Παρασκευή 7 Ιουνίου 2013

ΟΜΙΛΙΑ Ιʹ.


In epistulam i ad Thessalonicenses (homiliae 111)
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΡΩΤΗΝ

ΟΜΙΛΙΑ Ιʹ.
Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοὶ, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν, καὶ προϊσταμένους ὑμῶν ἐν Κυρίῳ, καὶ νουθετοῦντας  ὑμᾶς, καὶ ἡγεῖσθαι αὐτοὺς ὑπὲρ ἐκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν· εἰρηνεύετε ἐν αὐτοῖς.


αʹ. Πολλὰς  ἀνάγκη  τὸν  ἄρχοντα  μικροψυχιῶν   ἀφορμὰς  ἔχειν·  καὶ  καθάπερ ἰατρῶν  παῖδες  πολλὰ  λυπεῖν  ἀναγκάζονται  τοὺς  κάμνοντας,  καὶ σιτία καὶ φάρμακα κατασκευάζοντες,  ἡδονὴν  μὲν  οὐκ  ἔχοντα,  πολλὴν  δὲ  τὴν  ὠφέλειαν·  καὶ  καθάπερ πατέρες πολλαχοῦ τοῖς υἱοῖς εἰσι φορτικοί· οὕτω καὶ οἱ διδάσκαλοι, καὶ πολλῷ μᾶλλον. Ὁ μὲν γὰρ ἰατρὸς κἂν πρὸς τὸν κάμνοντα  ἀπεχθάνηται,  ἀλλὰ πρὸς τοὺς προσήκοντας αὐτῷ  καὶ ἐπιτηδείους  ἔχει  ἡδέως, καὶ πρὸς αὐτὸν  δὲ πολλάκις  τὸν  κάμνοντα· καὶ ὁ πατὴρ δὲ ἀπό τε τῶν  τῆς φύσεως, ἀπό τε τῶν  νόμων  τῶν  ἔξωθεν  μετὰ πολλῆς  τῆς εὐκολίας κέχρηται τῇ κατὰ τοῦ παιδὸς ἀρχῇ· κἂν ἄκοντα παιδεύσῃ καὶ ἐπιπλήξῃ, οὐδεὶς ὁ κωλύσων, ἀλλ' οὐδὲ αὐτὸς ἐκεῖνος ἀντιβλέψαι  δυνήσεται· ἐπὶ δὲ τοῦ ἱερέως πολλὴ ἡ δυσκολία.


Πρῶτον μὲν οὖν ἑκόντων ἄρχειν ὀφείλει, καὶ χάριν αὐτῷ τῆς ἀρχῆς εἰδότων· τοῦτο δὲ οὐκ ἔνι συμβαίνειν ταχέως. Ὁ γὰρ ἐλεγχόμενος  καὶ ἐπιτιμώμενος,  οἷος ἂν ᾖ, πάντως τὴν χάριν ἀφεὶς, ἀπεχθῶς ἔχει· ὡσαύτως καὶ ὁ παραινούμενος, καὶ ὁ νουθετούμενος,  καὶ ὁ παρακαλούμενος ποιήσει. Ἂν εἴπω τοίνυν· Χρήματα κένωσον εἰς τοὺς δεομένους, ἐπαχθὲς εἶπόν τι καὶ φορτικόν· ἂν εἴπω· Κόλασον τὴν ὀργὴν, σβέσον τὸν θυμὸν, παῦσον τὴν  ἄτοπον  ἐπιθυμίαν,  ὑπότεμε τῆς τρυφῆς  μέρος μικρὸν, πάντα φορτικὰ καὶ ἐπαχθῆ. Κἂν κολάσω ῥᾳθυμοῦντα, ἢ τῆς ἐκκλησίας ἀπαγάγω, ἢ τῆς κοινῆς εὐχῆς ἀπείρξω, ἀλγεῖ, οὐ διὰ τὸ τούτων  ἐκπεσεῖν, ἀλλὰ διὰ τὴν κοινὴν  αἰσχύνην. Καὶ τοῦτο γὰρ τῆς νόσου ἐπίτασις, ὅτι τῶν πνευματικῶν  κωλυόμενοι,  οὐ διὰ τὴν στέρησιν τῶν τοσούτων ἀγαθῶν ἀλγοῦμεν, ἀλλὰ διὰ τὴν τῶν ὁρώντων  αἰσχύνην· οὐ φρίττομεν, οὐ  δεδοίκαμεν  τὸ  πρᾶγμα.  ∆ιὰ  τοῦτο  ἄνω  καὶ  κάτω  Παῦλος  περὶ  τούτων   πολλὰ διαλέγεται.  Καὶ ὁ μὲν Χριστὸς αὐτοὺς μετὰ τοσαύτης ὑπέταξε τῆς ἀνάγκης, ὡς εἰπεῖν· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι. Πάντα οὖν, ὅσα ἂν λέγωσιν  ὑμῖν τηρεῖν, τηρεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν  μὴ ποιεῖτε. Καὶ πάλιν, ἡνίκα τὸν λεπρὸν ἐθεράπευσεν, ἔλεγεν· Ὕπαγε, δεῖξον σαυτὸν τῷ ἱερεῖ, καὶ προσένεγκαι τὸ δῶρόν σου, ὃ προσέταξε Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς. Καὶ μὴν σὺ λέγεις· Ποιεῖτε αὐτὸν υἱὸν γεέννης  διπλότερον  ὑμῶν. ∆ιὰ τοῦτο εἶπον, φησὶν, Ἃ ποιοῦσι, μὴ ποιεῖτε. Πᾶσαν τοίνυν  ἐξέκλεισε πρόφασιν  τῷ  ἀρχομένῳ  ὁ Χριστός. Οὗτος δὲ καὶ Τιμοθέῳ γράφων ἔλεγεν·  Οἱ  καλῶς   προεστῶτες  πρεσβύτεροι  διπλῆς   τιμῆς  ἀξιούσθωσαν.  Καὶ  πρὸς Ἑβραίους δὲ γράφων ἔλεγε· Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε· καὶ ἐνταῦθα πάλιν· Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοὶ, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν, καὶ προϊσταμένους ὑμῶν ἐν Κυρίῳ. Ἐπειδὴ γὰρ εἶπεν· Οἰκοδομεῖτε εἷς τὸν ἕνα, ἵνα μὴ νομίσωσιν, ὅτι εἰς τὸ τῶν  διδασκάλων  ἀξίωμα  αὐτοὺς ἀνήγαγε,  τοῦτο ἐπήγαγε,  μονονουχὶ  λέγων,  ὅτι Καὶ ὑμῖν ἐπέτρεψα οἰκοδομεῖν  ἀλλήλους·  οὐ γὰρ δυνατὸν  πάντα  τὸν δι 62.456 δάσκαλον εἰπεῖν.  

Τοὺς  κοπιῶντας,   φησὶν,  ἐν  ὑμῖν,  καὶ  προϊσταμένους  ὑμῶν  ἐν  Κυρίῳ, καὶ νουθετοῦντας  ὑμᾶς. Καὶ πῶς οὐκ ἄτοπον, φησί; Τί λέγεις; σὺ μὲν, ἂν μὲν ἄνθρωπός σου προστῇ πρὸς ἄνθρωπον,  πάντα  πράττεις,  πᾶσαν ὁμολογεῖς  χάριν· οὗτος δὲ πρὸς τὸν Θεὸν προΐσταταί σου, καὶ οὐχ ὁμολογεῖς χάριν; Καὶ πῶς προΐσταται, φησίν; Ὅτι εὔχεται ὑπὲρ σοῦ, ὅτι τῇ πνευματικῇ  δωρεᾷ τῇ διὰ τοῦ βαπτίσματος ὑπηρετεῖται, ἐπισκέπτεται, παραινεῖ καὶ νουθετεῖ, μέσαις νυξὶν, ἂν καλέσῃς, ἥκει, οὐδὲν ἄλλο ἢ μόνον ὑπόκειταί σου τῷ στόματι, καὶ τὰς βλασφημίας φέρει τὰς παρὰ σοῦ. Ποίαν εἶχεν ἀνάγκην; καλῶς ἐποίησεν, ἢ κακῶς; Σὺ μὲν καὶ γυναῖκα ἔχεις, καὶ τρυφᾷς, καὶ βίον αἱρῇ ἐμπορικόν· ὁ δὲ ἱερεὺς πρὸς τοῦτο ἑαυτὸν ἀπησχόλησεν· οὐδεὶς αὐτῷ βίος ἕτερος, ἀλλὰ περὶ τὴν Ἐκκλησίαν στρέφεται. Ἡγεῖσθαι αὐτοὺς, φησὶν, ὑπὲρ ἐκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν· εἰρηνεύετε ἐν αὐτοῖς. Ὁρᾷς πῶς οἶδε μικροψυχίας γινομένας; Μὴ ἁπλῶς, φησὶν, ἀγαπᾶτε, ἀλλ',  ὑπὲρ ἐκπερισσοῦ, ὡσανεὶ παῖδες πατέρας. ∆ιὰ γὰρ αὐτῶν  ἐτέχθητε  τὴν γέννησιν τὴν αἰώνιον, δι' αὐτῶν τῆς βασιλείας ἐπετύχετε, διὰ τῶν χειρῶν αὐτῶν πάντα γίνεται, δι' αὐτῶν ὑμῖν πύλαι οὐράνιαι ἀνοίγονται.  Μηδεὶς στασιαζέτω, μηδεὶς φιλονεικείτω. Ὁ τὸν Χριστὸν ἀγαπῶν, οἷος ἂν ᾖ ὁ ἱερεὺς, ἀγαπήσει αὐτὸν, ὅτι δι' αὐτοῦ τῶν  φρικτῶν  μυστηρίων  ἐπέτυχεν.  Εἰπέ μοι, εἰ βουληθεὶς  ἰδεῖν  τὰ βασίλεια  πολλῷ καταλάμποντα  τῷ χρυσῷ, καὶ περιαστράπτοντα  τῇ τῶν  λίθων  αἴγλῃ,  εὕροις τὸν τὰς κλεῖς ἔχοντα, ὁ δὲ παρακληθεὶς, εὐθέως ἤνοιξε, καὶ παρέπεμψέ σε ἔνδον, οὐχὶ πάντων ἂν αὐτὸν προετίθεις; οὐχὶ τῶν ὀφθαλμῶν  ἴσον ἠγάπησας; οὐχὶ ἐφίλεις; Τὸν οὐρανόν σοι ἀνέῳξεν  οὗτος, καὶ οὐ φιλεῖς  καὶ περιέπεις; Εἰ γυναῖκα  ἔχοις, οὐχὶ τὸν προξενήσαντα ποθεῖς  πάντων  μάλιστα; Οὕτως, εἰ φιλεῖς  τὸν  Χριστὸν, εἰ φιλεῖς  τὴν  βασιλείαν  τῶν οὐρανῶν,  ἐπίγνωθι   διὰ  τίνων   ἔσχες  αὐτήν.  ∆ιὰ  τοῦτό  φησι.  ∆ιὰ  τὸ  ἔργον  αὐτῶν· εἰρηνεύετε ἐν αὐτοῖς. Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοὶ, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖτε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας.

βʹ. Ἐνταῦθα πρὸς τοὺς ἄρχοντας  διαλέγεται.  Νουθετεῖτε, φησὶ, τοὺς ἀτάκτους· τουτέστι, μὴ ἀπὸ ἐξουσίας, μηδὲ ἀπὸ αὐθαδείας ἐπιπλήσσετε, ἀλλὰ μετὰ ἐπιεικείας, μετὰ ἡμερότητος. Παραμυθεῖσθε τοὺς ὀλιγοψύχους,  ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. Ὁ γὰρ αὐστηρῶς ἐπιπληττόμενος, ἀπεγνωκὼς  ἑαυτοῦ, θρασύτερος γίνεται καταφρονῶν·  διὰ τοῦτο  τῇ νουθεσίᾳ  χρὴ ἡδὺ κατασκευάζειν  τὸ φάρμακον.  Τίνες δέ εἰσιν οἱ ἄτακτοι; Πάντως οἱ παρὰ τὸ τῷ Θεῷ δοκοῦν πράττοντες.  Τάξεως γάρ ἐστι τῆς στρατιωτικῆς ἁρμοδιωτέρα αὕτη ἡ τάξις τῆς Ἐκκλησίας. Ὥστε καὶ ὁ λοίδορος ἄτακτος, καὶ ὁ μέθυσος ἄτακτος καὶ ὁ πλεονέκτης καὶ πάντες οἱ ἁμαρτάνοντες· οὐ γὰρ τεταγμένα βαδίζουσιν ἐν τῇ 62.457 φάλαγγι, ἀλλὰ παράφορα· διὸ καὶ περιτρέπονται. Ἀλλ' ἔστι καὶ ἕτερον  εἶδος  τῶν  κακῶν,  οὐ  τοιοῦτον   μὲν,  κακία  δὲ  καὶ  αὐτό.  Ποῖον  τοῦτο;  Ἡ μικροψυχία·  καὶ  γὰρ  καὶ  αὕτη  ὁμοίως  τῇ  ῥᾳθυμίᾳ  ἀπόλλυσιν.  Ὁ μὴ  φέρων  ὕβριν, ὀλιγόψυχος· ὁ μὴ φέρων πειρασμὸν, ὀλιγόψυχος· οὗτός ἐστιν ὁ ἐπὶ τῆς πέτρας σπαρείς. Ἔστι καὶ ἄλλο εἶδος, τὸ τῆς ἀσθενείας. Ἀντέχεσθε, φησὶ, τῶν ἀσθενῶν, ἀσθενῶν λέγων τῶν περὶ πίστιν· γίνεται γὰρ ἀσθένεια καὶ περὶ αὐτήν. Ἀλλ' ὅρα πῶς οὐκ ἀφίησιν αὐτοὺς διαπτύεσθαι.  Καὶ ἀλλαχοῦ  δὲ γράφων  ἔλεγε,  Τοὺς ἀσθενοῦντας  τῇ πίστει προσλαμβάνεσθε. Καὶ γὰρ ἐν τοῖς σώμασι τοῖς ἡμετέροις τὸ ἀσθενοῦν μέρος οὐκ ἐῶμεν ἀπολέσθαι.  Μακροθυμεῖτε, φησὶ, πρὸς πάντας.  Τί οὖν; καὶ  πρὸς τοὺς  ἀτάκτους;  Καὶ σφόδρα· οὐδὲν γὰρ τούτου φαρμάκου ἴσον διδασκάλῳ μάλιστα, οὐδὲν οὕτω τοῖς ἀρχομένοις ἐπιτήδειον· πάντως ἐντρέψαι δύναται, πάντως δυσωπῆσαι, καὶ τὸν πάντων ἀγριώτερον καὶ ἀναισχυντότερον.  Ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ. Εἰ κακὸν ἀντὶ κακοῦ οὐ χρὴ ἀποδιδόναι, πολλῷ  μᾶλλον  κακὸν ἀντὶ ἀγαθοῦ, πολλῷ  μᾶλλον  μὴ προϋπάρξαντος   κακοῦ,  ἀποδοῦναι   κακόν.  Ἀλλ'  ὁ  δεῖνα,  φησὶ,  πονηρός  ἐστι,  καὶ ἐλύπησε, καὶ πολλά με ἠδίκησε. Βούλει αὐτὸν ἀμύνασθαι; μὴ ἀνταποδῷς· ἔασον ἀτιμώρητον.  Ἆρα μέχρι τούτου; Οὐδαμῶς. Ἀλλὰ πάντοτε  τὸ ἀγαθὸν  διώκετε,  καὶ εἰς ἀλλήλους, καὶ εἰς πάντας. Αὕτη μείζων ἡ φιλοσοφία, μὴ μόνον κακοῖς μὴ ἀμύνεσθαι τὰ κακὰ,  ἀλλὰ  ἀγαθοῖς·  αὕτη  γάρ  ἐστιν  ὄντως   ἄμυνα  κἀκείνῳ   βλάβην  ἔχουσα,  καὶ ὠφέλειάν  σοι· μᾶλλον δὲ κἀκείνῳ πολλὴν τὴν ὠφέλειαν,  ἐὰν θέλῃ. Καὶ ἵνα μὴ νομίσῃς ὅτι περὶ τῶν  πιστῶν  μόνων  τοῦτο εἴρηται, διὰ τοῦτο εἶπε· Καὶ εἰς ἀλλήλους,  καὶ εἰς πάντας.   Πάντοτε  χαίρετε.  Τοῦτο  περὶ  τῶν   πειρασμῶν   τῶν   θλῖψιν   ἐμποιούντων. Ἀκούετε, ὅσοι πενίᾳ περιπεπτώκατε,  ὅσοι λυπηροῖς  πράγμασιν· ἀπὸ τούτων  γὰρ χαρὰ τίκτεται.  Ὅταν  γὰρ τοιαύτην  ἔχωμεν  ψυχὴν,  ὥστε μηδένα  ἀμύνεσθαι,  ἀλλὰ  πάντας εὐεργετεῖν, πόθεν, εἰπέ μοι, τὸ τῆς λύπης κέντρον παρεισελθεῖν δυνήσεται; Ὁ γὰρ οὕτω χαίρων τῷ παθεῖν κακῶς, ὡς καὶ εὐεργεσίαις ἀμύνεσθαι τὸν πεποιηκότα κακῶς, πόθεν δυνήσεται  ἀνιαθῆναι  λοιπόν;  Καὶ πῶς οἷόν τε τοῦτο, φησίν; Ἂν  ἐθέλωμεν,  δυνατόν. Εἶτα καὶ τὴν ὁδὸν ἔδειξεν· Ἀδιαλείπτως  προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα Θεοῦ. Τὸ ἀεὶ εὐχαριστεῖν, τοῦτο φιλοσόφου ψυχῆς. Ἔπαθές τι κακόν; Ἀλλ' ἐὰν θέλῃς, οὐκ ἔστι κακόν· εὐχαρίστησον τῷ Θεῷ, καὶ μετεβλήθη τὸ κακὸν εἰς ἀγαθόν· εἰπὲ καὶ σὺ ὡς Ἰώβ· Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον  εἰς τοὺς αἰῶνας.  Τί γὰρ, εἰπέ μοι, τοιοῦτον  πέπονθας; νόσος ἐπέπεσεν; ἀλλ' οὐδὲν ξένον· θνητὸν  γὰρ ἡμῖν τὸ σῶμα καὶ παθητόν. Ἀλλὰ πενία συνήντησε χρημάτων;  ἀλλὰ καὶ ταῦτα κτητὰ καὶ ἀπόκτητα, καὶ ἐνταῦθα  μένοντα.  Ἀλλ'  ἐπιβουλαὶ  καὶ  συκοφαντίαι   παρ'  ἐχθρῶν;  ἀλλ'  οὐχ  ἡμεῖς ἠδικήμεθα ἐν τούτοις, ἀλλ' ἐκεῖνοι οἱ πεποιηκότες· Ψυχὴ γὰρ, φησὶν, ἡ ἁμαρτάνουσα, αὐτὴ καὶ ἀποθανεῖται. Ἥμαρτε δὲ οὐχ ὁ παθὼν κακῶς, ἀλλ' ὁ ποιήσας κακῶς. Οὐ τοίνυν τὸν ἀποθανόντα  ἀμύνεσθαι χρὴ, ἀλλ' εὔχεσθαι ὑπὲρ αὐτοῦ, ὥστε αὐτὸν ἐξελέσθαι τοῦ θανάτου. Οὐχ ὁρᾶτε τὴν μέλισσαν, ὅτι πλήττουσα ἐπαποθνήσκει τῷ κέντρῳ; ∆ι' ἐκείνου τοῦ ζώου παιδεύει ἡμᾶς ὁ Θεὸς μὴ λυπεῖν τοὺς πλησίον· αὐτοὶ 62.458 γὰρ τὸν θάνατον δεχόμεθα πρότεροι. Ἐκείνους μὲν γὰρ πλήττοντες  ἴσως πρὸς μικρὸν ἐλυπήσαμεν· αὐτοὶ δὲ οὐκέτι  ζησόμεθα, καθάπερ οὐδὲ ἐκεῖνο  τὸ ζῶον. Καίτοι γε ἐπαινεῖ  αὐτὸ ἡ Γραφὴ λέγουσα· Ὡς ἐργάτις ἐστίν· ἧς τὴν ἐργασίαν βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγίειαν προσφέρονται·  ἀλλ' οὐδὲν  αὐτῆς  προΐσταται  εἰς τὸ μὴ ἀποθανεῖν,  ἀλλὰ  δεῖ πάντως ἀπολέσθαι. Εἰ δὲ ἐκείνην  οὐκ ἐξαιρεῖται  ἡ λοιπὴ  πλεονεξία  ποιοῦσαν κακῶς, πολλῷ μᾶλλον ἡμᾶς.


γʹ. Θηρίων γὰρ ὄντως χαλεπωτάτων, τὸ, μηδενός σε ἀδικοῦντος, ἄρχειν ἀδικίας·
μᾶλλον δὲ οὐδὲ θηρίων. Ἐκεῖνα γὰρ ἂν ἀφῇς ἐπὶ τῆς ἐρήμου νέμεσθαι, καὶ μὴ στενοχωρήσας  εἰς  ἀνάγκην  καταστήσῃς,  οὐδέποτε  λυμανεῖται,  οὔτε  προσελεύσεται, οὔτε  δήξεται,  ἀλλ'  ἀπελεύσεται  τὴν  οἰκείαν  ὁδόν·  σὺ  δὲ  ἄνθρωπος   ὢν  λογικὸς, τετιμημένος  ἀρχῇ τοσαύτῃ καὶ τιμῇ καὶ δόξῃ, οὐδὲ τὰ θηρία μιμῇ περὶ τοὺς ὁμοφύλους, ἀλλὰ  τὸν  ἀδελφὸν  ἀδικεῖς  καὶ  κατεσθίεις;  Καὶ πόθεν  ἀπολογήσασθαι  δυνήσῃ;  οὐκ ἀκούεις   Παύλου  λέγοντος·   ∆ιὰ  τί   οὐχὶ   μᾶλλον   ἀδικεῖσθε;  διὰ  τί   οὐχὶ   μᾶλλον ἀποστερεῖσθε; ἀλλ' αὐτοὶ ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ ταῦτα ἀδελφούς.  Ὁρᾷς, ὅτι τὸ κακῶς παθεῖν ἐν τῷ κακῶς ποιῆσαί ἐστι, τὸ δὲ εὖ παθεῖν ἐν τῷ κακῶς παθεῖν; Εἰπὲ γάρ μοι· εἴ τις λοιδοροῖτο τοῖς ἄρχουσιν, εἴ τις ὑβρίζοι τοὺς κρατοῦντας, τίνα ἀδικεῖ; ἑαυτὸν, ἢ ἐκείνους; ∆ῆλον ὅτι ἑαυτόν. Εἶτα ἄρχοντα μὲν ὁ ὑβρίζων, οὐκ ἐκεῖνον  ὑβρίζει, ἀλλ' ἑαυτὸν, ὁ δὲ ἄνθρωπον ὑβρίζων, δι' ἐκείνου τὸν Χριστὸν οὐχ ὑβρίζει· Οὐδαμῶς, φησί. Τί λέγεις; ὁ δὲ τὰς βασιλέως εἰκόνας λιθάζων,  τίνα λιθάζει; οὐχ ἑαυτόν; Εἶτα εἰ ὁ εἰκόνα μὲν  βασιλέως  ἐπιγείου  λιθάζων,  ἑαυτὸν  καταλεύει,  τοῦ  δὲ  Χριστοῦ τὴν  εἰκόνα  ὁ ὑβρίζων (ἄνθρωπος γὰρ εἰκὼν Θεοῦ), οὐχ ἑαυτὸν ἀδικεῖ; Μέχρι πότε χρημάτων ἐρῶμεν;οὐ παύσομαι γὰρ αὐτῶν καταβοῶν· ταῦτα γὰρ πάντων αἴτια τῶν κακῶν.


 Μέχρι τίνος οὐ λαμβάνομεν   κόρον  τῆς  ἀπλήστου   ταύτης   ἐπιθυμίας;  τί  ἔχει   καλὸν   τὸ  χρυσίον; Ἐκπέπληγμαι ἐπὶ τῷ πράγματι· ὄντως γοητεία τίς ἐστι τὸ πρᾶγμα, χρυσὸν καὶ ἄργυρον τοσούτου τιμᾶσθαι παρ' ἡμῖν. Τῶν μὲν οὖν ψυχῶν ἡμῶν οὐδεὶς ἡμῖν λόγος, ἀψύχων δὲ εἰκόνων πολλὴ ἡ θεραπεία. Πόθεν ἐπεισῆλθε τὸ νόσημα τοῦτο οἰκουμένῃ; τίς ἐξολοθρεῦσαι αὐτὸ δυνήσεται; ποῖος ἐκκόψαι λόγος τὸ χαλεπὸν τοῦτο θηρίον, καὶ πανωλεθρίᾳ διαφθεῖραι; Ἐνέσπαρται ταῖς τῶν ἀνθρώπων  διανοίαις ἡ ἐπιθυμία, καὶ τῶν δοκούντων   εἶναι  ἐν  εὐλαβείᾳ.  Αἰσχυνώμεθα  ἐπὶ  τοῖς  εὐαγγελικοῖς   παραγγέλμασι· ῥήματα κεῖται ἐν τῇ Γραφῇ μόνον, ἐπὶ δὲ τῶν ἔργων οὐδαμοῦ δείκνυνται.  Ἀλλὰ τίς ὁ εὐπρόσωπος  τῶν  πολλῶν   λόγος;  Παιδία  ἔχω,  φησὶ,  καὶ  αὐτὸς  δέδοικα  μήποτε  εἰς ἀνάγκην  καταστῶ λιμοῦ καὶ ἐνδείας, μήποτε ἑτέρων δεηθῶ· αἰσχύνομαι ἐπαιτεῖν.  ∆ιὰ τοῦτο οὖν ἄλλους  ποιεῖς  ἐπαιτεῖν;  Οὐ δύναμαι,  φησὶ, πεινῇν.  ∆ιὰ τοῦτο οὖν ἑτέρους περιβάλλεις λιμῷ· οἶδας ὅσον δεινὸν τὸ ἐπαιτεῖν; ὅσον τῷ λιμῷ φθείρεσθαι; φεῖσαι καὶ τῶν ἀδελφῶν  τῶν σῶν. Αἰσχύνῃ πεινῇν,  εἰπέ μοι, ἁρπάζειν δὲ οὐκ αἰσχύνῃ; δέδοικας λιμῷ φθείρεσθαι, ἑτέρους δὲ φθείρειν οὐ δέδοικας; Καίτοι τὸ μὲν πεινῇν οὐδὲ αἰσχύνην ἔχει, οὐδὲ ἔγκλημα·  τὸ δὲ ἑτέρους περιβάλλειν  62.459 τούτοις,  οὐκ αἰσχύνην  μόνον, ἀλλὰ καὶ κόλασιν ἐπιφέρει τὴν ἐσχάτην. Σκῆψις πάντα ταῦτα καὶ λόγοι καὶ φλυαρίαι. Ὅτι γὰρ οὐ παίδων ἕνεκεν ταῦτα ποιεῖτε μαρτυροῦσιν ὅσοι παῖδας μὲν οὐκ ἔχουσιν οὐδὲ ἕξουσι, κόπτονται  δὲ οὕτω καὶ ταλαιπωροῦσι, καὶ πλοῦτον  περιβάλλονται,  ὅσον ἂν εἰ μυρίοις εἶχον  καταλεῖψαι  παισίν. Οὐκ ἔστι παίδων  φροντὶς  ἡ ποιοῦσα χρηματιστικὸν, ἀλλὰ  ψυχῆς  νόσος.  ∆ιὰ  ταύτην  καὶ  οὐκ  ἔχοντες  παῖδας  πολλοὶ  μαίνονται   διὰ  τὰ χρήματα· ἕτεροι δὲ ἐν πολυπαιδίᾳ  ζῶντες, καὶ τῶν ὄντων  καταφρονοῦσιν·  ἐκεῖνοί σου κατηγορήσουσιν  ἐν  ἐκείνῃ  τῇ  ἡμέρᾳ. Εἰ γὰρ  ἡ  τῶν  παίδων  ἀνάγκη  πρὸς  τὴν  τῶν χρημάτων ἐβιάζετο συλλογὴν, ἐχρῆν κἀκείνους τὸν αὐτὸν ἔχειν πόθον, τὴν αὐτὴν ἐπιθυμίαν·  εἰ δὲ οὐκ ἔχουσιν, οὐκ ἀπὸ τῆς πολυπαιδίας,  ἀλλ' ἀπὸ τῆς φιλοχρηματίας μαινόμεθα. Καὶ τίνες εἰσὶ, φησὶν, οἱ μετὰ παίδων  καταφρονοῦντες χρημάτων; Πολλοὶ, καὶ πολλαχοῦ· εἰ δὲ βούλει, καὶ ἐπὶ τῶν  παλαιῶν  ἐρῶ. Οὐχὶ δώδεκα  παῖδας  εἶχεν  ὁ Ἰακώβ; οὐχὶ  τὸν  τῶν  θητευόντων   ἔζη βίον; οὐκ ἠδικεῖτο  παρὰ τοῦ  κηδεστοῦ;  οὐχὶ πολλάκις  αὐτὸν  ἠθέτησε; μὴ ἠνάγκασεν  αὐτὸν  ἡ πολυπαιδία  βουλεύεσθαί τι τῶν  μὴ δεόντων; Τί δὲ ὁ Ἀβραάμ; οὐχὶ μετὰ τοῦ Ἰσαὰκ καὶ ἑτέρουςπολλοὺς  εἶχε παῖδας; τί οὖν; οὐχὶ τοῖς ξένοις τὰ ὄντα ἐκέκτητο; Ὁρᾷς, ὅτι οὐ μόνον οὐκ ἠδίκει, ἀλλὰ καὶ τῶν ὄντων παρεχώρει, οὐκ εὖ ποιῶν μόνον, ἀλλὰ καὶ αἱρούμενος ἀδικεῖσθαι παρὰ τοῦ ἀδελφιδοῦ; Τοῦ γὰρ εὖ ποιεῖν τὸ φέρειν ἁρπαζόμενον διὰ τὸν Θεὸν πολλῷ μεῖζόν ἐστι. ∆ιὰ τί; Ὅτι τὸ μὲν ψυχῆς ἐστι καρπὸς καὶ προαιρέσεως, ὅθεν καὶ εὐκόλως γίνεται· τοῦτο δὲ ἐπήρεια καὶ βία. Καὶ εὐκολώτερον  ἄν  τις  μυρία πρόοιτο  τάλαντα  ἑκὼν,  καὶ οὐδὲν  ἡγήσεται πεπονθέναι  δεινὸν,  ἢ τρεῖς  ὀβολοὺς  ἁρπαγεὶς  καὶ παρὰ γνώμην,  οἴσει πράως. Ὥστε τοῦτο φιλοσοφία  μᾶλλον ψυχῆς. Καὶ τοῦτο ὁρῶμεν γεγονὸς ἐπὶ τοῦ Ἀβραάμ· Εἶδε γὰρ, φησὶν,  τὴν  περίχωρον  ὁ  Λὼτ, καὶ  ἦν  ποτιζομένη,  ὡς  ὁ  παράδεισος  τοῦ  Θεοῦ, καὶ ἐξελέξατο αὐτήν. Καὶ οὐδὲν ἐκεῖνος ἀντεῖπεν. Ὁρᾷς, ὅτι οὐ μόνον οὐκ ἠδίκει, ἀλλὰ καὶ ἠδικεῖτο; Τί κατηγορεῖς  τῶν παίδων  τῶν σαυτοῦ, ἄνθρωπε; Οὐ διὰ τοῦτο ἡμῖν ὁ Θεὸς ἔδωκε  τοὺς  παῖδας,  ἵνα  ἁρπάζωμεν  τὰ ἑτέρων.  Ὅρα μὴ τὸν  Θεὸν παροξύνῃς  τοῦτο λέγων.   Εἰ  γὰρ  τοῦτο  λέγεις,  ὅτι  αὐτοί  σοι  τῆς  ἁρπαγῆς  γίνονται   αἴτιοι  καὶ  τοῦ χρηματισμοῦ, δέδοικα μὴ αὐτῶν ἀποστερηθῇς, ὡς βλαπτόντων καὶ ἐπιβουλευόντων. Ὁ Θεός σοι τοὺς παῖδας ἔδωκεν, ἵνα σε γηροκομῶσιν, ἵνα τὴν ἀρετὴν μανθάνωσι παρὰ σοῦ. δʹ. ∆ιὰ γὰρ τοῦτο τὸ τῶν ἀνθρώπων  γένος οὕτως ἠθέλησε συνεστάναι, δύο τὰ μέγιστα κατασκευάζων, ἓν μὲν, διδασκάλους ἐφιστῶν τοὺς πατέρας, ἕτερον δὲ, πολλὴν  ἀγάπην ἐντίκτων.  Εἰ γὰρ ἁπλῶς ἔμελλον οἱ ἄνθρωποι  γίνεσθαι, οὐδεὶς ἂν πρὸς οὐδένα σχέσιν ἔσχεν.  Εἰ γὰρ  νῦν  πατέρων  ὄντων   καὶ  παίδων   καὶ  ἐκγόνων,   πολλοὶ  πολλῶν   οὐ φροντίζουσι,  πολλῷ  μᾶλλον  τότε. ∆ιὰ τοῦτό  σοι παῖδας  δέδωκεν  ὁ Θεός· μὴ τοίνυν κατηγόρει  τῶν  παίδων.  Εἰ δὲ οἱ παῖδας  ἔχοντες  οὐδεμίαν  ἔχουσιν  ἀπολογίαν,  οἱ μὴ ἔχοντες, καὶ κοπτόμενοι περὶ τὴν τοῦ πλούτου συλλογὴν, ποῖον ἂν εἴποιεν λόγον; Ἀλλ' ἔστι τις καὶ αὐτοῖς λόγος πάσης ἀπολογίας ἀπεστερημένος. Τίς δὴ οὗτός ἐστιν; Ἵνα ἀντὶ τῶν  παίδων,  φησὶν,  ἔχωμεν  τὸν πλοῦτον  ὑπόμνημα.  Ὄντως  γέλως  πολύς. Ἀντὶ τῶν παίδων, φησὶν, ἡ οἰκία μνήμη ἀθάνατος γίνεται  τῆς δόξης τῆς ἐμῆς. Οὐ τῆς δόξης σου, ἄνθρωπε, ἀλλὰ τῆς πλεον 62.460 εξίας σου ἔσται μνήμη. Ἢ οὐχ ὁρᾷς νῦν πῶς πολλοὶ παριόντες τὰς λαμπρὰς οἰκίας τοιαῦτα διαλέγονται  πρὸς ἀλλήλους· πόσα ὁ δεῖνα ἐπλεονέκτησε, πόσα ἥρπασεν, ἵνα ταύτην οἰκοδομήσῃ τὴν οἰκίαν; καὶ νῦν ἐκεῖνος μὲν γέγονε  τέφρα καὶ κόνις, αὕτη δὲ εἰς ἑτέρων  κλῆρον  διέβη. Οὐ τῆς δόξης σου τοίνυν καταλιμπάνεις  μνήμην, ἀλλὰ τῆς πλεονεξίας. Καὶ τὸ μὲν σῶμά σου κέκρυπται τῇ γῇ, τῆς δὲ  πλεονεξίας   μνήμην   λαθεῖν   πλήθει   τῶν   χρόνων   δυναμένην   οὐκ  ἀφίης,   ἀλλ' ἀνακρούεσθαι καὶ ἀνασκάπτεσθαι ποιεῖς διὰ τῆς οἰκίας. 

Ἕως γὰρ ἂν αὕτη ἑστήκῃ, τὴν ἐπωνυμίαν  ἔχουσα τὴν σὴν, καὶ τοῦ δεῖνος λεγομένη,  πάντως  ἀνάγκη καὶ τὰ πάντων ἀνοιχθῆναι  στόματα κατὰ σοῦ. Ὁρᾷς ὅτι βέλτιον μηδὲν ἔχειν, ἢ ταύτην ὑπομένειν  τὴν κατηγορίαν;  Καὶ ταῦτα  μὲν  ἐνταῦθα·  ἐκεῖ  δὲ τί  ποιήσομεν,  εἰπέ  μοι, τοσούτων  μὲν ἐνταῦθα γινόμενοι  κύριοι, οὐδενὶ δὲ τῶν ὄντων μεταδόντες, ἢ σφόδρα ὀλίγων; πῶς τὰς πλεονεξίας  ἀποδυσόμεθα; Ὁ γὰρ βουλόμενος τὴν πλεονεξίαν  ἀποδύσασθαι, οὐκ ὀλίγα ἀπὸ  πολλῶν   δίδωσιν,   ἀλλὰ   πολλαπλασίονα   τῶν   ἁρπασθέντων,   καὶ  ἵσταται  καὶ ἁρπάζων. Ἄκουσον, ὁ Ζακχαῖος τί λέγει· Καὶ ὅσων ἥρπασα, τετραπλασίονα  ἀποδίδωμι. Σὺ δὲ ἁρπάζων  μυρία τάλαντα,  ἂν  ὀλίγας  δῷς  δραχμὰς, καὶ οὕτω  δὲ μόλις,  τὸ πᾶν ἀποδεδωκέναι   νομίζεις,   καὶ  ὡς  πλείονα   δεδωκὼς   διάκεισαι·  καίτοι   δεῖ  αὐτά  τε ἀποδοῦναι  ἐκεῖνα, καὶ ἐκ τῶν οἴκοθεν προσθεῖναι ἕτερα. Καθάπερ γὰρ ὁ κλέπτης  οὐκ ἐκεῖνα  ἀποδοὺς  μόνα  ἀπολελόγηται,  ἀλλὰ  πολλάκις  μὲν  καὶ τὴν  ψυχὴν  προσέθηκε, πολλάκις  δὲ πολλαπλασίονα  δοὺς διελύσατο, οὕτω  καὶ ὁ πλεονέκτης.  Καὶ γὰρ καὶ ὁ πλεονέκτης κλέπτης ἐστὶ, καὶ λῃστὴς ἐκείνου πολλῷ χαλεπώτερος, ὅσῳ καὶ τυραννικώτερος.  Ἐκεῖνος μὲν γὰρ καὶ τῷ κρύπτεσθαι, καὶ τῷ ἐν νυκτὶ ἐπιχειρεῖν, πολὺ τοῦ τολμήματος ὑποτέμνεται, ὡσανεὶ αἰσχυνόμενος, καὶ δεδοικὼς τὸ ἁμαρτάνειν· οὗτος δὲ ἀπαναισχυντήσας, γυμνῇ τῇ κεφαλῇ κατὰ μέσην ἀγορὰν ἁρπάζει τὰ πάντων, κλέπτης τε ὁμοῦ καὶ τύραννος ὤν· οὐ διορύττει τοίχους, οὐδὲ σβέννυσι λαμπάδα, οὐδὲ κιβώτιον ἀνοίγει,  οὐδὲ σήμαντρα ἀνατρέπει·  ἀλλὰ  τί; Τὰ τούτων  νεανικώτερα  ποιεῖ, ὁρώντων τῶν  ἀδικουμένων,  διὰ  τῆς  θύρας  ἐκβάλλει,  μετὰ  παῤῥησίας  πάντα  ἀνοίγει,  αὐτοὺς ἐκείνους ἀναγκάζει τὰ αὐτῶν  ἐκθέσθαι. Τοσαύτη τῆς βίας ἡ ὑπερβολή. Οὗτος ἐκείνων πολλῷ μιαρώτερος, ὅσῳ καὶ ἀναισχυντότερος  καὶ τυραννικώτερος.  

Ὁ μὲν γὰρ δόλῳ τι παθὼν,  ἀλγεῖ  μὲν, πλὴν  ἀλλ' ἔχει  παραμυθίαν  οὐ μικρὰν,  τὸ κἂν  φοβηθῆναι  αὐτὸν ἐκεῖνον  τὸν  ἀδικοῦντα·  ὁ  δὲ  μετὰ  τοῦ  κακῶς  παθεῖν  καὶ  καταφρονούμενος,   οὐδὲ ἐνεγκεῖν  τὴν βίαν δυνήσεται· μείζων  γὰρ ὁ γέλως. Εἰπέ μοι, εἴ τις γυναῖκα  ἐμοίχευσε λαθὼν,  ἕτερος δὲ ὁρῶντος τοῦ ἀνδρὸς τοῦτο εἰργάσατο, τίς μᾶλλον  ἐλύπησεν ἂν, καὶ δακεῖν ἦν ἱκανός; οὐχ οὗτος; Ὁ μὲν γὰρ μετὰ τοῦ κακῶς ποιῆσαι καὶ διέπτυσεν· ὁ δὲ, εἰ μηδὲν ἕτερον, ἔδειξεν ὅτι δέδοικε τὸν ἠδικημένον.  Οὕτω καὶ ἐπὶ τῶν χρημάτων, ὁ μὲν λάθρα λαβὼν, ταύτῃ τετίμηκε, τῷ λάθρα λαβεῖν· ὁ δὲ φανερῶς  καὶ δημοσίᾳ, μετὰ τῆς ζημίας καὶ αἰσχύνην ἐπήγαγε. Παυσώμεθα οὖν τὰ ἑτέρων ἁρπάζοντες, καὶ πένητες καὶ πλούσιοι· οὐ γὰρ πρὸς τοὺς πλουσίους μοι μόνον  οὗτος ὁ λόγος, ἀλλὰ καὶ πρὸς τοὺς πένητας. Καὶ γὰρ καὶ αὐτοὶ ἁρπάζουσι τοὺς αὐ 62.461 τῶν πενεστέρους, καὶ χειροτέχναι οἱ εὐπορώτεροι καὶ δυνατώτεροι τοὺς ἀπορωτέρους καὶ πενεστέρους ἀπεμπολοῦσι, κάπηλοι καπήλους, καὶ πάντες οἱ ἐπὶ τῆς ἀγορᾶς. Ὥστε πάντοθεν βούλομαι τὴν ἀδικίαν ἐξελεῖν. Οὐ γὰρ ἐν τῷ μέτρῳ τῶν ἁρπαζομένων καὶ κλεπτομένων, ἀλλ' ἐν τῇ προαιρέσει τοῦ κλέπτοντος  τὸ ἀδίκημα ἵσταται. Ὅτι δὲ οὗτοι μᾶλλόν εἰσι κλέπται καὶ πλεονέκται, οἱ μηδὲ τῶν μικρῶν καταφρονοῦντες,  οἶδα καὶ μέμνημαι πρὸς ὑμᾶς εἰρηκὼς, εἴ γε καὶ ὑμεῖς  μέμνησθε.  Πλὴν  ἀλλὰ  μηδὲν  ἀκριβολογώ  62.462 μεθα·  ἔστωσαν  ὁμοίως  τοῖς πλουσίοις  καὶ αὐτοί. Παιδεύσωμεν τὴν  διάνοιαν  λοιπὸν  τῶν  μειζόνων  μὴ ἐπιθυμεῖν, τοῦ πλείονος  μὴ ὀρέγεσθαι. Καὶ ἐν μὲν τοῖς οὐρανοῖς μηδέποτε ὅρον ἐχέτω ἡ ἐπιθυμία τοῦ  πλείονος,  ἀλλ' ἀεὶ  τοῦ  πλείονος  ἕκαστος  ὀρεγέσθω· ἐπὶ  δὲ τῆς  γῆς  τῆς  χρείας ἕκαστος ἔστω καὶ τῆς αὐταρκείας, καὶ μηδὲν πλέον ζητείτω, ἵν' οὕτω δυνησώμεθα τῶν ὄντως ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |