Ὅταν ἀῤῥωστίᾳ περιπέσῃς, ἄνθρωπε, ἀναμνήσθητι τοῦ σώματος τοῦ Ἰὼβ, καὶ τῆς ἁγίας ἐκείνης σαρκός· ἁγία γὰρ ἦν καὶ καθαρὰ, καὶ τοιαῦτα ἔχουσα τραύματα. Τίς γὰρ οὕτως ἠῤῥώστησέ ποτε; τίς τοσαύτην πληγὴν ἐδέξατο, ἢ ἕτερον δεξάμενον εἶδεν; οὐκ ἔστιν οὐδεὶς, οὐκ ἔστι. Κατὰ μικρὸν αὐτῷ τὸ σῶμα ἐδαπανᾶτο, καὶ πηγὴ σκωλήκων αὐτῷ πάντοθεν ἔβρυεν ἀπὸ τῶν μελῶν, καὶ διηνεκὴς ἦν αὕτη ἡ ἐπιῤῥοὴ, καὶ πολλὴ πανταχόθεν ἡ δυσωδία, καὶ τὸ σῶμα κατὰ μικρὸν διαιρούμενον, καὶ τοιαύτῃ σηπεδόνι τηκόμενον, ἀηδῆ τὰ σιτία ἐποίει. Καὶ λιμὸς ἦν αὐτῷ ξένος καὶ παράδοξος· οὐ γὰρ διδομένης ἠδύνατο τῆς τροφῆς ἀπολαύειν· Βρόμον γὰρ, φησὶν, ὁρῶ τὰ σιτία μου. Ἀλλ' ἱκανὴν εἶχεν οὗτος παράκλησιν καὶ παραμυθίαν, φησὶ, τῷ εἰδέναι τὸν Θεὸν αὐτῷ ταῦτα ἐπάγοντα. Τοῦτο μὲν οὖν αὐτὸν μάλιστα ἐτάραττε καὶ ἐθορύβει, ὅτι τὸν δίκαιον Θεὸν, καὶ παντὶ τρόπῳ παρ' αὐτοῦ θεραπευθέντα, τοῦτον ἐνόμιζεν αὐτῷ πολεμεῖν, καὶ πρόφασίν τινα εὔλογον εὑρεῖν τῶν γινομένων οὐκ εἶχεν. Εἰ δὲ ἀρκεῖν τοῦτο εἰς παράκλησιν νομίζεις, δυνήσῃ δὴ καὶ αὐτὸς ταύτην τὴν παραμυθίαν σχεῖν. Κἂν γὰρ μὴ διὰ τὸν Θεὸν πάθῃς τι τῶν δεινῶν, ἀλλ' ἐξ ἀνθρώπων ἐπηρείας, εὐχαριστήσῃς δὲ, καὶ μὴ βλασφημήσῃς τὸν δυνάμενον κωλῦσαι μὲν, ἀφέντα δὲ τῆς σῆς ἕνεκεν δοκιμῆς· ὥσπερ οἱ διὰ τὸν Θεὸν παθόντες στεφανοῦνται, οὕτω καὶ σὺ τῶν αὐτῶν ἐπιτεύξῃ μισθῶν, ὅτι τὰς παρὰ ἀνθρώπων ἐπαχθείσας σοι συμφορὰς γενναίως ἤνεγκας, καὶ τῷ δυναμένῳ αὐτὰς κωλῦσαι, μὴ βουληθέντι δὲ, ηὐχαρίστησας. Οὔτε γὰρ ἀγαθός τίς ἐστι χωρὶς ἁμαρτίας, οὔτε κακός τίς ἐστι χωρὶς δικαιοσύνης· ἀμφοτέροις δὲ ἀμοιβὴ καὶ ἀντίδοσις. Ἐὰν ᾖ τις δίκαιος καὶ φαῦλον ἐργάσηταί τι, καὶ νοσήσῃ, καὶ τιμωρίᾳ παραδοθῇ, μὴ θορυβηθῇς, ἀλλ' εἰπὲ, ὅτι Οὗτος
ὁ δίκαιος μικρὸν πώποτε κακὸν ἐποίησε, καὶ ἀπολαμβάνει ὧδε, ἵνα ἐκεῖ μὴ κολασθῇ. Πάλιν ἐὰν ἴδῃς ἁμαρτωλὸν ἁρπάζοντα, πλεονεκτοῦντα, εὐθηνούμενον, μυρία ποιοῦντα κακὰ, μηδὲ οὕτως θο 63.652 ρυβηθῇς, ἀλλ' εἰπέ· Οὗτος ὁ ἁμαρτωλὸς ὁ μυρία κακὰ ποιῶν, ποτέ τι ἀγαθὸν ἐποίησε, καὶ ἀπολαμβάνει ὧδε τὰ ἀγαθὰ, ἵνα μὴ μισθὸν ἐκεῖ ἀπαιτήσῃ. Τοῦτο δὲ καὶ ἐπὶ τοῦ Λαζάρου ἔστιν ἰδεῖν. Ἐπειδὴ συνέβαινε καὶ αὐτὸν ἔχειν τινὰ ἁμαρτήματα, καὶ τὸν πλούσιον πάλιν τι ἔχειν ἀγαθὸν, ἄκουσον τί φησιν ὁ Ἀβραάμ· Ἀπέλαβες τὰ ἀγαθά σου ἐκεῖ, καὶ Λάζαρος τὰ κακὰ αὐτοῦ. Ὁποῖα; ἐποίησάς τι ἀγαθόν; ἀπέλαβες ἀντ' ἐκείνου τὸν πλοῦτον, τὴν ὑγίειαν, τὴν τρυφὴν, τὴν δυναστείαν, τὴν τιμὴν, καὶ οὐδέν σοι κεχρεώστηται. Τί οὖν ὁ Λάζαρος; οὐδὲν ἥμαρτε; Ναί· διὰ τοῦτο λέγει, Καὶ Λάζαρος τὰ κακὰ αὐτοῦ· ὅτε γὰρ σὺ τὰ ἀγαθά σου ἀπελάμβανες, τότε καὶ ὁ Λάζαρος τὰ κακά. Ὥστε ὅταν ἴδῃς δίκαιον κολαζόμενον, μακάριζε αὐτὸν καὶ λέγε· Οὗτος ὁ δίκαιος ἁμαρτίαν τινὰ ἔχει, καὶ ἀπολαμβάνει αὐτὴν, καὶ ἀπέρχεται ἐκεῖ καθαρός· εἰ δὲ πλέον τῶν ἁμαρτημάτων κολάζεται, προσθήκη δικαιοσύνης αὐτῷ λογίζεται. Καὶ πρόσεχε ᾧ λέγω· Ὁ Ἰὼβ δίκαιος ἦν, ἄμεμπτος, ἀληθινὸς, θεοσεβής· καὶ ἐκολάσθη αὐτῷ τὸ σῶμα ὧδε, ἵνα ἐκεῖ μισθὸν ἀπαιτήσῃ. Φησὶ γὰρ ὁ Θεὸς πρὸς αὐτόν· Οὐκ ἄλλως σοι οἴει με κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος; Ἆρα οὖν μήτι παρέτρεψε τὸν ἅγιον ἐκεῖνον Ἰὼβ ἡ τῆς γυναικὸς συμβουλή; τοὐναντίον μὲν οὖν μᾶλλον ἐποίησε, καὶ ἐπτέρωσε μειζόνως αὐτὸν, ὡς καὶ ἐπιτιμῆσαι τῇ γυναικί. Ἡρεῖτο γὰρ μᾶλλον ὀδυνᾶσθαι καὶ ταλαιπωρεῖσθαι, καὶ μυρία πάσχειν δεινὰ, ἢ μετὰ βλασφημίας ἀπαλλαγήν τινα τῶν τοσούτων εὑρέσθαι κακῶν. Ἀλλ' οἱ πολλοὶ τῶν ἀνθρώπων ἐπειδὰν ἀῤῥωστίᾳ τινὶ περιπέσωσι, βλασφημοῦσιν εὐθέως, καὶ τὸν μὲν πόνον ὑφίστανται τοῦ νοσήματος· τοῦ κέρδους δὲ τοῦ ἐξ αὐτοῦ διὰ τῆς ὑπομονῆς ἀποστεροῦνται. Τί ποιεῖς, ἄνθρωπε; τὸν εὐεργέτην καὶ σωτῆρα καὶ προστάτην καὶ κηδεμόνα βλασφημεῖς; οὐκ αἰσθάνῃ κατὰ κρημνοῦ φερόμενος, καὶ εἰς βάραθρον σαυτὸν ἐμβάλλων ἀπωλείας ἐσχάτης; ∆ιὰ γὰρ τοῦτο ὁ διάβολος μυρία ἐπάγει δεινὰ, ἵνα εἰς ἐκεῖνό σε κατ 63.653 αγάγῃ τὸ βάραθρον· κἂν μὲν ἴδῃ βλασφημοῦντα, ῥᾳδίως αὔξει τὴν ἀλγηδόνα καὶ μείζονα ποιεῖ, ἵνα κεντούμενος ἀποδυσπετήσῃς πάλιν· ἂν δὲ ἴδῃ γενναίως φέροντα, καὶ ὅσῳ τὸ πάθος ἐπιτείνεται, τοσούτῳ μᾶλλον εὐχαριστοῦντα τῷ Θεῷ, ἀφίσταται εὐθέως, ὡς εἰκῆ καὶ μάτην παρεδρεύων λοιπόν. Τίνος γὰρ ἕνεκεν δυσχεραίνεις, ἄνθρωπε, καὶ βλασφημεῖς, καὶ εἴ τινι τῶν ἀδοκήτων περιπέσοις ποτέ; Μὴ γὰρ ἐὰν βλασφημήσῃς, κουφότερον τὸ πάθος ποιεῖς; ἐπιτείνεις μὲν οὖν αὐτὸ, καὶ χαλεπωτέραν ἐργάζῃ μάλιστα τὴν ὀδύνην. Ἀλλ' οὐ δύνασαι σιγᾷν, ὑπὸ τῆς ὀδύνης κεντούμενος; Ἀλλ' ἀντὶ τῆς βλασφημίας εὐχαρίστησον, εὐφήμησον, δόξασον τὸν Θεόν. Ἂν μὲν γὰρ βλασφημήσῃς, καὶ τὴν τοῦ Θεοῦ συμμαχίαν ἀπεκρούσω, καὶ σφοδρότερον εἰργάσω κατὰ σοῦ τὸν διάβολον· ἂν δὲ εὐχαριστήσῃς, τάς τε ἐπιβουλὰς ἀπεκρούσω τὰς τοῦ πονηροῦ δαίμονος, καὶ τὴν τοῦ κηδεμόνος Θεοῦ θεραπείαν πρὸς ἑαυτὸν ἐπεσπάσω. Ἀλλ' ὑπὸ τῆς συνηθείας ὁρμᾷ πολλάκις ἡ γλῶσσα τὸ πονηρὸν ἐκεῖνο φθέγξασθαι ῥῆμα; Ἀλλ' ἐπειδὰν ὁρμήσῃ, πρὶν ἢ τὸ ῥῆμα ἐξενεγκεῖν, κατάδακε τοῖς ὀδοῦσιν αὐτὴν πάντοθεν σφοδρῶς. Βέλτιον αὐτὴν αἷμα ῥέειν νῦν, ἢ κατ' ἐκείνην τὴν ἡμέραν σταγόνος ἐπιθυμοῦσαν, μὴ δυνηθῆναι τῆς παραμυθίας τυχεῖν, ὡς ἐπὶ τοῦ πλουσίου· βέλτιον αὐτὴν πρόσκαιρον ὑπομεῖναι πόνον, ἢ διηνεκῆ καὶ ἀθάνατα τηγανίζεσθαι τότε. Ὅταν οὖν νόσῳ περιπέσῃς χαλεπῇ, καὶ πολλοὶ παραγίνωνται ἀναγκάζοντες, οἱ μὲν ἐπῳδαῖς, οἱ δὲ περιάμμασιν, οἱ δὲ ἑτέροις τισὶ παραμυθήσασθαι τὸ κακὸν, σὺ δὲ διὰ τὸν τοῦ Θεοῦ φόβον ἐνέγκῃς γενναίως τὸν ἐκ τῆς νόσου πόνον καὶ ἀκλινῶς, καὶ πάντα ἂν ἕλῃ παθεῖν ἢ ὑποστῆναί τι τῶν τοιούτων πρᾶξαι· τοῦτό σοι μαρτυρίου στέφανον φέρει. Καὶ μὴ ἀμφίβαλλε· καθάπερ γὰρ ἐκεῖνος τὰς ἀπὸ τῶν βασάνων ὀδύνας φέρει γενναίως, ὥστε μὴ προσκυνῆσαι τὸ εἴδωλον· οὕτω καὶ σὺ τὰς ἀπὸ τῆς νόσου φέρεις ἀλγηδόνας, ὥστε μηδενὸς δεηθῆναι τῶν παρ' ἐκείνου, μηδὲ πρᾶξαι
ἅπερ ἐπιτάττει. Ἀλλὰ σφοδρότεραι ἐκεῖναι; ἀλλ' αὗται μακρότεραι· ὥστε εἰς ἴσον καταλήγει, πολλάκις δὲ καὶ σφοδρότερον. Ὅταν γὰρ καύσων ἔνδον ἐνοχλῇ καὶ φλέγῃ, καὶ τῶν ἄλλων παραινούντων ἀποσείσῃ τὴν ἐπῳδὴν, οὐχὶ μαρτυρίου στέφανον ἀνεδήσω; Ὅταν γὰρ ἐκβάλλῃς τοὺς ἐπῳδοὺς μετὰ πολλῆς τῆς ὕβρεως ἐκ τῆς οἰκίας, πάντες ἀκούσαντες ἐπαινέσονται καὶ θαυμάσονται, καὶ πρὸς ἀλλήλους ἐροῦσιν· Ὁ δεῖνα ἀῤῥωστῶν, μυρία παρακαλούντων τινῶν καὶ παραινούντων καὶ συμβουλευόντων ἐπῳδαῖς χρήσασθαι μαγικαῖς τισιν, οὐ προσήκατο, ἀλλ' εἶπεν· Βέλτιον ἀποθανεῖν οὕτως, ἢ προδοῦναι τὴν εὐσέβειαν. Εἰ δὲ ἐνταῦθα τοσοῦτοι οἱ ἔπαινοι, ἐννόησον πηλίκους ἐκεῖ λήψῃ στεφάνους, ὅταν τῶν ἀγγέλων παρόντων, τῶν ἀρχαγγέλων, παρελθὼν ὁ Χριστὸς καὶ τῆς χειρός σου λαβόμενος, εἰς μέσον περιαγάγῃ τὸ θέατρον ἐκεῖνο, καὶ πάντων ἀκουόντων, εἴπῃ· Οὗτος ὁ ἄνθρωπος πυρετῷ ποτε ληφθεὶς, μυρίων αὐτῷ παραινούντων ἀπαλλαγῆναι τοῦ πυρετοῦ, διὰ τὸ ὄνομα τὸ ἐμὸν καὶ τὸν φόβον τὸν εἰς ἐμὲ, ἵνα ἐν μηδενὶ προσκρούσῃ, διώσατο καὶ ἠτίμωσε τοὺς ὑπισχνουμένους αὐτὸν θεραπεύειν τούτῳ τῷ τρόπῳ, καὶ εἵλετο μᾶλλον ἐναποθανεῖν τῷ νοσήματι, ἢ προδοῦναι τὴν εἰς ἐμὲ εὔνοιαν. Εἰ γὰρ τοὺς ποτίσαντας αὐτὸν καὶ θρέψαντας καὶ ἐνδύσαντας εἰς μέσον παράγει, πολλῷ μᾶλλον τοὺς δι' αὐτὸν ἑλομένους ἀνέχεσθαι πυρετόν. Οὐ γάρ ἐστιν 63.654 ἴσον δοῦναι ἄρτον καὶ ἱμάτιον, καὶ νόσον μακρὰν ὑπομένειν, ἀλλὰ πολλῷ μεῖζον τοῦτο ἐκείνου· οὕτω καὶ ὁ στέφανος ἔσται λαμπρότερος. Ταῦτα καὶ ὑγιαίνοντες μελετῶμεν, καὶ πρὸς ἀλλήλους λέγωμεν. Ἀναμνήσθητι τοῦ μακαρίου Τιμοθέου, ὅτι οὐδέποτε ἐκ τῆς ἀῤῥωστίας ἀνέπνευσεν, ἀλλὰ σύντροφος ἦν διηνεκεῖ τῷ σώματι. Εἰ δὲ ὁ δίκαιος καὶ ἅγιος ἐκεῖνος, καὶ τὴν τῆς οἰκουμένης προστασίαν ἐγκεχειρισμένος, καὶ νεκροὺς ἐγείρων, καὶ δαίμονας ἐλαύνων, καὶ μυρία νοσήματα διορθωσάμενος ἐν ἑτέροις, τοσαῦτα ἔπασχε δεινὰ, τίνα ἕξεις ἀπολογίαν σὺ θορυβούμενος καὶ ἀσχάλλων ἐπὶ προσκαίροις νοσήμασι; Καὶ υἱοὶ μὲν πολλάκις πατέρων οὐδὲ δεόντως κολαζόντων αὐτοὺς, ὑπομένειν κελεύονται· σὺ δὲ οὐκ ἀνέξῃ τοῦ Θεοῦ παιδεύοντός σε, τοῦ καὶ πατέρων μᾶλλόν σε φιλοῦντος, καὶ πάντα πρὸς τὸ συμφέρον πραγματευομένου· ἀλλὰ κἂν μικρά τις γένηται νόσος, εὐθέως ἀποπηδᾷς αὐτοῦ τῆς δεσποτείας, καὶ πρὸς τοὺς δαίμονας τρέχεις; Καὶ ποίας τεύξῃ συγγνώμης; πῶς δὲ ἀπολογήσῃ τῷ Χριστῷ; πῶς αὐτὸν καλέσῃς ἐν ταῖς εὐχαῖς; ποίῳ συνειδότι λοιπὸν ἐπιβήσῃ τῆς ἐκκλησίας; ποίοις ὀφθαλμοῖς ὄψει τὸν ἱερέα; ποίᾳ χειρὶ τῆς ἱερᾶς ἅψῃ τραπέζης; ποίαις ἀκοαῖς ἀκούσῃ τῶν ἀναγινωσκομένων ἐκεῖ Γραφῶν, τοιαῦτα κατὰ σαυτοῦ πράττων παρανομήματα; πῶς δὲ δυνήσῃ τὸν Θεὸν παρακαλέσαι πάλιν; μᾶλλον δὲ οὐδὲ ἕτερος, κἂν τὴν Μωϋσέως σχῇ παῤῥησίαν, δυνήσεται περὶ σοῦ δεηθῆναι. Ἢ οὐκ ἀκούεις τί περὶ τῶν Ἰουδαίων φησὶ πρὸς τὸν Ἱερεμίαν; Μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου· ὅτι ἂν στῇ Μωϋσῆς καὶ Σαμουὴλ, οὐκ εἰσακούσομαι αὐτῶν. Καὶ καθάπερ οἱ ἀνδραποδισταὶ πλακοῦντας καὶ τρωγάλια καὶ ἕτερά τινα τοιαῦτα πολλάκις τοῖς μικροῖς προτεινόμενοι παιδίοις, καὶ δελεάζοντες τῆς ἐλευθερίας αὐτὰ καὶ τῆς ζωῆς ἀποστεροῦσιν αὐτῆς· οὕτω δὴ καὶ οἱ γόητες, μέλους ὑπισχνούμενοι θεραπείαν, ὅλην τῆς ψυχῆς καταποντίζουσι τὴν σωτηρίαν. Πολλοὶ δὲ τῶν εἰς ἐσχάτην ἀλογίαν ἐκπεπτωκότων, οὐ μόνον πλοῦτον καὶ δυναστείαν καὶ ὅσα τοιαῦτα παρὰ τοῦ Θεοῦ τῶν ὅλων αἰτοῦσιν, ἀλλὰ καὶ τοῖς ἐχθροῖς ἐπαρῶνται, καί τινα τιμωρίαν ἐπενεχθῆναι αὐτοῖς ἱκετεύουσι· καὶ ὃν ἑαυτοῖς ἥμερον εἶναι καὶ φιλάνθρωπον εὔχονται, τοῦτον τοῖς ἐχθροῖς ἀνήμερον γενέσθαι καὶ ἀπάνθρωπον βούλονται. Καὶ τὸν μὲν κυβερνήτην οἱ πλέοντες οὐ κελεύουσι τοιῶσδε κατέχειν τοὺς οἴακας καὶ τὸ σκάφος ἰθύνειν, ἀλλ' ἐπὶ τῶν καταστρωμάτων καθήμενοι τῆς ἐκείνου ἐπιστήμης ἀνέχονται, οὐ μόνον ἐξ οὐρίας φερομένης τῆς νηὸς, ἀλλὰ καὶ τὸν ἔσχατον κίνδυνον ἀπειλούσης· τῷ Θεῷ δὲ μόνῳ τῷ τὰ συμφέροντα ἡμῖν ἀκριβῶς οἰκονομοῦντι παραχωρεῖν οὐκ ἀνέχονται, ἀῤῥώστῳ ἐοικότες τῷ τὸν ἰατρὸν δοῦναι αὐτῷ
παρακαλοῦντι, οὐχ ὅσα λύει τὴν νόσον, ἀλλ' ὅσα τρέφει τὴν ὕλην τὴν τῆς νόσου μητέρα. Ἀλλ' οὐκ ἀνέξεται ὁ ἰατρὸς τῆς τοῦ κάμνοντος ἱκεσίας, ἀλλὰ κἂν δακρύοντα ἴδῃ καὶ ὀλοφυρόμενον, τῷ νόμῳ τῆς τέχνης ἀκολουθεῖ μᾶλλον, ἢ τοῖς τούτου δάκρυσιν ἐπικάμπτεται· καὶ τὴν ἀπείθειαν οὐκ ἀπανθρωπίαν, ἀλλὰ φιλανθρωπίαν ὀνομάζομεν· πειθόμενος γὰρ τῷ νοσοῦντι, καὶ τὰ πρὸς ἡδονὴν χαριζόμενος, τὰ πολεμίων εἰς αὐτὸν ἐργάζεται· ἀντιτείνων δὲ καὶ τῇ ἐπιθυμίᾳ μαχόμενος τῇ ἐκείνου, ἐλέῳ κέχρηται ταὶ φιλανθρωπίᾳ. Ἀλλὰ καὶ οἱ φιλόστοργοι πατέρες τοῖς κομιδῇ νηπίοις μαχαίρας ἐπιζητοῦσιν, ἢ πυρὸς ἄνθρακας, οὐδαμῶς ὀρέγειν ἀνέχονται· ἴσασι γὰρ σαφῶς βλαβερὰν οὖσαν αὐτοῖς 63.655 τὴν τούτων ἐπίδοσιν. Οὕτω καὶ ὁ Θεὸς τοῖς αἰτοῦσιν ὡς ὠφέλιμα τὰ ὀλέθρια οὐκ ἀνέχεται δοῦναι, ὡς εἰς βλάβην αὐτοῖς γινώσκων ἐσόμενα. Οἶμαι καὶ τοὺς ἀρχαίους τῶν ἰατρῶν οὐχ ἁπλῶς οὐδὲ ἀλόγως νομοθετῆσαι, δημοσιεύεσθαι τὴν τῶν ποικίλων ἐργαλείων ἐπίδειξιν, ἀλλ' ἵνα τοὺς ὑγιαίνοντας ἀσφαλίζωνται, προδεικνύντες αὐτοῖς, ὁπόσων ἀτακτοῦντες δεήσονται. Τὸν Χριστὸν τοίνυν καὶ γεέννης φοβερώτερον ἡμῖν εἶναι δεῖ, καὶ βασιλείας ποθεινότερον· κἂν νοσήσωμεν, βέλτιον ἐν ταῖς ἀῤῥωστίαις μεῖναι ἢ διὰ τὴν ἀπαλλαγὴν τῆς ἀσθενείας εἰς ἀσέβειαν καταπεσεῖν. Κἂν γὰρ θεραπεύσῃ γόης, μεῖζον κατέβλαψεν ἢ ὠφέλησεν· ὠφέλησε μὲν γὰρ πολλάκις τὸ σῶμα, τὸ πάντως ἀποθανούμενον μικρὸν ὕστερον καὶ σήπεσθαι μέλλον, κατέβλαψε δὲ τὴν ψυχὴν τὴν ἀθάνατον. Τὸν γὰρ οὐκ ἰατρὸν βέλτιον μηδὲ ἔχειν φάρμακα· ὁ μὲν οὖν μὴ ἔχων οὔτε σώζει, οὔτε ἀπόλλυσιν, ὁ δὲ ἔχων ἀπόλλυσιν, οὐκ εἰδὼς ὅπως χρήσεται· ἐπειδὴ οὐκ ἐν τῇ φύσει τῶν φαρμάκων ἐστὶν ἡ σωτηρία μόνον, ἀλλὰ καὶ ἐν τῇ τέχνῃ τοῦ προσάγοντος. Οὐκ ἄρα τὸ ὄνομα ἔχειν ἰατροῦ, ἰατρόν ἐστιν εἶναι. Ἤκουσας τὰ περὶ τοῦ Λαζάρου, πῶς λιμῷ καὶ νόσῳ καὶ ἐρημίᾳ πάντα τὸν αὑτοῦ χρόνον ἐπάλαισεν, ὡς καὶ αὐτὴν τὴν ζωὴν καταλῦσαι ἐν τῷ τοῦ πλουσίου πυλῶνι, καταφρονούμενος, λιμώττων, τοῖς κυσὶ βορὰ προκείμενος; Οὕτω γὰρ αὐτοῦ τὸ σῶμα παρεῖτο, ὡς μηδὲ τοὺς κύνας ἀποσοβεῖν δύνασθαι ἐπιόντας, καὶ τὰ τραύματα λιχμωμένους· ἀλλ' ὅμως οὐκ ἐπῳδὸν ἐζήτησεν, οὐ πέταλα περιῆψεν, οὐ μαγγανείας ἐκίνησεν, οὐ γόητας πρὸς ἑαυτὸν ἐκάλεσεν, οὐκ ἄλλο τι τῶν κεκωλυμένων ἐποίησεν· ἀλλ' εἵλετο μᾶλλον ἐναποθανεῖν τοῖς κακοῖς ἐκείνοις, ἢ τῆς εὐσεβείας μικρόν τι προδοῦναι μέρος. Τίνα οὖν ἕξομεν συγγνώμην ἡμεῖς, τοσαῦτα πάσχοντος ἐκείνου δεινὰ καὶ καρτεροῦντος, εἰ διὰ πυρετὸν ἢ τραύματα φαρμακοὺς καὶ γόητας εἰς τὰς οἰκίας καλοῦμεν τὰς ἑαυτῶν; Πολλοὶ μὲν γὰρ πολλάκις ἀῤῥωστοῦσιν, ἀλλὰ τῆς ἀναγκαίας εὐποροῦσι τροφῆς· ἄλλοι πενίᾳ συζῶσιν ἐσχάτῃ, ἀλλ' ὑγείας ἀπολαύουσιν· ὁ δὲ Λάζαρος οὕτως ἦν ἐξησθενηκὼς, ὡς μηδὲ τοὺς κύνας ἀποσοβῆσαι δύνασθαι, ἀλλὰ νεκρὸς ἔμψυχος ἔκειτο, ἐπιόντας μὲν αὐτοὺς θεωρῶν, ἀμύνασθαι δὲ οὐκ ἰσχύων· οὕτως αὐτῷ τὰ μέλη παρεῖτο, οὕτω τεταρίχευτο τῇ ἀῤῥωστίᾳ, οὕτω δεδαπάνητο τῷ πειρασμῷ. Εἰ δὲ καθ' ἑαυτὸ τούτων ἕκαστον ἀφόρητον καὶ δεινὸν, ὅταν ὁμοῦ συμπεπλεγμένα ᾖ, πῶς οὐκ ἀδάμας τις ἦν ὁ ταῦτα ὑπομένων; Εἰ μὲν γὰρ ἐπὶ τῆς ἐρήμου καὶ τῆς ἀοικήτου κείμενος ταῦτα ἔπασχε, καὶ παρεωρᾶτο, οὐκ ἂν οὕτως ἤλγησε· τὸ γὰρ μηδένα παρεῖναι καὶ ἄκοντα φέρειν ἔπειθε τὰ συμβαίνοντα· τὸ δὲ ἐν μέσῳ τοσούτων κείμενον καὶ εὐημερούντων παρὰ μηδενὸς μηδὲ τῆς τυχούσης ἐπιμελείας τυγχάνειν, δριμυτέραν ἐποίει τῶν ὀδυνῶν γίνεσθαι τὴν αἴσθησιν. Ἐννόησον οἷον εἰκὸς αὐτὸν εἶναι ὁρῶντα παρασίτους, κόλακας, καταβαίνοντας, ἀναβαίνοντας, ἐξιόντας, εἰσιόντας, θορυβοῦντας, μεθύοντας. Ἡμεῖς μὲν γὰρ, κἂν μυρία πάθωμεν δεινὰ, ἀλλ' ἔχομεν πρὸς ἐκεῖνον ἰδόντες, ἱκανὴν 63.656 δέχεσθαι παράκλησιν· τὸ γὰρ κοινωνοὺς εὑρίσκειν τῶν οἰκείων κακῶν, πολλὴν φέρει τοῖς ὀδυνωμένοις παράκλησιν· ἐκεῖνος δὲ οὐδένα ἕτερον εἶχεν ἰδεῖν τὸν τὰ αὐτὰ αὐτῷ παθόντα, ἀλλὰ καὶ μέχρι τοῦ παρόντος βίου τὰ παρόντα ἐνόμιζε συγκεκλεῖσθαι πράγματα· τῶν γὰρ πρὸ τῆς χάριτος ἦν. Εἰ δὲ νῦν ἐφ' ἡμῶν μετὰ τοσαύτην θεογνωσίαν, καὶ τὰς χρηστὰς τῆς
ἀναστάσεως ἐλπίδας, καὶ τὰ ἡτοιμασμένα τοῖς κατορθοῦσιν ἀγαθὰ, οὕτω μικροψύχως τινὲς διάκεινται, ὡς μηδὲ ταύταις διορθοῦσθαι ταῖς προσδοκίαις· τί πάσχειν ἐκεῖνον εἰκὸς ἦν; Ζηλώσωμεν τὸν Λάζαρον καὶ πλούσιοι καὶ πένητες. Οὐ γὰρ ἕνα καὶ δύο καὶ τρεῖς μόνον, ἀλλὰ καὶ πολλῷ πλείους ἄθλους ἀρετῆς ὑπέμεινε, τὴν πενίαν, τὴν ἐρημίαν τῶν προστησομένων, τὴν ἀῤῥωστίαν, τὸ μὴ μέχρι δύο καὶ τριῶν ἡμερῶν, ἀλλὰ διὰ παντὸς τοῦ βίου, καὶ ἑαυτὸν ἐν τούτοις, καὶ τὸν πλούσιον ἐν τοῖς ἐναντίοις ὁρᾷν· τὸ μὴ πρὸς Λάζαρον ἕτερον ἔχειν ἰδεῖν, τὸ μηδὲν περὶ ἀναστάσεως δύνασθαι φιλοσοφεῖν, τὸ μετὰ τῶν εἰρημένων κακῶν καὶ πονηρὰν παρὰ τοῖς πολλοῖς ἔχειν ὑπόληψιν ἀπὸ τῶν συμφορῶν ἐκείνων. Τίνα οὖν ἕξομεν ἀπολογίαν, εἰ τούτου πάντα ὁμοῦ τὰ δεινὰ μετὰ τοσαύτης φέροντος ἀνδρείας, ἡμεῖς μηδὲ τὰ ἡμίση τούτου οἴσομεν; Οὐ γὰρ ἔχεις, οὐκ ἔχεις δεῖξαι οὐδὲ εἰπεῖν ἄλλον τινὰ τοσαῦτα καὶ τοιαῦτα πεπονθότα κακά. ∆ιὰ γὰρ τοῦτο αὐτὸν καὶ εἰς μέσον προὔθηκεν ὁ Χριστὸς, ἵνα, ὅπουπερ ἂν ἐμπέσωμεν τῶν δεινῶν, ὁρῶντες παρὰ τούτῳ τὴν ὑπερβολὴν οὖσαν, ἱκανὴν ἐκ τῆς ἐκείνου φιλοσοφίας ἀναλάβωμεν παράκλησιν καὶ παραμυθίαν. Κοινὸς γὰρ τῆς οἰκουμένης διδάσκαλος πρόκειται, τοῖς ὁτιοῦν πάσχουσι δεινὸν πρὸς αὐτὸν παρέχων πᾶσιν ὁρᾷν, καὶ πάντας νικῶν τῇ τῶν οἰκείων κακῶν ὑπερβολῇ. Καὶ γὰρ οἱ σοφοὶ τῶν ἰατρῶν, ὅταν σεσηπότα μέλλωσι τέμνειν μέλη, ἢ λίθους τοῖς πόροις ἐναπεσφηνωμένους ἐξέλκειν, ἢ ἄλλο τι τῆς φύσεως ἁμάρτημα διορθοῦν, οὐκ εἰς γωνίαν λαβόντες τὸν κάμνοντα τοῦτο ποιοῦσιν, ἀλλ' ἐν μέσαις αὐτὸν προθέντες ταῖς ἀγοραῖς, καὶ θέατρον ἐκ τῶν παριόντων περιστήσαντες, οὕτως ἐπάγουσι τὴν τομήν. Ποιοῦσι δὲ τοῦτο, οὐχὶ τὰς ἀνθρωπίνας ἐκπομπεύειν βουλόμενοι συμφορὰς, ἀλλὰ τοὺς ὁρῶντας ἐν ἀλλοτρίοις παιδεύοντες σώμασι, πολλὴν τῆς οἰκείας ὑγείας ποιεῖσθαι τὴν πρόνοιαν. Ὅταν οὖν ἴδῃς δίκαιον στενοχωρούμενον, κακουχούμενον, ἐν ἀῤῥωστίᾳ καὶ μυρίοις ἑτέροις δεινοῖς τὸν παρόντα βίον καταλύσαντα, εἰπὲ πρὸς ἑαυτὸν, ὅτι εἰ μὴ ἀνάστασις ἦν καὶ κρίσις, οὐκ ἂν ὁ Θεὸς τοσαῦτα δι' αὐτὸν πεπονθότα κακὰ ἀφῆκε, μηδενὸς ἀπολαύσαντα ἀγαθοῦ, ἀπελθεῖν ἐντεῦθεν. Ὅθεν δῆλον, ὅτι ἑτέραν αὐτοῖς ἡτοίμασε ζωὴν, ἡδίω τῆς παρούσης καὶ ἀνεκτοτέραν πολλῷ. Ἐπεὶ πῶς ἂν ἔχοι λόγον, ὅτι τῶν μὲν πονηρῶν εἴασε πολλοὺς τρυφᾷν κατὰ τὸν παρόντα βίον, τῶν δὲ δικαίων πολλοὺς ἐν μυρίοις ἀφίησι κακοῖς, δίκαιος ὢν καὶ ὀνομαζόμενος, καὶ δικαίως ἑκάστῳ κατὰ τὴν ἀξίαν ἀποδιδόναι εἰδώς; Ὧ πρέπει δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων Ἀμήν.
0 σχόλια :
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.