Παρασκευή 7 Ιουνίου 2013

ΟΜΙΛΙΑ ΣΤʹ.


In epistulam i ad Thessalonicenses (homiliae 111)
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΡΩΤΗΝ

ΟΜΙΛΙΑ ΣΤʹ.

Περὶ δὲ τῆς  φιλαδελφίας οὐ χρείαν  ἔχομεν  γρά  φειν  ὑμῖν.  Αὐτοὶ γὰρ  ὑμεῖς θεοδίδακτοί  ἐστε  εἰς  τὸ  ἀγαπᾷν  ἀλλήλους.  Καὶ γὰρ  ποιεῖτε  αὐτὸ  εἰς  πάντας  τοὺς ἀδελφοὺς τοὺς ἐν ὅλῃ τῇ Μα κεδονίᾳ.


αʹ. Τί δήποτε περὶ σωφροσύνης σφοδρῶς αὐτοῖς διαλεχθεὶς,  καὶ περὶ τοῦ δεῖν ἐργάζεσθαι μέλλων  διαλέγεσθαι, καὶ περὶ τοῦ μὴ λυπεῖσθαι τοῖς ἀπελθοῦσιν, ὃ πάντων ἦν κεφάλαιον  τῶν  ἀγαθῶν  τὸ τῆς ἀγάπης, τοῦτο κατὰ παράλειψιν  τίθησι, λέγων·  Οὐ χρείαν ἔχομεν γράφειν ὑμῖν; Καὶ τοῦτο ἀπὸ τῆς πολλῆς συνέσεως καὶ τῆς πνευματικῆς διδασκαλίας. ∆ύο γὰρ ἐνταῦθα  ἐμφαίνει,  ἓν μὲν, ὅτι οὕτως ἀναγκαῖον  τὸ πρᾶγμα, ὡς μηδὲ διδασκαλίας δεῖσθαι· τὰ γὰρ σφόδρα μεγάλα πᾶσίν ἐστι δῆλα· δεύτερον δὲ, μᾶλλον αὐτοὺς ἐντρέπει, ἢ εἰ παρῄνεσε τοῦτο εἰπών.

Ὁ γὰρ νομίζων, αὐτοὺς κατωρθωκέναι, καὶ διὰ τοῦτο μὴ παραινῶν, καὶ εἰ μὴ κατώρθωσαν, ἐνήγαγεν  ἂν μᾶλλον. Καὶ ὅρα· Οὐ λέγει περὶ τῆς ἀγάπης τῆς εἰς πάντας, ἀλλὰ τῆς εἰς τοὺς ἀδελφούς. Οὐ χρείαν ἔχομεν γράφειν ὑμῖν. Ἐχρῆν οὖν σιωπῆσαι, καὶ μηδὲν εἰπεῖν, εἰ μὴ χρεία ἦν. Νῦν δὲ τῷ εἰπεῖν, Οὐ χρεία ἐστὶ, μεῖζον ἐποίησεν, ἢ εἰ εἶπεν· Αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε. Καὶ ὅρα μεθ' ὅσου ἐγκωμίου   τὸν  Θεὸν  αὐτοῖς  διδάσκαλον   ἐπέστησε  τούτου.  Οὐ  δεῖσθε,  φησὶ,  παρὰ ἀνθρώπου μαθεῖν. Ὅπερ καὶ ὁ προφήτης φησὶ, Καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ. Αὐτοὶ γὰρ ὑμεῖς, φησὶ, θεοδίδακτοί  ἐστε εἰς τὸ ἀγαπᾷν  ἀλλήλους.  Καὶ γὰρ ποιεῖτε  αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς  τοὺς ἐν ὅλῃ τῇ Μακεδονίᾳ· καὶ εἰς τοὺς ἄλλους  πάντας, φησί. Σφόδρα ταῦτα ἐντρεπτικὰ  πρὸς τὸ ποιεῖν  αὐτό. Καὶ οὐχ ἁπλῶς  λέγω, ὅτι θεοδίδακτοί ἐστε, ἀλλ' οἶδα ἀφ' ὧν ποιεῖτε. Καὶ πολλὰ αὐτοῖς ἐμαρτύρησε τούτου ἕνεκεν. Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοὶ, περισσεύειν μᾶλλον, τουτέστι, πλεονάζειν, καὶ φιλοτιμεῖσθαι  ἡσυχάζειν, καὶ πράσσειν τὰ ἴδια, καὶ ἐργάζεσθαι ταῖς χερσὶν ὑμῶν, καθὼς παρηγγείλαμεν  ὑμῖν, ἵνα περιπατῆτε  εὐσχημόνως  πρὸς τοὺς ἔξω, καὶ μηδενὸς  χρείαν ἔχητε. Ἐνταῦθα δείκνυσιν ὅσων μὲν ἡ ἀργία κακῶν αἰτία, ὅσων δὲ ἡ ἐργασία καλῶν· καὶ ποιεῖ αὐτὸ σαφὲς ἀπὸ τῶν παρ' ἡμῖν, ὃ πολλαχοῦ ποιεῖ, καὶ τοῦτο συνετῶς· μᾶλλον γὰρ τούτοις  ἐνάγονται   οἱ  πλείους,  ἢ  τοῖς  πνευματικοῖς.  

Ἀγάπης  γάρ  ἐστι  τῆς  εἰς  τοὺς πλησίον,  οὐχὶ  παρ'  ἐκείνων   λαμβάνειν,   ἀλλ'  ἐκείνοις  παρέχειν.  Καὶ θέα  σύνεσιν· Μέλλων  παρακαλεῖν  καὶ  παραινεῖν,  μέσον τὸ  κατόρθωμα  τίθησιν,  ἵνα  καὶ  ἀπὸ τῆς προτέρας  παραινέσεως  ἀναπνεύσωσι,  καὶ  τῆς  ἀπειλῆς,  ἡνίκα  ἔλεγε·  Τοιγαροῦν  ὁ ἀθετῶν,  οὐκ ἄνθρωπον  ἀθετεῖ,  ἀλλὰ  τὸν  Θεόν· καὶ  ὅπως  ταύτῃ  μὴ ἀποσκιρτήσωσι. Τοῦτο  δὲ  ἀπὸ  τοῦ   ἐργάζεσθαι  γίνεται,   ὥστε   μὴ  λαμβάνειν   μηδὲ   ἀργεῖν,   ἀλλ' ἐργαζόμενον ἑτέροις παρέχειν. Μακάριον γάρ ἐστι, φησὶ, διδόναι μᾶλλον, ἢ λαμβάνειν. Καὶ ἐργάζεσθαι, φησὶ, ταῖς  χερσὶν ὑμῶν.  Ποῦ τοίνυν  εἰσὶν οἱ τὸ ἔργον  ζητοῦντες  τὸ πνευματικόν;  Ὁρᾷς πῶς αὐτοῖς πᾶσαν πρόφασιν ἀνεῖλεν  εἰπὼν, Ταῖς χερσὶν ὑμῶν. Ἆρα νηστείαν  ἐργάζεταί τις 62.430 ταῖς χερσίν; ἀλλὰ παννυχίδας;  ἀλλὰ χαμευνίας;  Οὐδεὶς τοῦτο ἂν εἴποι· ἀλλὰ περὶ ἔργου φησὶ τοῦ πνευματικοῦ· πνευματικὸν  γὰρ ὄντως ἐστὶ, τὸ ἐργαζόμενον ἑτέροις παρέχειν, καὶ οὐδὲν ἴσον τούτου. Ἵνα περιπατῆτε, φησὶν, εὐσχημόνως.   Ὁρᾷς  πόθεν   αὐτῶν   καθάπτεται;   Οὐκ  εἶπεν,   Ἵνα   μὴ   ἀσχημονῆτε ἐπαιτοῦντες,  ἀλλὰ τὸ αὐτὸ μὲν ᾐνίξατο, πραότερον δὲ αὐτὸ τίθησιν, ὥστε καὶ πλῆξαι καὶ μὴ σφόδρα τούτους βαρῆσαι. Εἰ γὰρ οἱ παρ' ἡμῖν σκανδαλίζονται  τούτοις, πολλῷ μᾶλλον   οἱ   ἔξωθεν   μυρίας   εὑρίσκοντες   κατηγορίας   καὶ   λαβὰς,   ὅταν   ἄνθρωπον ὑγιαίνοντα,  καὶ ἑαυτῷ ἀρκέσαι δυνάμενον  ὁρῶσιν ἐπαιτοῦντα,  καὶ ἑτέρων  δεόμενον.
∆ιὸ καὶ Χριστεμπόρους καλοῦσιν  ἡμᾶς· ∆ιὰ τοῦτο τὸ ὄνομα, φησὶ, βλασφημεῖται  τοῦ Θεοῦ. Ἀλλ' οὐδὲν  τούτων  ἔθηκεν,  ἀλλ' ὃ μάλιστα αὐτῶν  καθάψασθαι  ἴσχυε, τὸ τῆς ἀσχημοσύνης. Οὐ θέλομεν  δὲ ὑμᾶς ἀγνοεῖν,  ἀδελφοὶ,  περὶ τῶν κεκοιμημένων,  ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα.

