Τρίτη 11 Ιουνίου 2013

Ἅγ. Ἰωάννης ὁ Δαμασκηνός: Ἀπόδειξις ὅτι εἷς ἐστι Θεός, καὶ οὐ πολλοί



ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ ΔΑΜΑΣΚΗΝΟΣ
ΕΚΔΟΣΙΣ ΑΚΡΙΒΗΣ ΟΡΘΟΔΟΞΟΥ ΠΙΣΤΕΩΣ

 Ὅτι μέν ἐστι Θεός, ἱκανῶς ἀποδέδεικται· καὶ ὅτι ἀκατάληπτός ἐστιν ἡ Αὐτοῦ οὐσία·ὅτι δὲ εἷς ἐστὶ καὶ οὐ πολλοί, τοῖς μὲν τῇ θείᾳ πειθομένοις Γραφῇ, οὐκ ἀμφιβάλλεται· φησὶ γὰρ ὁ Κύριος ἐν τῇ τῆς νομοθεσίας ἀρχῇ· Ἐγὼ Κύριος ὁ Θεός σου ὁ ἐξαγαγὼν σεἐκ γῆς Αἰγύπτου· οὐκ ἔσονταί σοι Θεοὶ ἕτεροι πλὴν ἐμοῦ· καὶ πάλιν, ἄκουε Ἰσραήλ· Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι· καὶ διὰ Ἠσαΐου τοῦ Προφήτου· Ἐγὼ γάρ φησί Θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταύτα, καὶ πλὴν Ἐμοῦ οὐκ ἔστι θεός· ἔμπροσθέν μου οὐκἐγένετο ἄλλος θεός, καὶ μετ' ἐμὲ οὐκ ἔσται· καὶ πλὴν Ἐμοῦ οὐκ ἔστιν· καὶ ὁ Κύριος δὲἐν τοῖς Εὐαγγελίοις, οὕτω φησὶ πρὸς τὸν Πατέρα· αὕτη ἐστὶν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί Σε τὸν μόνον ἀληθινὸν Θεόν· Τοῖς δὲ τῇ θείᾳ μὴ πειθομένοις Γραφῇ, οὕτω διαλεξώμεθα.


Τὸ Θεῖον τέλειόν ἐστι καὶ ἀνελλιπές, κατά γε ἀγαθότητα, κατά τε σοφίαν, κατά τε δύναμιν· ἄναρχον, ἀτελεύτητον, ἀΐδιον, ἀπερίγραπτον· καὶ ἁπλῶς εἰπεῖν, κατὰ πάντα τέλειον· εἰ οὖν πολλοὺς ἐροῦμεν θεούς, ἀνάγκη διαφορὰν ἐν τοῖς πολλοῖς θεωρεῖσθαι· εἰ γὰρ οὐδεμία διαφορὰ ἐν αὐτοῖς, εἷς μᾶλλον ἐστὶ καὶ οὐ πολλοί· εἰ δὲδιαφορὰ ἐν αὐτοῖς, ποῦ ἡ τελειότης; εἴτε γὰρ κατὰ ἀγαθότητα, εἴτε κατὰ δύναμιν, εἴτε κατὰ σοφίαν, εἴτε κατὰ χρόνον, εἴτε κατὰ τόπον, ὑστερήσει τοῦ τελείου, οὐκ ἂν εἴη θεός· ἡ δὲ διὰ πάντων ταυτότης, ἕνα μᾶλλον δείκνυσι καὶ οὐ πολλούς· πῶς δὲ καὶπολλοῖς οὖσι τὸ ἀπερίγραπτον φυλαχθήσεται; ἔνθα γὰρ ἂν εἴη ὁ εἷς, οὐκ ἄν εἴη ὁἕτερος. πῶς δὲ ὑπὸ πολλῶν κυβερνηθήσεται ὁ κόσμος, καὶ οὐ διαλυθήσεται, καὶδιαφθαρήσεται, μάχης ἐν τοῖς κυβερνῶσι θεωρουμένης; ἡ γὰρ διαφορά, ἐναντίωσιν εἰσάγει· εἰ δὲ εἴποι τις· ὅτι ἕκαστος μέρους ἄρχει· τί τὸ τάξαν, καὶ τὴν διανομὴν αὐτοῖς ποιησάμενον; ἐκεῖνο γὰρ μᾶλλον ἂν εἴη Θεός· εἷς τοίνυν ἐστὶ Θεός, τέλειος,ἀπερίγραπτος, τοῦ παντὸς ποιητής, συνοχεύς τε, καὶ κυβερνήτης, ὑπερτελὴς καὶπροτέλειος· πρὸς δὲ καὶ φυσικὴ ἀνάγκη, μονάδα εἶναι, δυάδος ἀρχήν.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |