Εμφάνιση αναρτήσεων με ετικέτα πατρολογία - ωριγένης. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα πατρολογία - ωριγένης. Εμφάνιση όλων των αναρτήσεων

Πέμπτη 31 Ιανουαρίου 2013

Ωριγένους - Πρός Κέλσον αληθής λόγος τόμος Η'

2 σχόλια

P.1 Ὁ  μὲν  σωτὴρ  καὶ  κύριος  ἡμῶν  Ἰησοῦς  Χριστὸς ψευδομαρτυρούμενος  μὲν "ἐσιώπα"  κατηγορούμενος  δὲ  "οὐδὲν  ἀπεκρίνετο", πειθόμενος πάντα  τὸν  βίον ἑαυτοῦ καὶ τὰς ἐν Ἰουδαίοις πράξεις κρείττους γεγονέναι  φωνῆς  ἐλεγχούσης τὴν ψευδομαρτυρίαν καὶ λέξεων ἀπολογουμένων  πρὸς τὰς κατηγορίας· σὺ δ' ὦ φιλόθεε Ἀμβρόσιε, οὐκ  οἶδ'  ὅπως  πρὸς  τὰς  Κέλσου κατὰ  Χριστιανῶν ἐν συγγράμμασι ψευδομαρτυρίας καὶ τῆς πίστεως τῶν ἐκκλησιῶν ἐν βιβλίῳ κατηγορίας ἐβουλήθης ἡμᾶς ἀπολογήσασθαι, ὡς οὐκ ὄντος ἐναργοῦς ἐλέγχου ἐν τοῖς πράγμασι καὶ πάντων γραμμάτων  κρείττονος  λόγου, τοῦ τε τὰς ψευδομαρτυρίας  ἀφανίζοντος  καὶ ταῖς κατηγορίαις  μηδὲ πιθανότητα εἰς τὸ δύνασθαί  τι  αὐτὰς  ἐνδιδόντος.  Περὶ δὲ τοῦ Ἰησοῦ ὅτι "ἐσιώπα" ψευδομαρτυρούμενος,  ἀρκεῖ ἐπὶ  τοῦ παρόντος  τὰ Ματθαίου παραθέσθαι· τὰ γὰρ ἰσοδυναμοῦντα αὐτῷ ὁ Μάρκος ἔγραψεν.
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

Πέμπτη 25 Οκτωβρίου 2012

Ωριγένους Φιλοκαλία Α'

0 σχόλια

ΩΡΙΓΕΝΟΥΣ ΦΙΛΟΚΑΛΙΑ.

p.1 Ἐκλογὴν ἡ παροῦσα περιέχει βίβλος γραφικῶν  ζητημάτων  καὶ ἐπιλύσεων  ἐκ διαφόρων  βίβλων τῷ Ὠριγένει πονηθεισῶν ἠθροι σμένην ὑπὸ τῶν τὰ θεῖα σοφῶν Βασιλείου  καὶ  Γρηγορίου· ἐν  πυκτίῳ  τε  παρὰ  θατέρου  τούτων  Γρηγορίου  τοῦ θεολόγου Θεοδώρῳ τῷ τηνι καῦτα ἐπισκοποῦντι τὰ Τύανα λέγεται ἐστάλθαι· καθὼς ἡ πρὸς αὐτὸν δείκνυσιν  ἐπιστολὴ, ἔχουσα οὕτως· Ἑορτὴ καὶ τὰ γράμματα καὶ τὸ κρεῖττον ὅτι προφθάνεις τὸν καιρὸν τῇ προθυμίᾳ τὸ προεορτάζειν ἡμῖν χαριζόμενος. τὰ μὲν οὖν παρὰ τῆς σῆς εὐλαβείας τοιαῦτα· ἡμεῖς δὲ ὧν  ἔχομεν τὸ μεῖζον ἀντι δίδομεν τὰς εὐχάς. ἵνα δέ τι καὶ ὑπόμνημα παρ' ἡμῶν ἔχῃς, τὸ δ' αὐτὸ καὶ τοῦ ἁγίου Βασιλείου, πυκτίον  ἀπεστάλκαμέν  σοι τῆς Ὠρι γένους  φιλοκαλίας  ἐκλογὰς  ἔχον χρησίμους τοῖς  φιλολόγοις.  τοῦτο  καὶ δέξασθαι καταξίωσον, καὶ ἀπόδειξιν  ἡμῖν δοῦναι τῆς ὠφελείας καὶ σπουδῇ καὶ πνεύματι βοηθούμενος. [Πρόλογος. Ἐκλογὴν ἡ παροῦσα περιέχει βίβλος γραφικῶν ζητη μάτων καὶ ἐπιλύσεων ἐκ διαφόρων βίβλων τῷ  Ὠριγένει  πονηθεισῶν  ἠθροισμένην. φασὶ δὲ ταύτην  τινές,  ἔτι δὲ καὶ τὴν  εἰς κεφάλαια ταύτης διαίρεσίν τε καὶ τάξιν, καὶ μὴν καὶ τὰς καθ' ἕκαστον ἐκείνων ἐπι γραφὰς, ἔργον τῶν τὰ θεῖα σοφῶν Βασιλείου καὶ Γρηγορίου γενέσθαι· ἐν πυκτίῳ τε παρὰ θατέρου τούτων Γρηγορίου τοῦ
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

Ωριγένους Φιλοκαλία - Β'

0 σχόλια


1.18 Ἐὰν δὲ καὶ ἐπὶ τὴν νομοθεσίαν ἔλθωμεν τὴν Μωσέως, πολλοὶ τῶν νόμων, τῷ ὅσον ἐπὶ τῷ καθ' ἑαυτοὺς τηρεῖσθαι, τὸ ἄλογον ἐμφαίνουσιν, ἕτεροι δὲ τὸ ἀδύνατον.
τὸ μὲν ἄλογον,  γῦπες ἐσθίεσθαι ἀπαγορευόμενοι, οὐδενὸς οὐδὲ ἐν τοῖς μεγίστοις λιμοῖς  ἐκβιασθέντος  ὑπὸ τῆς  ἐνδείας  ἐπὶ  τοῦτο  τὸ ζῶον  φθάσαι· καὶ ὀκταήμερα παιδία ἀπε ρίτμητα ἐξολοθρεύεσθαι ἐκ τοῦ γένους αὐτῶν κελευόμενα· δέον, εἰ ὅλως ἐχρῆν  τι  περὶ  τούτων   κατὰ  τὸ  ῥητὸν  νενομο  θετῆσθαι,  τοὺς  πατέρας  αὐτῶν κελεύεσθαι ἀναιρεῖσθαι, ἢ τοὺς παρ' οἷς τρέφονται.  νῦν δέ φησιν ἡ γραφή· Ἀπερί τμητος πᾶς ἄρρην, ὃς οὐ περιτμηθήσεται τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξολοθρευθήσεται ἐκ τοῦ γένους αὐτοῦ. εἰ δὲ καὶ ἀδύνατα νομοθετούμενα βούλεσθε ἰδεῖν, ἐπισκεψώμεθα ὅτι  τραγέλαφος  μὲν  τῶν  ἀδυνάτων  ὑποστῆναι  ζῶον  τυγχάνει,  ὃν  ὡς  καθαρὸν  κελεύει  Μωσῆς  ἡμᾶς  προσφέρεσθαι·  γρὺψ  δὲ  οὐχ  ἱστόρηταί  ποτε  ὑποχείριος ἀνθρώπῳ γεγονέναι, ὃν ἀπαγορεύει ἐσθίεσθαι ὁ νομοθέτης. ἀλλὰ καὶ τὸ δια βόητον σάββατον τῷ ἀκριβοῦντι τό· Καθήσεσθε ἕκαστος εἰς τοὺς οἴκους ὑμῶν· μηδεὶς ὑμῶν ἐκπορευέσθω ἐκ τοῦ τόπου αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ· ἀδύνατόν ἐστι φυλα χθῆναι κατὰ  τὴν  λέξιν·  οὐδενὸς  ζώου  δυναμένου  δι' ὅλης  καθέζεσθαι τῆς  ἡμέρας, καὶ ἀκινητεῖν  ἀπὸ τοῦ καθέζεσθαι. διόπερ τινὰ μὲν οἱ ἐκ περιτομῆς, καὶ ὅσοι θέλουσι πλέον  τῆς  λέξεως  δηλοῦσθαι  μηδὲν,  οὐδὲ  τὴν  ἀρχὴν  ζητοῦσιν,  ὥσπερ τὰ  περὶ τραγελάφου καὶ γρυπὸς καὶ γυπὸς, εἴς τινα δὲ φλυαροῦσιν εὑρησιλογοῦντες, ψυχρὰς παραδόσεις φέ  ροντες, ὥσπερ καὶ περὶ τοῦ σαββάτου, φάσκοντες  τόπον  ἑκάστου εἶναι δισχιλίους πήχεις. ἄλλοι δὲ, ὧν ἐστὶ ∆οσίθεος ὁ Σαμαρεὺς, καταγινώσκοντες τῆς τοιαύτης διη γήσεως οἴονται ἐπὶ τοῦ σχήματος, οὗ ἂν καταληφθῇ τις ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου, μένειν μέχρις ἑσπέρας. ἀλλὰ καὶ τὸ μὴ αἴρειν βάσταγμα ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου ἀδύνατον· διόπερ εἰς ἀπεραντολογίαν  οἱ τῶν  Ἰουδαίων  διδάσκαλοι ἐληλύθασι,  φάσκοντες  βάσταγμα μὲν  εἶναι  τὸ  τοιόνδε  ὑπόδημα,  οὐ μὴν  καὶ  τὸ τοιόνδε, καὶ τὸ ἥλους ἔχον σανδάλιον, οὐ μὴν καὶ τὸ ἀνήλωτον· καὶ τὸ οὑτωσὶ ἐπὶ τοῦ  ὤμου  φορούμενον,  οὐ  μὴν  καὶ  ἐπὶ  τῶν  δύο  ὤμων.
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

Ωριγένους Φιλοκαλία Γ'

0 σχόλια


8.2 Ἐν τῇ Γενέσει τῷ Ἀδὰμ ὁ θεὸς ἐντολὴν  διδοὺς οὕτω φησίν· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ,  ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν  καλὸν  καὶ πονηρὸν, οὐ φάγεσθε ἀπ' αὐτοῦ· ᾗ δ' ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε. ἀρξάμενος γὰρ κἀκεῖ ἀπὸ ἑνικοῦ ἐν τῷ εἰρηκέναι· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παρα δείσῳ βρώσει φαγῇ· ἐπιφέρει πληθυντικῶς  εἰπών· Ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, οὐ φάγεσθε ἀπ' αὐτοῦ· ᾗ δ' ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε. ὅτε γὰρ περὶ τῆς ἐντολῆς [λέγει], δι' ἧς αὐτὸν ἐν ζωῇ
ταύτην τηροῦντα ἠθέλησεν εἶναι, ἑνικῶς ἐντέλλεται, καί φησιν· Ἀπὸ παντὸς ξύλου τοῦ  ἐν  τῷ  παραδείσῳ  βρώσει φαγῇ·  οἱ  γὰρ  κατὰ  θεὸν  περιπατοῦντες  καὶ  τῶν ἐντολῶν αὐτοῦ ἀντεχόμενοι, κἂν πολλοὶ ὦσι, τῷ ὁμόφρονες εἶναι οἱ πολλοὶ ἕν εἰσι. διὰ τοῦτο ὅτε περὶ ἀγαθοῦ ἐντολὴ δίδοται, ἑνικῶς αὐτῷ λέγεται τό· Βρώσει φαγῇ· ὅτε δὲ ἤδη περὶ παραβάσεως διαστέλλεται, οὐχ ἑνικῶς ἀλλ' ἤδη πληθυντικῶς φησίν·

Οὐ φάγεσθε· ᾗ δ' ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε.

Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

Ωριγένους Φιλοκαλία Δ'

0 σχόλια

 15.13 Ἔστω δὲ μὴ ἀνεγνωκέναι  αὐτὸν τὴν προφητείαν, ἢ ἀνεγνωκότα  περιεσπᾶσθαι ὑπὸ τῶν παρερμηνευόντων  αὐτὴν, ὡς οὐ περὶ Ἰησοῦ Χριστοῦ προφητευομένην· τί φήσει καὶ περὶ τοῦ εὐαγγελίου, ἐν ᾧ ἀναβὰς εἰς τὸ ὑψηλὸν ὄρος μετεμορφώθη ἔμπροσθεν τῶν μαθητῶν καὶ ὤφθη ἐν δόξῃ· ὅτε καὶ  Μωσῆς καὶ  Ἠλίας  ὀφθέντες  ἐν  δόξῃ ἔλεγον  τὴν  ἔξοδον  αὐτοῦ,  ἣν  ἔμελλε πληροῦν ἐν Ἱερουσαλήμ; ἢ ἐὰν μὲν προφήτης λέγῃ· Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, καὶ τὸ ἑξῆς· καὶ ὁ Κέλσος παρα δέχεται τὴν προφητείαν ταύτην ἐπὶ τὸν Ἰησοῦν ἀναφέρε σθαι, τυφλώττων περὶ τὴν παραδοχὴν τοῦ λεγομένου, καὶ οὐχ ὁρῶν ὅτι μεγάλη κατασκευή ἐστι τοῦ τὸν ἄμορφον εἶναι δοκοῦντα Ἰησοῦν υἱὸν εἶναι θεοῦ, τὸ πρὸ πολλῶν ἐτῶν τῆς γενέσεως αὐτοῦ πεπροφητεῦσθαι καὶ περὶ τοῦ εἴδους αὐτοῦ· ἐὰν δὲ ἄλλος προφήτης ὡραιότητα καὶ κάλλος εἶναι λέγῃ περὶ αὐτὸν, οὐκέτι βούλεται τὴν προφητείαν εἰς Ἰησοῦν Χριστὸν ἀναφέρεσθαι; καὶ εἰ μὲν σαφῶς ἦν ἀπὸ τῶν  εὐαγγελίων  λαβεῖν, ὅτι οὐκ εἶχεν  εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον ἦν, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· εἴποι ἄν τις οὐ κατὰ τὸ προφητικὸν εἰρηκέναι ταῦτα τὸν Κέλσον, ἀλλὰ κατὰ τὸ εὐαγγελικόν.  νυνὶ δὲ οὔτε τῶν εὐαγγελίων, ἀλλ' οὐδὲ τῶν ἀποστόλων ἐμφαινόν των ὅτι οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος· σαφὲς ὅτι τὸ ἀπὸ τῆς προφητείας ἀναγκάζεται παραδέχεσθαι ὡς ἀληθευόμενον  περὶ Χριστοῦ·  ὅπερ οὐκέτι  ἐπιτρέπει  τὰς  περὶ Ἰησοῦ κατη  γορίας προβαίνειν.

Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

Ωριγένους Φιλοκαλία Ε'

0 σχόλια


19.2 Τὰ δ' ἑξῆς τοῦ     Κέλσου    κατανοητέον, ἐν  οἷς  καὶ   ἡμῖν  φησὶ   «πίστιν  ποιεῖν προκαταλαβοῦσαν ἡμῶν τὴν περὶ τοῦ Ἰησοῦ τοιάνδε συγκατάθεσιν.» ἀληθῶς  γὰρ πίστις ἡμῖν ποιεῖ τὴν τοιαύτην συγκατάθεσιν. ὅρα δὲ εἰ μὴ αὐτόθεν ἡ πίστις αὐτὴ τὸ ἐπαινετὸν παρίστησιν, ὅτε πιστεύομεν ἑαυτοὺς τῷ ἐπὶ πᾶσι θεῷ, χάριν ὁμολογοῦντες τῷ εἰς τοιαύτην πίστιν ὁδηγῷ καὶ λέγοντες αὐτὸν οὐκ ἀθεεὶ τὸ τηλικοῦτον τετολμηκέναι καὶ ἠνυκέναι· πιστεύομεν δὲ καὶ ταῖς προαιρέσεσι τῶν γραψάντων  τὰ εὐαγγέλια,   κατα  στοχαζόμενοι   τῆς  εὐλαβείας   αὐτῶν   καὶ  τοῦ  συνειδότος  ἐμφαινομένων   τοῖς  γράμμασιν οὐδὲν  νόθον  καὶ  κυβευτικὸν  καὶ  πεπλασμένον  καὶ πανοῦργον ἐχόντων.  καὶ γὰρ παρ ίσταται ἡμῖν ὅτι οὐκ ἂν ψυχαὶ, μὴ μαθοῦσαι τὰ τοιαῦτα ὁποῖα διδάσκει ἡ παρ' Ἕλλησι πανοῦργος σοφιστεία, πολ λὴν ἔχουσα τὴν πιθανότητα  καὶ τὴν ὀξύτητα, καὶ ἡ ἐν τοῖς δικαστηρίοις καλινδουμένη  ῥητορικὴ, οὕτω πλάσαι οἷοί τ' ἦσαν πράγματα δυνάμενα ἀφ' ἑαυτῶν ἔχειν τὸ πρὸς πίστιν καὶ τὸν  ἀνάλογον   τῇ  πίστει  βίον  ἀγωγόν.   οἶμαι  δὲ  καὶ  τὸν  Ἰησοῦν  διὰ  τοῦτο βεβουλῆσθαι διδασκάλοις τοῦ δόγματος χρήσασθαι τοιούτοις, ἵνα μηδεμίαν μὲν ἔχῃ χώραν   ὑπόνοια   πιθανῶν   σοφισμάτων,  λαμπρῶς   δὲ  τοῖς  συνιέναι  δυναμένοις ἐμφαίνηται  ὅτι τὸ ἄδολον τῆς προαιρέσεως τῶν γραψάντων,  ἐχούσης πολὺ τὸ, ἵν' οὕτως ὀνομάσω, ἀφελὲς,  ἠξιώθη  θειο τέρας δυνάμεως,  πολλῷ  μᾶλλον  ἀνυούσης ἤπερ  ἀνύειν   δύνασθαι  δοκεῖ  περιβολὴ  λόγων   καὶ  λέξεων  σύνθεσις  καὶ  μετὰ διαιρέσεων καὶ τεχνολογίας ἑλληνικῆς ἀκολουθία.

Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

Ωριγένους Φιλοκαλία ΣΤ'

0 σχόλια

    Ἐπεὶ δὲ ὅπου μὲν ὁ ἀπόστολος οὐ προσποιεῖται τὸ ἐπὶ τῷ θεῷ εἰς τὸ γενέσθαι σκεῦος εἰς τιμὴν ἢ εἰς ἀτιμίαν ἀλλὰ τὸ πᾶν ἐφ' ἡμᾶς ἀναφέρει λέγων· Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν, ἔσται σκεῦος εἰς τιμὴν, ἡγιασμένον καὶ εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασ μένον· ὅπου δὲ οὐ προσποιεῖται τὸ ἐφ' ἡμῖν ἀλλὰ τὸ πᾶν ἐπὶ τὸν θεὸν ἀναφέρειν δοκεῖ φάσκων· Ἐξουσίαν ἔχει ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος ὃ δὲ εἰς ἀτιμίαν· καὶ οὐκ ἔστιν ἐναντιώ  ματα  τὰ  εἰρημένα  ὑπ'  αὐτοῦ·  συνακτέον  ἀμφότερα  καὶ  ἕνα  λόγον  ἐξ ἀμφοτέρων τέλειον ἀποδοτέον. οὔτε τὸ ἐφ' ἡμῖν χωρὶς τῆς ἐπιστήμης τοῦ θεοῦ, οὔτε ἡ ἐπιστήμη τοῦ θεοῦ προκόπτειν ἡμᾶς ἀναγκάζει ἐὰν μὴ καὶ ἡμεῖς ἐπὶ τὸ ἀγαθόν τι συνεισαγάγωμεν·  οὔτε  τοῦ  ἐφ'   ἡμῖν  χωρὶς  τῆς  ἐπιστήμης  τοῦ  θεοῦ  καὶ  τῆς καταχρήσεως τοῦ κατ' ἀξίαν τοῦ ἐφ' ἡμῖν ποιοῦντος εἰς τιμὴν ἢ εἰς ἀτιμίαν γενέσθαι τινά· οὔτε τοῦ ἐπὶ τῷ θεῷ μόνου κατασκευάζοντος εἰς τιμὴν ἢ εἰς ἀτιμίαν τινὰ, ἐὰν μὴ ὕλην τινὰ διαφορᾶς σχῇ τὴν ἡμετέραν προαίρεσιν κλίνουσαν ἐπὶ τὰ κρείττονα ἢ ἐπὶ τὰ χείρονα. καὶ ταῦτα μὲν αὐτάρκως ἡμῖν κατεσκευάσθω περὶ τοῦ αὐτεξουσίου.

Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

Τρίτη 9 Οκτωβρίου 2012

Ερμηνεία εις το κατά Ματθαίον Ευαγγέλιο

0 σχόλια


Μαθητεύεται δὲ τῇ βασιλείᾳ τῶν οὐρανῶν γραμματεὺς κατὰ μὲν τὸ ἁπλούστερον͵ ὅτε ἀπὸ Ἰουδαϊσμοῦ ἀναλαμβάνει τις τὴν Ἰησοῦ Χριστοῦ ἐκκλησιαστικὴν διδασκαλίαν· κατὰ δὲ τὸ βαθύτερον͵ ὅτε τὰς διὰ τοῦ γράμματος τῶν γραφῶν εἰσαγωγὰς παραλαβών τις ἀναβαίνει ἐπὶ τὰ πνευματικὰ ὀνομαζόμενα “βασιλείαν οὐρανῶν”. Καὶ καθ΄ ἕκαστόν γε διανόημα ἐπιτυγχανόμενον καὶ ἐπαναβεβηκότως νοηθὲν καὶ παραδειχθὲν καὶ ἀποδειχθὲν ἔστι νοῆσαι βασιλείαν οὐρανοῦ͵ ὡς τὸν περισσεύοντα τῇ ἀψευδεῖ γνώσει ἐν τῇ βασιλείᾳ γίνεσθαι τοῦ πλήθους τῶν οὕτως ἀποδεδομένων οὐρανῶν. Οὕτω δὲ καὶ τροπολογήσεις τὸ “μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν”͵ ἵν΄ οἱ γραμματεῖς͵ τουτέστιν οἱ τῷ γράμματι ψιλῷ προσαναπαυόμενοι͵ μετανοοῦντες ἀπὸ τῆς τοιαύτης ἐκδοχῆς μαθητεύωνται τῇ διὰ Ἰησοῦ Χριστοῦ τοῦ ἐμψύχου λόγου πνευματικῇ διδασκαλίᾳ καλουμένῃ βασιλείᾳ οὐρανῶν. Διὰ τοῦτο καὶ ὅσον μὲν Ἰησοῦς Χριστός͵ ὁ ἐν ἀρχῇ πρὸς τὸν θεὸν θεὸς λόγος οὐκ ἐπιδημεῖ ψυχῇ͵ οὐκ ἔστιν ἐν ἐκείνῃ ἡ βασιλεία τῶν οὐρανῶν· ὅταν δὲ ἐγγύς τις γένηται τοῦ χωρῆσαι τὸν λόγον͵ τούτῳ ἐγγίζει ἡ βασιλεία τῶν οὐρανῶν.

Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>
 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |