ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ
ΕΙΣ ΤΗΝ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ
Ὁ τῆς δικαιοσύνης ἀνέτειλε σήμερον ἥλιος, καὶ τὸν πρὶν ἀνατέλλοντα ἐκάλυψεν· ἐλυτρώθην τοῦ σκότους, καὶ οὐ φέρω τὰς ἀκτῖνας· ἐτέχθη μοι πάλιν τὸ φῶς, καὶ ἀμαυροῦμαι τῷ φόβῳ· τὸν τόκον ἀγάλλομαι, καὶ τὸν τρόπον ταράττομαι· νέαν πηγὴν προϊοῦσαν ὁρῶ, καὶ ἀρχαίαν πληγὴν φεύγουσαν· βρέφος εἶδον τικτόμενον, καὶ οὐρανὸν κλινόμενον εἰς τὴν τούτου προσκύνησιν· μητέρα τίκτουσαν, καὶ μήτραν μὴ ἀνοίγουσαν· παιδίον τὴν ἰδίαν σφραγίζον κύησιν· γεννήτορα ἄνανδρον, καὶ υἱὸν ἀπάτορα· σωτῆρα τικτόμενον, καὶ ἀστέρα κτιζόμενον· σπαργανούμενον νήπιον, καὶ βαστάζων τὴν ἄπειρον· φάτνην ἐκτυπουμένην εἰς θρόνον ἐπουράνιον, καὶ κτήνη ἀπεικάζοντα χερουβικὴν παράστασιν· φωστῆρα φαινόμενον, καὶ τὸ θαῦμα φθεγγόμενον· ἀγγέλους προαναγγέλλοντας, καὶ ποιμένας προφητεύοντας· μάγους θεολογοῦντας, καὶ ἱερεῖς θεομαχοῦντας· Ἡρώδην πίπτοντα, καὶ θάνατον θρηνούμενον· τὸν Ἀδὰμ λυόμενον, τὴν Εὔαν χαίρουσαν, καὶ τὸν ὄφιν πενθοῦντα· αἰχμαλώτους ἐν ἀφέσει γενομένους, καὶ τυράννους ἐν κολάσει· βρέφος γαλουχούμενον, καὶ τρέφοντα τὴν τρέφουσαν· χερσὶ περιφερόμενον, καὶ φέροντα τὴν φέρουσαν· τὴν κτίσιν ἐπιγνοῦσαν, καὶ τὴν φύσιν δειλιῶσαν. Ὅθεν κἀγὼ ἐξίσταμαι τῷ θαύματι, τρέμων τὸ μυστήριον. Θαῤῥήσω τῷ Γαβριὴλ, καὶ φυγαδεύω μου τὸν φόβον.
Τὰ πρὸς Μαρίαν ῥήματα, ἑρμηνεύοντα θαύματα. Ποῖα ταῦτα; Καί φησι· Χαῖρε,κεχαριτωμένη, οὐρανίου στάχυος ἀθέριστος ἄρουρα· χαῖρε, κεχαριτωμένη, ἀληθινῆς ἀμπέλου ἀψευδὴς μήτηρ παρθένος· χαῖρε, κεχαριτωμένη, ἀτρέπτου θεότητος σαγήνη ἀδιάπτωτος· χαῖρε, κεχαριτωμένη, τῆς ἀχωρήτου φύσεως χωρίον εὐρύχωρον· χαῖρε, κεχαριτωμένη, τοῦ χηρεύοντος κόσμου νυμφίε, τόκε ἀμίαντε· χαῖρε, κεχαριτωμένη, ἡ τῇ κτίσει ὑφάνασα ἀχειρόπλοκον στέφανον· χαῖρε, κεχαριτωμένη, πυρὸς ἅγιον οἰκητήριον, χαῖρε, κεχαριτωμένη, ἡ τῆς φυγάδος οἰκουμένης ἐπάνοδος· χαῖρε, κεχαριτωμένη, τῆς λιμωττούσης κτίσεως ταμιεῖον ἀδαπάνητον· χαῖρε, κεχαριτωμένη, ἡ χάρις ἡ ἀπέραντος τῆς ἁγίας παρθένου· χαῖρε, κεχαριτωμένη, πολλῶν ἀρετῶν κεκοσμημένη λαμπαδηφόρε, τὸ ἄσβεστον καὶ τοῦ ἡλίου λαμπρότερον φῶς· χαῖρε, κεχαριτωμένη, τοῦ νοητοῦ ἀγκίστρου τὸ δέλεαρ· χαῖρε, κεχαριτωμένη, νοερὰ τῆς δόξης κιβωτέ· χαῖρε, κεχαριτωμένη, ἡ στάμνος ἡ χρυσῆ, ἡ τὸ οὐράνιον ἔχουσα μάννα· χαῖρε, κεχαριτωμένη, ἡ τὴν γλυκεῖαν πόσιν τῆς ἀεννάου πηγῆς τοὺς διψῶντας ἐμπλήσασα· χαῖρε, κεχαριτωμένη, ἡ νοερὰ θάλασσα, καὶ τὸν οὐράνιον ἔχουσα μαργαρίτην Χριστόν· χαῖρε, κεχαριτωμένη, ὁ λαμπρὸς οὐρανὸς, ἡ τὸν ἀχώρητον ἐν οὐρανοῖς ἐν ἑαυτῇ ἔχουσα Θεὸν ἀχώρητον καὶ ἀστενοχώρητον· χαῖρε κεχαριτωμένη, στυλοειδὴς νεφέλη, ἡ τὸν Θεὸν ἔχουσα τὸν ἐν τῇ ἐρήμῳ καθοδηγήσαντα τὸν Ἰσραήλ.
Τί εἴπω καὶ τί λαλήσω; πῶς μακαρίζω τὴν ὁλόῤῥιζον δόξαν; Ὅτι, χωρὶς Θεοῦ μόνου, πάντων ἀνωτέρα ὑπάρχεις. Ἡ δὲ ἐπὶ τῷ λόγῳ διεταράχθη, καὶ τῷ βλέμματι φεύγουσα, τῷ σώματι ἵσταται, σταυροτύπῳ ἱστορίᾳ τυποῦσα τὴν θέαν, ἀμφιβόλοις δὲ προπαρίστατο τῷ ἀγγέλῳ, μήτε φυγεῖν τολμῶσα, μήτε ἵστασθαι θαῤῥοῦσα. Ὁρῶσα τὸν ἀσώματον ἱστάμενον ὡς ἄνθρωπον, παραμένειν ᾐδεῖτο, τιμῶσα τὴν παρθενίαν· ἐρωτᾷν οὐκ ἐτόλμα τὸν ἀνόμοιον. Καὶ ἦν τὸ φόβῳ ἔσοπτρον τῆς παρθένου προελθοῦσα τὸ πρόσωπον, λέγουσα ἐν ἑαυτῇ, Ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος; ἢ τίς ὁ ἀσπασάμενός με; Ὑπεραστράπτει ἥλιον, καὶ πηλῷ διαλέγεται· ἐξ οὐρανοῦ κατέδραμε, καὶ κόρην ἀσπάζεται· οὐ περιβέβληται σῶμα, καὶ γυναικὶ παρίσταται, ὡς ποσὶ ταῖς πτέρυξι περιπατῶν ἐπὶ τῆς γῆς. Τί ζητεῖ πρὸς τὴν ἐκ γῆς; ἄγγελός μοι φαίνεται, καὶ ὡς ἄνθρωπος φθέγγεται· ἐξ ἀσωμάτων ἁγίων φωνή μοι προβάλλεται· φωστῆρος φωτεινότερον κεκαλλώπισται πρόσωπον· χιτῶνα προβέβληται· νεανίσκον ὁρῶ σάρκα μὴ περικείμενον, πατοῦντα τὸ ἔδαφος, καὶ ἴχνος μὴ ζωγραφοῦντα· γλῶσσαν μὴ κεκτημένον, καὶ τὸ Χαῖρέ μοι κεκραγότα· χείλη μὴ σαλεύοντα, καὶ χαίρειν μοι προφητεύοντα. Οὐκ οἶδα τί λογίσωμαι τὴν ἔμφρικτον ὀπτασίαν. Εἰ τὸν πεμφθέντα οὐ νοῶ, πῶς γνώσομαι τὸν πέμψαντα; εἰ ὁ μηνύων φοβερὸς, ὁ μηνυθεὶς φοβερώτερος· εἰ οὕτως ἀπαστράπτων ἐμαύρωσέ μου τὸν νοῦν, ποίῳ σώματι κρύψω δικαιοσύνης τὸν ἥλιον; εἰ τὸ κτίσμα θροεῖ με, πῶς ἐνέγκω τὸν κτίσαντα; εἰ τὸν δοῦλον ἐπτόημαι, τὸν ∆εσπότην πῶς τέξομαι; Εἶπε δὲ αὐτῇ ὁ ἄγγελος· Μὴ φοβοῦ, Μαριάμ.