βʹ. ∆ύο ταῦτα  μάλιστα  ἐλυμαίνετο  αὐτοὺς,  πενία  καὶ  ἀθυμία,  ἃ  καὶ  πάντας ἀνθρώπους. Ὅρα οὖν πῶς αὐτὰ θεραπεύει. Πενία δὲ αὐτοῖς ἦν ἐκ τοῦ ἡρπάσθαι αὐτῶν τὰ χρήματα. Εἰ δὲ ὧν τὰ χρήματα ἡρπάζετο διὰ τὸν Χριστὸν, τούτους κελεύει ἐργαζομένους τρέφεσθαι, πολλῷ  μᾶλλον  τοὺς ἄλλους. Ὅτι γὰρ ἡρπάγη, δῆλον ἐκ τοῦ εἰπεῖν,  Ὑμεῖς μιμηταὶ  ἐγένεσθε  τῶν  Ἐκκλησιῶν  τῶν  ἐν Ἰουδαίᾳ. Πῶς; Ὅτι ἐκείναις γράφων  ἔλεγε·  Καὶ τὴν  ἁρπαγὴν  τῶν  ὑπαρχόντων   ὑμῶν  μετὰ  χαρᾶς  προσεδέξασθε. Ἐνταῦθα λοιπὸν  τὸν περὶ ἀναστάσεως λόγον κινεῖ. Καὶ τί; οὐκ ἦν αὐτοῖς περὶ τούτου διαλεχθείς; Ἀλλ' ἐνταῦθα ἕτερόν τι αἰνίττεται  μυστήριον. Ποῖον δὴ τοῦτο; Ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι,  φησὶν, εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας.  Ἱκανὸς  μὲν  οὖν  καὶ ὁ τῆς  ἀναστάσεως  λόγος  παραμυθήσασθαι τὸν  ἐν ὀδύνῃ· ἱκανὸν  δὲ καὶ τὸ νῦν λεγόμενον  ἀξιόπιστον ποιεῖν  τὴν ἀνάστασιν. Πρῶτον δὲ ἐκεῖνο  εἴπωμεν,  ὃ  καὶ  αὐτὸς  εἶπεν,  Οὐ θέλω  δὲ  ὑμᾶς  ἀγνοεῖν,  ἀδελφοὶ,  περὶ  τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Ὅρα πῶς καὶ ἐνταῦθα  ἡμέρως.  Οὐκ εἶπεν,  Οὕτως ἀνόητοί  ἐστε, καθάπερ  πρὸς  Κορινθίους, οὕτως ἄφρονες,  ὅτι εἰδότες  ἀνάστασιν, ὡς οἱ μὴ πιστεύοντες,  οὕτω λυπεῖσθε· ἀλλὰ  σφόδρα ἡμέρως, Οὐ θέλω, εἶπε, τὴν ἄλλην  αὐτῶν  ἀρετὴν αἰδούμενος. Καὶ οὐκ εἶπε, περὶ τῶν ἀποθανόντων,  εὐθέως  ἀπὸ  προοιμίων   τὴν  παράκλησιν   καταβαλλόμενος.   Ἵνα  μὴ λυπῆσθε, φησὶν, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Ἄρα τὸ κατακόπτεσθαι ἐπὶ τοῖς ἀπελθοῦσι, τῶν οὐκ ἐχόντων  ἐστὶν ἐλπίδα· εἰκότως. Ψυχὴ γὰρ οὐδὲν περὶ ἀναστάσεως ἐπισταμένη, ἀλλὰ τὸν θάνατον τοῦτον θάνατον εἶναι νομίζουσα, εἰκότως ὡς περὶ ἀπολωλότων κόπτεται καὶ θρηνεῖ καὶ ἀφορήτως πενθεῖ· σὺ δὲ ὁ προσδοκῶν ἀνάστασιν, τίνος  ἕνεκεν  ὀδύρῃ; 

Ἄρα τῶν  μὴ ἐχόντων  ἐλπίδα  ἐστὶ τὸ ὀδύρεσθαι. Ἀκούσατε τῶν γυναικῶν  ὅσαι φιλόθρηνοι,  ὅσαι πρὸς τὰ πένθη ἀφορήτως φέρεσθε, ὅτι τὰ τῶν ἐθνικῶν πράττετε. Εἰ δὲ τὸ ἀλγεῖν  ἐπὶ τοῖς ἀπελθοῦσιν  ἐθνικῶν,  τὸ κατακόπτεσθαι  καὶ 62.431 καταξαίνειν  παρειὰς, τίνων  ἄρα ἐστὶν, εἰπέ μοι; Τίνος ἕνεκεν θρηνεῖς, εἰ πιστεύεις ὅτι ἀναστήσεται,  ὅτι  οὐκ ἀπόλωλεν,  ὅτι  ὕπνος  καὶ κοίμησις τὸ πρᾶγμά  ἐστι; Συνηθείας ἕνεκεν,  φησὶ, καὶ  προστασίας, πραγμάτων  ἐπιμελείας,  τῆς  ἄλλης  θεραπείας  ἁπάσης. Ὅταν οὖν παῖδα ἀπολέσῃς ἐν ἀώρῳ ἡλικίᾳ,  οὐδὲν  οὐδέπω  πρᾶξαι δυνάμενον,  τίνος ἕνεκεν θρηνεῖς; τί ἐπιζητεῖς; Ἐλπίδας, φησὶ, χρηστὰς ἐνέφαινε, καὶ προσεδόκων ὅτι μου προστήσεται. ∆ιὰ τοῦτο ζητῶ τὸν ἄνδρα, διὰ τοῦτο τὸν υἱὸν, διὰ τοῦτο κόπτομαι καὶ θρηνῶ,   οὐκ  ἀπιστοῦσα  τῇ  ἀναστάσει,  ἀλλ'  ἔρημος  βοηθείας   γενομένη,   καὶ  τὸν προστάτην ἀπολωλεκυῖα,  τὸν σύνοικον, τὸν ἐν πᾶσι κοινωνοῦντα, τὸν παρηγοροῦντα· διὰ ταῦτα πενθῶ. Οἶδα ὅτι ἀναστήσεται, ἀλλ' οὐ φέρω τὸν μεταξὺ χωρισμόν· πολὺς τῶν πραγμάτων  ὁ ὄχλος  ἐπιῤῥεῖ, πᾶσι πρόκειμαι  τοῖς βουλομένοις  ἀδικεῖν· οἱ δεδοικότες πρότερον τῶν οἰκετῶν, καταφρονοῦσι νῦν, ἐπεμβαίνουσι· εἴ τις εὐηργέτηται, τῆς εὐεργεσίας  ἐπιλέλησται  τῆς  ἐκείνου·  εἴ  τις  κακῶς  ἔπαθε  παρ' αὐτοῦ,  τῷ  ἀπελθόντι μνησικακῶν εἰς ἐμὲ τὴν ὀργὴν ἀφίησι. Ταῦτα οὐκ ἀφίησί με τὴν χηρείαν φέρειν, πράως ὀδύρασθαι· διὰ ταῦτα κόπτομαι, διὰ ταῦτα θρηνῶ. Πῶς οὖν τὰς τοιαύτας παραμυθησόμεθα; τί ἐροῦμεν; πῶς αὐτῶν  τὴν ὀδύνην  ἀποκρουσόμεθα; Πρῶτον αὐτὰς διελέγξαι  πειράσομαι,  ὅτι  οὐ  τούτων  ἐστὶν  ὁ  θρῆνος  τῶν  ῥημάτων,  ἀλλὰ  πάθους ἀλογίστου.  Εἰ γὰρ  ταῦτα  πενθεῖς,  ἐχρῆν  διαπαντὸς   πενθεῖν   τὸν  ἀπελθόντα·  εἰ  δὲ ἐνιαυτοῦ   παρελθόντος   ἐπιλέλησαι,   ὡς  οὐδὲ  γενομένου   τινὸς,  οὐ  τὸν  ἀπελθόντα θρηνεῖς, οὐδὲ τὴν προστασίαν. Ἀλλὰ τὸν χωρισμὸν οὐ φέρεις, οὐδὲ τὴν τῆς συνηθείας διακοπήν; Τί δ' ἂν εἴποιεν αἱ καὶ δευτέροις ὁμιλοῦσαι γάμοις; Σφόδρα γε· οὐ γὰρ τοὺς προτέρους ἐπιζητοῦσιν. Ἀλλὰ μὴ πρὸς ταύτας τὸν λόγον ἀποτείνωμεν,  ἀλλὰ πρὸς τὰς τοῖς ἀπελθοῦσιν εὔνοιαν φυλαττούσας. ∆ιὰ τί πενθεῖς τὸ παιδίον; διὰ τί τὸν ἄνδρα; Τοῦ μὲν, ἐπειδὴ οὐκ ἀπέλαυσα, φησί· τοῦ δὲ, ἐπειδὴ προσεδόκησα ἐπιπλέον  ἀπολαύσεσθαι. Τοῦτο δὲ αὐτὸ  ὅσης ἀπιστίας  τὸ νομίζειν,  ὅτι  ὁ ἀνὴρ  ἢ τὸ παιδίον  ἐν  ἀσφαλείᾳ  σε καθίστη,  ἀλλ' οὐχ  ὁ  Θεός; πῶς  οὐκ  οἴει  παροξύνειν  αὐτόν;  ∆ιὰ γὰρ  τοῦτο  αὐτοὺς λαμβάνει πολλάκις, ἵνα μὴ οὕτως αὐτοῖς ᾖ προσδεδεμένη, ὥστε ἀπ' ἐκείνων τὴν ἐλπίδα ἀπαγαγεῖν. Θεὸς γάρ ἐστι ζηλωτὴς, καὶ πάντων  μάλιστα βούλεται παρ' ἡμῶν φιλεῖσθαι, καὶ τοῦτο, ἐπειδὴ σφόδρα ἡμᾶς φιλεῖ. Ἴστε γὰρ ὅτι τοῦτο τῶν μανικῶς φιλούντων τὸ ἔθος· σφόδρα εἰσὶ ζηλότυποι, καὶ αἱροῖντο ἂν τὴν ψυχὴν προέσθαι, ἢ παρευδοκιμηθῆναι ὑπό τινος τῶν ἀντεραστῶν. ∆ιὰ ταῦτα καὶ ὁ Θεὸς αὐτὸν ἔλαβε, διὰ ταῦτα τὰ ῥήματα.

γʹ. Ἐπεὶ τίνος ἕνεκεν, εἰπέ μοι, τὸ παλαιὸν οὐκ ἐγίνοντο  χηρεῖαι, οὐδὲ ὀρφανίαι ἄωροι; διὰ τί τὸν Ἀβραὰμ καὶ Ἰσαὰκ ἀφῆκε πολὺν ζῆσαι χρόνον; Πάντως ὅτι καὶ ζῶντος αὐτοῦ,  προετίμα  τὸν  Θεόν. Εἶπε γοῦν.  Σφάξον·  καὶ  ἔσφαξε.  ∆ιὰ τί  τὴν  Σάῤῥαν ἐπὶ τοσοῦτον ἤγαγε γῆρας;  Ὅτι καὶ ζώσης αὐτῆς τοῦ Θεοῦ μᾶλλον  ἤκουεν, ἢ αὐτῆς. ∆ιὰ τοῦτο ἔλεγε πρὸς αὐτὸν  ὁ Θεός· Ἄκουσον Σάῤῥας τῆς γυναικός  σου. Οὔτε δι' ἀνδρὸς φιλίαν,  οὔτε διὰ γυναικὸς,  οὔτε διὰ παιδὸς προστασίαν παρώργιζέ τις τότε τὸν Θεόν. Νῦν  δὲ  ἐπειδὴ  κατωφερεῖς  ἐσμεν, καὶ  62.432 σφόδρα καταπεπτώκαμεν,   καὶ  ἄνδρες γυναῖκας τοῦ Θεοῦ πλέον φιλοῦμεν,  καὶ γυναῖκες ἄνδρας τοῦ Θεοῦ πλέον προτιμῶμεν, τούτου χάριν  καὶ ἄκοντας  ἡμᾶς εἰς πόθον  ἕλκει τὸν αὐτοῦ. Μὴ φίλει  τὸν ἄνδρα τοῦ Θεοῦ πλέον,  καὶ  οὐκ  αἰσθήσῃ χηρείας  ποτέ·  μᾶλλον  δὲ  κἂν  συμβῇ, οὐ  λήψῃ  τὴν αἴσθησιν. ∆ιὰ τί; Ὅτι προστάτην ἔχεις τὸν μᾶλλον φιλοῦντα  ἀθάνατον. Εἰ μᾶλλον τὸν Θεὸν φιλεῖς, μὴ πένθει· ὁ γὰρ μᾶλλον φιλούμενος,  ἀθάνατός ἐστι, καὶ οὐκ ἀφίησι τοῦ ἧττον φιλουμένου  λαβεῖν αἴσθησιν· Ἐπὶ ὑποδείγματός σοι τοῦτο ποιήσω φανερόν. Εἰπέ μοι, εἰ ἄνδρα ἔχεις κατὰ γνώμην  σοι πάντα πράττοντα, εὐδοκιμοῦντα, καὶ ποιοῦντά σε λαμπρὰν  πανταχοῦ,  καὶ  ἀκαταφρόνητον,  εὐδοκιμοῦντα  παρὰ πᾶσι, συνετὸν,  σοφὸν, φιλοῦντά σε, μακαριζομένη δι' αὐτὸν, καὶ μετὰ τούτου τέκῃς καὶ παιδίον, εἶτα πρὶν ἢ εἰς ὥραν ἐλθεῖν ἡλικίας ἀπέλθοι τοῦτο, ἆρα αἰσθήσῃ τοῦ πένθους; Οὐδαμῶς· ὁ γὰρ μᾶλλον φιλούμενος  ἐκεῖνο ἀποκρύπτει. Καὶ νῦν τὸν Θεὸν ἂν πλέον φιλῇς τοῦ ἀνδρὸς, μάλιστα μὲν οὐ ταχέως αὐτὸν λήψεται· εἰ δὲ ἄρα καὶ λάβοι, οὐχ ἕξεις αἴσθησιν τοῦ πένθους. ∆ιὰ τοῦτο  καὶ  ὁ μακάριος  Ἰὼβ  οὐδὲν  ἔπασχε δεινὸν,  τῶν  παίδων  ἀθρόον  τὸν  θάνατον ἀκούσας, ἐπειδὴ τὸν Θεὸν ἐφίλει πλέον αὐτῶν. Τοῦ τοίνυν  φιλουμένου  ζῶντος, οὐδὲν ἔμελλεν ἐκεῖνα λυπήσειν αὐτόν. Τί λέγεις, ὦ γύναι; ὁ ἀνὴρ καὶ ὁ παῖς προΐστατό σου, ὁ δὲ  Θεὸς οὐ  φείδεταί  σου;  αὐτὸν  δὴ  ἐκεῖνον  τίς  σοι ἔδωκεν;  οὐχὶ  αὐτός;  σὲ δὲ  τίς ἐποίησεν; οὐχὶ αὐτός; Ὁ μὲν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν,  καὶ ψυχὴν  μὲν ἐμπνεύσας, καὶ διάνοιαν ἐνθεὶς, καὶ τὴν αὐτοῦ γνῶσιν καταξιώσας χαρίσασθαι, καὶ τοῦ Υἱοῦ αὐτοῦ τοῦ μονογενοῦς  διὰ σὲ μὴ φειδόμενος,  σοῦ οὐ φείδεται,  ὁ δὲ ὁμόδουλος φείσεται; πόσης ταῦτα ὀργῆς τὰ ῥήματα; Τί τοιοῦτον ἔσχες παρὰ τοῦ ἀνδρός; Οὐδὲν ἂν ἔχοις εἰπεῖν. Εἰ γάρ τί σε καὶ εὐηργέτησεν, ἀλλ' εὖ παθὼν, ἀλλὰ προϋπαρξάσης σου· ἐπὶ δὲ Θεοῦ οὐδὲν τοιοῦτον ἄν τις ἔχοι λέγειν. Οὐ γὰρ εὖ παθὼν ὁ Θεὸς παρ' ἡμῶν, οὕτως ἡμᾶς εὐεργετεῖ, ἀλλ' ἀνενδεὴς  ὢν, ἐξ ἀγαθότητος  μόνης εὖ ποιεῖ  τὸ τῶν  ἀνθρώπων γένος.  Βασιλείαν  σοι  ἐπηγγείλατο,   ζωὴν  ἀθάνατον,  δόξαν,  ἀδελφότητα,   υἱοθεσίαν ἔδωκε, συγκληρονόμον  τοῦ Μονογενοῦς ἐποίησε· σὺ δὲ τοῦ ἀνδρὸς ἔτι μέμνησαι μετὰ τοσαῦτα ἀγαθά; Τί τοιοῦτον  ἐκεῖνος ἐχαρίσατο; Τὸν ἥλιον  αὐτοῦ ἀνέτειλε,  τὸν ὑετὸν ἔδωκε, ταῖς ἐτησίοις τροφαῖς  τρέφει. Οὐαὶ ἡμῖν ἐκ τῆς πολλῆς  ἀχαριστίας! ∆ιὰ τοῦτο λαμβάνει τὸν ἄνδρα, ἵνα αὐτὸν μὴ ζητῇς· σὺ δὲ ἀπελθόντος ἔχῃ ἔτι, καὶ τὸν Θεὸν ἀφίης, δέον εὐχαριστεῖν, δέον τὸ πᾶν ἐπ' αὐτὸν ἐπιῤῥίπτειν; Τί γάρ ἐστιν ὃ παρὰ τοῦ ἀνδρὸς ἔλαβες;  ὠδῖνες,  καὶ  πόνοι,  καὶ  ὕβρεις, καὶ  λοιδορίαι  πολλάκις,  καὶ  ἐπιτιμήσεις,  καὶ ἀγανακτήσεις. Οὐ ταῦτα τὰ παρὰ τῶν ἀνδρῶν; Ἀλλ' ἔστι, φησὶ, καὶ ἕτερα χρηστά. Ποῖα δὴ  ταῦτα;   ἐκαλλώπισέ   σε  ἱματίοις   πολυτελέσι;   χρυσία  περιέθηκε   τῷ   προσώπῳ, αἰδέσιμον  πᾶσιν  ἐποίησεν;  Ἀλλ'  ἂν  θέλῃς,  καὶ  ἀπελθόντος   κοσμήσει κόσμῳ  πολὺ βελτίονι· τῶν γὰρ χρυσίων πολλῷ θαυμασιωτέραν τὴν ἔχουσαν ἡ σεμνότης ποιεῖ. Ἔχει καὶ οὗτος ὁ βασιλεὺς ἱμάτια, οὐ τοιαῦτα, ἀλλὰ πολλῷ βελτίω· ἐκεῖνα, ἂν ἐθέλῃς, περιβαλοῦ.  Ποῖα δὴ  ταῦτα;  Ἱματισμός  ἐστι διαχρύσους  κροσσοὺς ἔχων· ἐὰν  ἐθέλῃς, τούτῳ  περίβαλε  τὴν  62.433 ψυχήν.  Ἀλλ' οὐκ  ἐποίησεν  εὐκαταφρόνητον ἀνθρώποις ἐκεῖνος; Καὶ τί τοῦτο μέγα; ἡ μέντοι  χηρεία οὐκ ἀφίησί σε γενέσθαι εὐκαταφρόνητον τοῖς δαίμοσι. Τότε τῶν οἰκετῶν ἐκράτεις τῶν σῶν, εἴ γε ὅλως ἐκράτεις· νῦν δὲ ἀντὶ τῶν οἰκετῶν  τῶν  ἀσωμάτων  δυνάμεων,  τῶν  ἀρχῶν,  τῶν  ἐξουσιῶν,  τοῦ  κοσμοκράτορος κρατεῖς. Τὰ δὲ λυπηρὰ οὐ λέγεις, ἐν οἷς ἐκοινώνησας αὐτῷ, εἴ ποτε ἀρχόντων  φόβος, εἴ ποτε παρευδοκιμήσεις τῶν πλησίον. Τούτων ἁπάντων ἀπήλλαξαι νῦν, φόβου καὶ δέους. Ἀλλὰ τίς σοι τὰ καταλειφθέντα θρέψει παιδία, μεριμνᾷς; Ὁ Πατὴρ τῶν ὀρφανῶν.  Τίς γὰρ αὐτὰ ἔδωκεν, εἰπέ μοι; οὐκ ἀκούεις τοῦ Χριστοῦ λέγοντος ἐν τοῖς Εὐαγγελίοις, Οὐχὶ ἡ ψυχὴ  πλείων  ἐστὶ τῆς τροφῆς,  καὶ τὸ σῶμα τοῦ ἐνδύματος; δʹ. Ὁρᾷς ὅτι οὐκ ἀπὸ συνηθείας, ἀλλ' ἀπὸ ἀπιστίας ὁ θρῆνος γίνεται; Ἀλλ' οὐκ ἔστι λαμπρὰ ὁμοίως τὰ παιδία τοῦ πατρὸς τελευτήσαντος.  ∆ιὰ τί; τὸν Θεὸν ἔχει Πατέρα, καὶ οὐκ ἔστι λαμπρά; Πόσους σοι ὑποδείξω  ὑπὸ  χηρῶν  ἀνατραφέντας,   καὶ  γενομένους  δοκίμους;  πόσους  δὲ  ὑπὸ πατράσιν ὄντας, καὶ ἀπολωλότας; Ἂν γὰρ αὐτὰ ἀνατρέφῃς ἐκ πρώτης ἡλικίας ὡς ἀνατρέφειν  δεῖ, πολλῷ μᾶλλον τῆς προστασίας τῆς πατρικῆς ἀπολαύσονται εὐεργεσίας. Ὅτι  γὰρ  χηρῶν  ἐστι  τὸ  πρᾶγμα,  τὸ  τὰ  παιδία  λέγω  ἀνατρέφειν,   ἄκουσον  Παύλου λέγοντος· Εἰ ἐτεκνοτρόφησε· καὶ πάλιν, Σωθήσεται δὲ διὰ τῆς τεκνογονίας  (οὐκ εἶπε, διὰ τοῦ ἀνδρὸς), ἐὰν ἐπιμείνωσι τῇ πίστει καὶ τῇ ἀγάπῃ καὶ τῷ ἁγιασμῷ μετὰ σωφροσύνης. Ἔνθετε αὐτοῖς  τὸν  φόβον  τοῦ Θεοῦ ἐκ πρώτης  ἡλικίας,  καὶ παντὸς  πατρὸς  μᾶλλον αὐτοὺς διατηρήσει· τοῦτο τεῖχος ἔσται ἀῤῥαγές. Ὅταν γὰρ ἔνδον ὁ φύλαξ ἐγκαθήμενος ᾖ, οὐδὲν  ἡμῖν  τῶν  ἔξωθεν  δεῖ ἐπιτεχνημάτων· ἐκείνου  δὲ οὐκ ὄντος, πάντα  εἰκῆ τὰ ἔξωθεν γίνεται.  Τοῦτο αὐτοῖς ἔσται καὶ πλοῦτος καὶ δόξα καὶ εὐκοσμία, τοῦτο αὐτοὺς ποιήσει λαμπροὺς, οὐκ ἐπὶ τῆς γῆς, ἀλλὰ καὶ ἐν τοῖς οὐρανοῖς. Μὴ γάρ μοι πρὸς ἐκείνους ἴδῃς τοὺς διεζωσμένους τὰς ζώνας τὰς χρυσᾶς, μηδὲ τοὺς ἐφ' ἵππων φερομένους, μηδὲ τοὺς ἐν τοῖς βασιλείοις λάμποντας διὰ τοὺς πατέρας, μηδὲ τοὺς ἀκολούθους ἔχοντας καὶ παιδαγωγούς.   

Ταῦτα   γὰρ   ἴσως   τὰς   χήρας   ἐπὶ   τοῖς   ὀρφανοῖς   κόπτεσθαι   ποιεῖ,
ἐννοουμένας  ὅτι  καὶ  οὗτος  ὁ ἐμὸς  παῖς,  εἴ  γε  ὁ πατὴρ  αὐτῷ  περιῆν,  τοσαύτης  ἂν ἀπέλαυσε μακαριότητος· νῦν δὲ ἐν κατηφείᾳ καὶ ἀτιμίᾳ, καὶ οὐδενὸς ἄξιος λόγου ἐστί. Μὴ δὴ ταῦτα ἐννοῇς, ὦ γύναι, ἀλλ' ἀναπέτασον τοῦ οὐρανοῦ τὰς πύλας τῷ λογισμῷ, κατάμαθε τὰ ἐκεῖ βασίλεια, ἴδε τὸν ἐκεῖ καθήμενον βασιλέα, λόγισαι εἰ οὗτοι μᾶλλον οἱ ἐπὶ τῆς γῆς τοῦ παιδὸς τοῦ σοῦ δύνανται  ἐκεῖ εἶναι λαμπρότεροι, καὶ τότε στέναξον· ἂν δὲ ἐπὶ τῆς γῆς ὦσί τινες εὐδόκιμοι, οὐδενὸς τοῦτο ἄξιον λόγου· ἔξεστιν, ἂν θέλῃς, ἐν τοῖς οὐρανοῖς αὐτὸν στρατεῦσαι, εἰς ἐκείνην  καταλέξαι τὴν στρατολογίαν. Οἱ γὰρ ἐκεῖ καταλεγόμενοι,   οὐκ  ἐφ'  ἵππων   φέρονται,   ἀλλ'  ἐν  νεφέλαις·   οὐκ  ἐπὶ  62.434 γῆς βαδίζουσιν, ἀλλ' εἰς τὸν οὐρανὸν  ἁρπάζονται· οὐ παῖδας ἔχουσι τοὺς προηγουμένους, ἀλλὰ  τοὺς ἀγγέλους  αὐτούς· οὐ βασιλεῖ παρεστήκασι θνητῷ,  ἀλλὰ  τῷ  ἀθανάτῳ,  τῷ βασιλεῖ τῶν βασιλευόντων, καὶ Κυρίῳ τῶν κυριευόντων· οὐ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν  ἔχουσιν, ἀλλὰ  τὴν  δόξαν ἐκείνην  τὴν  ἄῤῥητον, δι' ἣν καὶ βασιλέων  γίνονται λαμπρότεροι,  καὶ  τῶν  πώποτε  εὐδοκιμηκότων.  