Βουλόμενος ὁ φιλάνθρωπος Θεὸς ἡμῶν συνδῆσαι πάντας ἀλλήλοις, ἀγαπητοὶ, τοιαύτην τοῖς πράγμασιν ἐνέθηκεν ἀνάγκην, ὡς ἐν τῷ τοῦ πλησίον συμφέροντι τὸ τοῦ ἑτέρου δεδέσθαι. Καὶ γὰρ ὁ γεωργὸς οὐ τοσοῦτον σπείρει σῖτον, ὅσον ἀρκέσαι ἑαυτῷ, ἐπεὶ πάλαι καὶ ἑαυτὸν καὶ τοὺς ἄλλους ἀπώλεσεν ἄν· καὶ ὁ στρατιώτης οὐχ ἵνα ἑαυτὸν διασώσῃ, παρατάττεται πρὸς κινδύνους, ἀλλ' ἵνα καὶ τὰς πόλεις ἐν ἀσφαλείᾳ καταστήσῃ· καὶ ὁ ἔμπορος οὐ τοσαῦτα κομίζει ὅσα αὐτῷ μόνῳ ἀρκέσαι, ἀλλ' ὅσα καὶ ἑτέροις πολλοῖς. Ἐπειδὴ γὰρ ἑτέρως οὐκ ἠνείχοντο ἄνθρωποι τὰ τοῦ πλησίον ζητεῖν, εἰ μὴ εἰς ταύτην καταστήσειεν τὴν ἀνάγκην, διὰ τοῦτο οὕτως αὐτὰ συνέζευξεν ὁ Θεὸς, καὶ οὐκ ἀφίησι πρότερον ἐπὶ τὸ οἰκεῖον συμφέρον ἐλθεῖν μὴ διὰ τῶν ἀλλοτρίων συμφερόντων ὁδεύσαντας.
Μέγα ἀγαθὸν ἡ εὐχὴ, ἐὰν μετὰ διανοίας εὐχαρίστου γίνηται, ἐὰν παιδεύσωμεν ἑαυτοὺς, μὴ μόνον λαμβάνοντες, ἀλλὰ καὶ μὴ λαμβάνοντες, εὐχαριστεῖν τῷ Θεῷ. Καὶ γὰρ ποτὲ μὲν δίδωσι, ποτὲ δὲ οὐ δίδωσιν, ἀμφότερα χρησίμως· ὥστε κἂν λάβῃς, κἂν μὴ λάβῃς, ἔλαβες ἐν τῷ μὴ λαβεῖν· κἂν ἐπιτύχῃς, κἂν μὴ ἐπιτύχῃς, ἔτυχες ἐν τῷ μὴ ἐπιτυχεῖν. Ἔστι γὰρ ὅτε τὸ μὴ λαβεῖν λυσιτελέστερον. Εἰ γὰρ μὴ συμφέρον ἡμῖν ἦν πολλάκις τὸ μὴ λαβεῖν, πάντως ἔδωκεν ἄν· τὸ δὲ συμφερόντως ἀποτυχεῖν ἐπιτυχεῖν ἐστι. Μὴ δὴ πρὸς τὴν βραδυτῆτα τῆς τῶν αἰτουμένων δόσεως δυσχεραίνωμεν, ἀλλὰ ταύτῃ μᾶλλον πολλὴν τὴν καρτερίαν καὶ τὴν μακροθυμίαν ἐπιδεικνύμεθα.
∆ιὰ τοῦτο συνεχῶς τὸν περὶ μετανοίας κινῶ λόγον, ἵνα μήτε ὁ ἁμαρτάνων ἀπογινώσκῃ, μήτε ὁ κατορθῶν μέγα φρονῇ. ∆ίκαιος εἶ; μὴ ἐκπέσῃς· ἁμαρτωλὸς εἶ; μὴ ἀπογνῷς· κἂν καθ' ἡμέραν ἁμαρτάνῃς, καθ' ἡμέραν μετανόει· ὅπερ ἐν ταῖς οἰκίαις ποιοῦμεν ταῖς παλαιαῖς, ὅταν σαθρωθῶσιν, ὑπεξαιρούμεθα τὰ σεσαθρωμένα, καὶ καινὰ ἐπισκευάζομεν, καὶ οὐδέποτε συνεχοῦς ἐπιμελείας ἀπολείπομεν. Ἐὰν παλαιωθῇς ἀπὸ τῆς ἁμαρτίας, ἀνακαίνισον σαυτὸν ὑπὸ τῆς μετανοίας. Καὶ ἔνι, φησὶ, μετανοήσαντα σωθῆναι; Καὶ πάνυ ἔνι. Πάντα τὸν βίον ἐν ἁμαρτίαις διέτριψα, καὶ ἐὰν μετανοήσω, σώζομαι; Καὶ πάνυ.
Βούλει μαθεῖν ὅσος κόσμος ἀνθρώποις ἡ νηστεία; ὅση ἀσφάλεια καὶ φυλακή; ἐννόησόν μοι τὸ μακάριον καὶ θαυμαστὸν γένος τῶν μοναζόντων. Οὗτοι γὰρ τοὺς ἐν μέσῳ θορύβους φυγόντες, καὶ πρὸς τὰς κορυφὰς τῶν ὀρέων ἀναδραμόντες, καὶ τὰς καλύβας ἐν τῇ τῆς ἐρημίας ἡσυχίᾳ καθάπερ ἐν εὐδιεινῷ τινι λιμένι πηξάμενοι, ταύτην συνέμπορον καὶ συγκοινωνὸν τοῦ βίου 63.596 παντὸς ἔλαβον. ∆ιὰ τοῦτο ἀγγέλους αὐτοὺς ἐξ ἀνθρώπων ἐποίησεν· οὐκ ἐκείνους δὲ μόνον, ἀλλὰ καὶ ἐν ταῖς πόλεσιν ὅσους ἂν εὕρῃ προσιεμένους αὐτὴν, πρὸς τὸ αὐτὸ τῆς φιλοσοφίας ὕψος ἀνάγει. Ἐκείνη καὶ νῦν ἡμᾶς πρὸς τὸν πατρῷον συνήγαγεν οἶκον· ἐκείνη καὶ τοὺς πρὸ τούτου ῥᾳθυμοτέρους σήμερον
Οἱ πολλοὶ τῶν ἀνθρώπων ὅταν πλουτῶσιν, ὅταν εὐδοκιμῶσιν, ὅταν αὐτοῖς κατὰ ῥοῦν ἅπαντα φέρηται, ὅταν τῶν ἐχθρῶν κρατῶσι, τότε μεμνῆσθαι νομίζουσιν αὐτῶν τὸν Θεόν· διὰ τοῦτο οὔτε, ὅταν αὐτῶν ἐπιλανθάνηται, ἴσασιν. Οἱ γὰρ τῆς μνήμης τὸ σημεῖον οὐκ εἰδότες, οὐδὲ τὸ τῆς λήθης ἐπίστανται. Μνήμην γὰρ οὐδὲν οὕτω ποιεῖ παρὰ τῷ Θεῷ, ὡς τὸ τῆς ἀρετῆς ἐπιμελεῖσθαι· ὥσπερ οὖν λήθην οὐδὲν ἕτερον, ἢ τὸ ἐν ἁμαρτίαις εἶναι. Καὶ σὺ τοίνυν ὅταν ἐν συμφοραῖς ᾖς, ἄνθρωπε, μὴ λέγε, ὅτι Ἐπελάθετό μου ὁ Θεὸς, ἀλλ' ὅταν ἐν ἁμαρτίαις ᾖς, κἂν πάντα σοι κατὰ ῥοῦν φέρηται, τότε μᾶλλον.
Πρῴην μὲν ἐνεκαλοῦμεν τοῖς καταλιμπάνουσι τὴν εὐχὴν, καὶ κατὰ τὸν καιρὸν ἐκεῖνον ἔξω τῆς ἐκκλησίας διατρίβουσι· νυνὶ δὲ τοῖς ἔνδον οὖσιν ἐγκαλέσαι βούλομαι, οὐχ ὅτι μένουσιν ἔνδον, ἀλλ' ὅτι μένοντες, τῶν ἔξω διατριβόντων οὐδὲν ἄμεινον διάκεινται, κατὰ τὸν φρικωδέστατον ἐκεῖνον καιρὸν ἀλλήλοις διαλεγόμενοι, καὶ τῶν θείων ὑπερορῶντες λογίων. Τί ποιεῖς, ἄνθρωπε; ὁρᾷς τοσούτους δεσμώτας ἀπὸ τῶν ἀδελφῶν τῶν σῶν ἑστηκότας πλησίον;
Ὅταν ἁμαρτία συμβεβλημένη ᾖ τῇ ταπεινοφροσύνῃ, οὕτω τρέχει μετ' εὐκολίας, ὡς δικαιοσύνην μετὰ ἀπονοίας οὖσαν ὑπερβῆναι καὶ προλαβεῖν· ἂν δὲ μετὰ δικαιοσύνης αὐτὴν συνάψῃς, ποῦ οὐκ ἂν ἀφίξεται; πόσους οὐ διαβήσεται οὐρανούς; παρ' αὐτὸν πάντως στήσεται τοῦ Θεοῦ τὸν θρόνον ἀνὰ μέσον τῶν ἀγγέλων μετὰ παῤῥησίας πολλῆς. Εἰ γὰρ οἱ τὰ οἰκεῖα ὁμολογοῦντες ἁμαρτήματα, τοσαύτην ἑαυτοῖς προξενοῦσι τὴν παῤῥησίαν, οἱ τὰ πολλὰ μὲν ἑαυτοῖς συν 63.616 ειδότες ἀγαθὰ, ταπεινοῦντες δὲ ἑαυτῶν τὴν ψυχὴν
Ἐοίκασιν οἱ ἔργοις κομῶντες ἀγαθοῖς, καὶ τὴν πρὸς τὸν Θεὸν πίστιν ἀγνοήσαντες, λειψάνοις νεκρῶν, καλὰ μὲν ἐνδεδυμένοις, αἴσθησιν δὲ τῶν καλῶν οὐκ ἔχουσι. Τί γὰρ ὄφελος ἀνθρώπῳ ψυχὴν μὲν ἔχειν νεκρὰν, τοῖς δὲ ἀγαθοῖς ἔργοις περιβεβλημένην; Τὰ ἔργα ἐπ' ἐλπίδι γίνεται ἀμοιβῆς καὶ στεφάνων· εἰ δὲ τὸν ἀγωνοθέτην ἀγνοεῖς, ὑπὲρ τίνος ἀθλεῖς; Ὥσπερ γὰρ τοῖς ἀνθρώποις προηγεῖται τὸ ζῇν, καὶ οὕτω τὸ τρέφεσθαι· οὕτω δεῖ προηγεῖσθαι ἡμῶν τῆς ζωῆς τὴν εἰς Χριστὸν ἐλπίδα, τρέφεσθαι δὲ καὶ τοῖς ἔργοις τοῖς ἀγαθοῖς. Τὸν γὰρ μὴ τρεφόμενον ἐγχωρεῖ ζῇν πολλάκις· τὸν δὲ μὴ ζῶντα οὐκ ἐγχωρεῖ τρέφεσθαι. Καὶ ἄνευ μὲν πίστεως τὸν ἐργαζόμενον ἔργα δικαιοσύνης, οὐ δυνήσῃ παραστῆσαι ζήσαντα· ἄνευ δὲ ἔργων τὸν πιστὸν δύναμαι δεῖξαι καὶ ζήσαντα καὶ βασιλείας ἀξιωθέντα.
Ὀλίγοι ἡμῖν σήμερον οἱ παραγενόμενοι. Ἄρα τί τὸ αἴτιον; μνήμην μαρτύρων ἐπιτελοῦμεν, καὶ οὐδεὶς ἡμῖν ἀπήντησεν. Ἀλλὰ τὸ διάστημα τῆς ὁδοῦ εἰς ῥᾳθυμίαν αὐτοὺς ἐνέβαλε· μᾶλλον δὲ οὐ τὸ διάστημα τῆς ὁδοῦ, ἀλλ' ἡ ῥᾳθυμία αὐτοῖς ἐνεπόδισεν. Ὥσπερ γὰρ τὸν σπουδαῖον καὶ διεγηγερμένον τῇ προαιρέσει οὐδὲν δύναται κωλῦσαι· οὕτω τὸν ῥᾴθυμον καὶ ἀναπεπτωκότα πάντα δύναται κωλῦσαι. Οἱ μάρτυρες τὸ ἴδιον αἷμα ἐξέχεον ὑπὲρ τῆς ἀληθείας· καὶ σὺ οὔτε βραχείας ὁδοῦ διάστημα καταφρονῆσαι
Τίνος ἕνεκεν οὐ τὸν ἐξ ἀρχῆς ἀπατήσαντα ἐχθρὸν ἠφάνισεν ὁ Θεός; Εἰ πρὸς βίαν ἐκράτει, φησὶν, εἶχεν ἄν τινα λόγον τὸ ζητούμενον· εἰ δὲ ταύτης μὲν ἀφῄρηται τῆς δυνάμεως, πείθει δὲ μόνον, τὸ μὴ πεισθῆναι δὲ ἐφ' ἡμῖν, τίνος ἕνεκα τῆς εὐδοκιμήσεως τὴν πρόφασιν περιαιρεῖς, καὶ τὴν τῶν στεφάνων ἐκκόπτεις ὑπόθεσιν; Καὶ ἄλλως, εἰ μὲν εἰδὼς αὐτὸν πάντων περιεσόμενον ἀφῆκεν, οὐδ' οὕτως ἄξιον ἀπορεῖν· παρ' ἡμῶν γὰρ τὸ κρατεῖν ἐκεῖνον, ἑκόντων ὑποκλινομένων, οὐ βιαζομένων· εἰ δὲ πολλοὶ μὲν οἱ ἤδη περιγενόμενοι, πολλοὶ δὲ καὶ αὖθις ἔσονται, τί τοὺς μέλλοντας εὐδοκιμεῖν τοσαύτης ἀποστερεῖς τιμῆς;
Ὅταν ἴδῃς πλουτοῦντά τινα παρ' ἀξίαν, μὴ μακαρίσῃς, μὴ ζηλωτὸν νομίσῃς, μὴ καταγνῷς τῆς τοῦ Θεοῦ προνοίας, μὴ μάτην φέρεσθαι καὶ εἰκῆ τὰ παρόντα νόμιζε· ἀναμνήσθητι τοῦ Λαζάρου καὶ τοῦ πλουσίου, πῶς ὁ μὲν πρὸς ἄκρον ἐληλάκει εὐπορίας καὶ τρυφῆς, ὠμὸς ὢν καὶ ἀπηνὴς καὶ ἀπάνθρωπος καὶ κυνῶν ἀγριώτερος ἁπάντων· καίτοι οἱ μὲν τὸν πένητα ἠλέουν καὶ ἐθεράπευον, οὐκ ὀκνοῦντες τῇ γλώττῃ ἅπτεσθαι τῶν ἑλκῶν τῶν κατὰ παντὸς τοῦ σώματος· ὁ δὲ οὐδὲ ψιχίων αὐτῷ μετεδίδου.
Βούλεσθε ἴδωμεν τίνα ἡδονὴν ὁ πλοῦτος ἔχει καὶ τίνα τιμήν; τὰς τραπέζας τῶν πλουτούντων ἐξετάσωμεν καὶ τῶν πενομένων, καὶ ἐρώμεθα τοὺς ἑστιωμένους, τίνες μάλιστά εἰσιν οἱ καθαρὰν καὶ γνησίαν καρπούμενοι ἡδονὴν, οἱ πρὸς διαμεμετρημένην τὴν ἡμέραν ἐπὶ τῶν στιβάδων κατακείμενοι, καὶ τὰ δεῖπνα τοῖς ἀρίστοις συνάπτοντες, καὶ τὴν γαστέρα διαῤῥηγνύντες, καὶ τὰς αἰσθήσεις πληροῦντες, καὶ τῷ ὑπερόγκῳ τῶν ἐδεσμάτων φορτίῳ τὸ πλοῖον καταποντίζοντες
Ὅταν ἀῤῥωστίᾳ περιπέσῃς, ἄνθρωπε, ἀναμνήσθητι τοῦ σώματος τοῦ Ἰὼβ, καὶ τῆς ἁγίας ἐκείνης σαρκός· ἁγία γὰρ ἦν καὶ καθαρὰ, καὶ τοιαῦτα ἔχουσα τραύματα. Τίς γὰρ οὕτως ἠῤῥώστησέ ποτε; τίς τοσαύτην πληγὴν ἐδέξατο, ἢ ἕτερον δεξάμενον εἶδεν; οὐκ ἔστιν οὐδεὶς, οὐκ ἔστι. Κατὰ μικρὸν αὐτῷ τὸ σῶμα ἐδαπανᾶτο, καὶ πηγὴ σκωλήκων αὐτῷ πάντοθεν ἔβρυεν ἀπὸ τῶν μελῶν, καὶ διηνεκὴς ἦν αὕτη ἡ ἐπιῤῥοὴ, καὶ πολλὴ πανταχόθεν ἡ δυσωδία, καὶ τὸ σῶμα κατὰ μικρὸν διαιρούμενον, καὶ τοιαύτῃ σηπεδόνι τηκόμενον, ἀηδῆ τὰ σιτία ἐποίει. Καὶ λιμὸς ἦν αὐτῷ ξένος καὶ παράδοξος· οὐ γὰρ διδομένης ἠδύνατο τῆς τροφῆς ἀπολαύειν· Βρόμον γὰρ, φησὶν, ὁρῶ τὰ σιτία μου. Ἀλλ' ἱκανὴν εἶχεν οὗτος παράκλησιν καὶ παραμυθίαν, φησὶ, τῷ εἰδέναι τὸν Θεὸν αὐτῷ ταῦτα ἐπάγοντα. Τοῦτο μὲν οὖν αὐτὸν μάλιστα ἐτάραττε καὶ ἐθορύβει, ὅτι τὸν δίκαιον Θεὸν, καὶ παντὶ τρόπῳ παρ' αὐτοῦ θεραπευθέντα, τοῦτον ἐνόμιζεν αὐτῷ πολεμεῖν, καὶ πρόφασίν τινα εὔλογον εὑρεῖν τῶν γινομένων οὐκ εἶχεν.
Βουλόμενος τὸν πεφυσιωμένον ἄνθρωπον καταστεῖλαι, μὴ μακροὺς κίνει λόγους, ἀλλ' ἀναμίμνησκε αὐτὸν τῆς φύσεως μόνον, καὶ ἐπιτίμα σφοδρῶς, οὑ 63.672 τωσὶ λέγων· Τί ὑπερηφανεύεται γῆ καὶ σποδός; Εἰ δὲ μετὰ τὸν θάνατον εἶναι ταῦτα λέγει, κατάστειλον αὐτὸν ζῶντα, καὶ δίδαξον ὅτι γῆ καὶ σποδός ἐστι· νῦν γὰρ οὐκ οἶδεν ὅτι ταῦτά ἐστιν. Ὁρᾷ τὴν εὐπρέ 63.673 πειαν τοῦ σώματος, ὁρᾷ τὴν δυναστείαν, τὴν θεραπείαν τῶν κολάκων, τοὺς παρασίτους ἀκολουθοῦντας· ἱμάτια περίκειται πολυτελῆ, ὄγκον ἀρχῆς
Τὴν ἀθυμίαν ἐνέθηκεν ἡμῶν ὁ Θεὸς τῇ φύσει, οὐχ ἵνα ἁπλῶς καὶ ἀκαίρως καὶ ἐν τοῖς ἐναντίοις αὐτῇ χρώμεθα πράγμασιν, οὐδ' ἵνα φθείρωμεν ἑαυτοὺς, 63.686 ἀλλ' ἵνα τὰ μέγιστα κερδάνωμεν ἐξ αὐτῆς. Καιρὸς γὰρ ἀθυμίας, οὐχ ὅταν πάσχωμεν κακῶς, ἀλλ' ὅταν δρῶμεν κακῶς. Ἡμεῖς δὲ τὴν τάξιν ἀντεστρέψαμεν, καὶ τοὺς καιροὺς ἀντηλλαξάμεθα· καὶ ποιοῦντες μὲν μυρία κακὰ, οὐδὲ πρὸς τὸ βραχὺ συστελλόμεθα· ἂν δὲ μικρόν τι παρά τινος πάθωμεν, καταπίπτομεν, καὶ ἰλιγγιῶμεν, καὶ ἀπαλλαγῆναι τοῦ παρόντος βίου εὐχόμεθα, οὐκ εἰδότες, ὅτι αἱ θλίψεις καὶ οἱ πειρασμοὶ καὶ τὰ συμβαίνοντα ἡμῖν ἀνιαρὰ τῶν χρηστῶν οὐχ ἧττον τὴν τοῦ Θεοῦ ἡμῖν κηδεμονίαν ἐνδείκνυνται
ΛΟΓΟΣ Κʹ. Περὶ ὀργῆς καὶ θυμοῦ.
Βούλει μαθεῖν πόσον τὸ ὀργίζεσθαι κακόν; παράστηθι μαχομένοις ἐν ἀγορᾷ· ἐν γὰρ σαυτῷ τὴν ἀσχημοσύνην οὐ δύνασαι ῥᾳδίως ἰδεῖν, ἐσκοτωμένῳ καὶ μεθύοντι, ἀλλ' ὅταν καθαρεύσῃς τοῦ πάθους, τότε ἂν μᾶλλον θεωρήσῃς τὰ σά. Ὅταν γὰρ περὶ τὸ στῆθος ὁ θυμὸς ζέσας διανιστᾶται καὶ ἀγριαίνῃ, πῦρ πνέει τὸ στόμα, πῦρ ἀφιᾶσιν οἱ ὀφθαλμοὶ, οἰδεῖ πάντοθεν ἡ ὄψις, ἀτάκτως αἱ χεῖρες ἐκτείνονται, καὶ καταγελάστως οἱ πόδες πηδῶσι καὶ ἐνάλλονται τοῖς κατέχουσι, καὶ μαινομένων οὐδὲν διεστήκασιν,
ΛΟΓΟΣ ΚΑʹ. Περὶ ἀρχῆς καὶ ἐξουσίας καὶ δόξης.
Ὁ μακάριος λέγεται Κωνσταντῖνος, τῆς εἰκόνος αὐτοῦ καταλευσθείσης ποτὲ, παροξυνάντων αὐτὸν πολλῶν, ἐπεξελθεῖν τοῖς ὑβρικόσι καὶ δίκην ἀπαιτῆσαι, λεγόντων, ὅτι πᾶσαν αὐτοῦ τὴν ὄψιν ἔτρωσαν τοῖς λίθοις ἐξακοντίζοντες, ψηλαφήσας ἑαυτοῦ τῇ χειρὶ τὸ πρόσωπον, καὶ ἠρέμα μειδιάσας εἰπεῖν, ὅτι Οὐδαμοῦ πληγὴν ἐπὶ τοῦ μετώπου ὁρῶ γεγενημένην· ἀλλ' ὑγιὴς μὲν ἡ κεφαλὴ, ὑγιὴς δὲ ἡ ὄψις ἅπασα·
ΛΟΓΟΣ ΚΓʹ. Περὶ ἐλεημοσύνης καὶ φιλοξενίας.
Ὁ τῆς ἐλεημοσύνης λόγος, ἀγαπητοὶ, οὐ πρὸς τοὺς πλουσίους ἁρμόζει μόνον, ἀλλὰ καὶ πρὸς τοὺς πένητας· κἂν ᾖ τις ἐκ τοῦ προσαιτεῖν τρεφόμενος, καὶ πρὸς αὐτόν ἐστιν ὁ λόγος οὗτος· οὐ γάρ ἐστιν οὕτως οὐδεὶς πένης, κἂν σφόδρα πένης ᾖ, ὡς δύο λεπτῶν μόνον μὴ εὐπορεῖν. Ἔνεστιν οὖν καὶ ἐξ ὀλίγων ὀλίγα δόντα τοὺς πολλὰ κεκτημένους ὑπερβαλέσθαι πλείονα διδόντας· καθάπερ κἀκείνη ἡ χήρα
ΛΟΓΟΣ Κ∆ʹ. Περὶ ἁμαρτίας καὶ ἐξαγορεύσεως.
Ἐπεδήμησέ τις ἐξ ὑμῶν, ἀγαπητοὶ, τῇ Παλαιστίνῃ ποτέ; Ἔγωγε οἶμαι. Τί οὖν; μαρτυρήσατε ὑμεῖς οἱ τοὺς τόπους ἑωρακότες. Ἔστιν ἐκεῖ χώρα πολλή τις καὶ εὔφορος· μᾶλλον δὲ ἦν, νῦν γὰρ οὐκ ἔστιν· αὕτη οὖν ἡ οὕτως εὐθαλὴς, καὶ πρὸς πάσας τὰς χώρας ἁμιλλωμένη, ἡ φθάνουσα τῇ εὐθηνίᾳ τὸν παράδεισον τοῦ Θεοῦ, πασῶν τῶν ἐρήμων ἐστὶν ἐρημοτέρα. Καὶ ἑστήκασι μὲν δένδρα καὶ νῦν, καὶ καρπὸν ἔχει, ὁ δὲ καρπὸς τῆς τοῦ Θεοῦ ὀργῆς ἐστιν ὑπόμνησις·
ΛΟΓΟΣ ΚΕʹ. Περὶ τῆς μελλούσης κρίσεως.
Πολλοὶ τῶν παρ' ἡμῖν ἀνθρώπων τῇ σαρκὶ προσηλωμένοι καὶ τοῖς παροῦσι δουλεύοντες πράγμασιν, οὐδὲν εἶναι τὰ μετὰ ταῦτα νομίζουσι, καὶ τὸ τοῦ Θεοῦ προβαλλόμενοι φιλάνθρωπον, μὴ εἶναι κόλασιν μηδὲ τιμωρίαν λέγουσιν. Εἰ οὖν φιλάνθρωπός ἐστιν ὁ Θεὸς, ὥσπερ οὖν καὶ ἔστι, καὶ δίκαιος πάντως ἂν εἴη· εἰ δὲ δίκαιος, πῶς οὐκ ἂν εἴη δίκαιον τὸν μυρία παθόντα ἐξ ἀρχῆς ἀγαθὰ, εἶτα κολάσεως ἄξια πράξαντα, καὶ μήτε ἀπειλῇ μήτε εὐεργεσίᾳ γενόμενον βελτίω, κολάζεσθαι
ΛΟΓΟΣ Κς ʹ. Περὶ ἀρετῆς καὶ κακίας.
Εἰσί τινες τῶν ἐνταῦθα τῆς ἀρετῆς ἐπιμελούμενοι, οἳ τὴν ἀπὸ τῆς πόλεως ἀναχώρησιν προτιμώμενοι, τὰ ὄρη καταλαμβάνουσι· κἂν ἔρηταί τις τῆς ἀναχωρήσεως τὴν αἰτίαν, εὑρίσκει πρόφασιν συγγνώμην οὐκ ἔχουσαν· ἵνα γὰρ μὴ παραπόλωμαι, φησὶ, μηδὲ ἀμβλύτερος γένωμαι τὴν ἀρετὴν, ἀποπηδῶ. Καὶ πόσῳ βέλτιον ἀμβλύτερόν σε γενέσθαι, καὶ τοὺς ἄλλους κερδᾶναι, ἢ μένοντα ἐν ὕψει περιιδεῖν ἀπολλυμένους τοὺς ἀδελφούς;
ΛΟΓΟΣ ΚΖʹ. Περὶ παίδων ἀνατροφῆς.
∆έομαι καὶ ἀντιβολῶ, πολλὴν τῶν οἰκείων παίδων, ἀγαπητοὶ, ποιώμεθα πρόνοιαν, καὶ πανταχοῦ τὴν σωτηρίαν ζητῶμεν αὐτῶν τῆς ψυχῆς. Μίμησαι τὸν μακάριον Ἰὼβ, ὃς καὶ ὑπὲρ τῶν κατὰ διάνοιαν αὐτοῖς πλημμελημάτων δεδοικὼς προσέφερε θυσίας 63.765 ὑπὲρ αὐτῶν, καὶ πολλὴν τὴν ὑπὲρ αὐτῶν πρόνοιαν ἐποιεῖτο· μίμησαι τὸν Ἀβραάμ· καὶ γὰρ καὶ ἐκεῖνος οὐχ ὑπὲρ χρημάτων καὶ κτημάτων ἐσπούδαζεν, ἀλλ' ὑπὲρ τῶν θείων νόμων, ὅπως αὐτῶν τὴν φυλακὴν τοῖς ἐγγόνοις μετὰ ἀκριβείας παρακατάθοιτο.
Τίνα ἂν ἕτερον εἰς μέσον ἀγαγεῖν χρὴ περὶ ἐπιεικείας ἡμᾶς διαλέγεσθαι βουλομένους, ἀγαπητοὶ, ἢ τὸν μαρτυρίαν ἄνωθεν δεξάμενον, καὶ ἐπὶ τούτῳ μάλιστα θαυμαστωθέντα; Εὗρον γὰρ, φησὶ, ∆αυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου· ὃς οὐ μόνον ἐψώμιζε καὶ ἐπότιζε τοὺς ἐχθροὺς, ἀλλὰ καὶ κινδυνεύοντας πολλάκις ἐξήρπαζε τοῦ θανάτου. Ὁ μὲν γὰρ Σαοὺλ οὕτως αὐτὸν ἐμίσει καὶ ἀπεστρέφετο, μετὰ τὰς μυρίας
εὐεργεσίας, μετὰ τὰ λαμπρὰ τρόπαια
ΛΟΓΟΣ ΛΑʹ. Περὶ θανάτου.
Πολλὰ μὲν ἐπείγεται μανθάνειν ἤδη καὶ καταλαμβάνειν ἡμῶν ἡ διάνοια, ἀγαπητοί· μάλιστα δὲ τὸν περὶ συντελείας καιρόν. ∆ιὰ τοῦτο τοὺς ταύτην τὴν ἄκαιρον νοσοῦντας πολυπραγμοσύνην καταστέλλων ὁ Παῦλός φησι· Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοὶ, οὐ χρείαν ἔχετε γράφεσθαι ὑμῖν. Ποῖον γὰρ, εἰπέ μοι, τὸ κέρδος; Θῶμεν εἶναι τὴν συντέλειαν μετὰ εἴκοσιν ἔτη, μετὰ τριάκοντα ἔτη, μετὰ ἑκατόν· τί τοῦτο πρὸς ἡμᾶς; οὐχὶ ἑκάστου ἡ συντέλεια τὸ τῆς ζωῆς αὐτοῦ πέρας ἐστί; τί πολυπραγμονεῖς καὶ ὠδίνεις ὑπὲρ τοῦ κοινοῦ τέλους;
∆ειλὴν καὶ ἄνανδρον τὴν ψυχὴν ἀμαθία ποιεῖ, οὐ κατὰ φύσιν, ἀλλὰ κατὰ προαίρεσιν. Ὅταν γὰρ ἴδω τὸν ἀνδρεῖόν ποτε νῦν δειλὸν, οὐκέτι φύσεως εἶναί φημι τὸ πάθος· τὰ γὰρ τῆς φύσεως ἀμετάθετα. Πάλιν ὅταν ἴδω τοὺς νῦν δειλοὺς ἀθρόον τολμητὰς γενομένους, τὸ αὐτὸ πάλιν ψηφίζομαι· ἐπεὶ καὶ οἱ μαθηταὶ σφόδρα ἦσαν δειλοὶ, πρὶν ἢ μαθεῖν ἅπερ ἐχρῆν, καὶ τῆς τοῦ Πνεύματος ἀξιωθῆναι δωρεᾶς, ὕστερον μέντοι λεόντων ἐγένοντο θρασύτεροι. Καὶ Πέτρος, κορασίου μὴ ἐνεγκὼν ἀπειλὴν, κατὰ κεφαλῆς ἐκρεμᾶτο καὶ ἐμαστιγοῦτο, καὶ μυρία κινδυνεύων οὐκ ἐσίγα.
Τῆς μὲν ἐπιγραφῆς τῶν ἀποστολικῶν Πράξεων ἅπαν ὑμῖν ἤδη τὸ χρέος καταβεβλήκαμεν. Ἀκόλουθον δὲ λοιπὸν ἦν, καὶ τῆς ἀρχῆς ἅψασθαι τοῦ βιβλίου, καὶ εἰπεῖν τί ποτέ ἐστι, Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν. Ἀλλὰ Παῦλος οὐκ ἀφίησιν ἡμᾶς χρήσασθαι τῇ τάξει ταύτῃ τῆς ἀκολουθίας, πρὸς ἑαυτὸν καὶ τὰ οἰκεῖα κατορθώματα τὴν μετέραν γλῶτταν καλῶν.
Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος, εἰς τὸν οἶκον Μαρίας 63.818 καὶ Μάρθας, καὶ εἱστιᾶτο παρ' αὐτοῖς· ἡ δὲ Μάρθα διηκόνει, καὶ Λάζαρος ἤσθιε. Τοῦτο δὲ τῆς εἰλικρινοῦς ἀναστάσεως σημεῖον ἦν, τὸ μεθ' ἡμέρας πολλὰς 63.819 καὶ ζῇν καὶ ἐσθίειν. Ὅθεν δῆλον ὅτι ἐν τῇ οἰκίᾳ τῆς Μάρθας τὸ ἄριστον ἦν· ἅτε γὰρ φίλοι καὶ φιλούμενοι δέχονται τὸν Ἰησοῦν. Τινὲς δέ φασιν, ὅτι ἐν ἀλλοτρίᾳ οἰκίᾳ τοῦτο ἐγίνετο. Ἡ δὲ Μαρία διηκόνει· μαθήτρια γὰρ ἦν.
Ἡ πασῶν τῶν ἑορτῶν ἐπεδήμησεν ἑορτὴ, καὶ τὴν οἰκουμένην εὐφροσύνης ἐπλήρωσεν· ἑορτὴ ἡ τῶν καλῶν ἁπάντων ἀκρόπολις, ἡ πηγὴ καὶ ῥίζα τῶν παρ' ἡμῖν ἀγαθῶν, δι' ἧς ὁ οὐρανὸς ἀνεῴχθη, πνεῦμα κατεπέμφθη, τὸ μεσότοιχον ἀνῃρέθη, ὁ φραγμὸς ἐλύθη, τὰ διεστῶτα ἡνώθη, τὸ σκότος ἐσβέσθη, τὸ φῶς ἔλαμψεν, οὐρανὸς ἐδέξατο τὴν φύσιν τὴν ἀπὸ γῆς, γῆ τὸν ἐπὶ τῶν Χερουβὶμ καθήμενον· οἱ δοῦλοι γεγόνασιν ἐλεύθεροι, οἱ ἐχθροὶ υἱοὶ, οἱ ἀλλότριοι κληρονόμοι. ∆ι' αὐτῆς ἡ χρονία ἔχθρα κατελύθη καὶ ὁ μακρὸς πόλεμος, καὶ ἡ πάλαι ποθουμένη καὶ ἀγγέλοις καὶ δικαίοις παραγέγονεν εἰρήνη.
Λόγος ἁπλῶς προσενεχθεὶς ὁλοκλήρους ἀνέτρεψεν οἰκίας, καὶ ψυχὰς ἀπώλεσε καὶ κατέδυσε. Καὶ τῶν μὲν χρημάτων τὴν ζημίαν διορθοῦσθαι πάλιν ἔνι· λόγον δὲ ἐκπηδήσαντα ἅπαξ, ἀνακτῆσαι πάλιν οὐκ ἔνι. Ἤκουσας λόγον, φησὶ, συναποθανέτω σοι. Σβέσον αὐτὸν, κατάχωσον, μὴ συγχωρήσῃς ἐξελθεῖν, μηδὲ κινηθῆναι παράπαν. Ἀπόκτεινον τὸ λεχθὲν, λήθῃ παράδος, ἵνα τοῖς μὴ ἀκούσασιν ὅμοιος γένῃ.
ΛΟΓΟΣ ΛΗʹ. Περὶ τοῦ μὴ ἐπαισχύνεσθαι ὁμολογεῖν τὸν τίμιον σταυρὸν, καὶ ὡς δι' αὐτοῦ ἔσωσεν ἡμᾶς ὁ Χριστὸς, καὶ ὡς δεῖ ἐν αὐτῷ καυχᾶσθαι, καὶ περὶ ἀρετῆς, καὶ ὅπως ἐφίεται τῆς σωτηρίας τῆς ἡμετέρας, καὶ περὶ ἐλεημοσύνης.
Τοῦτό ἐστιν, ἀδελφοί μου, τὸ σημεῖον, ὅπερ ὁ ∆εσπότης πᾶσιν ὑπέσχετο δώσειν, λέγων· Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου· τὸν σταυρὸν λέγων καὶ τὸν θάνατον καὶ τὴν ταφὴν καὶ τὴν ἀνάστασιν. Καὶ πάλιν ἑτέρως δηλῶν τοῦ σταυροῦ τὴν ἰσχὺν, ἔλεγεν· Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι· τουτέστιν,
ΛΟΓΟΣ ΛΘʹ. Περὶ τοῦ, ὅτι πολλὰς ὁδοὺς ἡμῖν ὁ Θεὸς ἔδωκε πρὸς τὸ μὴ ἁμαρτάνειν, ἐὰν θέλωμεν· καὶ ὅτι τὸν μέλλοντα ἐπιτυχεῖν τῆς βασιλείας τῶν οὐρανῶν πάσας δεῖ φυλάττειν τὰς ἐντολάς· τὸν δὲ τινὰ μὲν κατορθοῦντα, τινὰ δὲ παραβαίνοντα, ἐν τῇ γεέννῃ γνῶναί ἐστι τὴν διαφορὰν πρὸς τοὺς ἄλλους.
Ἐπειδὴ ἐμνήσθημεν τῆς θυσίας ταύτης, βούλομαι πρὸς ὑμᾶς μικρὰ εἰπεῖν τοὺς μεμυημένους, μικρὰ μὲν τῷ μέτρῳ, μεγάλην δ' ἔχοντα τὴν ἰσχὺν καὶ τὴν ὠφέλειαν οὐ γὰρ ἡμέτερά εἰσι τὰ λεγόμενα, ἀλλὰ τοῦ θείου Πνεύματος. Τί οὖν ἐστι; Πολλοὶ τῆς θυσίας ταύτης ἅπαξ μεταλαμβάνουσι τοῦ παρόντος ἐνιαυτοῦ, ἕτεροι δὲ δὶς, ἄλλοι πολλάκις.
0 σχόλια :
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.