ΟΜΙΛΙΑ ΙΑʹ.
Τὸ πνεῦμα μὴ σβέννυτε· προφητείας μὴ ἐξουθενεῖτε. Πάντα δὲ δοκιμάζετε·
τὸ καλὸν κατέχετε. Ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.
αʹ. Ἀχλύς τις παχεῖα καὶ ζόφος καὶ νεφέλη κατακέχυται τῆς γῆς ἁπάσης· καὶ τοῦτο δηλῶν ὁ Ἀπόστολος ἔλεγεν· Ἦμεν γάρ ποτε σκότος· καὶ πάλιν, Ὑμεῖς, ἀδελφοὶ, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ. Ἐπεὶ οὖν νύξ ἐστιν, ὡς εἰπεῖν, ἀσέληνος, καὶ ἐν ταύτῃ τῇ νυκτὶ βαδίζομεν, ἔδωκεν ἡμῖν λαμπάδα φαιδρὰν ὁ Θεὸς, τοῦ Πνεύματος τοῦ ἁγίου τὴν χάριν ἀνάψας ἐν ταῖς ἡμετέραις ψυχαῖς. Ἀλλὰ τοῦτο τὸ φῶς οἱ μὲν δεξάμενοι λαμπρότερον εἰργάσαντο καὶ φαιδρὸν, οἷον ὡς Παῦλος, ὡς Πέτρος, ὡς οἱ ἅγιοι πάντες ἐκεῖνοι· οἱ δὲ καὶ ἔσβεσαν, ὡς αἱ πέντε παρθένοι, ὡς ἐκεῖνοι οἱ περὶ τὴν πίστιν ναυαγήσαντες, ὡς ὁ ἐν Κορίνθῳ πεπορνευκὼς, ὡς Γαλάται
παρατραπέντες. ∆ιὰ τοῦτο ὁ Παῦλος νῦν φησι, Τὸ πνεῦμα μὴ σβέννυτε, τουτέστι, τὸ χάρισμα· οὕτω γὰρ αὐτῷ καλεῖν ἔθος τὸ χάρισμα τοῦ Πνεύματος. Σβέννυσι δὲ αὐτὸ βίος ἀκάθαρτος. Καθάπερ γάρ τις ἐπὶ τοῦ λυχνιαίου τούτου φωτὸς, ὕδωρ κατασκεδάσας, ἢ χοῦν, ἔσβεσε τὸ φῶς, καὶ εἰ μηδὲν τούτων, ἀλλά γε τὸ ἔλαιον ἐξελών· οὕτω καὶ ἐπὶ τοῦ χαρίσματος· ἄν τε γὰρ γήϊνα καὶ τῶν διαῤῥεόντων πραγμάτων κατασκεδάσῃς φροντίδας, ἔσβεσας τὸ πνεῦμα· ἄν τε σὺ μηδὲν ἐργάσῃ τοιοῦτον, ἑτέρωθεν δέ ποθεν πειρασμὸς ἐπελθὼν προσβάλῃ σφοδρῶς, καθάπερ τι πνεῦμα, καὶ μὴ σφοδρὰ ᾖ ἡ φλὸξ, ἢ πολὺ τὸ ἔλαιον ἔχουσα, ἢ τὴν ὀπὴν μὴ ἐμφράξῃς, ἢ τὴν θύραν μὴ προσκλείσῃς, πάντα ἀπόλωλε. Τί δέ ἐστιν ἡ ὀπή; Ὥσπερ ἐπὶ τοῦ λύχνου, οὕτω καὶ ἐφ' ἡμῶν, ὀπή ἐστιν ὀφθαλμὸς καὶ ἀκοή. Μὴ ἀφῇς ταύταις προσπίπτειν πνεῦμα σφοδρὸν πονηρίας, ἐπεὶ ἔσβεσε τὸν λύχνον, ἀλλ' ἀπόφραξον τῷ φόβῳ τοῦ Θεοῦ. Θύρα τὸ στόμα ἐστί· κλεῖσον, πρόσκλεισον, ἵνα καὶ τὸ φῶς παρέχῃ, καὶ ἀποκρούηται τὴν ἔξωθεν προσβολήν. Οἷον, ὕβρισέ σέ τις; ἐλοιδόρησε; σὺ κλεῖσον τὸ στόμα· ἂν γὰρ ἀνοίξῃς, ἐῤῥίπισας τὸν ἄνεμον. Οὐχ ὁρᾷς ἐν ταῖς οἰκίαις, ὅταν καταντικρὺ καὶ ἐπ' εὐθείας δύο θύραι στήκωσι, καὶ σφοδρὸς ἄνεμος ᾖ, πῶς, ἂν τὴν ἑτέραν κλείσῃς καὶ ἀντίπνοια μὴ γένηται, οὐδὲν ἴσχυσεν ὁ ἄνεμος, ἀλλὰ τὸ πολὺ τῆς ἰσχύος ὑποτέμνεται; Οὕτω καὶ νῦν, δύο εἰσὶ θύραι, τὸ στόμα τὸ σὸν, καὶ τὸ τοῦ ὑβρίζοντός σε καὶ ἐμ 62.462 παροινοῦντος· ἂν ἀποκλείσῃς τὸ σὸν καὶ μὴ δῷς ἀντίπνοιαν, ἔσβεσας ὅλον τὸ πνεῦμα· ἂν δὲ ἀνοίξῃς, ἀκάθεκτον γίνεται. Μὴ τοίνυν αὐτὸ σβεννύωμεν. Ἔστι δὲ πολλάκις καὶ μηδενὸς ἐπικειμένου σβεσθῆναι τὴν
φλόγα· ὅταν τὸ ἔλαιον ἐκλίπῃ, ὅταν ἐλεημοσύνην μὴ ποιῶμεν, σβέννυται τὸ πνεῦμα. Καὶ γὰρ ἀπὸ ἐλεημοσύνης τῆς τοῦ Θεοῦ ἦλθε πρὸς σέ· εἶτα τὸν καρπὸν τοῦτον ὁρᾷ μὴ ὄντα παρὰ σοὶ, καὶ ἀφίπταται· οὐ μένει γὰρ παρὰ ψυχῇ ἀνελεήμονι. Σβεσθέντος δὲ τοῦ πνεύματος, τὰ λοιπὰ ἴστε ὅσοι ἐν ἀσελήνῳ νυκτὶ ἐβαδίσατε. Εἰ δὲ τὴν ἀπὸ γῆς εἰς γῆν ὁδὸν βαδίζειν δυσχερὲς ἐν νυκτὶ, τὴν ἀπὸ γῆς εἰς οὐρανὸν φέρουσαν πῶς ἀσφαλές; Οὐκ ἴστε πόσοι δαίμονες ἐν τῷ διαστήματι τούτῳ, πόσα θηρία, πόσα πνευματικὰ τῆς πονηρίας; Ἂν μὲν οὖν ἐκεῖνο τὸ φῶς ἔχωμεν, οὐδὲν ἡμᾶς βλάψαι δυνήσονται· ἂν δὲ σβέσωμεν αὐτὸ, ταχέως ἡμᾶς ἁλίσκουσι, ταχέως πάντα τὰ ἡμῶν ἐκφοροῦσιν· ἐπεὶ καὶ οἱ λῃσταὶ πρότερον τὴν λαμπάδα σβέσαντες, τότε λῃστεύουσιν. Ἐκεῖνοι μὲν γὰρ ὁρῶσιν ἐν τῷ σκότει τούτῳ, ἐπειδὴ τὰ τοῦ σκότους πράττουσιν· ἡμεῖς δὲ ἀήθεις ἐσμὲν ἐκείνου τοῦ φωτός. Μὴ τοίνυν σβέσωμεν αὐτό. Πᾶσα πονηρὰ πρᾶξις σβέννυσι τοῦτο τὸ φῶς, καὶ λοιδορία, καὶ ὕβρις, καὶ ὅπερ ἂν εἴπῃς. Καθάπερ γὰρ ἐπὶ τοῦ πυρὸς πᾶν τὸ ἀλλότριον αὐτοῦ ἀναιρετικὸν αὐτοῦ ἐστιν, ἐκεῖνο δὲ ἀνάπτει αὐτὸ, ὅπερ αὐτοῦ συγγενές ἐστιν· οὕτω καὶ ἐπὶ τοῦ φωτὸς τούτου, εἴ τι ξηρὸν, εἴ τι θερμὸν, εἴ τι διάπυρον, ἀνάπτει τὴν φλόγα τοῦ πνεύματος. Μηδὲν οὖν ψυχρὸν, μηδὲν ὑγρὸν ἐπιφέρωμεν· ταῦτα γὰρ τούτου ἀναιρετικά. Ἔστι δὲ καὶ ἄλλη ἐξήγησις. Πολλοὶ παρ' αὐτοῖς, οἱ μὲν προεφήτευον ἀληθῶς, οἱ δὲ ἐψεύδοντο. Τοῦτο καὶ ἐν τῇ πρὸς Κορινθίους φησὶ, διακρίσεις πνευμάτων διὰ τοῦτο δεδωκέναι. Μιαρὸς γὰρ ὢν ὁ διάβολος, ἠθέλησε διὰ τοῦ χαρίσματος τούτου τὸ πᾶν ἀνατρέψαι τῆς Ἐκκλησίας. Ἐπειδὴ γὰρ ἀμφότεροι περὶ μελλόντων προὔλεγον, καὶ ὁ δαίμων καὶ τὸ πνεῦμα, ἀλλ' ὁ μὲν ψευδόμενος, τὸ δὲ ἀληθεῦον, καὶ οὐδαμόθεν ἦν ἑκατέρου τεκμήριον λαβεῖν, ἀλλ' ἀνευθύνως ἑκάτεροι ἔλεγον, ὡς ὁ Ἱερεμίας καὶ ὁ Ἰεζεκιήλ· ἀλλ' ἐλθόντος τοῦ καιροῦ ἠλέγχθησαν, ἔδωκε καὶ διακρίσεις πνευμάτων. Ἐπεὶ οὖν καὶ τότε παρὰ Θεσσαλονικεῦσι πολλοὶ προεφήτευον, οὓς καὶ ἀλλαχοῦ αἰνίττεται λέγων, Μὴ θροεῖσθε μήτε διὰ λόγου, μήτε δι' ἐπιστολῆς, ὡς δι' ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ Κυρίου· εἰπὼν, Τὸ πνεῦμα μὴ σβέννυτε, προσέθηκεν εὐκαίρως, καὶ τὰ ἑξῆς, Προφητείας, λέγων, μὴ ἐξουθενεῖτε. Ὃ οὖν ἐνταῦθα 62.463 δηλοῦν βούλεται, τοῦτό ἐστι· Μὴ ἐπειδή τινες ψευδοπροφῆται παρ' ὑμῖν εἰσι, δι' ἐκείνους καὶ τούτους κωλύσητε καὶ ἀποστραφῆτε αὐτούς· μὴ σβέννυτε αὐτούς· τουτέστι, προφητείας μὴ ἐξουθενεῖτε.
βʹ. Ὁρᾷς ὅτι τοῦτό ἐστιν ὅ φησι, Πάντα δοκιμάζετε. Ἐπειδὴ εἶπε, Προφητείας μὴ ἐξουθενεῖτε, ἵνα μὴ νομίσωσιν ὅτι πᾶσιν ἀνέῳξε τὸ βῆμα, Πάντα, φησὶ, δοκιμάζετε, τὸ δὲ καλὸν κατέχετε, τουτέστι, τὰς ὄντως προφητείας. Ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε· μὴ τούτου ἢ ἐκείνου, ἀλλ', Ἀπὸ παντός· καὶ τὰ ψευδῆ καὶ τὰ ἀληθῆ ἵνα μετὰ δοκιμασίας διακρίνητε, καὶ ἐκείνων ἀπέχησθε, καὶ τούτων ἔχησθε. Οὕτω γὰρ κἀκείνων σφοδρὸν τὸ μῖσος ἔσται, καὶ τούτων ἡ ἀγάπη γίνεται, ὅταν μὴ ἁπλῶς μηδὲ ἀνεξετάστως, ἀλλὰ μετὰ ἀκριβείας ἅπαντα πράττωμεν. Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη. Ὅρα διδασκάλου φιλοστοργίαν· μετὰ τὴν παραίνεσιν καὶ εὐχὴν ἐπάγει· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐν τοῖς γράμμασι· δεῖ γὰρ καὶ συμβουλῆς καὶ εὐχῆς. ∆ιὰ τοῦτο καὶ ἡμεῖς πρότερον συμβουλεύοντες, τότε τὰς ὑπὲρ ὑμῶν εὐχὰς ποιούμεθα· καὶ τοῦτο ἴσασιν οἱ μεμυημένοι. Ἀλλ' ὁ μὲν Παῦλος εἰκότως τοῦτο ἐποίει, πολλὴν πρὸς τὸν Θεὸν τὴν παῤῥησίαν ἔχων· ἡμεῖς δὲ κατῃσχυμμένοι καὶ ἀπαῤῥησίαστοι ὄντες· ἀλλ' ἐπειδὴ εἰς τοῦτο ἐτάχθημεν, πράττομεν αὐτὸ, ἀνάξιοι μὲν ὄντες καὶ παρεστάναι, καὶ τῶν ἐσχάτων μαθητῶν τὸν τόπον ἐπέχειν· ἐπειδὴ δὲ καὶ δι' ἀναξίων ἡ χάρις ἐνεργεῖ, οὐ δι' αὐτοὺς, ἀλλὰ διὰ τοὺς μέλλοντας ὠφελεῖσθαι τὰ παρ' ἑαυτῶν εἰσφέρομεν. Ἁγιάσαι ὑμᾶς, φησὶν, ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη. Τὸ πνεῦμα τί φησιν ἐνταῦθα; Τὸ χάρισμα. Ἂν μὲν γὰρ ἔχοντες λαμπρὰς τὰς λαμπάδας ἀπέλθωμεν, εἰσελευσόμεθα εἰς τὸν νυμφῶνα· ἂν δὲ ἐσβεσμένας, οὐκέτι. ∆ιὰ τοῦτό φησιν, Ὁλόκληρον ὑμῶν τὸ πνεῦμα· ἐκείνου γὰρ μένοντος ἀκεραίου, καὶ τοῦτο μένει.
Καὶ ἡ ψυχὴ, φησὶ, καὶ τὸ σῶμα. Οὔτε γὰρ αὐτή τι πονηρὸν δέχεται, οὔτ' ἐκεῖνο. Πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει. Ὅρα τὴν ταπεινοφροσύνην· ἐπειδὴ γὰρ ηὔξατο, μὴ νομίσητε, φησὶν, ὅτι ἀπὸ τῶν ἐμῶν εὐχῶν τοῦτο γίνεται, ἀλλ' ἐκ τῆς προθέσεως, ἧς ὑμᾶς ἐκάλεσεν. Εἰ γὰρ εἰς σωτηρίαν ἐκάλεσεν, ἀληθὴς δέ ἐστι, πάντως σώσει βουλόμενος. Ἀδελφοὶ, προσεύχεσθε καὶ περὶ ἡμῶν. Βαβαὶ, πόση ταπεινοφροσύνη! Ἀλλ' ἐκεῖνος μὲν ταπεινοφροσύνης ἕνεκεν, τοῦτο ἔλεγεν, ἡμεῖς δὲ οὐ ταπεινοφροσύνης ἕνεκεν, ἀλλ' ὠφελείας πολλῆς, καὶ μέγα τι παρ' ὑμῶν κερδᾶναι βουλόμενοι, λέγομεν, Προσεύχεσθε καὶ περὶ ἡμῶν. Εἰ γὰρ καὶ μηδὲν ὠφελῆσθε παρ' ἡμῶν μέγα μηδὲ θαυμαστὸν, ἀλλ' ὅμως δι' αὐτὴν τὴν τιμὴν, δι' αὐτὴν τὴν προσηγορίαν. Ἔσχε τις παῖδάς ποτε, καὶ ὅμως εἰ καὶ μηδὲν ὠφέληνται παρ' αὐτοῦ, ἀλλ' ἐπειδὴ πατὴρ γέγονε, τοῦτο ἴσως προβάλλεται λέγων, Μίαν ὑμῶν ἡμέραν οὐκ ἐκλήθην πατήρ. ∆ιὰ τοῦτο καὶ ἡμεῖς λέγομεν, Προσεύχεσθε καὶ περὶ ἡμῶν· οὐχ 62.464 ἁπλῶς τοῦτο λέγων, ἀλλὰ πάνυ ἐφιέμενος τῶν ὑμετέρων εὐχῶν. Εἰ γὰρ ὑπεύθυνος ἐγενόμην τῆς πάντων ὑμῶν προστασίας, καὶ λόγους ὑπέχειν μέλλω, πολλῷ μᾶλλον ὀφείλω τῆς παρ' ὑμῶν ἀπολαύειν εὐχῆς. Αἱ εὐθῦναί μοι μείζους ἐγένοντο δι' ὑμᾶς· οὐκοῦν καὶ ἡ βοήθεια πλείων παρ' ὑμῶν. Ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν ἁγίῳ φιλήματι. Βαβαὶ τῆς θερμότητος! βαβαὶ τῆς διανοίας! Ἐπειδὴ φιλήματι αὐτοὺς ἀσπάσασθαι οὐκ ἠδύνατο ἀπὼν, δι' ἑτέρων αὐτοὺς ἀσπάζεται· οὕτω καὶ ἡμεῖς ποιοῦμεν, ὡς ὅταν λέγωμεν, Φίλησον αὐτὸν ἀντ' ἐμοῦ. Οὕτω καὶ αὐτοὶ κατέχετε τὸ πῦρ τῆς ἀγάπης· οὐ γὰρ ἀνέχεται διαστημάτων, ἀλλὰ καὶ διὰ μέσων τῶν ὁδῶν ἑαυτὴν ἐκτείνει, καὶ πανταχοῦ πάρεστιν.
Ὁρκίζω ὑμᾶς τὸν Κύριον, ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσι τοῖς ἁγίοις ἀδελφοῖς. Καὶ τοῦτο πόθου μάλιστα, οὐ διδασκαλίας τοσοῦτον· ἵνα κἀκείνοις ὦ προσδιαλεγόμενος, φησίν· Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ' ὑμῶν. Ἀμήν. Καὶ οὐχ ἁπλῶς ἐπιτάττει, ἀλλ' ὁρκίζων, ἀπὸ θερμῆς διανοίας καὶ τοῦτο ποιῶν, ἵνα κἂν αὐτοῦ καταφρονήσωσι, διὰ τὸν ὁρκισμὸν πράξωσι τὸ ἐπιταχθέν. Μέγαν γὰρ εἶχον τότε φόβον τοῦ πράγματος· νυνὶ δὲ καὶ τοῦτο πεπάτηται. Καὶ ἔστι πολλάκις παῖς μαστιζόμενος, καὶ ὁρκίζων τὸν Θεὸν καὶ τὸν Χριστὸν αὐτοῦ, καὶ, οὕτω Χριστιανὸς ἀποθάνοις, καὶ οὐδεὶς προσέχει, οὐδεὶς ἐπιστρέφεται· ἂν δὲ τὸν υἱὸν τὸν ἴδιον ὁρκίσῃ, εὐθέως καὶ ἄκων, καὶ τρίζων τοὺς ὀδόντας, ὑφίησι τοῦ θυμοῦ. Ἄλλος πάλιν ἑλκόμενος, ἀπαγόμενος ἐπὶ μέσης τῆς ἀγορᾶς, καὶ Ἑλλήνων καὶ Ἰουδαίων παρόντων, ὁρκοῖ τὸν ἀπάγοντα ὅρκους φρικωδεστάτους, καὶ οὐδεὶς προσέχει. Τί οὐκ ἐροῦσιν οἱ Ἕλληνες, ὅταν πιστὸς τὸν πιστὸν καὶ Χριστιανὸν ὁρκοῖ, καὶ μηδεὶς γίνηται λόγος, ἀλλὰ καὶ καταφρονῶμεν;
γʹ. Βούλεσθε ὑμῖν διηγήσωμαί τι πρᾶγμα, ὅπερ καὶ αὐτὸς ἀκήκοα; οὐδὲ γὰρ πλάττων λέγω, ἀλλὰ παρὰ προσώπου ἀξιοπίστου ἀκηκοώς. Παιδίσκη τις ἀνδρὶ πονηρῷ συνεζευγμένη, μιαρῷ, δραπέτῃ, αὕτη, πολλὰ τοῦ ἀνδρὸς ἡμαρτηκότος, καὶ μέλλοντος ἀπεμπολεῖσθαι παρὰ τῆς δεσποίνης· καὶ γὰρ μείζονα συγγνώμης ἦν τὰ ἁμαρτήματα, καὶ χήρα ἦν ἡ γυνὴ, καὶ κολάζειν αὐτὸν λυμαινόμενον αὐτῆς τὴν οἰκίαν οὐκ ἴσχυεν, ἀλλ' ἔγνω ἀποδόσθαι· εἶτα ἀνόσιον εἶναι νομίζουσα ἡ δέσποινα διασπάσαι τῆς γυναικὸς τὸν ἄνδρα, κατεδέξατο καὶ χρησίμην οὖσαν τὴν κόρην, ὑπὲρ τῆς ἀπαλλαγῆς τῆς ἐκείνου συναπεμπολῆσαι καὶ τὴν γυναῖκα. Ὁρῶσα τοίνυν ἡ κόρη ἑαυτὴν ἐν τοῖς ἀπόροις οὖσαν,
ἐλθοῦσα πρὸς αἰδέσιμον πρόσωπον καὶ σύνηθες τῇ δεσποίνῃ αὐτῆς, τὸ κἀμοὶ διηγησάμενον, καὶ τῶν γονάτων ἁπτομένη, καὶ μυρία ἀποδυρομένη, παρεκάλεσεν ὥστε τὴν αὐτῆς ἀξιῶσαι δέσποιναν ὑπὲρ αὐτῆς· καὶ πολλοὺς ἀναλώσασα λόγους, ὕστερον καὶ τοῦτο προσέθηκεν, ὡς τούτῳ πείσουσα μάλιστα, ὅρκον τινὰ φρικωδέστατον ἐπάγουσα· ὁ δὲ ὅρκος ἦν οὗτος· Οὕτω τὸν Χριστὸν ἴδοις ἐν ἡμέρᾳ κρίσεως, μὴ παρίδῃς μου τὴν ἀξίωσιν· καὶ ταῦτα εἰποῦσα ἀπῆλθεν. Ἡ δὲ παρακληθεῖσα, φροντίδος τινὸς ἐμπεσούσης βιωτικῆς, οἵα συμβαίνει ἐν ταῖς οἰκίαις, ἐπελάθετο. Εἶτα ἄφνω δείλης μεσημβρίας εἰς μνήμην ἦλθε τοῦ φρικωδεστάτου ὅρκου, καὶ κατενύγη σφοδρῶς, καὶ ἀπελθοῦσα ἠξίωσε μετὰ πολλῆς τῆς ἐπιμελείας, καὶ τὸ πρᾶγμα ἤνυσε. Καὶ κατ' ἐκείνην τὴν νύκτα ἄφνω τοὺς οὐρανοὺς εἶδεν ἀνεῳγότας, καὶ αὐτὸν τὸν Χριστόν· εἶδε δὲ, ὡς δυνατὸν γυναικὶ ἰδεῖν. Ἐπειδὴ γὰρ ὅλως 62.465 ἐφρόντισε τοῦ ὁρκισμοῦ, ἐπειδὴ ἐφοβήθη, τῆς ὀπτασίας κατηξιώθη ταύτης. Ταῦτα δὲ εἶπον, ἵνα μὴ καταφρονῶμεν τῶν ὁρκισμῶν, μάλιστα ὅταν ὑπὲρ ἀγαθῶν πραγμάτων ἡμᾶς τινες παρακαλῶσιν, ὑπὲρ ἐλεημοσύνης, ὑπὲρ φιλανθρωπίας. Νῦν δὲ κάθηνται πένητες ἐκκεκομμένοι τοὺς πόδας, ὁρῶντές σε παρατρέχουσαν· εἶτ' ἐπειδὴ τοῖς ποσὶν ἐπακολουθῆσαι μὴ δύνανται, καθάπερ ἀγκίστρῳ τινὶ προσδοκῶσι κατέχειν τῷ φόβῳ τοῦ ὅρκου, καὶ τὰς χεῖρας ἐκτείνοντες ὁρκίζουσιν, ὥστε δοῦναι ὀβολὸν ἕνα, ἢ δύο μόνον· σὺ δὲ παρατρέχεις, τὸν ∆εσπότην ὁρκιζομένη τὸν σόν. Καὶ ἂν μὲν κατὰ τῶν ὀφθαλμῶν ἢ τοῦ ἀνδρὸς τοῦ ἀποδημοῦντος ὁρκίσῃ, ἢ τοῦ παιδίου, ἢ τῆς θυγατρὸς, εὐθέως εἴκεις, καὶ ἐφάλλεταί σου ἡ διάνοια καὶ διαθερμαίνῃ· ἂν δὲ τὸν Κύριον ὁρκίσῃ, παρατρέχεις. Πολλὰς δὲ οἶδα ἐγὼ, αἳ, τὸν μὲν Χριστὸν ἀκούουσαι, παρέδραμον· εἰς δὲ κάλλος ἐπαινεθεῖσαι παρὰ τῶν προσιόντων, διεχύθησαν, ἐμαλάχθησαν, καὶ χεῖρα ὤρεξαν. Τοιγαροῦν εἰς τοῦτο τοὺς πένητας κατέστησαν τοὺς ἀθλίους, εἰς τὸ γελωτοποιεῖν. Ἐπειδὴ γὰρ τὰ σφοδρὰ ῥήματα καὶ πικρὰ λέγοντες οὐ καθάπτονται τῆς ψυχῆς, ἐπὶ ταύτην ἔρχονται τὴν ὁδὸν, δι' ἧς μάλιστα τέρπουσι· καὶ τὸν ἐν συμφορᾷ ὄντα καὶ ὑπὸ τοῦ λιμοῦ ἀγχόμενον ἠνάγκασεν ἡ πολλὴ φαυλότης ἡμῶν κάλλους ἐγκώμια λέγειν τοὺς ἐπαιτοῦντας. Καὶ εἴθε τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερον εἶδος τούτου χαλεπώτερον· θαυματοποιοὺς τοὺς πένητας ἠνάγκασεν εἶναι καὶ αἰσχρολόγους καὶ γελωτοποιούς. Ὅταν γὰρ κύλικας καὶ κισσύβια καὶ ποτήρια τοῖς δακτύλοις ἐνείρων, καὶ περιτιθεὶς κυμβαλίζῃ, καὶ σύριγγα ἔχων ᾄδῃ δι' αὐτῆς τὰ ᾄσματα τὰ αἰσχρὰ καὶ ἔρωτος γέμοντα, καὶ διὰ τῆς φωνῆς ἀναβοᾷ· εἶτα πολλοὶ περιεστήκωσι, καὶ οἱ μὲν τρύφος ἄρτου, οἱ δὲ ὀβολὸν, οἱ δὲ ἕτερόν τι παρέχωσι, καὶ κατέχωσιν ἐπὶ πολὺ, καὶ τέρπωνται καὶ ἄνδρες καὶ γυναῖκες, τί τούτου χαλεπώτερον; οὐχὶ πολλοῦ στεναγμοῦ ταῦτα ἄξια; Μικρὰ μέν ἐστι, καὶ νομίζεται μικρά· μεγάλα δὲ ἐναποτίκτει τοῖς ἤθεσιν ἡμῶν τὰ ἁμαρτήματα. Ὅταν γὰρ αἰσχρόν τι λεχθῇ καὶ ἡδὺ μέλος, ἐμάλαξε τὴν διάνοιαν, καὶ αὐτὴν ἐκείνην διέφθειρε τὴν ψυχήν. Καὶ ὁ μὲν τὸν Θεὸν καλῶν πένης, καὶ ἐπευχόμενος ὑμῖν μυρία ἀγαθὰ, οὐδὲ λόγου ἀξιοῦται παρ' ὑμῶν· ὁ δὲ ἀντὶ τούτων τὰ νεωτερικὰ ἐπεισάγων, θαυμάζεται. Ὃ δέ με νῦν ἐπεισῆλθεν εἰπεῖν πρὸς ὑμᾶς, ἐκεῖνο ἐρῶ. Ποῖον δὴ τοῦτο; Ὅταν πενίᾳ καὶ νόσῳ περιβληθῇς, εἰ καὶ μηδαμόθεν ἀλλαχόθεν, ἀπὸ γοῦν τῶν ἐπαιτούντων τῶν διὰ τῶν στενωπῶν χωρούντων μάθε εὐχαριστεῖν τῷ
∆εσπότῃ. Οὗτοι γὰρ πάντα τὸν βίον ἐν τῷ ἐπαιτεῖν καταναλίσκοντες, οὐ βλασφημοῦσιν, οὐκ ἀγανακτοῦσιν οὐδὲ δυσχεραίνουσιν, ἀλλὰ πᾶσαν τὴν τῆς ἐπαιτήσεως διήγησιν ἐν εὐχαριστίᾳ ποιοῦνται, μέγαν τὸν Θεὸν ποιοῦντες καὶ φιλάνθρωπον. Ὁ μὲν λιμῷ φθειρόμενος, φιλάνθρωπον καλεῖ· σὺ δὲ ὁ ἐν ἀφθονίᾳ ζῶν, ἂν μὴ τὰ πάντων λάβῃς, ὠμὸν λέγεις. Πόσῳ βελτίων ἐκεῖνος; πῶς ἡμᾶς τότε κατακρινεῖ; Κοινοὺς διδασκάλους ἡμῖν τῶν συμφορῶν καὶ παραμυθίαν ἀφῆκε διὰ τῆς οἰκουμένης ὁ Θεὸς τοὺς πένητας.
Ἔπαθές τι τῶν ἀβουλήτων; ἀλλ' οὐδὲν τοιοῦτον, οἷον ἐκεῖνος. Ἐξεκόπης τὸν ὀφθαλμόν; ἀλλ' ἐκεῖνος τοὺς δύο. Ἐνόσησας νόσον μακράν; ἀλλ' ἐκεῖνος ἀνίατον ἔχει. Ἀπέβαλες τοὺς παῖδας; ἀλλ' ἐκεῖνος καὶ τὴν ὑγιείαν τοῦ οἰκείου σώματος. Ἐζημιώθης ζημίαν μεγάλην; ἀλλ' οὐδέπω πρὸς τὸ ἑτέρων δεῖσθαι κατέστης. Οὐκοῦν εὐχαρίστη
62.466 σον τῷ Θεῷ. Ὁρᾷς ἐκείνους ἐν καμίνῳ πενίας, καὶ παρὰ πάντων μὲν αἰτοῦντας, παρ' ὀλίγων δὲ λαμβάνοντας. Ὅταν ἀποκάμῃς εὐχόμενος, καὶ μὴ λαμβάνῃς, ἐννόησον ποσάκις ἤκουσας πένητός σε καλοῦντος, καὶ οὐκ ἐπήκουσας, καὶ οὐκ ἠγανάκτησεν ἐκεῖνος, οὐδὲ ὕβρισέ σε. Καίτοι σὺ μὲν ἀπὸ ὠμότητος τοῦτο ποιεῖς, ὁ δὲ Θεὸς ἀπὸ φιλανθρωπίας καὶ τὸ μὴ ἀκούειν ποιεῖ. Εἰ τοίνυν αὐτὸς τοῦ ὁμοδούλου δι' ὠμότητα μὴ ἀκούων οὐκ ἀξιοῖς ἐγκαλεῖσθαι, τῷ δεσπότῃ τοῦ δούλου διὰ φιλανθρωπίαν οὐκ ἀκούοντι ἐγκαλεῖς; Ὁρᾷς πόσον τὸ ἄνισον; πόσον τὸ ἄδικον; δʹ. Ταῦτα ἐννοῶμεν διαπαντὸς, τοὺς κατωτέρους, τοὺς ἐν μείζοσι συμφοραῖς, καὶ οὕτω δυνησόμεθα εὐχαριστεῖν τῷ Θεῷ. Πολλῶν ὁ βίος γέμει τοιούτων ὑποδειγμάτων· ἔχει δὲ διδασκαλίαν οὐ μικρὰν ὁ νήφων καὶ βουλόμενος προσέχειν καὶ ἀπὸ τῶν εὐκτηρίων οἴκων. ∆ιὰ τοῦτο γὰρ καὶ ἐν ταῖς ἐκκλησίαις, καὶ ἐν τοῖς μαρτυρίοις προκάθηνται τῶν προπυλαίων οἱ πένητες, ὥστε ἡμᾶς ἐκ τῆς τούτων θέας πολλὴν δέχεσθαι τὴν ὠφέλειαν.
Ἐννόησον γὰρ ὅτι εἰς μὲν βασίλεια τὰ ἐπὶ γῆς εἰσερχομένων ἡμῶν, οὐδὲν τοιοῦτον ἔστιν ἰδεῖν· ἀλλὰ ἄνδρες καὶ σεμνοὶ, καὶ λαμπροὶ, καὶ πλουτοῦντες, καὶ συνετοὶ, πανταχοῦ διατρέχουσιν, εἰς δὲ τὰ ὄντως βασίλεια, τὴν ἐκκλησίαν λέγω, καὶ τοὺς εὐκτηρίους οἴκους τῶν μαρτύρων, δαιμονῶντες, ἀνάπηροι, πένητες, γέροντες, τυφλοὶ, διεστραμμένοι τὰ μέλη. Τί δήποτε; Ἵνα σὺ παιδεύῃ διὰ τῆς τούτων θέας, πρῶτον μὲν ἵνα, εἴ τινα τῦφον ἔξωθεν ἐπισυρόμενος εἰσέλθῃς, εἰς ἐκείνους βλέψας, καὶ ἀποθέμενος τὸν ὄγκον, καὶ συντρίψας τὴν καρδίαν, οὕτως εἰσέλθῃς, καὶ τῶν λεγομένων ἀκούσῃς (οὐ γὰρ ἔστι μετὰ τύφου προσευχόμενον ἀκούεσθαι)· ἵν', ὅταν γέροντα ἴδῃς, μὴ ἐπὶ νεότητι μέγα φρονῇς· καὶ γὰρ οὗτοι οἱ γέροντες νέοι ἐγένοντο· ἵν', ὅταν ἐπὶ στρατείᾳ καὶ δυναστείᾳ βασιλικῇ μέγα κομπάζῃς, ἐννοήσῃς ὅτι ἐκ τούτων εἰσὶ καὶ οἱ λαμπροὶ γενόμενοι ἐν ταῖς βασιλικαῖς αὐλαῖς· ἵν', ὅταν ἐπὶ ὑγείᾳ σώματος θαῤῥῇς, τούτοις προσέχων καταστείλῃς σου τὸ φρόνημα. Καὶ γὰρ ἐνταῦθα συνεχῶς εἰσιὼν, ὁ μὲν ὑγιαίνων οὐ μέγα φρονήσει ἐπὶ ὑγείᾳ σώματος· ὁ δὲ κάμνων, λήψεται παραμυθίαν οὐ τὴν τυχοῦσαν. Οὐ διὰ τοῦτο δὲ μόνον ἐνταῦθα παρακάθηνται, ἀλλ' ἵνα σε καὶ ἐλεήμονα ποιήσωσι, καὶ πρὸς ἔλεον ἐπικαμφθῇς, ἵνα θαυμάσῃς τοῦ Θεοῦ τὴν φιλανθρωπίαν. Εἰ γὰρ ὁ Θεὸς οὐκ ἐπαισχύνεται αὐτοὺς, ἀλλ' ἐν τοῖς προπυλαίοις αὐτοῦ ἔστησε, πολλῷ μᾶλλον σύ· ἵνα μὴ μέγα φρονῇς ἐπὶ τοῖς βασιλείοις τοῖς ἐπὶ τῆς γῆς. Μὴ τοίνυν ἐπαισχύνου παρὰ πένητος καλούμενος· κἂν προσέλθῃ, κἂν τὰ γόνατα κατέχῃ, μὴ ἀποσείσῃ· κύνες γάρ εἰσιν οὗτοί τινες θαυμαστοὶ τῶν αὐλῶν τῶν βασιλικῶν. Οὐ γὰρ ἀτιμάζων αὐτοὺς κύνας ἐκάλεσα, μὴ γένοιτο, ἀλλὰ καὶ σφόδρα ἐπαινῶν· τὴν αὐλὴν φυλάττουσι τὴν βασιλικήν· θρέψον τοίνυν αὐτούς· ἡ γὰρ τιμὴ εἰς τὸν βασιλέα ἀναβαίνει. Ἐκεῖ πάντα τῦφος, ἐν τοῖς βασιλείοις λέγω τοῖς ἐπὶ τῆς γῆς, ἐνταῦθα πάντα ταπεινοφροσύνη.
Ὅτι οὐδὲν τὰ ἀνθρώπινα ἀπ' αὐτῶν μάλιστα τῶν προπυλαίων μανθάνεις· ὅτι οὐ τέρπεται πλούτῳ Θεὸς, ἀπ' αὐτῶν τῶν προκαθημένων διδάσκῃ. Ἡ γὰρ τούτων καθέδρα καὶ ἡ συλλογὴ μονονουχὶ παραίνεσίς ἐστι, πρὸς τὴν τῶν ἁπάντων ἀνθρώπων φύσιν φωνὴν ἀφιεῖσα λαμπρὰν, καὶ λέγουσα, ὅτι οὐδὲν τὰ ἀνθρώπινα πράγματα, ὅτι σκιὰ καὶ καπνός. Εἰ καλὸν ἦν ὁ πλοῦτος, οὐκ ἂν πένητας προεκάθισεν 62.467 ὁ Θεὸς τῶν οἰκείων προθύρων. Εἰ δὲ προσίεται καὶ πλουτοῦντας, μὴ θαυμάσῃς· οὐ γὰρ διὰ τοῦτο προσίεται, ἵνα μένωσι πλουτοῦντες, ἀλλ' ἵνα ἀπαλλαγῶσι τοῦ ὄγκου· ἄκουσον γὰρ τί φησιν αὐτοῖς ὁ Χριστός·
Οὐ δύνασθε Θεῷ δουλεύειν, καὶ μαμωνᾷ· καὶ πάλιν, ∆υσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ πάλιν, Εὐκοπώτερόν ἐστι κάμηλον διὰ ῥαφίδος τρυπήματος εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ∆ιὰ ταῦτα δέχεται τοὺς πλουσίους, ἵνα ταῦτα ἀκούσωσι τὰ ῥήματα, ἵνα τὸν αἰώνιον ποθήσωσι πλοῦτον, ἵνα ἐπιθυμήσωσι τῶν ἐν τοῖς οὐρανοῖς. Καὶ τί θαυμάζεις εἰ εἰς τὰ πρόθυρα αὐτοῦ οὐκ ἀπαξιοῖ τοὺς τοιούτους καθίζειν; ἐπὶ γὰρ τὴν τράπεζαν αὐτοῦ τὴν πνευματικὴν οὐκ ἀπαξιοῖ καλεῖν αὐτοὺς, καὶ μεταδοῦναι τῆς εὐωχίας ἐκείνης· ἀλλ' ὁ κυλλὸς καὶ ἀνάπηρος, ὁ γέρων καὶ ῥάκια ἠμφιεσμένος καὶ ῥύπον καὶ κόρυζαν ἔχων, ἅμα τῷ νέῳ τῷ καλῷ, καὶ αὐτῷ τῷ τὴν ἁλουργίδα περικειμένῳ καὶ τὸ διάδημα ἐπὶ τῆς κεφαλῆς ἔχοντι, ἔρχεται τῆς τραπέζης μεθέξων, καὶ ἀξιοῦται τῆς εὐωχίας τῆς πνευματικῆς, καὶ τῶν αὐτῶν ἑκάτεροι ἀπολαύουσι, καὶ οὐδεμία ἐστὶ διαφορά. εʹ. Εἶθ' ὁ μὲν Χριστὸς οὐκ ἀπαξιοῖ εἰς τὴν τράπεζαν αὐτοὺς καλεῖν μετὰ τοῦ βασιλέως· ὁμοῦ γὰρ ἀμφότεροι καλοῦνται· σὺ δὲ ἴσως ἀπαξιοῖς καὶ ὀφθῆναι, διδοὺς πένησιν, ἢ καὶ προσδιαλεγόμενος; Βαβαὶ τῆς ἀπονοίας καὶ τοῦ τύφου! Ὅρα μὴ τὰ αὐτὰ πάθωμεν τῷ ποτε πλουσίῳ. Ἀπηξίου ἐκεῖνος κἂν ἰδεῖν τὸν Λάζαρον, καὶ ὀροφῆς αὐτῷ οὐ μετέδωκεν οὐδὲ στέγης, ἀλλ' ἦν ἔξω παρὰ τὸν πυλῶνα ἐῤῥιμμένος, ἀλλ' οὐδὲ ῥημάτων ἠξιώθη τῶν παρ' ἐκείνου. Ἀλλ' ὅρα πῶς ἐν ἀνάγκῃ καὶ χρείᾳ καταστὰς αὐτοῦ τῆς βοηθείας, ἀπέτυχεν. Εἰ γὰρ οὓς ὁ Χριστὸς οὐκ ἐπαισχύνεται, τούτους ἡμεῖς ἐπαισχυνόμεθα, τὸν Χριστὸν ἐπαισχυνόμε 62.468 θα, τοὺς φίλους αὐτοῦ ἐπαισχυνόμενοι. Πεπληρώσθω σου ἡ τράπεζα χωλῶν, ἀναπήρων· διὰ τούτων παραγίνεται ὁ Χριστὸς, οὐ διὰ τῶν πλουτούντων. Τάχα γελᾷς ἀκούων. Οὐκοῦν ἵνα μὴ νομίσῃς ὅτι ἐμὸν τὸ ῥῆμα, ἄκουσον αὐτοῦ τοῦ Χριστοῦ λέγοντος, ἵνα μὴ γελάσῃς, ἀλλ' ἵνα φρίξῃς· Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, φησὶ, μὴ φώνει τοὺς φίλους σου, μηδὲ τοὺς ἀδελφούς σου, μηδὲ τοὺς συγγενεῖς σου, μήτε γείτονας πλουσίους, μήποτε καὶ αὐτοὶ ἀντικαλέσωσί σε, καὶ γένηταί σοι ἀνταπόδομα· ἀλλ' ὅταν ποιῇς δοχὴν, κάλει πτωχοὺς, ἀναπήρους, τυφλοὺς, καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι· ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων. Καὶ δόξα δὲ μείζων ἐνταῦθα γίνεται, εἴ γε ταύτης ἐρᾷς. Ἐξ ἐκείνων μὲν γὰρ φθόνος καὶ βασκανίαι καὶ κατηγορίαι καὶ λοιδορίαι, καὶ πολὺς ὁ φόβος μή τι παρὰ τὸ δέον γένηται· καὶ ὡς οἰκέτης δεσπότῃ, οὕτω παρέστηκας, ἂν μείζους οἱ καλούμενοι ὦσι, δεδοικὼς τὴν παρ' αὐτῶν μέμψιν καὶ τὰ στόματα· ἐπὶ δὲ τούτων οὐδὲν τοιοῦτον, ἀλλ' ἅπερ ἂν αὐτοῖς ἐνέγκῃς, μεθ' ἡδονῆς πάντα δέχονται· καὶ πολὺς ἐντεῦθεν ὁ κρότος, λαμπροτέρα ἡ δόξα, μεῖζον τὸ θαῦμα. Οὐχ οὕτω κροτοῦσιν ἐκείνους ὡς τούτους ἅπαντες οἱ ἀκούοντες. Εἰ δὲ ἀπιστεῖς, πείρασον σὺ ὁ πλουτῶν, ὁ στρατηγοὺς καὶ ἡγεμόνας καλῶν· κάλεσον καὶ πένητας, καὶ ἀπὸ τούτων τὴν τράπεζαν πλήρωσον, ἂν μὴ παρὰ πάντων κροτηθῇς, ἂν μὴ παρὰ πάντων φιληθῇς, ἂν μὴ πάντες ὡς πατέρα ἕξωσιν. Ἐκείνων μὲν γὰρ τῶν δείπνων κέρδος οὐδὲν, ὑπὲρ τούτων δὲ οὐρανὸς ἀπόκειται, καὶ τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθά· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

















0 σχόλια :
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.