Ἐν  γὰρ  τοῖς  βασιλείοις  ἐκείνοις  οὐ πλοῦτος,  οὐκ  εὐγένεια,  οὐκ  ἄλλο  οὐδὲν,  ἀλλ'  ἀρετὴ  ζητεῖται  μόνον·  καὶ  ταύτης παρούσης, οὐδὲν ἐνδεῖ πρὸς τὸ τῶν πρωτείων  αὐτοὺς τυχεῖν. Οὐδὲν ἡμῖν ἐστι δυσχερὲς, ἂν θέλωμεν  φιλοσοφεῖν.  Ἀνάνευσον εἰς τὸν οὐρανὸν, καὶ ὅρα πόσῳ τῆς ὀροφῆς τῶν βασιλείων λαμπρότερος οὗτος. Εἰ δὲ τὸ ἔδαφος τῶν ἄνω βασιλείων παρὰ τοσοῦτόν ἐστι τῶν κάτω σεμνότερον, ὡς τοῦτο πρὸς ἐκεῖνο βόρβορον νομίζεσθαι· εἴ τις ἂν ἀξιωθῇ τὰ βασίλεια ἀκριβῶς ἰδεῖν, τίνος οὐκ ἔσται μακαριότητος ἄξιος; Ἡ δὲ ὄντως χήρα, φησὶ, καὶ μεμονωμένη ἤλπικεν ἐπὶ τὸν Θεόν. Τοῦτο πρὸς τίνας εἴρηται; Πρὸς τὰς ἐχούσας παῖδας, ὅτι δοκιμώτεροι  μᾶλλόν  εἰσι, καὶ πλείονα  ἀφορμὴν  ἔχουσιν ἀρέσκειν Θεῷ· ὅτι πάντα αὐταῖς ἀνεῖται  τὰ δεσμά· οὐδεὶς ὁ κατέχων,  οὐδεὶς ὁ ἐπισύρεσθαι τὰς ἁλύσεις ἐκείνας ἀναγκάζων.  Ἀπεσχίσθης τοῦ ἀνδρὸς, ἀλλ' ἡνώθης  τῷ Θεῷ· οὐκ ἔχεις συνόμιλον  τὸν ὁμόδουλον, ἀλλ' ἔχεις τὸν ∆εσπότην. Ὅταν εὔχῃ, οὐχὶ τῷ Θεῷ διαλέγῃ, εἰπέ μοι; ὅταν ἀναγινώσκῃς,  ἄκουε αὐτοῦ σοι διαλεγομένου.  Τί δέ σοι διαλέγεται; Πολλῷ τοῦ ἀνδρὸς ποθεινότερα ῥήματα. Ὁ μὲν γὰρ ἀνὴρ κἂν κολακεύῃ, οὐ πολλὴ ἡ τιμή· ὁμόδουλος γάρ ἐστιν· ὅταν δὲ ὁ ∆εσπότης τὴν δούλην κολακεύῃ, τότε πολλὴ ἡ θεραπεία. Πῶς οὖν ἡμᾶς θεραπεύει; Ἄκουσον δι' ὅσων τοῦτο ποιεῖ. ∆εῦτε, φησὶ, πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι,  κἀγὼ  ἀναπαύσω  ὑμᾶς. Καὶ πάλιν  διὰ τοῦ προφήτου  βοᾷ, λέγων·  Μὴ ἐπιλήσεται γυνὴ τοῦ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; εἰ δὲ καὶ ἐπιλάθοιτο  γυνὴ, ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαι, λέγει  Κύριος. Πόσου ταῦτα φίλτρου  τὰ ῥήματα; Καὶ πάλιν, Ἐπιστράφητε πρός με· καὶ πάλιν  ἀλλαχοῦ, Ἐπίστρεψον πρός με, καὶ σωθήσῃ. Εἰ δέ τις καὶ ἐκ τῶν Ἀσμάτων βούλοιτο ἐκλέγειν, ἀκούσεται, μυστικώτερα αὐτὰ ἐκλαμβάνων, Ἡ καλή μου, ἡ περιστερά μου, πρὸς ψυχὴν  ἑκάστην αὐτῷ  πρέπουσαν διαλεγομένου.  Τί τούτων τῶν ῥημάτων ἥδιον; Ὁρᾷς διάλεξιν Θεοῦ πρὸς ἀνθρώπους; Τί δὲ, εἰπέ μοι; οὐχ ὁρᾷς, ὅσοι ἐκείνων  τῶν μακαρίων γυναικῶν  παῖδες ἀπῆλθον, καὶ ἐν τάφοις εἰσίν; ὅσαι χαλεπώτερα πεπόνθασι, καὶ μετὰ τῶν ἀνδρῶν καὶ υἱοὺς ἀπέβαλλον; Τούτοις προσανέχωμεν, ταῦτα μεριμνῶμεν· καὶ οὐδὲν ἡμῖν ἔσται λυπηρὸν, ἀλλὰ πάντα διατελέσομεν τὸν χρόνον μετὰ χαρᾶς πνευματικῆς διάγοντες, καὶ τῶν αἰωνίων ἀπολαύσομεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |