Παρασκευή 7 Ιουνίου 2013

ΟΜΙΛΙΑ ∆ʹ.


In epistulam i ad Thessalonicenses (homiliae 111)
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΡΩΤΗΝ

ΟΜΙΛΙΑ ∆ʹ.

∆ιὰ τοῦτο κἀγὼ μηκέτι στέγων, ἔπεμψα εἰς τὸ γνῶναι  τὴν πίστιν ὑμῶν, μή πως ἐπεί ρασεν ὑμᾶς ὁ πειράζων,  καὶ εἰς κενὸν  γένηται  ὁ κόπος ἡμῶν. Ἄρτι δὲ ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς ἀφ' ὑμῶν, καὶ εὐαγγελισαμένου  ἡμῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν, καὶ ὅτι ἔχετε μνείαν ἡμῶν πάντοτε ἀγαθὴν, ἐπιπο θοῦντες ἡμᾶς ἰδεῖν, καθάπερ καὶ ἡμεῖς ὑμᾶς· διὰ τοῦτο  παρεκλήθημεν,  ἀδελφοὶ,  ἐφ' ὑμῖν  ἐπὶ πάσῃ τῇ θλίψει  καὶ ἀνάγκῃ ἡμῶν, διὰ τῆς ὑμῶν, πίστεως· ὅτι νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ.

αʹ. Ζήτημα πρόκειται τήμερον ἡμῖν παρὰ πολλῶν  ζητούμενον, καὶ πολλαχόθεν συλλεγόμενον.  Τί δὲ τὸ ζήτημά ἐστι; ∆ιὰ τοῦτο, φησὶ, κἀγὼ  μηκέτι  στέγων,  ἔπεμψα Τιμόθεον  εἰς  τὸ  γνῶναι  τὴν  πίστιν  ὑμῶν.  Τί λέγεις;  ὁ τοσαῦτα  εἰδὼς,  ὁ ἀπόῤῥητα ἀκούσας ῥήματα, ὁ μέχρι τρίτου ἀνελθὼν  οὐρανοῦ, οὗτος οὐκ οἶδε, καὶ ἐν Ἀθήναις ὤν; καίτοι οὐ πολλοῦ ὄντος τοῦ διαστήματος, οὐδὲ πρὸ πολλοῦ χωρισθεὶς αὐτῶν· Ἀπορφανισθέντες  γὰρ, φησὶν, ἀφ' ὑμῶν πρὸς καιρὸν ὥρας. Οὐκ οἶδε οὖν ὁ τοιοῦτος τὰ Θεσσαλονικέων, ἀλλ' ἀναγκάζεται  πέμψαι Τιμόθεον εἰς τὸ γνῶναι  τὴν πίστιν αὐτῶν· Μή πως ἐπείρασεν ὑμᾶς, φησὶν, ὁ πειράζων, καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν; Τί οὖν ἄν τις εἴποι;  ὅτι οὐ πάντα  ᾔδεισαν οἱ ἅγιοι; Καὶ ὅτι οὐκ ᾔδεισαν, πολλαχόθεν  ἄν τις μάθοι,  ἀπό  τε  τῶν  πρώτων,  ἀπό  τε  τῶν  μετὰ  ταῦτα·  καθάπερ  Ἑλισσαῖος περὶ  τῆς γυναικὸς  ἠγνόησε· καθάπερ Ἠλίας ἔλεγε πρὸς τὸν Θεόν· Ἐγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι  τὴν  ψυχήν  μου.  ∆ιὰ  τοῦτο  ἤκουε  παρὰ  τοῦ  Θεοῦ, ὅτι  Κατέλιπον  ἐμαυτῷ ἑπτακισχιλίους  ἄνδρας. Καθάπερ ὁ Σαμουὴλ πάλιν, ἡνίκα ἀπεστάλη χρῖσαι τὸν ∆αυΐδ· Εἶπε, φησὶ, Κύριος πρὸς αὐτόν· Μὴ πρόσχες εἰς τὴν ὄψιν αὐτοῦ, μηδὲ εἰς τὴν ἕξιν τοῦ μεγέθους  αὐτοῦ,  ὅτι  ἐξουδένωκα  αὐτόν·  ὅτι  οὐχ  ὡς  ἄνθρωπος  ὄψεται  ὁ  Θεός·  ὅτι ἄνθρωπος ὄψεται εἰς πρόσωπον, ὁ δὲ Θεὸς εἰς καρδίαν. Τοῦτο δὲ γίνεται  κατὰ πολλὴν τοῦ Θεοῦ κηδεμονίαν. 

Πῶς 62.416 καὶ τίνι τρόπῳ; Αὐτῶν τε ἕνεκεν τῶν ἁγίων, καὶ τῶν πιστευόντων   αὐτοῖς.  Καθάπερ γὰρ  καὶ  διωγμοὺς  συγχωρεῖ  γίνεσθαι,  οὕτως  αὐτοὺς συγχωρεῖ πολλὰ καὶ ἀγνοεῖν, ἵνα καταστέλλωνται.  ∆ιὰ τοῦτο καὶ Παῦλος ἔλεγεν· Ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος Σατᾶν ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι· καὶ πάλιν, ἵνα καὶ οἱ ἄλλοι μὴ μεγάλα περὶ αὐτὸν φαντάζωνται. Εἰ γὰρ ἀπὸ σημείων θεοὺς αὐτοὺς εἶναι ἐνόμισαν, πολλῷ μᾶλλον, εἰ διαπαντὸς ἐπέμενον τὰ πάντα εἰδότες. Καὶ τοῦτο καὶ αὐτὸς πάλιν φησίν· Ἵνα μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με, ἢ ἀκούει τι ἐξ ἐμοῦ. Καὶ πάλιν ἄκουε τοῦ Πέτρου λέγοντος, ἡνίκα τὸν χωλὸν ἐθεράπευσε· Τί ἡμῖν ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει  ἢ εὐσεβείᾳ τοῦτο πεποιηκόσι τοῦ περιπατεῖν  αὐτόν; Εἰ δὲ καὶ αὐτῶν τοῦτο λεγόντων καὶ ποιούντων,  ὅμως καὶ ἀπὸ τῶν ὀλίγων καὶ μικρῶν οὕτως ἐτίκτοντο ὑπόνοιαι   πονηραὶ,   πολλῷ   μᾶλλον   ἀπὸ  τῶν   μεγάλων.   Καὶ  δι'  ἕτερον   δὲ  ταῦτα συνεχωρεῖτο.  Ἵνα γὰρ μή τις ἔχῃ λέγειν,  ὅτι οὐχὶ ἄνθρωποι  ὄντες κατώρθωσαν  ἅπερ κατώρθωσαν, καὶ οὕτω πάντες ὕπτιοι γίνωνται,  διὰ τοῦτο δείκνυσι καὶ αὐτοὺς ὄντας ἐν ἀσθενείᾳ, ἵνα τῶν ἀγνωμονεῖν βουλομένων  πᾶσαν ἐγκόψῃ ἀναισχυντίας  πρόφασιν. ∆ιὰ τοῦτο ἀγνοεῖ, διὰ τοῦτο καὶ πολλάκις προθέμενος οὐκ ἔρχεται, ἵνα μάθωσιν ὅτι πολλὰ οὐκ οἶδε. Πολὺ οὖν ἐκ τούτου τὸ κέρδος ἦν. Ἦ γὰρ ἂν ἦσαν ἔτι καὶ οὕτω λέγοντές τινες, ὅτι Οὗτός ἐστιν ἡ δύναμις τοῦ Θεοῦ ἡ μεγάλη, καὶ ἄλλοι τινὲς, ὅτι Ὁ δεῖνα καὶ ὁ δεῖνα. Εἰ μὴ  ταῦτα  ἐγένοντο,  τί  οὐκ  ἂν  ἐνόμισαν; Ἐνταῦθα  δὲ  δοκεῖ  μέντοι  εἶναι  αὐτῶν κατηγορία·  τῷ  δὲ ἀκριβῶς  σκοποῦντι  καὶ  πολὺ  τὸ θαῦμα  αὐτῶν  ἐμφαίνει,  καὶ τῶν πειρασμῶν ἡ ὑπερβολὴ δείκνυται. Πῶς, πρόσεχε. Εἰ γὰρ προεῖπες αὐτοῖς ὅτι, Εἰς τοῦτο κείμεθα, καὶ Μηδεὶς θορυβείσθω, τί πάλιν πέμπεις τὸν Τιμόθεον, ὥσπερ δεδοικὼς μή τι γένηται ὧν οὐ βούλει; Τοῦτο μὲν οὖν ἀπὸ πολλῆς ἀγάπης ποιεῖ· οἱ γὰρ φιλοῦντες  καὶ τὰ ἀσφαλῆ  ὑποπτεύουσιν   ἀπὸ  τῆς  πολλῆς   θερμότητος·  τοῦτο  δὲ  ἀπὸ  τῶν   πολλῶν πειρασμῶν. Εἶπον μὲν γὰρ, ὅτι Εἰς τοῦτο κείμεθα· ἡ δὲ ὑπερ 62.417 βολὴ τῶν  κακῶν ἐφόβησέ με. ∆ιὸ οὐκ εἶπεν, ὅτι Καταγνοὺς ὑμῶν ἀποστέλλω, ἀλλὰ, Μηκέτι στέγων· ὃ μᾶλλον  φιλίας  ἦν. Τί ἐστι, Μή πως ἐπείρασεν ὑμᾶς ὁ πειράζων; Ὁρᾷς ὅτι τὸ ἐν ταῖς θλίψεσι  σαλεύεσθαι  διαβολικόν  ἐστι, καὶ  τῆς  ἐκείνου  παρατροπῆς;  Ὅταν  γὰρ  ἡμᾶς αὐτοὺς μὴ δυνηθῇ, ἑτέρως δι' ἡμῶν τοὺς ἀσθενεστέρους παρασαλεύει· ὅπερ ὑπερβαλλούσης ἀσθενείας ἐστὶ, καὶ οὐδεμίαν ἐχούσης ἀπολογίαν· καθάπερ ἐπὶ τοῦ Ἰὼβ πεποίηκε, τὴν γυναῖκα διεγείρας· Εἰπέ τι ῥῆμα, φησὶ, πρὸς Κύριον, καὶ τελεύτα. Ἴδε πῶς αὐτὴν ἐπείρασε. ∆ιὰ τί δὲ μὴ εἶπεν, ἐσάλευσεν, ἀλλ', Ἐπείρασεν; Ὅτι τοσοῦτον, φησὶν, ὑπώπτευσα μόνον, ὅσον πειρασθῆναι ὑμᾶς· οὐ γὰρ δὴ τὴν πεῖραν αὐτοῦ σάλον καλεῖ. Ὁ γὰρ δεχόμενος αὐτοῦ τὴν προσβολὴν, ἐσαλεύθη. Βαβαὶ! πόση φιλοστοργία τοῦ Παύλου· οὐκ  ἔμελεν  αὐτῷ  τῶν  θλίψεων   οὐδὲ  τῶν  ἐπιβουλῶν.  Οἶμαι γὰρ  αὐτὸν  ἐκεῖ  τότε μεμενηκέναι· καθάπερ φησὶν ὁ Λουκᾶς, ὅτι ἐν τῇ Ἑλλάδι ἔμεινε τρίμηνον,  γενομένης αὐτῷ ἐπιβουλῆς ὑπὸ τῶν Ἰουδαίων.

βʹ. Οὐκ ἔμελεν  οὖν αὐτῷ τῶν  κινδύνων,  ἀλλὰ τῶν  μαθητευομένων.  Ὁρᾷς ὅτι πάντα φυσικὸν πατέρα παρεληλύθει; Ἡμεῖς μὲν γὰρ ἐν ταῖς θλίψεσι καὶ τοῖς κινδύνοις
πάντων  τὴν  μνήμην  ἐκβάλλομεν· αὐτὸς  δὲ  οὕτως  ἐδεδοίκει  καὶ  ἔτρεμεν  ὑπὲρ  τῶν παίδων, ὡς καὶ ὃν μόνον εἶχε παραμυθίαν, τὸν Τιμόθεον καὶ κοινωνὸν  καὶ συνεργὸν, τοῦτον  ἐν αὐτοῖς τοῖς κινδύνοις  πέμψαι  πρὸς αὐτούς. Καὶ εἰς κενὸν, φησὶ, γένηται  ὁ κόπος ἡμῶν. ∆ιὰ τί; εἰ γὰρ καὶ παρετράπησαν, οὐ παρὰ τὴν σὴν αἰτίαν, οὐ παρὰ τὴν σὴν ῥᾳθυμίαν.  Ἀλλ' ὅμως καὶ τούτων  ὄντων,  κεκενῶσθαί  μοι τὸν κόπον νομίζω  ἀπὸ τῆς πολλῆς  φιλαδελφίας. Μή πως  ἐπείρασεν ὑμᾶς ὁ πειράζων.  Πειράζει δὲ οὐκ εἰδὼς  εἰ καταβαλεῖ. Εἶτ' ἐκεῖνος μὲν καὶ ὡς οὐκ εἰδὼς ἐπέρχεται, ἡμεῖς δὲ εἰδότες ὅτι σφόδρα αὐτοῦ  περιεσόμεθα,  οὐ  νήφομεν; Ὅτι  δὲ  οὐκ  εἰδὼς  ἡμῖν  προσβάλλει,  ἐπὶ  τοῦ  Ἰὼβ ἐδήλωσεν. Ἔλεγε γὰρ πρὸς τὸν Θεὸν ὁ πονηρὸς ἐκεῖνος  δαίμων· Οὐ σὺ περιέφραξας αὐτοῦ  τὰ  ἔσω  καὶ  τὰ  ἔξω;  Περίελε  αὐτοῦ  τὰ  ὑπάρχοντα·  ἦ  μὴν  εἰς  πρόσωπόν  σε εὐλογήσει. Πειράζει. Ἂν ἴδῃ τι ἀσθενὲς, ἐπεχείρησεν· ἂν ἰσχυρὸν, ἀπέστη. Καὶ εἰς κενὸν, φησὶ, γένηται  ὁ κόπος ἡμῶν. Ἀκούσωμεν ἅπαντες, πῶς ἔκαμνεν ὁ Παῦλος. Οὐκ εἶπεν, ἔργον, ἀλλ' Ὁ κόπος· οὐκ εἶπε, καὶ ὑμεῖς ἀπολεῖσθε, ἀλλ', Ὁ κόπος ἡμῶν. Ὥστε εἰ καὶ συνέβη τι, εἰκὸς ἐγίνετο· ἐπειδὴ δὲ οὐ συνέβη, πολὺ τὸ θαῦμα. Ταῦτα μὲν προσεδοκήσαμεν,  φησὶν,  ἐξέβη  δὲ  τὰ  ἐναντία·  οὐ  γὰρ  μόνον  προσθήκην  θλίψεως οὐδεμίαν παρ' ὑμῶν ἐλάβομεν, ἀλλὰ καὶ παράκλησιν. Ἄρτι δὲ ἐλθόντος Τιμοθέου, φησὶ, πρὸς ἡμᾶς ἀφ' ὑμῶν, καὶ εὐαγγελισαμένου  ἡμῖν τὴν πίστιν, καὶ τὴν ἀγάπην ὑμῶν. Καὶ εὐαγγελισαμένου,  φησίν.  Ὁρᾷς τὴν  περιχάρειαν  Παύλου; Οὐκ εἶπεν,  ἀπαγγείλαντος, ἀλλ',  Εὐαγγελισαμένου·  τοσοῦτον  ἀγαθὸν  ἡγεῖτο  τὴν  ἐκείνων   βεβαίωσιν  καὶ  τὴν ἀγάπην. Ἀνάγκη γὰρ ἐκείνης βεβαίας μενούσης καὶ ταύτην ἐστηρίχθαι. Καὶ τῇ ἀγάπῃ δὲ αὐτῶν  ἔχαιρεν, ὅτι σημεῖον τῆς πίστεως ἦν, Καὶ ὅτι ἔχετε, φησὶ, μνείαν  ἡμῶν ἀγαθὴν πάντοτε  ἐπιποθοῦντες   ἡμᾶς  ἰδεῖν,  καθάπερ  καὶ  ἡμεῖς  62.418 ὑμᾶς.  Τουτέστι  μετὰ ἐπαίνων.  Οὐχ ὅτε  παρῆμεν,  οὐδ' ὅτε  ἐθαυματουργοῦμεν,  ἀλλὰ  καὶ  νῦν,  ὅτε  πόῤῥω ἐσμὲν,  καὶ  μαστιζόμεθα,  καὶ  μυρία  πάσχομεν  δεινὰ,  μνείαν   ἡμῶν  ἀγαθὴν   ἔχετε. Ἀκούσατε πῶς  θαυμάζονται  μαθηταὶ  μνείαν  ἀγαθὴν  περὶ  διδασκάλων  ἔχοντες,  πῶς μακαρίζονται. Μιμώμεθα τούτους· ἡμᾶς γὰρ αὐτοὺς ὠφελοῦμεν,  οὐ τοὺς ἀγαπωμένους. Ἐπιποθοῦντες   ἡμᾶς,  φησὶν,  ἰδεῖν,  καθάπερ  καὶ  ἡμεῖς  ὑμᾶς.  Καὶ τοῦτο  δὲ  αὐτοὺς εὔφρανε.  Τὸ γὰρ μαθεῖν  τὸν  φιλοῦντα,  ὅτι τοῦτο  οἶδεν  ὁ φιλούμενος,  ὅτι φιλεῖται, πολλὴ παραμυθία καὶ παράκλησις. 

∆ιὰ τοῦτο παρεκλήθημεν, ἀδελφοὶ, ἐφ' ὑμῖν ἐπὶ πάσῃ τῇ θλίψει καὶ ἀνάγκῃ ἡμῶν διὰ τῆς ὑμῶν πίστεως· ὅτι νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ. Τί Παύλου ἴσον γένοιτ' ἂν, ὃς τὴν τῶν  πλησίον  σωτηρίαν  ἐνόμιζεν  εἶναι  τὴν ἑαυτοῦ, καθάπερ σῶμα πρὸς μέλη, οὕτω πρὸς πάντας διακείμενος; τίς δυνήσεται ταύτην ῥῆξαι τὴν φωνὴν  νῦν; μᾶλλον δὲ τίς δυνήσεται οὕτω φρονῆσαί ποτε; Οὐκ ἠξίου χάριν αὐτοὺς εἰδέναι αὐτῷ τῶν πειρασμῶν τῶν ὑπὲρ αὐτῶν, ἀλλὰ χάριν αὐτοῖς ᾔδει, ὅτι οὐκ ἐσαλεύθησαν διὰ τοὺς πειρασμοὺς τοὺς αὐτοῦ· ὡς ἂν εἰ ἔλεγεν, ὅτι Ὑμῖν μᾶλλον, ἢ ἡμῖν ἀπὸ τῶν πειρασμῶν ἐγένετο βλάβη· ὑμεῖς ἐπειράσθητε μᾶλλον ἢ ἡμεῖς, ὑμεῖς οἱ μηδὲν παθόντες, ἡμῶν τῶν παθόντων.  Ἐπειδὴ ταῦτα, φησὶν, εὐηγγελίσατο  ἡμᾶς ὁ Τιμόθεος, οὐδὲν αἰσθανόμεθα τῶν λυπηρῶν,  ἀλλὰ, Παρεκλήθημεν ἐπὶ πάσῃ τῇ θλίψει· οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ Τῇ ἀνάγκῃ ἡμῶν, φησίν· εἰκότως. ∆ιδασκάλου γὰρ ἀγαθοῦ οὐδὲν ἂν ἅψαιτο λοιπὸν, ἕως ἂν τὰ τῶν μαθητῶν κατὰ γνώμην  αὐτῷ προχωρῇ. ∆ι' ὑμῶν, φησὶ, παρεκλήθημεν· τουτέστιν,  ὑμεῖς  ἡμᾶς  ἐστερεώσατε. Καὶ μὴν  τοὐναντίον ἦν· τὸ γὰρ παθόντας  μὴ ἐνδοῦναι,  ἀλλὰ  στῆναι  γενναίως,  ἱκανὸν  τοὺς  μαθητὰς  στηρίξαι. Ἀλλ' αὐτὸς  ἅπαν  τοὐναντίον ποιεῖ,  καὶ  εἰς  ἐκείνους  περιτρέπει  τὸ ἐγκώμιον· ὑμεῖς  ἡμᾶς ἠλείψατε, φησίν· ὑμεῖς ἡμῖν ἀναπνεῦσαι δεδώκατε· ὑμεῖς οὐκ ἀφήκατε τῶν πειρασμῶν αἰσθέσθαι. Καὶ οὐκ εἶπεν,  ἀνεπνεύσαμεν,  οὐδὲ, παρεμυθήθημεν·  ἀλλὰ  τί; Νῦν ζῶμεν·
δεικνὺς ὅτι καὶ πειρασμὸν καὶ θάνατον οὐδὲν ἄλλο ἡγεῖται, ἢ τὸ σκάνδαλον τὸ ἐκείνων, ὅπου γε καὶ ζωὴν τὴν ἐκείνων προκοπήν. Πῶς ἂν ἄλλος τις ἢ τὴν λύπην τὴν ἐπὶ τῇ τῶν μαθητῶν  ἀσθενείᾳ, ἢ τὴν  χαρὰν  ἐδήλωσεν;  Οὐκ εἶπε, χαίρομεν,  ἀλλὰ,  Ζῶμεν, ζωὴν λέγων τὴν μέλλουσαν.

γʹ. Ὥστε ἄνευ  τούτου  οὐδὲ  ζῇν  τὸ  ζῇν  ἡγούμεθα.  Οὕτω  τοὺς  διδασκάλους διακεῖσθαι χρὴ, οὕτω τοὺς μαθητὰς, καὶ οὐδὲν ἄτοπον ἔσται ποτέ. Εἶτα προσλιπαίνων αὐτὸ, ὅρα τί φησι· Τίνα γὰρ εὐχαριστίαν δυνάμεθα τῷ Θεῷ ἀνταποδοῦναι  περὶ ὑμῶν ἐπὶ πάσῃ τῇ  χαρᾷ, ᾗ χαίρομεν  δι' ὑμᾶς  ἔμπροσθεν  τοῦ  Θεοῦ ἡμῶν,  νυκτὸς  καὶ  ἡμέρας ὑπερεκπερισσοῦ δεόμενοι εἰς τὸ ἰδεῖν ὑμῶν τὸ πρόσωπον, καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς   πίστεως   ὑμῶν;   Οὐχὶ  ζωῆς,  φησὶν,   αἴτιοι   ἡμῖν   γεγένησθε   μόνον,   ἀλλὰ   καὶ εὐφροσύνης πολλῆς, καὶ τοσαύτης, ὡς μηδὲ εὐχαριστῆσαι δύνασθαι τῷ Θεῷ κατ' ἀξίαν. Τὸ ὑμῶν  κατόρθωμα  δῶρον  εἶναι,  φησὶ,  τοῦ  Θεοῦ ἡγούμεθα·  τοιαῦτα  ἡμᾶς  62.419 εὐηργετήσατε,  ὡς  τοῦ  Θεοῦ  νομίζειν   εἶναι·  μᾶλλον   δὲ  καὶ  ἔργον  Θεοῦ·  οὐ  γὰρ ἀνθρωπίνης  ψυχῆς οὐδὲ σπουδῆς τοσοῦτον φρόνημα. Νυκτὸς, φησὶ, καὶ ἡμέρας ὑπερεκπερισσοῦ δεόμενοι.  Καὶ τοῦτο  τῆς  χαρᾶς  σημεῖον.  Καθάπερ γάρ  τις  γεωργὸς, ἀκούων  περὶ τῆς αὐτοῦ χώρας τῆς πονηθείσης αὐτῷ, ὅτι βρίθεται τοῖς καρποῖς, ποθεῖ κατ'   ὄψιν   τὴν   τοσαύτην   ἰδεῖν   ἡδονήν·   οὕτω   καὶ   Παῦλος   τὴν   Μακεδονίαν. Ὑπερεκπερισσοῦ δεόμενοι. Ὅρα τὴν ὑπερβολήν. Εἰς τὸ ἰδεῖν  ὑμῶν  τὸ πρόσωπον, καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως ὑμῶν. Ἐνταῦθα πολὺ τὸ ζήτημα. Εἰ γὰρ νῦν ζῇς ὅτι  ἑστήκασι, καὶ Τιμόθεος εὐηγγελίσατό  σε τὴν  πίστιν  αὐτῶν  καὶ τὴν  ἀγάπην,  καὶ τοσαύτης εἶ χαρᾶς μεστὸς, ὡς μηδὲ δύνασθαι  τῷ  Θεῷ κατ' ἀξίαν  εὐχαριστῆσαι, πῶς ἐνταῦθα  τὰ ὑστερήματα τῆς πίστεως  αὐτῶν  εἶναι  φῄς; ἆρα μὴ κολακείας  τὰ ῥήματα ἐκεῖνα; Μηδαμῶς· μὴ γένοιτο. Προλαβὼν γὰρ ἐμαρτύρησεν, ὅτι πολλοὺς ἄθλους ὑπέμειναν,  καὶ οὐδὲν χεῖρον διετέθησαν τῶν ἐν τῇ Ἰουδαίᾳ Ἐκκλησιῶν. Τί οὖν ἐστιν; Οὐ πάσης ἀπέλαυσαν τῆς διδασκαλίας, οὐδὲ ὅσα ἐχρῆν μαθεῖν ἔμαθον· καὶ τοῦτο δηλοῖ πρὸς τῷ τέλει. Ἴσως δὲ καὶ ἐζητεῖτο παρ' αὐτοῖς περὶ τῆς ἀναστάσεως, καὶ πολλοὶ ἦσαν οἱ θορυβοῦντες  αὐτοὺς,  οὐκέτι  τοῖς  πειρασμοῖς, οὐδὲ τοῖς  κινδύνοις,  ἀλλ' ὑποκρινόμενοι  τοὺς  διδασκάλους.  Τοῦτό φησι, Τὰ ὑστερήματα  τῆς  πίστεως· καὶ  διὰ τοῦτο οὕτως ἐνέφηνε,  καὶ οὐκ εἶπεν, εἰς τὸ στηριχθῆναι,  ἀλλὰ, Καταρτίσαι. Ἔνθα μὲν γὰρ περὶ αὐτῆς τῆς πίστεως ἐδεδοίκει, Ἔπεμψα, φησὶ, Τιμόθεον εἰς τὸ στηρίξαι ὑμᾶς· ἐνταῦθα   δὲ,  τὰ   ὑστερήματα   λέγει   καταρτίσαι,   ὃ  διδασκαλίας   μᾶλλόν   ἐστιν,   ἢ βεβαιώσεως·  καθάπερ  καὶ  ἀλλαχοῦ   φησιν·  Ἵνα  ἦτε  κατηρτισμένοι  εἰς  πᾶν  ἔργον ἀγαθόν. Τὸ δὲ κατηρτισμένον ἐκεῖνό ἐστιν, ᾧ ὀλίγον τι λείπει· τοῦτο γὰρ καταρτίζεται. Αὐτὸς δὲ ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν, καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κατευθύναι  τὴν ὁδὸν  ἡμῶν  πρὸς ὑμᾶς. Ὑμᾶς δὲ ὁ Κύριος πλεονάσαι,  καὶ περισσεύσαι τῇ ἀγάπῃ  εἰς ἀλλήλους καὶ εἰς πάντας, καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς. 

Τοῦτο ὑπερβαλλούσης ἀγάπης, τὸ μὴ μόνον καθ' ἑαυτὸν εὔχεσθαι, ἀλλὰ καὶ ἐν τῇ ἐπιστολῇ τὴν εὐχὴν ἐντίθεσθαι· τοῦτο ζεούσης  ψυχῆς,  καὶ  ὄντως  ἀκαρτερήτου·  τοῦτο  δεῖγμα  καὶ  τῶν  ἐκεῖ  γεγενημένων εὐχῶν· ἅμα δὲ καὶ ἀπολογία, ὅτι οὐχ ἑκόντες, οὐδὲ ῥᾳθυμοῦντες  οὐ παραγίνονται.  Ὡς ἂν εἰ ἔλεγεν· Αὐτὸς δὲ ὁ Θεὸς ἐκκόψαι τοὺς πειρασμοὺς τοὺς πανταχοῦ  περιέλκοντας ἡμᾶς, ὥστε ὀρθὴν  ἐλθεῖν  πρὸς ὑμᾶς. Ὑμᾶς δὲ ὁ Κύριος πλεονάσαι,  καὶ περισσεύσαι. Ὁρᾷς τὴν  μανίαν  τῆς  ἀγάπης  τὴν  ἀκάθεκτον,  τὴν  διὰ  τῶν  ῥημάτων  δεικνυμένην; Πλεονάσαι, φησὶ, καὶ περισσεύσαι, ἀντὶ τοῦ, αὐξήσαι. Ὡς ἂν εἴποι τις, Ἐκ περιουσίας πως ἐπιθυμεῖ  φιλεῖσθαι  παρ' αὐτῶν.  Καθάπερ, φησὶ, καὶ ἡμεῖς εἰς ὑμᾶς. Τουτέστι, Τὸ μὲν ἡμέτερον ἤδη ἐστί· τὸ δὲ ὑμέτερον ἀξιοῦμεν γενέσθαι. Ὁρᾷς ποῦ βούλεται τὴν ἀγάπην
ἐκτείνεσθαι; οὐκ εἰς ἀλλήλους  μόνον,  ἀλλὰ  πανταχοῦ.  Τοῦτο γὰρ ὄντως  ἀγάπης  τῆς κατὰ Θεὸν, τὸ πάντας περιπλέκεσθαι· ἂν δὲ τὸν δεῖνα μὲν ἀγαπᾷς, τὸν δεῖνα δὲ μηκέτι, κατὰ ἄνθρωπον  ἡ φιλία.  Ἀλλ'  οὐχ  ἡ ἡμετέρα τοιαύτη.  Καθάπερ καὶ ἡμεῖς  εἰς ὑμᾶς·

62.420 εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνῃ ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων  τῶν ἁγίων  αὐτοῦ. Τὴν ἀγάπην  δείκνυσιν  αὐτοῖς  κέρδος φέρουσαν,  οὐ τοῖς  φιλουμένοις. Βούλομαι, φησὶ, πλεονάσαι τὴν ἀγάπην ταύτην, ἵνα μηδεὶς μῶμος γένηται. Οὐκ εἶπεν, ὑμᾶς στηρίξαι, ἀλλὰ, Τὰς καρδίας ὑμῶν· Ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται  διαλογισμοὶ πονηροί. Ἔνεστι γὰρ μηδὲν πράττοντα, πονηρὸν εἶναι, οἷον βασκανίαν ἔχειν, ἀπιστίαν, δόλον, τὸ χαίρειν ἐπὶ τοῖς κακοῖς, τὸ μὴ εἶναι φιλικὸν, τὸ δόγματα ἔχειν διεστραμμένα· ταῦτα πάντα τῆς καρδίας ἐστί· τὸ δὲ τούτων  καθαρεύειν, ἐστὶν ἁγιωσύνη. Κυρίως μὲν γὰρ ἁγιωσύνη λέγεται ἡ σωφροσύνη κατ' ἐξοχὴν ἐπειδὴ καὶ ἀκαθαρσία ἡ πορνεία καὶ ἡ μοιχεία· καθολικῶς  δὲ πᾶσα ἁμαρτία ἀκαθαρσία, καὶ πᾶσα ἀρετὴ καθαρότης· Μακάριοι γὰρ, φησὶν, οἱ καθαροὶ τῇ καρδίᾳ. Καθαροὺς τοὺς πάντῃ καθαρούς φησιν.

δʹ. Οἶδα γὰρ καὶ τὰ ἄλλα οὐχ ἧττον τὴν ψυχὴν ῥυποῦν. Ὅτι γὰρ πονηρία μολύνει τὴν  ψυχὴν,  ἄκουε τοῦ προφήτου  λέγοντος· Ἀπόπλυνε  ἀπὸ κακίας  τὴν  καρδίαν  σου, Ἱερουσαλήμ· καὶ πάλιν,  Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε  τὰς πονηρίας  ἀπὸ τῶν ψυχῶν  ὑμῶν.  Οὐκ εἶπε,  τὰς  πορνείας·  ὥστε  οὐ  πορνεία  μόνον,  ἀλλὰ  καὶ  τὰ  ἄλλα μολύνει   τὴν  ψυχήν.   Στηρίξαι  ὑμῶν,  φησὶ,  τὰς  καρδίας  ἀμέμπτους   ἐν  ἁγιωσύνῃ ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων  τῶν  ἁγίων  αὐτοῦ. Κριτὴς ἄρα τότε ἔσται ὁ Χριστός· οὐκ ἔμπροσθεν δὲ αὐτοῦ, ἀλλὰ καὶ τοῦ Πατρὸς παρεστήκαμεν κρινόμενοι. Ἢ τοῦτό φησιν, ὅτι ἀμέμπτους ἔμπροσθεν τοῦ Θεοῦ δεῖ γενέσθαι·  ὅπερ ἀεὶ λέγω,  τὸ ἐνώπιον  τοῦ Θεοῦ (αὕτη γὰρ ἡ ἀρετὴ εἰλικρινής),  οὐκ ἐνώπιον  ἀνθρώπων.  Ἄρα ἡ ἀγάπη  ἀμέμπτους  ποιεῖ· καὶ γὰρ ὄντως ἀμέμπτους ποιεῖ. Καὶ ἐμοῦ ποτὲ τοῦτο διηγουμένου πρός τινα, καὶ λέγοντος, ὅτι ἡ ἀγάπη ἀμέμπτους ποιεῖ, καὶ οὐκ ἀφίησιν  ἡ πρὸς τὸν πλησίον φιλία  παρείσδυσίν τινα γενέσθαι τῆς πλημμελίας,  καὶ τὰ ἄλλα πάντα διεξιόντος  καὶ ἐπεξερχομένου  τῷ λόγῳ, τῶν ἐμοί τις γνωρίμων  ὑποβαλὼν ἑαυτὸν, φησί· Τί οὖν ἡ πορνεία; οὐκ ἔνεστιν οὖν καὶ φιλεῖν  καὶ πορνεύειν; καὶ ἀπὸ φιλίας μὲν τοῦτο γίνεται. Πλεονεξία μὲν οὖν καὶ μοιχεία καὶ φθόνος  καὶ ἐπιβουλαὶ  καὶ ὅσα τοιαῦτα  ἀπὸ ἀγάπης  τῆς  τῶν  πλησίον  ἀνακόψαι δυνήσεται· ἡ δὲ πορνεία πῶς; φησίν. Ἐγὼ τοίνυν εἶπον, ὅτι ἡ ἀγάπη καὶ τοῦτο δύναται ἀνακόψαι. Εἰ γὰρ φιλοίη τις τὴν πορνευομένην  γυναῖκα, καὶ τῶν ἄλλων αὐτὴν ἀνδρῶν ἀπαγαγεῖν   πειράσεται,  οὐχὶ  δὲ  καὶ  αὐτὸς  προστιθέναι   τῇ  ἁμαρτίᾳ.  Ὥστε  σφόδρα μισοῦντός  ἐστι τὴν  πορνευομένην  τὸ  πορνεύειν  εἰς  αὐτήν·  φιλοῦντος   δὲ ὄντως  τὸ ἀπαγαγεῖν   αὐτὴν  τῆς  μυσαρᾶς  ἐκείνης  πράξεως.  Καὶ οὐκ  ἔστιν,  οὐκ  ἔστιν  οὐδὲν ἁμάρτημα,  ὃ μὴ, καθάπερ  πῦρ, ἀναλίσκει  τῆς  ἀγάπης  ἡ δύναμις.  Εὐκολώτερον  γὰρ φρύγανον  εὐτελὲς  ἀντιστῆναι  πυρᾷ πολλῇ,  ἢ τῆς ἁμαρτίας τὴν φύσιν τῇ τῆς ἀγάπης δυνάμει. 

Ταύτην οὖν φυτεύσωμεν ἐν ταῖς ἑαυτῶν ψυχαῖς, ἵνα μετὰ τῶν ἁγίων πάντων στῶμεν· καὶ γὰρ ἐκεῖνοι πάντες εὐη 62.421 ρέστησαν ἀπὸ τῆς εἰς πλησίον ἀγάπης. Πόθεν ἀνῃρέθη,  καὶ  οὐκ  ἀνεῖλεν  ὁ  Ἄβελ;  Πάντως  τῷ  σφόδρα  φιλεῖν   τὸν  ἀδελφόν·  οὐδὲ δέξασθαι τοιοῦτον  ἠνείχετο  λογισμόν.  Πόθεν ἐδέξατο τὸν  τῆς  βασκανίας  ὄλεθρον  ὁ Κάϊν; οὐ  γὰρ  ἂν  λοιπὸν  εἴποιμι  αὐτὸν  τοῦ  Ἄβελ  ἐγὼ  ἀδελφὸν,  ὅτι  οὐκ  ἀσφαλῶς ἠρήρειστο παρ' αὐτῷ τὰ τῆς ἀγάπης θεμέλια. Πόθεν εὐδοκίμησαν οἱ τοῦ Νῶε παῖδες; οὐκ ἐπειδὴ σφόδρα ἐφίλουν  τὸν πατέρα, οὐδὲ τὴν γύμνωσιν  ἠνέσχοντο  ἰδεῖν. Ὁ ἕτερος δὲ πόθεν κατηράθη; οὐκ ἀπὸ τοῦ μὴ φιλεῖν; Ὁ δὲ Ἀβραὰμ πόθεν ηὐδοκίμησεν; οὐκ ἀπὸ τῆς ἀγάπης, τὰ περὶ τὸν ἀδελφιδοῦν  διαπραξάμενος; τὰ περὶ τὴν ἱκετηρίαν  τὴν ὑπὲρ τῶν Σοδομιτῶν;   Σφόδρα  γὰρ,  σφόδρα  φιλόστοργοι   ἦσαν  οἱ  ἅγιοι,  καὶ  συμπαθητικοί. Ἐννόησον  γάρ  μοι  πῶς  διατίθεται  ἐξ  ἀγάπης  ὁ  καὶ  πυρὸς  κατατολμῶν   Παῦλος, ὁ ἀδαμάντινος,  ὁ στεῤῥὸς, ὁ ἀκλινὴς,  ὁ πάντοτε  συγκεκροτημένος,  ὁ καθηλωμένος  τῷ φόβῳ τοῦ Θεοῦ, ὁ ἀκαμπής. 

Τίς γὰρ ἡμᾶς, φησὶ, χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα· Ὁ τούτων τοίνυν  ἁπάντων  κατατολμῶν,  καὶ γῆς καὶ θαλάσσης, ὁ τῶν  ἀδαμαντίνων τοῦ ᾅδου πυλῶν   καταγελῶν,   ὃν  οὐδὲν  ὑφίστατο  ὅλως·  οὗτος  ἐπειδή  τινων   ἀγαπητῶν   εἶδε δάκρυα, οὕτω  κατεκλάσθη  καὶ συνετρίβη  ὁ ἀδάμας, ὡς μηδὲ κρύψαι  τὸ πάθος, ἀλλ' εἰπεῖν εὐθέως· Τί ποιεῖτε κλαίοντες, καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Τί λέγεις· εἰπέ μοι· ἐκείνην τὴν ἀδαμαντίνην  ψυχὴν συντρίψαι δάκρυον ἴσχυσε; Ναὶ, φησί· πρὸς πάντα γὰρ ἀντέχω,  πλὴν τῆς ἀγάπης· αὕτη μου περιγίνεται  καὶ κρατεῖ. Τοῦτο τῷ Θεῷ δοκεῖ. Ἄβυσσος  αὐτὸν  οὐ  συνέτριψεν   ὑδάτων,   καὶ  μικρὰ  δάκρυα  συνέτριψε.  Τί  ποιεῖτε κλαίοντες  καὶ συντρίβοντές  μου τὴν καρδίαν; Πολλὴ γὰρ αὐτῆς ἡ ἰσχύς. Θέλεις αὐτὸν ἰδεῖν  πάλιν  κλαίοντα;  ἄκουε αὐτοῦ  ἀλλαχοῦ  λέγοντος· Τριετίαν,  νύκτα  καὶ ἡμέραν, φησὶν,  οὐκ  ἐπαυσάμην  μετὰ  δακρύων  νουθετῶν   ἕνα  ἕκαστον.  Ἀπὸ πολλῆς  ἀγάπης ἐδεδοίκει,  μή τις  ἐπεισέλθῃ  λύμη.  Καὶ πάλιν·  Ἐκ γὰρ πολλῆς  θλίψεως  καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν  δακρύων. Τί δὲ ὁ Ἰωσὴφ, εἰπέ μοι, ὁ στεῤῥὸς, ὁ πρὸς τυραννίδα  τοσαύτην  στὰς, ὁ πρὸς τοσαύτην  ἔρωτος  πυρὰν  οὕτω  γενναῖος  ὀφθεὶς,  ὁ οὕτω καταγωνισάμενος  καὶ καταπαλαίσας τῆς δεσποίνης τὴν τοσαύτην μανίαν; τί γὰρ οὐκ ἔθελγε  τότε; ὄψις  εὐπρεπὴς,  ἀξιώματος  τῦφος,  ἱματίων  πολυτέλεια,  ἀρωμάτων εὐοσμία (καὶ γὰρ καὶ ταῦτα καταμαλάττειν  οἶδε ψυχήν), ῥήματα πάντων  μαλακώτερα; 

εʹ. Ἴστε γὰρ ὅτι ἡ ἐρῶσα, καὶ οὕτω σφοδρῶς, οὐδὲν ταπεινὸν παραιτήσεται εἰπεῖν, σχῆμα ἱκέτιδος  ἀναλαβοῦσα. Οὕτω γὰρ κατεκλάσθη ἡ χρυσοφοροῦσα γυνὴ, καὶ ἐν ἀξιώματι οὖσα βασιλικῷ, ὡς τοῦ παιδὸς τοῦ αἰχμαλώτου πρὸς τὰ γόνατα ἴσως ἑαυτὴν ῥῖψαι, ἴσως δὲ καὶ παρακαλέσαι δακρύουσαν καὶ τῶν γονάτων  ἁπτομένην,  καὶ τοῦτο οὐχ ἅπαξ, οὐ δεύτερον, ἀλλὰ πολλάκις μηχανησαμένην. Ἐνῆν καὶ ὀφθαλμὸν ἰδεῖν τότε μάλιστα λάμποντα· οὐ γὰρ ἁπλῶς εἰκὸς αὐτὴν, ἀλλὰ μετὰ πολλῆς τῆς περιεργίας καλλωπίζεσθαι, ἅτε  βουλομένην  πολλοῖς  τοῖς  δικτύοις  ἑλεῖν  τὸ  ἀρνίον  τοῦ  Χριστοῦ. Πρόσθες μοι ἐνταῦθα καὶ μαγείας πολλάς. Ἀλλ' ὅμως ὁ ἀκαμπὴς οὗτος, ὁ στεῤῥὸς, ὁ πεπετρωμένος, ἐπειδὴ τοὺς ἀδελφοὺς εἶδε τοὺς ἀπεμπολήσαντας, τοὺς εἰς λάκκον βαλόντας, τοὺς ἀποδομένους,  τοὺς  καὶ ἀποκτεῖναι  βουλομένους,  τοὺς  καὶ τοῦ δεσμωτηρίου  καὶ τῆς τιμῆς αἰτίους γενομένους· ἐπειδὴ ἤκουσε παρ' αὐτῶν, ἃ τὸν πατέρα διέθηκαν· Εἴπωμεν γὰρ, φησὶν, ὅτι ὁ εἷς θηριόβρωτος  γέγονε· κατεκλάσθη, συνεμαλάχθη,  συνετρίβη, καὶ ἔκλαυσε·  καὶ  μὴ  φέρων   τὸ  πάθος,  εἰσελθὼν   Ἐνεκρα  62.422  τεύσατο,  τουτέστιν, ἀπεμάξατο. 

Τί τοῦτο; δακρύεις, ὦ Ἰωσήφ; Καὶ μὴν οὐκ ἄξια τὰ παρόντα δακρύων, ἀλλ' ὀργῆς καὶ θυμοῦ  καὶ ἀγανακτήσεως,  μεγάλης  τιμωρίας  καὶ ἀνταποδόσεως·  ἔχεις  εἰς χεῖρας τοὺς ἐχθροὺς τοὺς ἀδελφοκτόνους,  δύνασαι τὸν θυμὸν  ἐμπλῆσαι. Καίτοι οὐδὲ τοῦτο ἀδικία· οὐ γὰρ αὐτὸς ἄρχεις χειρῶν ἀδίκων, ἀλλ' ἀμύνῃ τοὺς ἠδικηκότας. Μὴ γάρ μοι  πρὸς  τὸ  ἀξίωμα  ἴδῃς·  οὐ  τῆς  ἐκείνων   ἐγένετο  γνώμης,   ἀλλὰ  τοῦ  Θεοῦ  τοῦ καταχέαντός   σοι  τὴν  χάριν.  Τί  κλαίεις;  Ἀλλ'  εἶπεν  ἄν·  Μή μοι  γένοιτο  ἐν  πᾶσιν εὐδοκιμήσαντι  πάντα  καταλῦσαι ἐκεῖνα διὰ ταύτης τῆς μνησικακίας· δακρύων  ὄντως καιρός· οὐκ εἰμὶ τῶν θηρίων ἀγριώτερος· ἐκεῖνα πρὸς τὴν φύσιν σπένδεται, πᾶν ὁτιοῦν πάθῃ δεινόν. Κλαίω, φησὶν, ὅτι με ὅλως τοιαῦτα διέθηκαν. Τοῦτον καὶ ἡμεῖς μιμώμεθα, καὶ πενθῶμεν  τοὺς ἠδικηκότας· μὴ ὀργιζώμεθα πρὸς αὐτούς· ὄντως γὰρ δακρύων ἄξιοι,
 ἧς ἑαυτοὺς τιμωρίας καὶ καταδίκης ὑπευθύνους καθιστῶσιν. Οἶδα πῶς κλαίετε νῦν, πῶς χαίρετε,   καὶ   τὸν   Παῦλον   θαυμάζοντες,    καὶ   τὸν   Ἰωσὴφ    ἐκπληττόμενοι,    καὶ μακαρίζοντες.  Ἀλλ' εἴ τις  ἐχθρὸν  ἔχει,  εἰς  μνήμην  αὐτὸν  νῦν  λαμβανέτω,  εἰς  νοῦν βαλλέσθω·  ἵνα,  ἕως  ἔτι  ζεῖ τῇ μνήμῃ  τῶν  ἁγίων  ἡ καρδία, δυνηθῇ  τὸ πεπηγὸς  τῆς μήνιδος λῦσαι, καὶ τὸ τραχὺ καὶ ἀπεσκληκὸς καταμαλάξαι. Οἶδα ὅτι μετὰ τὴν ἐντεῦθεν ἔξοδον, μετὰ τὸ παύσασθαί με λέγοντα, κἂν ἀπομείνῃ τι τῆς θέρμης καὶ τῆς ζέσεως, οὐ τοσοῦτόν  ἐστιν, ὅσον νῦν  ἐν τῇ ἀκροάσει. Εἴ τις οὖν, εἴ τις κατέψυκται,  λυέτω  τὴν πάχνην· πάχνη  γὰρ ὄντως  καὶ κρυμὸς ἡ μνησικακία. 

Ἀλλὰ καλέσωμεν  τὸν ἥλιον  τῆς δικαιοσύνης, ἀξιώσωμεν αὐτὸν ἐπαφεῖναι  τὰς ἀκτῖνας, καὶ οὐκέτι ἔσται πάχνη παχεῖα, ἀλλ' ὕδωρ πότιμον. Ἂν ἅψηται τὸ τοῦ ἡλίου τῆς δικαιοσύνης πῦρ τῆς ἡμετέρας ψυχῆς, οὐδὲν ἐάσει πεπηγὸς, οὐδὲν σκληρὸν, οὐδὲν καυστικὸν, οὐδὲν ἄκαρπον· πάντα ὥριμα, πάντα γλυκέα, πάντα πολλῆς  γέμοντα τῆς ἡδονῆς ἐπιδείξει. Ἂν ἀγαπῶμεν  ἀλλήλους, ἥξει κἀκείνη ἡ ἀκτίς. ∆ότε μοι, παρακαλῶ, μετὰ προθυμίας ταῦτα λέγειν· ποιήσατέ με ἀκοῦσαι ὅτι ἀπὸ τῶν  ῥημάτων  τούτων  ἠνύσαμέν τι· ὅτι ἐχθρόν τις ἀπελθὼν,  εὐθέως περιέβαλεν ἄμφω τὼ χεῖρε, περιεπλάκη, περιεχύθη, κατεφίλησεν, ἐδάκρυσε. Κἂν θηρίον ἐκεῖνος ᾖ, κἂν λίθος, κἂν ὁτιοῦν, ὑπὸ τῆς αὐτῆς φιλοφροσύνης  ἡμερωθήσεται. ∆ιὰ τί γάρ σου ἐχθρός ἐστιν; ὕβρισέ σε; ἀλλ' οὐδὲν ἠδίκησεν. Ἀλλὰ χρημάτων ἕνεκεν περιορᾷς τὸν ἀδελφὸν  ἐχθραίνοντα;  Μὴ, παρακαλῶ. Πάντα λύσωμεν. Ἡμέτερος ὁ καιρός· χρησώμεθα αὐτῷ εἰς δέον. 

Τὰ σχοινία τῶν ἁμαρτημάτων διακόψωμεν· πρὶν ἢ ἀπελθεῖν εἰς  τὸ  κριτήριον,  αὐτοὶ  κρίνωμεν   ἀλλήλους.  Ὁ  ἥλιος,  φησὶ,  μὴ  ἐπιδυέτω  ἐπὶ  τῷ παροργισμῷ  ὑμῶν.   Μηδεὶς  ἀναβαλλέσθω·   αἱ  ἀναβολαὶ   μελλήσεις   τίκτουσιν.   Ἂν σήμερον ὑπέρθῃ, μᾶλλον ἐρυθριᾷς· κἂν τὴν αὔριον προσθῇς, μείζων ἡ αἰσχύνη· κἂν τὴν τρίτην, ἔτι πλέον. Μὴ δὴ καταισχύνωμεν  ἑαυτοὺς, ἀλλ' ἀφῶμεν, ἵνα ἀφεθῇ ἡμῖν. Εἰ δὲ ἀφεθῇ, πάντων ἐπιτευξόμεθα τῶν ἐν οὐρανῷ ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |