Τετάρτη 17 Οκτωβρίου 2012

Υπέρ της ημετέρας Σωτηρίας


Epistula ad Liberium


Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας ἀντίγραφον ὃ ἔγραψε Λιβερίῳ ἀρχιεπισκόπῳ Ῥώμης, ὅτι τέλειον ἄνθρωπον ἀνέλαβεν ὁ θεὸς Λόγος ὑπὲρ τῆς ἡμετέρας σωτηρίας.


Εἷς θεὸς ἀθάνατος, ἀόρατος, ἀψηλάφητος· «Πνεῦμα γὰρ ὁ θεός», οὗτος ἀχώρητος μὴ ἔχων τόπον, ὅπου οὐκ ἔστιν. ὁ τούτου Λόγος ἀθάνατος,  σοφία ἄφθαρτος, ἀόρατος, τούτου καλεῖται  υἱὸς πρωτότοκος,  συνεργός, ἄναρχος,  ἀψηλάφητος,  «μήτε ἀρχὴν ἡμερῶν ἔχων μήτε τέλος ζωῆς» προσδοκῶν. «διὰ τούτου ἐγένετο τὰ πάντα καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». οὗτος ὁ πλάσας τὸν ἄνθρωπον· οὗτος ὁ τὴν κιβωτὸν δείξας, πῶς ἵνα γένηται· οὗτος ὁ τὴν ἐπαγγελίαν δοὺς τῷ Ἀβραάμ· οὗτος ὁ καταβὰς ἐπὶ τῷ σῶσαι τὸν λαόν, ὁ Μωσεῖ τὸν νόμον δούς· οὗτος «ὁ θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ», «ὁ ἐν τοῖς προφήταις λαλήσας», ὁ διαθέμενος τὴν παλαιὰν  καὶ τὴν καινὴν διαθήκην· ὁ «ἐπὶ ἐσχάτου τῶν ἡμερῶν» σάρκα ἐκ παρθένου λαβὼν θνητὴν οὐκ αὐτὸς ὢν θνητός, ἀσθενῆ οὐκ αὐτὸς ἀσθενής, ὀφειλομένην  θανάτῳ οὐκ αὐτὸς ὀφειλόμενος, ὁρατὴν οὐκ αὐτὸς ὁρατός· αὕτη ἐκρεμάσθη οὐκ αὐτός, αὕτη ἐτάφη οὐκ αὐτός, αὕτη πάντα τὰ ἀνθρώπινα πάθη ὡς ἄνθρωπος ὑπέμεινεν οὐκ αὐτός· ἐκεῖνος δὲ δύναμις  θεοῦ,  τουτέστι  θεός.
  ὁ τὰ ἄλυτα  τοῦ ἅδου λύσας καὶ τὸ κράτος τοῦ διαβόλου καταργήσας ἀνέβη ὅθεν καὶ κατέβη· ἐγείρας ἐκεῖνο τὸ ταφὲν προσήνεγκε τῷ πατρί, ἐλευθερώσας, οὗ ἐκράτει, τοῦ θανάτου. ἐν τούτῳ τὸν πατέρα νοοῦμεν–ἓν γὰρ καὶ ταὐτὸ τῇ θεότητι, τῇ δυνάμει, τῇ οὐσίᾳ, τῇ ὑποστάσει, τῇ δόξῃ, τῷ ὀνόματι τοῦ θεοῦ–καὶ αὐτὸν τὸν υἱὸν ἐν τῷ πατρί. οὗτος ὁ μετὰ τὸ λαβεῖν τὴν σάρκα Ἰησοῦς κληθείς, καθότι καὶ ἄνθρωπος, τουτέστιν ἀνέλαβεν ἄνθρωπον ἐν ἑαυτῷ, «ἐν ᾧ πᾶν τὸ πλήρωμα τῆς θεότητος οἰκεῖ σωματικῶς».  τοῦτον  ἔχομεν οὐ διακεχωρισμένον ἀπὸ τοῦ πατρὸς ἢ τοῦ ἁγίου πνεύματος οὐδὲ τὸν πατέρα λέγοντες καταβεβηκέναι καὶ ἐν ἀνθρώπῳ  γενέσθαι. οὕτως εἷς θεὸς παντοκράτωρ παρ' ἡμῖν πιστεύεται.  καὶ διὰ τοῦτο ἡ πίστις ἡμῶν  ἐστὶν εἰς ἕνα θεόν,  πατέρα παντοκράτορα,  καὶ εἰς τὸν υἱὸν αὐτοῦ  τὸν  κύριον  ἡμῶν  Ἰησοῦν  Χριστὸν καὶ  εἰς  τὸ ἅγιον  πνεῦμα·  ταῦτα  δὲ ἐξ ἑνότητος μιᾶς θεότητος, μιᾶς δυνάμεως, μιᾶς ὑποστάσεως, μιᾶς οὐσίας, μιᾶς δοξολογίας,  μιᾶς κυριότητος,  μιᾶς βασιλείας, μιᾶς εἰκόνος τῆς τριάδος ὁμοούσιον,
«δι' οὗ τὰ πάντα ἐγένετο». οὕτως καὶ σαρκὸς ἀνάστασιν πιστεύομεν τουτέστιν «τοῦ σώματος ἡμῶν» κατὰ τὰς ἁγίας γραφάς, τοῦ φθαρτοῦ καὶ θνητοῦ αὐτοῦ μεταβαλλομένου εἰς ἀφθαρσίαν καὶ ἀθανασίαν ὑπὸ τοῦ θεοῦ. ἀμήν.















Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |