Τετάρτη 26 Φεβρουαρίου 2014

ΛΟΓΟΣ ∆ʹ. Περὶ νηστείας καὶ σωφροσύνης.


ΛΟΓΟΣ ∆ʹ. Περὶ νηστείας καὶ σωφροσύνης.

Βούλει μαθεῖν ὅσος κόσμος ἀνθρώποις ἡ νηστεία; ὅση ἀσφάλεια καὶ φυλακή; ἐννόησόν μοι τὸ μακάριον καὶ θαυμαστὸν γένος τῶν μοναζόντων. Οὗτοι γὰρ τοὺς ἐν μέσῳ θορύβους φυγόντες, καὶ πρὸς τὰς κορυφὰς τῶν ὀρέων ἀναδραμόντες, καὶ τὰς καλύβας  ἐν  τῇ  τῆς  ἐρημίας  ἡσυχίᾳ καθάπερ ἐν  εὐδιεινῷ  τινι  λιμένι  πηξάμενοι, ταύτην  συνέμπορον καὶ συγκοινωνὸν  τοῦ βίου 63.596 παντὸς  ἔλαβον. ∆ιὰ τοῦτο ἀγγέλους αὐτοὺς ἐξ ἀνθρώπων  ἐποίησεν· οὐκ ἐκείνους δὲ μόνον, ἀλλὰ καὶ ἐν ταῖς πόλεσιν ὅσους ἂν εὕρῃ προσιεμένους αὐτὴν, πρὸς τὸ αὐτὸ τῆς φιλοσοφίας  ὕψος ἀνάγει. Ἐκείνη καὶ νῦν ἡμᾶς πρὸς τὸν πατρῷον συνήγαγεν οἶκον· ἐκείνη καὶ τοὺς πρὸ τούτου  ῥᾳθυμοτέρους  σήμερον πρὸς  τὰς  μητρικὰς  ἐπανήγαγε  χεῖρας.  Εἰ δὲ προσδοκωμένη μόνον τοσαύτην ὑμῖν ἐνεποίησε τὴν σπουδὴν, φανεῖσα καὶ 63.597 παραγενομένη πόσην ὑμῖν ἐργάσεται τὴν εὐλάβειαν; Εἰ ταύτης ἤκουσε τῆς φωνῆς ὁ Ἀδὰμ, οὐκ ἂν ἤκουσε τῆς δευτέρας τῆς λεγούσης, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· ἀλλ' ἐπειδὴ ταύτης παρήκουσε, διὰ τοῦτο θάνατος καὶ ἀθυμία καὶ φροντίδες,  καὶ ζωὴ θανάτου παντὸς χαλεπωτέρα. Καὶ ὥσπερ ὑβρισθεῖσα θάνατον ἐπήγαγε τῷ ὑβρίσαντι, οὕτω πάλιν  τιμηθεῖσα θάνατον  ἀνεκαλέσατο. Τὴν γὰρ τῶν  Νινευιτῶν  πόλιν  τὴν μεγάλην καὶ θαυμαστὴν ἐπὶ γόνυ κειμένην, παρὰ αὐτὸ τὸ βάραθρον τὴν κεφαλὴν κλίνασαν,  καὶ μέλλουσαν  τὴν  ἄνωθεν  φερομένην  δέχεσθαι πληγὴν,  καθάπερ τις ἄνωθεν ἐπιστᾶσα δύναμις, ἐξ αὐτῶν ἥρπασε τῶν τοῦ δημίου χειρῶν, καὶ πρὸς τὴν ζωὴν ἐπανήγαγεν. Ἴδωμεν τοίνυν πῶς ἐνήστευσαν οἱ Νινευῖται, καὶ πῶς τῆς ὀργῆς ἀπηλλάγησαν  ἐκείνης. Οἱ ἄνθρωποι  καὶ τὰ κτήνη καὶ τὰ πρόβατα καὶ οἱ βόες μὴ νεμέσθωσαν, φησί. Τί λέγεις, εἰπέ μοι; καὶ τὰ ἄλογα νηστεύει, καὶ ἵπποι καὶ ἡμίονοι σάκκῳ περιβάλλονται; Ναὶ, φησί· καθάπερ γὰρ εὐπόρου τινὸς τελευτήσαντος, οὐκ

οἰκέτας μόνον, οὐδὲ θεραπαινίδας, ἀλλὰ καὶ ἵππους οἱ προσήκοντες σάκκῳ περιβαλόντες, ἀκολουθεῖν ἐπὶ τὸ μνῆμα κελεύουσι, τὸ μέγεθος τῆς συμφορᾶς ἐπιδεικνύμενοι,  καὶ πρὸς ἔλεον  ἅπαντας  ἐπισπώμενοι,  οὕτω  δὴ καὶ τῆς  πόλεως ἐκείνης ἀπόλλυσθαι μελλούσης, καὶ τὴν ἄλογον φύσιν σάκκῳ περιέβαλον καὶ ζυγῷ νηστείας.   Οὐκ  ἔστι   τὰ   ἄλογα   λόγῳ   μαθεῖν,   φησὶ,   τοῦ   Θεοῦ  τὴν   ὀργήν. Μανθανέτωσαν διὰ τοῦ λιμοῦ· καὶ γὰρ τὰ μέλλοντα κοινωνεῖν τῆς κολάσεως, κοινωνείτω  καὶ τῆς νηστείας. Εἰ δέ τινες  τῶν  ἐνταῦθα  συνόντων  ὑπὸ ἀσθενείας σωματικῆς κωλυόμενοι,  οὐ δύνανται  ἄσιτοι διαμένειν,  τούτοις  παραινῶ,  καὶ τὴν ἀσθένειαν τὴν σωματικὴν παραμυθεῖσθαι, καὶ τῆς διδασκαλίας ταύτης τῆς πνευματικῆς  μὴ ἀποστερεῖν  ἑαυτοὺς,  ἀλλὰ  ταύτῃ  μᾶλλον  πλείονα  τὴν  σπουδὴν ἐπιδείκνυσθαι. ∆ιὰ γὰρ τοῦτο τὴν ἀποχὴν τῶν βρωμάτων κελεύει γίνεσθαι ὁ Θεὸς, ἵνα χαλινοῦντες  τὰ σκιρτήματα τῆς σαρκὸς, εὐήνιον αὐτὴν ἀπεργαζώμεθα πρὸς τὴν τῶν ἐντολῶν ἐκπλήρωσιν. Εἰ δὲ μέλλοιμεν μηδὲ τὴν ἀπὸ νηστείας βοήθειαν ἑαυτοῖς προσάγειν διὰ τὴν τοῦ σώματος ἀσθένειαν, καὶ πλείονα τὴν ῥᾳθυμίαν ἐπιδείκνυσθαι, τὰ μέγιστα ζημιούμεθα. Εἰ γὰρ μετὰ νηστείας ἡ τῶν κατορθωμάτων ἔλλειψις οὐδὲν ἡμᾶς  ὀνίνησι,  πολλῷ  μᾶλλον,  εἰ  μηδὲ  τῷ  φαρμάκῳ  τῆς  νηστείας  χρήσασθαι δυνάμεθα, πλείονα τὴν ῥᾳθυμίαν ἐπιδειξόμεθα, πρὸς τὴν τῶν ἐντολῶν ἐκπλήρωσιν. Εἰ γὰρ οἱ τῶν βιωτικῶν  μετέχοντες πραγμάτων, οὐκ ἄν ποτε ἀνάσχοιντο ἐπιτηδεύματος  ἅψασθαι, μὴ πρότερον τὸ ἐκεῖθεν κέρδος περισκοπήσαντες, πολλῷ μᾶλλον  ἡμᾶς δίκαιον  τοῦτο ποιεῖν,  καὶ μὴ ἁπλῶς  τὰς ἑβδομάδας τῶν  νηστειῶν παρατρέχειν,   ἀλλὰ   διερευνᾶσθαι   τὴν   ἑαυτῶν   συνείδησιν,   καὶ   τὸν   λογισμὸν βασανίζειν, καὶ σκοπεῖν, τί μὲν ἐν ταύτῃ τῇ ἑβδομάδι κατώρθωται, τί δὲ ἐν τῇ ἑτέρᾳ, καὶ τίνα  προσθήκην ἐδεξάμεθα εἰς τὴν  ἐπιοῦσαν, καὶ ποῖον  τῶν  ἐν ἡμῖν  παθῶν διωρθώσαμεν. Εἰ γὰρ μὴ μέλλοιμεν οὕτω τὰ καθ' ἑαυτοὺς οἰκονομεῖν, καὶ τοσαύτην ἐπιμέλειαν ποιεῖσθαι τῆς ἑαυτῶν ψυχῆς, οὐδὲν ἡμῖν ὄφελος ἔσται τῆς νηστείας καὶ τῆς ἀσιτίας ἧς ὑπομένομεν. Εἰ τοίνυν  δι' ἀσθένειαν σωματικὴν οὐ δύνασαι ἄσιτος παρατείνειν  τὴν  ἡμέραν, οὐδεὶς εὐφρονῶν  ὑπὲρ τούτου σε ἐγκαλέσαι δυνήσεται.
∆εσπότην γὰρ ἔχομεν ἥμερον καὶ 63.598 φιλάνθρωπον,  καὶ οὐδὲν τῶν ὑπὲρ δύναμιν παρ'  ἡμῶν  ἐπιζητοῦντα.  Οὐδὲ γὰρ τὴν  ἀποχὴν  τῶν  βρωμάτων  καὶ τὴν  νηστείαν
ἁπλῶς ἀπαιτεῖ παρ' ἡμῶν γίνεσθαι, οὐδὲ διὰ τοῦτο, ἵνα ἄσιτοι διαμένωμεν  μόνον,
ἀλλ' ἵνα ἀφιστῶντες ἑαυτοὺς ἀπὸ τῶν βιωτικῶν πραγμάτων, πᾶσαν τὴν σχολὴν ἐν τοῖς πνευματικοῖς  ἀναλίσκωμεν.  Ὡς εἰ μετὰ νηφούσης διανοίας  τὸν ἑαυτῶν  βίον ᾠκονομοῦμεν, καὶ περὶ τὰ πνευματικὰ  πᾶσαν τὴν σπουδὴν ἐπεδεικνύμεθα, καὶ τῇ τροφῇ οὕτω προσίεμεν, ὡς τὴν χρείαν μόνον πληροῦν, καὶ ἐν ταῖς ἀγαθαῖς πράξεσιν ἅπαντα  τὸν  βίον  καταναλίσκειν,  οὐδὲ χρεία  ἦν  ἡμῖν  τῆς  βοηθείας  τῆς  ἀπὸ τῆς νηστείας. Ἀλλ' ἐπειδὴ ῥᾴθυμός ἐστιν ἡ φύσις ἡ ἀνθρωπίνη,  καὶ τῇ τρυφῇ καὶ τῇ ἀνέσει μᾶλλον ἑαυτὴν ἐπιδίδωσι, διὰ τοῦτο καθάπερ πατὴρ φιλόστοργος, τὴν ἀπὸ τῆς νηστείας  ἡμῖν  ἰατρείαν  ἐπενόησεν ὁ φιλάνθρωπος  ∆εσπότης, ἵνα  καὶ τὰ τῆς τρυφῆς ἡμῖν ἐκκόπτηται, καὶ τὴν περὶ τὰ βιωτικὰ φροντίδα  μεταγάγωμεν  ἐπὶ τὴν τῶν πνευματικῶν  ἐργασίαν. Ἀλλ' εἰσὶ πολλοὶ τῶν ἀνθρώπων, οἳ καθάπερ θηρίῳ τῇ νηστείᾳ  πυκτεύειν  μέλλοντες,  οὕτω τῇ γαστριμαργίᾳ καθοπλίζονται,  καὶ διαῤῥήξαντες  ἑαυτοὺς καὶ σκοτώσαντες, μετὰ πολλῆς  τῆς παραφροσύνης ὑποδέχονται  τὸ γαληνὸν  καὶ ἥμερον τῆς νηστείας ὄμμα. Καὶ ἐὰν ἐρωτήσω, τίνος ἕνεκεν εἰς βαλανεῖον τρέχεις σήμερον, λέγεις, Ἵνα καθαρῷ τῷ σώματι τὴν νηστείαν ὑποδέξωμαι· ἐὰν δὲ ἐρωτήσω, τίνος ἕνεκεν μεθύεις, πάλαι ἐρεῖς, Ἐπειδὴ τῇ νηστείᾳ εἰσιέναι μέλλω. Πῶς οὖν οὐκ ἄτοπον, σώματι μὲν καθαρῷ, ψυχῇ δὲ ἀκαθάρτῳ καὶ μεθυούσῃ τὴν καλλίστην νηστείαν ταύτην ὑποδέχεσθαι; Τοσοῦτον τοίνυν  ἑαυτοὺς ἐθίσωμεν ἐσθίειν, ὅσον πρὸς τὸ ζῇν μόνον, οὐχ ὅσον διασπᾶσθαι καὶ βαρύνεσθαι. Οὐ γὰρ διὰ τοῦτο  ἐγενόμεθα  καὶ ζῶμεν,  ἵνα  φάγωμεν  καὶ πίωμεν,  ἀλλὰ  διὰ τοῦτο

ἐσθίομεν, ἵνα ζῶμεν· οὐ γὰρ τὸ ζῇν διὰ τὸ φαγεῖν, ἀλλὰ διὰ τὸ ζῇν τὸ φαγεῖν γέγονεν ἐξ ἀρχῆς. Πρὸς χρείαν,  ἀδελφοὶ,  οὐ πρὸς ἡδονὴν  ἡ ζωὴ συμμεμέτρηται. Τὸ οὖν περιττὸν  τῆς  φύσεως  ἀποθέμενοι,  τὸ ἀναγκαῖον  μόνον  ἀσπασώμεθα. Τί γὰρ τῆς τραπέζης  ἐκείνης  ἁγιώτερον  γένοιτ' ἂν, ἔνθα  μέθη μὲν  καὶ ἀδηφαγία  καὶ πᾶσα ἀσωτία ἀπελήλαται,  θαυμαστὴ δέ τις ἀντεισενήνεκται  περὶ τῆς φυλακῆς  τῶν  τοῦ Θεοῦ νόμων  ἅμιλλα· καὶ παρατηρεῖ μὲν ἀνὴρ τὴν  γυναῖκα,  καὶ ὅπως εἰς τὰ τῆς ἐπιορκίας μηδέποτε ἐμπέσῃ βάραθρα· φυλάττει δὲ γυνὴ τὸν ἄνδρα, καὶ καταδίκη τῷ παραβάντι κεῖται μεγίστη· οὐκ ἐπαισχύνεται δὲ οὐδὲ ὑπὸ τῶν δούλων  ὁ δεσπότης ἐλέγχεσθαι, οὐδὲ τοὺς οἰκέτας αὐτοῦ ἐπὶ τούτοις διορθοῦν; Οὐκ ἄν τις ἁμάρτοι τὴν τοιαύτην οἰκίαν ἐκκλησίαν προσειπών. Ὅπου γὰρ σωφροσύνη τοσαύτη, ὡς ἐν καιρῷ τρυφῆς μεριμνᾷν ὑπὲρ τῶν θείων νόμων, καὶ τοὺς παρόντας ἅπαντας ὑπὲρ τούτου πρὸς ἀλλήλους  ἀγωνίζεσθαι  καὶ φιλονεικεῖν,  εὔδηλον  ὅτι  δαιμόνων  μὲν  ἅπασα πονηρὰ  δύναμις  ἀπελήλαται,  ὁ  Χριστὸς δὲ  πάρεστιν  ἐπὶ  τῇ  καλῇ  τῶν  δούλων φιλονεικίᾳ. Ἀλλὰ πολλὴ μὲν ἡ ἡδονὴ τῇ κακίᾳ, φησὶ, πολὺς δὲ τῇ ἀρετῇ συνέζευκται ὁ πόνος καὶ ὁ ἱδρώς. Καὶ ποία 63.599 σοι χάρις ἦν, τίνος δ' ἂν ἔλαβες μισθὸν, εἰ μὴ ἐπίπονον  τὸ πρᾶγμα ἦν; Καὶ γὰρ πολλοὺς ἔχω δεῖξαι φύσει τὸ μίγνυσθαι γυναιξὶ μισοῦντας· τούτους οὖν σώφρονας καλέσομεν ἢ στεφανώσομεν; Οὐδαμῶς· σωφροσύνη γάρ  ἐστιν  ἐγκράτεια,  καὶ  τὸ  μαχομένων  περιγενέσθαι  τῶν  ἡδονῶν. Πολλάκις γὰρ ἡμῶν  τὴν  διάνοιαν  κύματα καταλαμβάνει  παθῶν,  τῶν  θαλαττίων ἀγριώτερα, καὶ πολλὴν  αὐτῇ ἐμποιοῦντα  τὴν  σύγχυσιν· ἀλλ' ὁ μὲν ῥᾴθυμος καὶ κατημελημένος,  ἀρχομένου  τοῦ χειμῶνος,  εὐθέως  θορυβεῖται, ταράττεται, κλονεῖται, περιορᾷ γινομένην ὑποβρύχιον τὴν ψυχὴν ὑπὸ τῶν παθῶν, καὶ ναυάγιον ὑπομένουσαν· ὁ δὲ καρτερὸς καὶ νεανικὸς,  καθάπερ κυβερνήτην  ἐπὶ τῶν  οἰάκων, οὕτω  τὸν  λογισμὸν  ἐπάνω  τῶν  παθῶν  καθίσας, οὐ  πρότερον  ἀφίσταται  πάντα ποιῶν, ἕως ἂν κατευθύνῃ τὸ σκάφος πρὸς τὸν εὔδιον τῆς φιλοσοφίας λιμένα. Μὴ δὴ καταμαλάττωμεν  ἡμῶν τὴν ἰσχὺν μηδὲ ἐκκόπτωμεν  τὰ νεῦρα ταῖς τῶν γυναικῶν ὁμιλίαις. Καὶ γὰρ ἄφατος καὶ πολλὴ ταῖς ψυχαῖς ἡμῶν ἐντεῦθεν εἰσρεῖ κακία. Τί γὰρ, εἰ καὶ μὴ αἰσθανόμεθα τῇ φιλίᾳ μεθύοντες; Τοῦτο γὰρ αὐτὸ πάντων ἐστὶ δεινότατον, ὅτι οὐδὲ ἴσμεν ὅπως ἐκνευριζόμεθα, καὶ κηροῦ παντὸς γινόμεθα μαλακώτεροι. Καθάπερ γάρ  τις  λέοντα  γαῦρον  καὶ  βλοσυρὸν  λαβὼν,  εἶτα  ἀποκείρας  μὲν  τὴν κόμην, ἀνελὼν δὲ τοὺς ὀδόντας, καὶ περιελὼν τοὺς ὄνυχας, αἰσχρὸν ποιεῖ καὶ καταγέλαστον, καὶ παιδίοις εὐκαταγώνιστον,  τὸν φοβερὸν καὶ ἀφόρητον  καὶ ἀπὸ μόνου τοῦ βρυχήματος πάντα σείοντα· οὕτω δὴ καὶ αὗται πάντας ὅσους ἂν λάβωσι, εὐχειρώτους τῷ διαβόλῳ ποιοῦσι, μαλακωτέρους, θερμοτέρους, ἀναισχύντους, ἀνοήτους, ἀκροχόλους, θρασεῖς, ἀκαίρους, ἀγεννεῖς, ἀπηνεῖς, δουλοπρεπεῖς, ἀνελευθέρους, ἰταμοὺς, φλυάρους, καὶ ἁπλῶς πάντα τὰ γυναικεῖα πάθη τὰ διεφθαρμένα φέρουσαι εἰς τὴν τούτων ἐναπομάττονται  ψυχήν. Ἀμήχανον οὖν τὸν γυναιξὶ  συνοικοῦντα  μετὰ συμπαθείας τοσαύτης καὶ ταῖς  ἐκείνων  ἐντρεφόμενον ὁμιλίαις, μὴ ἀγύρτην τινὰ εἶναι καὶ ἀγοραῖον καὶ συρφετώδη· κἂν γὰρ φθέγγηταί τι, πάντα ἀπὸ τῶν ἱστῶν καὶ τῶν ἐρίων φθέγξεται, τῆς γλώσσης αὐτοῦ τῇ ποιότητι τῶν γυναικείων  ἀναχρωσθείσης ῥημάτων· κἂν  ποιῇ τι, μετὰ πολλῆς  τοῦτο ἐργάζεται δουλοπρεπείας, πόῤῥω τῆς Χριστιανοῖς πρεπούσης ἐλευθερίας ἑαυτὸν ἀποικίσας, καὶ πρὸς οὐδὲν  τῶν  μεγάλων  κατορθωμάτων  γενόμενος  χρήσιμος. Εἰ τοίνυν  βούλει δεῖξαι σαφῶς ἡμῖν, ὅτι οὐ χαίρεις αἰσχρὰ φθεγγόμενος, μηδὲ ἀκούειν ἀνέχου. Νῦν δὲ πότε δυνήσῃ τοὺς ὑπὲρ τῆς σωφροσύνης ἱδρῶτας ἐνεγκεῖν, κατὰ μικρὸν ὑποῤῥέων ὑπὸ τοῦ γέλωτος καὶ τῶν αἰσχρῶν τούτων ῥημάτων; Καὶ γὰρ ἀγαπητὸν, ἁπάντων τούτων καθαρεύουσαν ψυχὴν, δυνηθῆναι γενέσθαι σεμνὴν καὶ σώφρονα. Καὶ μή μοι λεγέτω  τις, 63.600 ὅτι Οὐ δύναμαι σωθῆναι, ἐὰν μὴ ἀποτάξωμαι  γυναικὶ,  ἐὰν μὴ ἀποτάξωμαι παιδίοις, ἐὰν μὴ ἀποτάξωμαι πράγμασι μὴ γὰρ κώλυμα ὁ γάμος; βοηθός

σοι δέδοται ἡ γυνή· μὴ γὰρ ἐπίβουλος; Οὐχὶ φαῦλος ὁ γάμος, ἀλλὰ κακὸν ἡ πορνεία. Ἐγὼ τῷ ἐμῷ κινδύνῳ ἐγγυῶμαί σοι τὴν σωτηρίαν. Εἰ δὲ φαύλη ἐστὶ, μὴ προφασίζου· καὶ γὰρ ἡ γυνὴ τοῦ Ἰὼβ πονηρὰ ἦν καὶ φαύλη, καὶ βλασφημεῖν αὐτῷ συνεβούλευε. Τί  οὖν;  ἔσεισε τὸν  πύργον;  κατήνεγκε  τὸν  ἀδάμαντα;  περιεγένετο  τῆς  πέτρας; Οὐδαμῶς· ἀλλ' ἐκείνη προσέκρουσε, καὶ ὁ πύργος ἀσφαλέστερος ἐγένετο· ὁ καρπὸς ἐτρυγήθη,  καὶ  τὸ  δένδρον  οὐκ  ἐσαλεύθη·  τὰ  φύλλα  ἔπεσε, καὶ  ἡ  ῥίζα  ἔμεινεν ἀσάλευτος. Ὥσπερ οὖν κυβερνήτης ἐν λιμένι  ναυάγιον  ἐργαζόμενος οὐκ ἂν τύχοι συγγνώμης  τινὸς, οὕτως οὐδὲ ἄνθρωπος μετὰ τὴν ἀσφάλειαν τὴν ἀπὸ τοῦ γάμου τοὺς ἑτέρων διορύττων γάμους, ἢ γυναῖκα ἡντιναοῦν περιέργως ὁρῶν, οὐκ ἂν τύχοι τινὸς  ἀπολογίας,  οὔτε  παρὰ  ἀνθρώποις,  οὔτε  παρὰ  Θεῷ, κἂν  μυριάκις  τὴν  τῆς φύσεως ἐπιθυμίαν  προβάλληται. Ποία γὰρ ἐκ τῆς τοιαύτης  ἐπιθυμίας  γένοιτο  ἂν ἡδονὴ,  ὅταν  φόβος  παρῇ καὶ  ἀγωνία  καὶ  κίνδυνος  καὶ  δικαστηρίων  φόβος  καὶ εὐθυνῶν,  καὶ δικαστοῦ θυμὸς λογίζεται  καὶ ξίφος  καὶ δήμιος  καὶ βάραθρον καὶ ἀπαγωγή; Ὁ γὰρ τοιοῦτος καὶ τὰς σκιὰς καὶ τοὺς τοίχους καὶ αὐτοὺς τοὺς λίθους καθάπερ φωνὴν  ἀφιέντας,  οὕτως  ὑφορᾶται  καὶ ὑποπτεύει,  καὶ πάντα  τρέμει καὶ δέδοικε, καὶ τῇ προσδοκίᾳ τῶν  τοσούτων δεινῶν  τὴν ψυχὴν  καταδάκνεται.  Ὥστε οὐχὶ κώλυμα ὁ γάμος, ἀλλὰ ἀσφάλεια μᾶλλον τῆς σωφροσύνης ἐστί. Τοσοῦτον γάρ ἐστιν ἡ παρθενία πρᾶγμα, καὶ τοσούτου δεῖται πόνου, ὅτι κατελθὼν  ἐξ οὐρανοῦ ὁ Χριστὸς, ἵνα  τοὺς ἀνθρώπους  ἀγγέλους  ποιήσῃ, καὶ τὴν  ἄνω  πολιτείαν  ἐνταῦθα καταφυτεύσῃ, οὐδὲ τότε ἐθάῤῥησεν ἐπιτάξαι τοῦτο οὐδὲ εἰς νόμου τάξιν ἀγαγεῖν· ἀλλ' ἀποθνήσκειν  μὲν  δι' αὐτὸν  ἐνομοθέτησεν, οὗ τί  βαρύτερον  γένοιτ' ἄν; καὶ σταυροῦσθαι διηνεκῶς, καὶ τοὺς ἐχθροὺς εὐεργετεῖν· παρθενεύειν δὲ οὐκ ἐνομοθέτησεν, ἀλλ' ἀφῆκεν  ἐν τῇ τῶν  ἀκουόντων  κεῖσθαι προαιρέσει, εἰπὼν,  Ὁ δυνάμενος  χωρεῖν,  χωρείτω.  Καὶ γὰρ μέγας ὁ ὄγκος τοῦ πράγματος, καὶ σφόδρα ἀποκεκρυμμένον  τοῦτο  τῆς  ἀρετῆς  τὸ  χωρίον.  Καὶ τοῦτο  δηλοῦσι  καὶ  οἱ  ἐν  τῇ Παλαιᾷ πολλὰ κατορθώσαντες. Καὶ γὰρ Μωϋσῆς ἐκεῖνος ὁ μέγας, τῶν προφητῶν τὸ κεφάλαιον,   ὁ  γνήσιος  τῷ  Θεῷ  φίλος,  ὁ  τοσαύτης  ἀπολαύσας  παῤῥησίας,  ὡς ἑξακοσίας χιλιάδας γενομένας ὑπευθύνους κολάσει ἐξαρπάσαι θεηλάτου πληγῆς, ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνὴρ, θαλάττῃ μὲν ἐπέταξε, καὶ πέλαγος ἔσχισε, καὶ πέτρας διέῤῥηξε, καὶ ἀέρα μετέβαλε, καὶ τὸ Νειλῷον ὕδωρ ἐς αἷμα μετέστησε, καὶ πᾶσαν τὴν κτίσιν μετεστοιχείωσε, καὶ μυρία ἕτερα ἐπεδείξατο θαύματα, καὶ ἀρετῆς πολλὰ κατορθώματα· πρὸς δὲ τοὺς ἀγῶνας τούτους οὐδὲ ἀντιβλέψαι  ἴσχυσε, ἀλλ' ἐδεήθη γάμου καὶ τῆς ἐντεῦθεν ἀσφαλείας· καὶ οὐκ ἐτόλμησεν εἰς τὸ τῆς παρθε 63.601 νίας πέλαγος ἑαυτὸν ἐκδοῦναι, τὰ ἐκεῖθεν κύματα δεδοικώς. Καὶ ὁ πατριάρχης δὲ, ὁ τοῦ παιδὸς ἱερεὺς, τὸ μὲν τυραννικώτατον  τῆς φύσεως ἴσχυσε καταπαλαῖσαι πάθος, καὶ παῖδα ἀνελεῖν ἐδυνήθη, καὶ παῖδα τὸν Ἰσαὰκ ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει, ἐν αὐτῇ τῆς νεότητος τῇ ἀκμῇ, μονογενῆ, γνήσιον, καὶ παρ' ἐλπίδα πᾶσαν αὐτῷ δεδομένον, καὶ ἀναγαγεῖν  αὐτὸν ἐπὶ τὸ ὄρος ἴσχυσε, καὶ μάχαιραν ἥρπασε, καὶ διὰ τοῦ λαιμοῦ τοῦ παιδὸς τὸ ξίφος ὤθησε· καὶ γὰρ ὤθησε καὶ ᾕμαξεν· ἀλλ' ὅμως ὁ τοσοῦτον καὶ τηλικοῦτον ἰσχύσας διανύσαι ἆθλον, αὐτῆς ἐξελθὼν τῆς φύσεως, πρὸς τοὺς ἀγῶνας τῆς  παρθενίας  ἀποδύσασθαι οὐκ ἐτόλμησεν, ἀλλ' ἔδεισε καὶ αὐτὸς  τὰ σκάμματα ταῦτα, 63.602 καὶ τὴν ἐκ τοῦ γάμου παραμυθίαν ἐπεσπάσατο. Καὶ ὁ δίκαιος δὲ Ἰὼβ, ὃς τὴν  τοῦ διαβόλου  συνέκοψεν  ὄψιν,  παιόμενος,  οὐ παίων,  καὶ ἅπαν  ὑπέμεινε πειρασμῶν  εἶδος,  καὶ  ἕκαστον  μεθ'  ὑπερβολῆς  ἁπάσης· τὰ  γὰρ  δοκοῦντα  εἶναι λυπηρὰ καὶ ὄντα, ταῦτα πάντα εἰς ἓν ἐξεχύθη σῶμα, καὶ μιᾶς κατεσκεδάσθη ψυχῆς τῆς ἐκείνου· ὁ τοσοῦτος οὖν  καὶ τηλικοῦτος  ἀνὴρ, ὁ τοσαύτας ἀνάγκας  φύσεως καταπατήσας, οὐκ ἐτόλμησεν οὐδὲ αὐτὸς εἰς τὸν ἀγῶνα τοῦτον καθεῖναι, ἀλλὰ καὶ γυναικὸς  ἀπέλαυσε, καὶ πατὴρ ἐγένετο  παίδων  τοσούτων. Οὐδαμοῦ γὰρ ἀγαμίαν

ἐνομοθέτησεν ὁ Θεός· ᾧ πρέπει δόξα καὶ τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |