καὶ αὐχμῶσαν καὶ ἀραχνίων  γέμουσαν περιορῶσι τὴν ἑαυτῶν ψυχήν·  63.624 ἂν  δὲ  τῶν  ἔξωθεν  ἀμελήσαντες  εἰς  τὴν  ἑαυτῶν  διάνοιαν  τὴν προθυμίαν  καταναλώσωσιν  ἅπασαν,  πανταχόθεν  αὐτὴν  καλλωπίζοντες, καταγώγιον ἔσται τῷ Χριστῷ τῶν τοιούτων ἀνθρώπων  ἡ ψυχή· τοῦ δὲ τὸν Χριστὸν ἔχοντος  ἔνοικον, τί γένοιτ' ἂν μακαριώτερον; Τίνα οὖν ἕξομεν ἀπολογίαν,  ποίαν συγγνώμην, ὅταν μὲν τοῦ σώματος νοσοῦντος, ἔνθα καὶ ἀργύριόν ἐστι καταβαλεῖν, καὶ ἰατροὺς παρακαλέσαι, καὶ ὀδύνην ὑπομεῖναι πολλὴν, τοσαύτην ποιώμεθα πρόνοιαν·   ψυχῆς   δὲ   καταφρονῶμεν;   καὶ   ταῦτα   μήτε   ἀργύριον   καταβαλεῖν μέλλοντες, μήτε ἑτέρους διενοχλεῖν,  μήτι ὀδύνας ὑφίστασθαι· ἀλλὰ, χωρὶς τούτων πάντων, διὰ τοῦ προελέσθαι καὶ βουληθῆναι μόνον πᾶσιν αὐτοῖς δυνάμενοι ποιήσασθαι τὴν διόρθωσιν, καὶ ἀκριβῶς εἰδότες, ὡς, εἰ μὴ τοῦτο ποιήσαιμεν, τὴν ἐσχάτην  ὑποστησόμεθα δίκην,  καὶ τὰς ἀπαραιτήτους  κολάσεις καὶ τιμωρίας; Καὶ καθάπερ οἱ τὸ δεσμωτήριον οἰκοῦντες ἀεὶ μὲν ἐν κατηφείᾳ καὶ ὀδύναις εἰσὶ, μάλιστα δὲ κατὰ τὴν ἡμέραν ἐκείνην, καθ' ἣν ἂν μέλλωσιν ἐξάγεσθαι, καὶ παρ' αὐτὰς τὰς τοῦ δικάζοντος ἄγεσθαι θύρας, καὶ πρὸ τῶν κιγκλίδων  ἑστῶτες, καὶ τῆς τοῦ κρίνοντος φωνῆς ἔνδοθεν ἀκούοντες, ἀποπήγνυνται τῷ φόβῳ, καὶ τῶν νεκρῶν οὐδὲν ἄμεινον διάκεινται· οὕτω καὶ ἡ ψυχὴ μάλιστα μὲν ἐν αὐτῷ τῆς ἁμαρτίας καιρῷ ὀδυνᾶται καὶ στενοχωρεῖται, πολλῷ δὲ πλέον, ὅταν ἐντεῦθεν ἀποσπασθεῖσα πρὸς τὰς εὐθύνας τὰς ἐκεῖ καὶ τὸ φοβερὸν ἀπάγεσθαι μέλλῃ δικαστήριον. ∆ιὰ τοῦτο πολλάκις ἀναδύεται καὶ  πρὸς τὸ  βάθος  κάτω  χωρεῖ,  καὶ  δέδοικε  καὶ  φρίττει,  μέλλουσα  τῆς  σαρκὸς ἀφίπτασθαι. Τότε γὰρ, εἴτε ἥρπασέ τις, εἴτε ἐπλεονέκτησεν, εἴτε τινὰ ἐπηρέασεν, εἴτε τινὸς ἐχθρὸς γέγονεν ἀδίκως, εἴτε ἄλλο ὁτιοῦν εἰργάσατο δεινὸν, ἅπας ὁ τῶν ἁμαρτημάτων χορὸς ἀνανεοῦται, καὶ πρὸ τῶν ὀφθαλμῶν  φαίνεται πικρὸς ἑστηκὼς τοῦ συνειδότος κατήγορος. ∆ιὰ τοῦτο καὶ ἀθάνατος  ἡμῖν γέγονεν  ἡ ψυχὴ, καὶ τὸ σῶμα δὲ ἔσται ἀθάνατον, ἵνα τῶν ἀτελευτήτων ἀπολαύσωμεν ἀγαθῶν. Ἂν δὲ τῇ γῇ προσηλωμένος ᾖς, τῶν οὐρανίων προκειμένων, ἐννόησον ὅση γίνεται εἰς τὸν δωρούμενον ὕβρις, ὅταν ἐκεῖνος μὲν τὰ ἄνω σοι προτείνῃ, σὺ δὲ οὐ πολὺν αὐτῶν ποιούμενος λόγον, τὴν γῆν ἀνταλλάσσῃ τῶν  οὐρανίων.  Ὧν γένοιτο  πάντας  ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος  εἰς  τοὺς  αἰῶνας  τῶν  αἰώνων.   Ἀμήν.  63.623


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |