Παρασκευή 7 Ιουνίου 2013

ΟΜΙΛΙΑ Βʹ.


In epistulam i ad Thessalonicenses (homiliae 111)
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΡΩΤΗΝ

ΟΜΙΛΙΑ Βʹ.

Ἀφ' ὑμῶν  γὰρ ἐξήχηται  ὁ λόγος  τοῦ Κυρίου, οὐ μόνον  ἐν τῇ Μακεδονίᾳ καὶ Ἀχαΐᾳ, ἀλλὰ καὶ ἐν παντὶ  τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθεν,  ὥστε μὴ χρείαν  ἡμᾶς  ἔχειν  λαλεῖν  τι.  Αὐτοὶ γὰρ  περὶ  ἡμῶν  ἀπαγγέλλουσιν   ὁποίαν  εἴσοδον ἔχομεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέ ψατε πρὸς τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων,  δου λεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, καὶ ἀναμένειν  τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν  νεκρῶν,  Ἰησοῦν τὸν  ῥυόμενον  ἡμᾶς ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης. 

αʹ. Καθάπερ μύρον εὐῶδες τὴν εὐωδίαν οὐκ ἐν ἑαυτῷ συγκλεῖσαν ἔχει, ἀλλὰ πόῤῥωθεν ἀφίησι, καὶ τὸν ἀέρα ἀναχρῶσαν τῆς ὀσμῆς, οὕτως ἐνίησι καὶ ταῖς τῶν πλησίων αἰσθήσεσιν· οὕτω δὴ καὶ οἱ γενναῖοι  καὶ θαυμαστοὶ ἄνδρες  οὐκ ἐν ἑαυτοῖς  τὴν  ἀρετὴν  συγκλείσαντες ἔχουσιν, ἀλλὰ πολλοὺς διὰ τῆς φήμης αὐτῶν ὠφελοῦσι καὶ ἀμείνους ἐργάζονται. Ὅπερ οὖν  καὶ  τότε  γεγένηται.  ∆ιὰ  τοῦτο  ἔλεγεν·  Ὥστε ὑμᾶς  τύπους  γενέσθαι  πᾶσι  τοῖς πιστεύουσιν ἐν Ἀχαΐᾳ καὶ τῇ Μακεδονίᾳ. Ἀφ' ὑμῶν γὰρ, φησὶν, ἐξήχηται ὁ λόγος τοῦ Κυρίου, οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ Ἀχαΐᾳ, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθε. Τῆς μὲν οὖν παιδεύσεως τοὺς πλησίον πάντας  ἐνεπλήσατε, φησὶ, τοῦ δὲ θαύματος τὴν οἰκουμένην· τὸ γὰρ, Ἐν παντὶ τόπῳ, τοῦτό ἐστι. Καὶ οὐκ εἶπε·

∆ιατεθρύλληται  ἡ πίστις ὑμῶν, ἀλλ',  Ἐξήχηται· δηλῶν  ὅτι ὥσπερ σάλπιγγος  λαμπρὸν ἠχούσης  ὁ  πλησίον  ἅπας  πληροῦται  τόπος,  οὕτω  τῆς  ὑμετέρας  ἀνδρείας  ἡ  φήμη, καθάπερ ἐκείνη σαλπίζουσα, ἱκανὴ τὴν οἰκουμένην  ἐμπλῆσαι, καὶ πᾶσι τοῖς πανταχοῦ μετὰ τῆς ἴσης ἠχῆς προσπεσεῖν. Τὰ γὰρ μεγάλα τῶν πραγμάτων  ἔνθα μὲν ἂν γένηται, λαμπρότερον  ᾄδεται, πόῤῥω δὲ ᾄδεται μὲν, οὐχ οὕτω δέ· ἀφ' ὑμῶν δὲ οὖν οὐχ οὕτως, ἀλλ' ἠχὴ εὔσημος πανταχοῦ  τῆς γῆς ἐξελήλυθε. Καὶ μή τις ὑπερβολῆς εἶναι νομίσῃ τὰ ῥήματα· καὶ γὰρ τοῦτο τὸ ἔθνος τὸ τῶν  Μακεδόνων  πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας ἐπίσημον ἦν, καὶ πανταχοῦ ᾔδετο Ῥωμαίων μᾶλλον· καὶ Ῥωμαῖοι διὰ τοῦτο θαυμαστοὶ, ὅτι τούτους εἷλον. Ἃ γὰρ ὁ Μακεδόνων βασιλεὺς εἰργάσατο, πάντα ὑπερέβαινε λόγον, ἀπὸ μικρᾶς μὲν ὁρμηθεὶς πόλεως, τὴν δὲ οἰκουμένην καταλαβών. ∆ιὰ τοῦτο καὶ πτηνὴν Πάρδαλιν αὐτὸν ὁρᾷ ὁ προφήτης, τὸ τάχος καὶ τὸ σφοδρὸν καὶ τὸ πυρῶδες καὶ τὸ ἄφνω που διαπτῆναι  τὴν οἰκουμένην  μετὰ τροπαίων  καὶ νίκης  δηλῶν.  Λέγουσι, δὲ, ὅτι καὶ φιλοσόφου  τινὸς  ἀκούσας λέγοντος,  ὅτι ἄπειροι κόσμοι εἰσὶ, πικρὸν ἐστέναξεν, εἴ γε ἀπείρων ὄντων,  μηδὲ ἑνός που κεκράτηκεν· οὕτως ἦν μεγαλόφρων  καὶ μεγαλόψυχος, καὶ πανταχοῦ  τῆς οἰκουμένης  ᾔδετο. Τῇ γοῦν τοῦ βασιλέως φήμῃ συνανῄει καὶ ἡ τοῦ ἔθνους δόξα· 

Ἀλέξανδρος γὰρ ὁ Μακεδὼν ἐλέγετο· ὥστε διαβοωμένου ἐκείνου, εἰκότως καὶ τὰ ἐκεῖ γενόμενα πανταχοῦ ᾄδεσθαι· τῶν γὰρ ἐπισήμων οὐδὲν δύναται λαθεῖν. Οὐχ ἧττον  οὖν  τῶν  Ῥωμαίων  τὰ  Μακεδόνων  ἦν.  Ἡ πίστις  ὑμῶν  ἡ  πρὸς  Θεὸν, φησὶν, ἐξελήλυθεν.  Ὅρα πῶς ὡς περὶ 62.400 ἐμψύχου  διαλεγόμενος  τὸ, Ἐξελήλυθε, τέθεικε· τοῦτο δὲ καὶ ἀπὸ τῆς σφοδρότητος  αὐτῶν  γέγονεν.  Εἶτα δηλῶν  ὅτι οὕτω  τὴν  πίστιν αὐτῶν σφοδρὰν καὶ ἐνεργῆ ἐπεδείξαντο, ἐπάγει· Ὥστε μὴ χρείαν ἡμᾶς ἔχειν λαλεῖν  τι. Αὐτοὶ  γὰρ   περὶ   ἡμῶν   ἀπαγγέλλουσιν    ὁποίαν   εἴσοδον   ἔσχομεν   πρὸς   ὑμᾶς.   Οὐ περιμένουσιν  ἀκοῦσαι περὶ ὑμῶν,  ἀλλὰ  τοὺς  παρόντας  καὶ τεθεαμένους  τὰ ὑμέτερα κατορθώματα,   οἱ   μὴ  παρόντες,   μηδὲ   τεθεαμένοι   παραλαμβάνουσιν·   οὕτω   δήλη πανταχοῦ γέγονε ταῖς ἀκοαῖς. Οὐκοῦν οὐ δεησόμεθα τὰ ὑμέτερα διηγούμενοι, εἰς ζῆλον αὐτοὺς  ἀγαγεῖν   τὸν  ἴσον·  ἃ  γὰρ  αὐτοὺς  ἐχρῆν  παρ'  ἡμῶν  ἀκούειν,  ταῦτα  αὐτοὶ προλαβόντες  λέγουσι.  Καίτοι γε  πολλαχοῦ  ἐπὶ  τῶν  τοιούτων  φθόνος  ἐστίν· ἀλλ' ἡ ὑπερβολὴ καὶ τοῦτον ἐνίκησε, καὶ αὐτοὶ κήρυκές εἰσι τῶν ὑμετέρων ἄθλων. Καίτοι γε ἀπολιμπανόμενοι, οὐδὲ οὕτω σιγῶσιν, ἀλλὰ προφθάνουσι. Τοιούτοις δὲ οὖσιν οὐκ ἔστιν ἡμῖν λέγουσιν ἀπιστῆσαι. 

Τί ἐστιν, Ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς; Ὅτι κινδύνων ἔγεμεν,  ὅτι  θανάτων  μυρίων,  ὅτι  τούτων  οὐδὲν  ὑμᾶς  ἐτάραττεν· ἀλλ',  ὡς  οὐδενὸς γενομένου,   οὕτως   ἡμῶν   εἴχεσθε·   ὡς   οὐδὲν   παθόντες   κακὸν,   ἀλλ'  ὡς   μυρίων ἀπολαύσαντες ἀγαθῶν, οὕτως ἡμᾶς ἐδέξασθε μετὰ ταῦτα. ∆ευτέρα γὰρ ἦν εἴσοδος αὕτη. Οἷον  ἀπῆλθον  εἰς  Βέῤῥοιαν, ἐδιώχθησαν·  καὶ  μετὰ  ταῦτα  ἐλθόντας   αὐτοὺς  οὕτως ἐδέξαντο,  ὡς  τιμηθῆναι  καὶ  παρ'  αὐτῶν,  ὥστε  καὶ  τὴν  ψυχὴν  αὑτῶν  ὑπὲρ  αὐτῶν ἔθηκαν. Τὸ οὖν, Ὁποίαν εἴσοδον ἔσχομεν, συμπεπλεγμένον  ἐστι· καὶ τούτων  γὰρ, καὶ αὐτῶν  ἔχει ἐγκώμιον·  ἀλλ' αὐτὸς τοῦτο ἔτρεψεν  εἰς τὸ αὐτῶν.  Καὶ πῶς ἐπεστρέψατε, φησὶ, πρὸς τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων  δουλεύειν  Θεῷ ζῶντι καὶ ἀληθινῷ·  Τουτέστιν, ὅτι εὐκόλως, ὅτι μετὰ πολλῆς τῆς σφοδρότητος, ὅτι οὐκ ἐδεήθητε πολλῆς πραγματείας εἰς τὸ δουλεύειν  Θεῷ ζῶντι  καὶ ἀληθινῷ.  Ἐνταῦθα  καὶ παραίνεσιν  εἰσήγαγεν,  ὅπερ ἐστὶν ἀνεπαχθέστερον  τὸν λόγον  ποιοῦντος.  Καὶ ἀναμένειν,  φησὶ, τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν,  ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν,  Ἰησοῦν, τὸν ῥυόμενον  ἡμᾶς ἀπὸ τῆς ὀργῆς τῆς   ἐρχομένης.   Καὶ  ἀναμένειν,   φησὶ,   τὸν   Υἱὸν  αὐτοῦ   ἐκ   τῶν   οὐρανῶν,   τὸν ἐσταυρωμένον, τὸν ταφέντα· διὸ καὶ τοῦτο δηλῶν ἐπάγει, Ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν. Εἶδες ὁμοῦ πάντα, καὶ τὴν ἀνάστασιν, καὶ τὴν ἀνάληψιν,  καὶ τὴν δευτέραν παρουσίαν, τὴν  κρίσιν, τὴν  τῶν  δικαίων  ἀνταπόδοσιν,  τὴν  τῶν  πονηρῶν  τιμωρίαν; Ἰησοῦν τὸν ῥυόμενον ἡμᾶς, φησὶν, ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης. Τοῦτο καὶ παραμυθία, καὶ παράκλησις, καὶ προτροπὴ ἐκείνων. Εἰ γὰρ ἤγειρεν ἐκ τῶν νεκρῶν, καὶ ἐν οὐρανῷ ἐστι, καὶ ἐκεῖθεν ἐλεύσεται (τοῦτο δὲ οὕτως ἔχειν ἐπιστεύσατε· οὐ γὰρ ἂν, εἰ μὴ ἐπιστεύσατε, τοσαῦτα ἐπάθετε)· ἱκανὴ παραμυθία καὶ ταῦτα. Εἰ δὲ καὶ δώσουσι πάντως  οὗτοι δίκην, ὅπερ οὖν καὶ ἐν τῇ δευτέρᾳ ἐπιστολῇ  φησιν,  ἑτέραν  καὶ ὑμεῖς  ἕξετε παραμυθίαν  οὐ μικράν. Ἄλλως  δὲ καὶ ἀναμένειν  εἶπε τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, δηλῶν  ὅτι τὰ μὲν δεινὰ ἐν χερσὶ, τὰ δὲ χρηστὰ ἐν μελλήσει, ὅταν ὁ Χριστὸς ἀπὸ τῶν οὐρανῶν ἔλθῃ. 

Ὅρα πόσης δεῖται ἐλπίδος, ὅτι ὁ σταυρωθεὶς ἠγέρθη, ὅτι ἀνελήφθη  εἰς τοὺς οὐρανοὺς, ὅτι ἔρχεται κρῖναι ζῶντας καὶ νεκρούς, Αὐτοὶ 62.401 γὰρ οἴδατε, ἀδελφοὶ, τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς, ὅτι οὐ κενὴ γέγονεν,  ἀλλὰ προπαθόντες  καὶ ὑβρισθέντες, καθὼς οἴδατε,  ἐν  Φιλίπποις,  ἐπαῤῥησιασάμεθα  ἐν  τῷ  Θεῷ  ἡμῶν  λαλῆσαι  πρὸς  ὑμᾶς  τὸ Εὐαγγέλιον τοῦ Θεοῦ ἐν πολλῷ ἀγῶνι. βʹ. Μεγάλα μὲν καὶ τὰ ὑμέτερα πλὴν ἀλλ' οὐδὲ ἡμεῖς  ἀνθρωπίνῳ   λόγῳ  ἐχρησάμεθα.  Ἀλλ' ὅπερ  ἄνω  φησὶ,  τοῦτο  καὶ  ἐνταῦθα,  ὅτι ἀμφοτέρωθεν  δείκνυται  τὸ κήρυγμα οἷόν ἐστιν, ἀπό τε τῶν  σημείων, ἀπό τε τῆς τῶν κηρυττόντων  προαιρέσεως, ἀπό τε τῆς τῶν δεχομένων  θερμότητος καὶ σπουδῆς. Αὐτοὶ γὰρ οἴδατε, φησὶ, τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς, ὅτι οὐ κενὴ γέγονε· τουτέστιν, ὅτι οὐκ ἀνθρωπίνη,  οὐδὲ ἡ τυχοῦσα. Ἀπὸ γὰρ κινδύνων  ὄντες μεγάλων  καὶ θανάτων  καὶ πληγῶν,  εὐθέως εἰς κινδύνους  ἐνεπέσομεν. Ἀλλὰ προπαθόντες, φησὶ, καὶ ὑβρισθέντες, καθὼς οἴδατε, ἐν Φιλίπποις, ἐπαῤῥησιασάμεθα ἐν τῷ Θεῷ ἡμῶν. Ὁρᾷς πῶς πάλιν τὸ πᾶν ἀνατίθησι τῷ Θεῷ; Λαλῆσαι πρὸς ὑμᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ ἐν πολλῷ  ἀγῶνι. Οὐκ ἔστι, φησὶν, εἰπεῖν, ὅτι ἐκεῖ μὲν ἐκινδυνεύσαμεν,  ἐνταῦθα δὲ οὔ· ἴστε καὶ ὑμεῖς ὅσος ὁ κίνδυνος, καὶ μεθ' ὅσης ἀγωνίας ἐγενόμεθα πρὸς ὑμᾶς. Ὅπερ καὶ πρὸς Κορινθίους φησὶ γράφων, ὅτι Ἐν ἀσθενείᾳ καὶ ἐν πόνῳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς. Ἡ γὰρ παράκλησις ἡμῶν οὐκ ἐκ πλάνης, οὐδὲ ἐξ ἀκαθαρσίας, οὔτε ἐν δόλῳ· ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ Θεοῦ πιστευθῆναι  τὸ Εὐαγγέλιον, οὕτω λαλοῦμεν,  οὐχ ὡς ἀνθρώποις  ἀρέσκοντες, ἀλλὰ τῷ Θεῷ τῷ δοκιμάζοντι  τὰς καρδίας ἡμῶν. Ὁρᾷς ὅτι ὅπερ ἔφην, ἀπὸ τῆς ἐνστάσεως αὐτῶν ποιεῖται τεκμήριον τοῦ θεῖον εἶναι τὸ κήρυγμα; Οὐ γὰρ ἂν, εἰ μὴ τοῦτο ἦν, εἰ ἀπάτη ἦν, τοσούτους κινδύνους  ὑπεμείναμεν  ἂν, οὐδὲ ἀναπνεῦσαι διδόντας ἡμῖν. 

Τί ποτ' οὖν ἐστιν; Εἰ μή τι τῶν μελλόντων διήγειρεν ἡμᾶς, εἰ μὴ ἐπεπείσμεθα ὅτι ἐλπίς ἐστιν ἀγαθὴ, οὐκ ἂν προθυμότεροι πάσχοντες διεκείμεθα. Τίς γὰρ ἂν  ἕλοιτο  ὑπὲρ τῶν  ἐνταῦθα  τοσαῦτα ὑπομένειν,  καὶ  βίον  ἐναγώνιον ζῇν,  καὶ κινδύνων  γέμοντα; τίνα  γὰρ ἂν πείσαιεν; αὐτὰ γὰρ ταῦτα οὐχ ἱκανὰ θορυβῆσαι τοὺς μαθητὰς, ὅταν τοὺς διδασκάλους ὁρῶσιν ἐν κινδύνοις; Ἀλλ' οὐχ ὑμεῖς τοῦτο πεπόνθατε· Ἡ γὰρ παράκλησις ἡμῶν, τουτέστιν, ἡ διδαχὴ, οὐκ ἐκ πλάνης. Οὐκ ἔστι δόλος, φησὶ, τὸ πρᾶγμα, οὐδὲ ἀπάτη, ἵνα ἐνδῶμεν·  οὐκ ἔστιν ὑπὲρ μυσαρῶν πραγμάτων,  οἷον γοήτων καὶ μάγων· τοῦτο γὰρ τὸ, Ἐξ ἀκαθαρσίας· οὔτε ἐν δόλῳ, οὔτε ἐν ἐπιστάσει τινὶ, ὅπερ ὁ Θευδᾶς   ἐποίησεν·   Ἀλλὰ   καθὼς   δεδοκιμάσμεθα   ὑπὸ   τοῦ   Θεοῦ  πιστευθῆναι   τὸ Εὐαγγέλιον, οὕτω λαλοῦμεν,  οὐχ ὡς ἀνθρώποις  ἀρέσκοντες, ἀλλὰ τῷ Θεῷ. Ὁρᾷς, ὅτι οὐκ ἔστι κενοδοξία; Ἀλλὰ τῷ Θεῷ, φησὶ, τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν. Οὐδὲν πρὸς ἀρέσκειαν ἀνθρώπων  πράττομεν, φησί· τίνος γὰρ ἕνεκεν ταῦτα ἂν ἐπράξαμεν; 

Ἔπειτα ἐπαινέσας  αὐτοὺς,  τῷ  λέγειν,  Οὐχ ὡς  ἀνθρώποις  θέλοντες  ἀρέσαι, οὔτε  τὰς  παρὰ ἀνθρώπων  ἐπιζητοῦντες  τιμὰς, ἐπήγαγεν· Ἀλλὰ καθὼς  δεδοκιμάσμεθα ὑπὸ τοῦ Θεοῦ πιστευθῆναι τὸ Εὐαγγέλιον. Ὡς εἰ ἔλεγεν· Εἰ μὴ εἶδε παντὸς ἀπηλλαγμένους βιωτικοῦ, οὐκ  ἂν  ἡμᾶς  εἵλετο·  καθὼς   οὖν  ἐδοκίμασε,  τοιοῦτοι   καὶ  μένομεν.   ∆εδο  62.402 κιμάσμεθα,  φησὶν,  ὑπὸ  τοῦ  Θεοῦ· τουτέστιν,  ἡμᾶς  ἐδοκίμασε  καὶ  ἐνεπίστευσε  τὸ Εὐαγγέλιον. Ὡς οὖν δόκιμοι ἐφάνημεν  τῷ Θεῷ, οὕτω καὶ μένομεν. 

Ταύτης τῆς ἀρετῆς τεκμήριον  τὸ πιστευθῆναι  τὸ Εὐαγγέλιον· οὐκ ἂν δὲ, εἴ τι φαῦλον  ἐν ἡμῖν ἦν, ὁ Θεὸς ἡμᾶς ἐδοκίμασε. Τὸ δὲ, Ἐδοκίμασεν, ἐνταῦθα ἀντὶ τοῦ, Εὗρε δοκίμους καὶ ἐπίστευσεν, οὐχὶ  ἐρευνῆσαί  ἐστιν· ἡμεῖς  μὲν  γὰρ ἀπὸ τοῦ δοκιμάσαι πράττομεν,  αὐτὸς  δὲ χωρὶς δοκιμῆς. Οὐκοῦν οὕτω λαλοῦμεν,  ὥσπερ εἰκὸς τοὺς ὑπὸ τοῦ Θεοῦ δοκιμασθέντας  καὶ πιστευθέντας   ἀξίους   εἶναι   τοῦ   Εὐαγγελίου·   καὶ,   Λαλοῦμεν,  οὐχ   ὡς   ἀνθρώποις ἀρέσκοντες· τουτέστιν,  οὐ δι' ὑμᾶς ταῦτα πάντα  ποιοῦμεν.  Ἐπειδὴ προλαβὼν  αὐτοὺς ἐπῄνεσεν,  ἵνα  μὴ  εἰς  ὑποψίαν  ἀγάγῃ  τὸν  λόγον,  φησίν·  Οὔτε γάρ  ποτε  ἐν  λόγῳ κολακείας  ἐγενήθημεν,  καθὼς  οἴδατε, οὔτε ἐν προφάσει πλεονεξίας,  ὁ Θεὸς μάρτυς, οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ' ὑμῶν οὔτε ἀπ' ἄλλων, δυνάμενοι ἐν βάρει εἶναι  ὡς  Χριστοῦ ἀπόστολοι.  Οὔτε γάρ ποτε  ἐν  λόγῳ  κολακείας  ἐγενήθημεν,  φησί· τουτέστιν, Οὐκ ἐκολακεύσαμεν, ὅπερ ἐστὶ τῶν ἀπατώντων,  τῶν βουλομένων  κατασχεῖν καὶ κρατῆσαι. Οὐκ ἔστιν εἰπεῖν ὅτι ἐκολακεύσαμεν, ἵνα κρατήσωμεν, οὐδὲ ὅτι χρημάτων ἕνεκεν  ἐπὶ τοῦτο ἥκομεν. 

Τούτου λοιπὸν,  ὅπερ ἦν δῆλον, αὐτοὺς καλεῖ μάρτυρας· Εἰ ἐκολακεύσαμεν, ὑμεῖς οἴδατε, φησίν· ὅπερ δὲ ἄδηλον ἦν, τὸ, εἰ τρόπῳ πλεονεξίας, Θεὸν καλεῖ μάρτυρα. Οὔτε ζητοῦντες  ἐξ ἀνθρώπων  δόξαν, οὔτε ἀφ' ὑμῶν οὔτε ἀπ' ἄλλων, δυνάμενοι  ἐν βάρει εἶναι  ὡς Χριστοῦ ἀπόστολοι· τουτέστιν,  οὔτε τιμὰς ἐπιζητοῦντες, καὶ  κομπάζοντες,   καὶ  δορυφορούμενοι.   Καίτοι  εἰ  καὶ  τοῦτο   εἰργασάμεθα,  οὐδὲν ἀλλότριον  ἐποιοῦμεν· εἰ γὰρ παρὰ βασιλέων ἀποστελλόμενοί  τινες ὅμως εἰσὶν ἐν τιμῇ, πολλῷ  μᾶλλον  ἡμεῖς.  Καὶ οὐκ εἶπεν,  ὅτι  Ἠτιμάσθημεν,  οὐδὲ ὅτι  Οὐκ ἀπελαύσαμεν τιμῆς, ὅπερ ἦν ὀνειδίζοντος  αὐτούς· ἀλλ', Οὐκ ἐζητήσαμεν. Οἱ τοίνυν, ἐξὸν ζητῆσαι, μὴ ζητήσαντες, καὶ τοῦ κηρύγματος  τοῦτο ἀπαιτοῦντος,  πῶς δόξης ἕνεκέν  τι πράττομεν;

 Καίτοι γε εἰ καὶ ἐζητήσαμεν, οὐδὲ οὕτως ἦν ἔγκλημα· εἰκὸς γὰρ τοὺς παρὰ Θεοῦ πρὸς ἀνθρώπους  ἀποσταλέντας,  ὡσανεὶ  ἀπὸ  τοῦ  οὐρανοῦ  νῦν  ἥκοντας  πρέσβεις, πολλῆς ἀπολαῦσαι  τιμῆς.  Ἀλλ'  ἐκ  περιουσίας  ἡμεῖς  οὐδὲν  τούτων  πράττομεν,  ἵνα  τὰ  τῶν ἐναντίων ἐμφράξωμεν στόματα.

γʹ. Καὶ οὐκ ἔνι εἰπεῖν ὅτι πρὸς μὲν ὑμᾶς οὕτω, πρὸς δὲ ἑτέρους οὐχ οὕτως. οὕτω γὰρ  καὶ  Κορινθίοις  γράφων   ἔλεγεν·  Ἀνέχεσθε  γὰρ,  εἴ  τις  ὑμᾶς  καταδουλοῖ,  εἴ  τις κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, εἴ τις ὑμᾶς εἰς πρόσωπον δέρει· καὶ πάλιν, Ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενημένος·  καὶ πάλιν, Χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην. ∆είκνυσι γὰρ κἀκεῖ, ὅτι σφόδρα ταπεινὸς  ἦν ἀπὸ τοῦ τοσαῦτα παθεῖν. Ἐνταῦθα δὲ καὶ περὶ χρημάτων  φησὶ τό· ∆υνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι.  Ἀλλ' ἐγενήθημεν  ἤπιοι  ἐν  μέσῳ ὑμῶν.  ὡς  ἂν  τροφὸς  θάλπῃ  τὰ ἑαυτῆς τέκνα, οὕτως ἱμειρόμενοι ὑμῶν, εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν, οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ  Θεοῦ,  ἀλλὰ   καὶ  τὰς  ἑαυτῶν   ψυχὰς,   διότι   ἀγαπητοὶ   ἡμῖν   ἐγενήθητε.   Ἀλλ' ἐγενήθημεν,  φησὶν, ἤπιοι· τουτέστιν, Οὐδὲν 62.403 φορτικὸν  οὐδὲ ἐπαχθὲς  οὐδὲ βαρὺ οὐδὲ κόμπον ἔχον ἀπεδειξάμεθα. Καὶ τὸ, Ἐν μέσῳ ὑμῶν, τοιοῦτόν ἐστιν, ὡς ἂν εἴποι τις, ἐξ ὑμῶν, οὐχὶ τὴν ἄνω λαβόντες λῆξιν. Ὡς ἐὰν τροφὸς, φησὶ, θάλπῃ τὰ ἑαυτῆς τέκνα. Οὕτω δεῖ τὸν διδάσκαλον εἶναι. Μὴ ἡ τροφὸς κολακεύει, ἵνα δόξης τύχῃ; μὴ χρήματα αἰτεῖ παρὰ τῶν παίδων  τῶν μικρῶν; μὴ βαρεῖα αὐτοῖς ἐστι καὶ φορτική; οὐχὶ μᾶλλον τῶν  μητέρων  εἰσὶ  προσηνεῖς;  Ἐνταῦθα  τὴν  φιλοστοργίαν   δείκνυσιν.  Οὕτω, φησὶν, ἱμειρόμενοι  ὑμῶν, τουτέστιν,  ἐπιθυμοῦντες·  οὕτως  ὑμῖν προσδεδέμεθα, φησὶν, ὅτι οὐ μόνον οὐδὲν λαμβάνωμεν, ἀλλ' εἰ δεῖ καὶ τὰς ψυχὰς μεταδοῦναι, οὐκ ἂν παρῃτησάμεθα. Τοῦτο οὖν, εἰπέ μοι, ἀνθρωπίνης  διανοίας;  καὶ τίς  οὕτως  ἀνόητος,  ὡς τοῦτο  εἰπεῖν; Εὐδοκοῦμεν, φησὶ, μεταδοῦναι  ὑμῖν, οὐ μόνον τὸ Εὐαγγέλιον  τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν  ψυχάς.  Ὥστε τοῦτο  μεῖζον  ἐκείνου.  Καὶ τί  τὸ  κέρδος;  Ἀπὸ  μὲν  γὰρ  τοῦ Εὐαγγελίου, κέρδος· τὸ δὲ τὴν ψυχὴν  δοῦναι, κατὰ τὴν δυσκολίαν μεῖζον ἐκείνου. Οὐ γάρ ἐστιν ἴσον ἁπλῶς κηρῦξαι, καὶ ψυχὴν δοῦναι· ἐκεῖνο μὲν γὰρ τιμιώτερον,  τοῦτο δὲ πλείονος  δυσκολίας  ἦν.  Ἐβουλόμεθα,  φησὶν,  εἴ  γε  ἐνῆν,  καὶ  τὰς  ψυχὰς  εἰς  ὑμᾶς κενῶσαι. Ἐπεὶ οὖν ἐπῄνεσε καὶ ἐπαινεῖ, διὰ τοῦτο λέγει, ὅτι Οὐ χρήματα ζητοῦντες, οὐ κολακεύοντες  ὑμᾶς,  οὐ δόξης  ἐφιέμενοι,  τοῦτο  ποιοῦμεν.  Ὅρα γάρ· εἰ  πολλὰ  ἦσαν ἀθλήσαντες, καὶ παραδόξως ἔδει αὐτοὺς ἐπαινεθῆναι  καὶ θαυμασθῆναι, ὥστε στεῤῥοτέρους  γενέσθαι,  εἶχεν  ὁ  ἔπαινος  ὑποψίαν.  ∆ιὰ  τοῦτο,  ἀποκρουόμενος  τὴν ὑποψίαν,  τοὺς κινδύνους  λέγει. Καὶ πάλιν,  ἵνα μὴ νομισθῇ διὰ τοῦτο τοὺς κινδύνους λέγειν, ὡς κάμνων ὑπὲρ αὐτῶν, καὶ ὀφείλων  τιμηθῆναι παρ' αὐτῶν, ὑπὲρ τούτου, μετὰ τὸ εἰπεῖν τοὺς κινδύνους, ἐπήγαγε· ∆ιότι ἀγαπητοὶ ἡμῖν γεγένησθε· δηλῶν ὅτι διὰ τοῦτο καὶ  τὰς  ψυχὰς  ἡδέως  ἂν  ὑμῖν  ἔδομεν,  ὅτι  Σφόδρα ὑμῖν  προσεδέθημεν.  Τὸ μὲν  οὖν Εὐαγγέλιον, ἐπειδὴ ὁ Θεὸς ἐκέλευσε, καταγγέλλομεν· τοσοῦτον δὲ ὑμᾶς φιλοῦμεν, ὅτι εἰ ἐνῆν, καὶ τὰς ψυχὰς ἂν ἐδώκαμεν. Οὕτω δεῖ φιλεῖν  τὸν φιλοῦντα, ὡς, εἰ καὶ τὴν ψυχὴν αἰτηθῇ, καὶ δυνατὸν  ᾖ, μὴ κωλῦσαι. Τί λέγω, αἰτηθῇ; ἀλλ' ὥστε αὐτὸν ἐπιτρέχειν  τῇ τοιαύτῃ δόσει. Οὐδὲν γὰρ, οὐδὲν τῆς τοιαύτης ἀγάπης γλυκύτερον γένοιτ' ἄν· οὐδὲν ἐκεῖ λυπηρὸν συμπεσεῖται. Ὄντως φίλος πιστὸς φάρμακον ζωῆς· ὄντως φίλος πιστὸς σκέπη κραταιά. Τί γὰρ οὐκ ἂν ἐργάσαιτο φίλος γνήσιος; πόσην μὲν οὐκ ἂν ἐμποιήσειεν ἡδονήν; πόσην  δὲ  ὠφέλειαν;  πόσην  δὲ  ἀσφάλειαν;  Κἂν  μυρίους  θησαυροὺς  εἴπῃς,  οὐδὲν ἀντάξιον  γνησίου  φίλου.  Καὶ τὰ αὐτῆς  πρῶτον  εἴπωμεν  τῆς  φιλίας  πόσην ἔχει  τὴν ἡδονήν. Γάννυται ὁρῶν αὐτὸν καὶ διαχεῖται,  συμπλέκεται συμπλοκὴν αὐτῷ τινα κατὰ τὴν ψυχὴν  ἄῤῥητον ἔχουσαν τὴν ἡδονήν·  κἂν ἀναμνησθῇ  μόνον  αὐτοῦ, διανέστη τῇ
 διανοίᾳ  καὶ ἀνεπτερώθη.  Περὶ τῶν  φίλων  λέγω  τῶν  γνησίων,  τῶν  ὁμοψύχων,  τῶν αἱρουμένων   καὶ   ὑπεραποθανεῖν,   τῶν   θερμῶς   φιλούντων.  Μή  μοι   τοὺς   ἁπλῶς φιλοῦντας  ἐννοοῦντες,  καὶ κοινωνοὺς  τῶν  τραπεζῶν,  καὶ ἀπὸ προσηγορίας φίλους, νομίζετε  τὸν λόγον  ἐλέγχεσθαι.  Εἴ τις ἔχει φίλον  οἷον λέγω,  ἐπι 62.404 γνώσεται  τὰ ῥήματα· κἂν ἴδῃ τοῦτον καθ' ἑκάστην ἡμέραν, οὐκ ἐμπίπλαται· ταῦτα αὐτῷ ἐπεύχεται, ἅπερ  καὶ  ἑαυτῷ.  Οἶδα ἐγώ  τινα,  ὃς  ὑπὲρ  φίλου  τοὺς  ἁγίους  ἄνδρας  παρακαλῶν, παρεκάλει εὔχεσθαι πρότερον ὑπὲρ αὐτοῦ, καὶ τότε ὑπὲρ ἑαυτοῦ. Τοσοῦτόν ἐστι φίλος ἀγαθὸς, ὡς καὶ τόπους καὶ χρόνους φιλεῖσθαι  δι' αὐτόν. Καθάπερ γὰρ τὰ λαμπρὰ τῶν σωμάτων   ἄνθος   ἀποῤῥεῖ  εἰς  τοὺς  πλησίον   τόπους,   οὕτω   καὶ  οἱ  φίλοι,   οἷς  ἂν παραγένωνται  τόποις, τὴν ἑαυτῶν χάριν ἀφιᾶσι. Καὶ πολλάκις χωρὶς φίλων  ἐπιστάντες τοῖς τόποις ἐκείνοις,  ἐδακρύσαμεν τῶν ἡμερῶν  ἀναμνησθέντες,  ἐν αἷς συνεγενόμεθα, καὶ ἐστενάξαμεν.  Οὐκ ἔνι  τῷ λόγῳ  παραστῆσαι τὴν  ἡδονὴν  ὅσην ἐντίθησι  παρουσία φίλων·   μόνοι  δὲ  οἱ  πεῖραν  ἔχοντες   ἴσασι.  Καὶ  χάριν   αἰτῆσαι,  καὶ  χάριν   λαβεῖν ἀνυπόπτως  παρὰ φίλου  ἔνι. Ὅταν ἡμῖν ἐπιτάττωσι,  τότε αὐτοῖς χάριν ἴσμεν· ὅταν δὲ ὀκνῶσι,  τότε  ἀλύομεν.  Οὐδὲν ἔχομεν  ὅπερ μὴ ἐκείνων  ἐστί. Πάντων  πολλάκις  τῶν ἐνταῦθα καταφρονοῦντες, δι' ἐκείνους οὐ βουλόμεθα ἀπελθεῖν ἐντεῦθεν· καὶ τοῦ φωτὸς ἐκεῖνοι  ποθεινότεροι.  Καὶ γὰρ ὄντως  καὶ τοῦ φωτὸς  αὐτοῦ ποθεινότερος  φίλος·  τὸν γνήσιον  λέγω.  Καὶ μὴ θαυμάσῃς· βέλτιον  γὰρ  ἡμῖν  σβεσθῆναι  τὸν  ἥλιον,  ἢ φίλων ἀποστερηθῆναι· βέλτιον ἐν σκότῳ διάγειν, ἢ φίλων εἶναι χωρίς· καὶ πῶς, ἐγὼ λέγω. Ὅτι πολλοὶ  τὸν  ἥλιον  ὁρῶντες  ἐν σκότῳ εἰσὶ, φίλων  δὲ εὐποροῦντες,  οὐδ' ἂν ἐν θλίψει γένοιντο·  περὶ  φίλων   λέγω   τῶν   πνευματικῶν,   τῶν   οὐδὲν  προτιμώντων  φιλίας. Τοιοῦτος Παῦλος ἦν, καὶ τὴν ψυχὴν ἡδέως διδοὺς τὴν ἑαυτοῦ, καὶ μὴ αἰτηθεὶς, καὶ εἰς γέενναν   ἡδέως  ἂν  ἐνέπιπτεν.   Οὕτω  χρὴ  φιλεῖν   διαθέσει  πεπυρωμένῃ.   Βούλομαι ὑπόδειγμα δοῦναι φιλίας· πατέρας καὶ υἱοὺς ὑπερβαίνουσι φίλοι, φίλοι οἱ κατὰ Χριστόν. Μὴ γάρ μοι τοὺς  νῦν  εἴπῃς, ὅτι μετὰ τῶν  ἄλλων  καὶ τοῦτο  ἀπέστη τὸ καλόν·  ἀλλ' ἐννόησον ὅτι ἐπὶ τῶν ἀποστόλων, οὐ λέγω τοὺς κορυφαίους, ἀλλ' αὐτοὺς τοὺς πεπιστευκότας· Πάντων ἦν, φησὶν, ἡ ψυχὴ καὶ ἡ καρδία μία, καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων  ἔλεγεν ἴδιον εἶναι· καὶ διεδίδοτο ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχεν. Οὐκ ἦν τότε τὸ ἐμὸν καὶ τὸ σόν. Τοῦτό ἐστι φιλία, ἵνα μὴ τὰ αὐτοῦ ἑαυτοῦ τις νομίζῃ, ἀλλὰ τὰ τοῦ πλησίον, τὰ δὲ αὐτοῦ ἀλλότρια· ἵνα οὕτω φείδηται  τῆς ἐκείνου ψυχῆς, ὡς τῆς ἑαυτοῦ, κἀκεῖνος  ὁμοίως  τὴν  αὐτὴν  διάθεσιν  ἐπιδεικνύηται.  Καὶ ποῦ δυνατὸν,  φησὶ, τοιοῦτον  εὑρεθῆναι; Ναὶ, οὐ δυνατὸν,  ἐπειδὴ μὴ βουλόμεθα· ὡς εἴ γε ἐβουλόμεθα, καὶ σφόδρα δυνατόν.  Εἰ γὰρ μὴ δυνατὸν  ἦν, οὐδ' ἂν ἐπέταξεν ὁ Χριστὸς, οὐκ ἂν τοσαῦτα περὶ ἀγάπης διελέχθη. Μέγα φιλία, καὶ πόσον μέγα, οὐδεὶς ἂν δύναιτο μαθεῖν, οὔτε τις παραστῆσαι λόγος, πλὴν  τῆς πείρας αὐτῆς. Τοῦτο τὰς αἱρέσεις εἰργάσατο, τοῦτο τοὺς Ἕλληνας ἔτι ποιεῖ Ἕλληνας εἶναι. Ὁ φιλῶν οὐκ ἐπιτάττειν βούλεται οὐδὲ ἄρχειν, ἀλλὰ χάριν ἔχει μᾶλλον ἀρχόμενος καὶ ἐπιτασσόμενος· χαρίζεσθαι βούλεται μᾶλλον, ἢ χάριν λαμβάνειν· φιλεῖ γὰρ, καὶ ὡς οὐκ ἐμπλήσας αὐτοῦ τὴν ἐπιθυμίαν, οὕτω διάκειται. Οὐχ οὕτως  εὖ πάσχων  τέρπεται,  ὡς  εὖ ποιῶν·  βούλεται  γὰρ κατέχειν  αὐτὸν  μᾶλλον,  ἢ ὀφείλειν  αὐτῷ· μᾶλλον δὲ καὶ ὀφείλειν  αὐτῷ βούλεται, καὶ ὀφειλέτην  αὐτὸν ἔχειν· καὶ βούλεται χαρίζεσθαι, καὶ οὐ βούλεται δοκεῖν χαρίζεσθαι, ἀλλ' ὀφειλέτην  αὐτὸν εἶναι. Τάχα πολλοὺς ὑμῶν ἀγνοεῖν 62.405 οἶμαι τὸ εἰρημένον· οὐκοῦν ἀναγκαῖον  αὐτὸ πάλιν εἰπεῖν Καὶ ἄρχειν βούλεται εὐεργεσίας, καὶ μὴ δοκεῖν ἄρχειν, ἀλλ' ἀποδιδόναι· ὥσπερ καὶ ὁ Θεὸς ἐποίησεν ἐπὶ τῶν ἀνθρώπων. Ἔμελλε τὸν Υἱὸν αὐτοῦ χαρίζεσθαι ὑπὲρ ἡμῶν, ἀλλ' ἵνα μὴ δόξῃ χαρίζεσθαι, ἀλλ' ὀφείλειν ἡμῖν, προσέταξε τῷ Ἀβραὰμ δοῦναι τὸν υἱὸν
 αὐτοῦ,  ἵνα  μέγα  ποιῶν,  μηδὲν  μέγα  δόξῃ  ποιεῖν.  Ὅταν  μὲν  γὰρ  μὴ  ᾖ  φιλία,  καὶ ὀνειδίζομεν  τὰς εὐεργεσίας, καὶ τὰς μικρὰς ἐπαίρομεν· ὅταν δὲ φιλία ᾖ, καὶ κρύπτομεν αὐτὰς, καὶ τὰς μεγάλας μικρὰς βουλόμεθα δεικνύναι,  ἵνα μὴ δόξωμεν ὀφειλέτην  ἔχειν τὸν φίλον, ἀλλ' αὐτοὶ αὐτῷ ὀφειλέται εἶναι ἐν τῷ ὀφειλέτην  ἔχειν αὐτόν. Οἶδα ὅτι οὐδὲ συνιᾶσιν οἱ πολλοὶ τὸ λεγόμενον· τὸ δὲ αἴτιον, περὶ πράγματος διαλέγομαι τὸν οὐρανὸν οἰκοῦντος νῦν. Ὥσπερ οὖν, εἰ περί τινος ἔλεγον φυτοῦ ἐν Ἰνδίᾳ τικτομένου, οὗ μηδεὶς μηδὲ πεῖραν ἔλαβεν, οὐκ ἂν ἴσχυσεν ὁ λόγος παραστῆσαι, κἂν εἰ μυρία εἶπον· οὕτω καὶ νῦν  ὅσα ἂν εἴπω, εἰκῆ ἐρῶ· οὐδεὶς γὰρ ἐπιστῆναι  δυνήσεται. Ἐν οὐρανῷ  πεφύτευται τοῦτο τὸ φυτὸν, κλάδους ἔχον οὐ μαργαρίτας βριθομένους, ἀλλὰ βίον ἐνάρετον πολλῷ τούτων  ἡδίω.  Ποίαν βούλει  εἰπεῖν  ἡδονήν; τὴν  αἰσχράν; τὴν  σεμνήν;  Ἀλλὰ  πάσας ὑπερβάλλει  ἡ τῆς φιλίας,  κἂν  τὴν  τοῦ μέλιτος  εἴπῃς.  Τοῦτο γὰρ προσκορὲς γίνεται· φίλος δὲ οὐδέποτε, ἕως ἂν ᾖ φίλος, ἀλλὰ μᾶλλον αὔξεται ἡ ἐπιθυ 62.406 μία, καὶ κόρον οὐδέποτε ἡ τοιαύτη λαμβάνει ἡδονή. Καὶ τῆς παρούσης ζωῆς ὁ φίλος ἡδύτερος· πολλοὶ γοῦν  μετὰ  τὴν  τῶν  φίλων   τελευτὴν   οὐκ  ηὔξαντο  ζῆσαι  λοιπόν.  Μετὰ  φίλου  καὶ ὑπερορίαν τις ἡδέως ἂν ἐνέγκοι, χωρὶς δὲ φίλου οὐδὲ τὴν αὐτοῦ οἰκῆσαι ἕλοιτο ἄν· μετὰ φίλου καὶ πενία φορητὸν, τούτου δὲ ἄνευ, καὶ ὑγεία καὶ πλοῦτος ἀφόρητον. Ὁ τοιοῦτος ἄλλον  ἑαυτὸν  ἔχει. Ἀποπνίγομαι  ὅτι οὐ δύναμαι  ἐπὶ παραδείγματος  εἰπεῖν· ἦ γὰρ ἂν ἐγνώρισα ὅτι πολλῷ ἐλάττονα  τοῦ δέοντος τὰ εἰρημένα. Καὶ ταῦτα μὲν ἐνταῦθα· παρὰ δὲ Θεοῦ τοσοῦτος μισθὸς τῆς φιλίας, ὅσος οὐδὲ ἔστιν εἰπεῖν. Μισθὸν ἡμῖν δίδωσιν, ἵνα φιλῶμεν  ἀλλήλους· Φίλει γὰρ, φησὶ, καὶ λάβε μισθὸν, ὑπὲρ οὗ μισθὸν ὀφείλομεν πράγματος· Εὖξαι, φησὶ, καὶ λάβε μισθὸν, ὑπὲρ οὗ μισθὸν ὀφείλομεν,  ὅτι αἰτοῦμεν  τὰ ἀγαθά· Ὑπὲρ οὗ αἰτεῖς, φησὶ, λάβε μισθόν· νήστευσον, καὶ λάβε μισθόν· γενοῦ ἐνάρετος, καὶ  λάβε  μισθὸν,  καίτοι  μισθὸν  ὀφείλων·  ἀλλ'  ὥσπερ  οἱ  πατέρες,  ὅταν  ἐναρέτους ποιήσωσι τοὺς παῖδας, τότε καὶ αὐτοῖς μισθὸν διδόασιν· ὀφειλέται γάρ εἰσιν, ὅτι αὐτοὺς ἐν  ἡδονῇ  κατέστησαν·  οὕτω  καὶ  ὁ  Θεὸς, Μισθὸν,  φησὶ,  λάβε,  ἂν  ἐνάρετος  γένῃ· εὐφραίνεις   γὰρ  τὸν  πατέρα,  καὶ  τούτου  σοι  ὀφείλω   μισθόν·  ἂν  δὲ  κακὸς,  οὐκέτι· παροξύνεις γὰρ τὸν γεννήσαντα. Μὴ δὴ παροξύνωμεν τὸν Θεὸν, ἀλλ' εὐφραίνωμεν,  ἵνα τύχωμεν τῆς βασιλείας τῶν οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, καὶ τὰ ἑξῆς.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |