Πέμπτη 25 Οκτωβρίου 2012

Ωριγένους Φιλοκαλία Γ'




8.2 Ἐν τῇ Γενέσει τῷ Ἀδὰμ ὁ θεὸς ἐντολὴν  διδοὺς οὕτω φησίν· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ,  ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν  καλὸν  καὶ πονηρὸν, οὐ φάγεσθε ἀπ' αὐτοῦ· ᾗ δ' ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε. ἀρξάμενος γὰρ κἀκεῖ ἀπὸ ἑνικοῦ ἐν τῷ εἰρηκέναι· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παρα δείσῳ βρώσει φαγῇ· ἐπιφέρει πληθυντικῶς  εἰπών· Ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, οὐ φάγεσθε ἀπ' αὐτοῦ· ᾗ δ' ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε. ὅτε γὰρ περὶ τῆς ἐντολῆς [λέγει], δι' ἧς αὐτὸν ἐν ζωῇ
ταύτην τηροῦντα ἠθέλησεν εἶναι, ἑνικῶς ἐντέλλεται, καί φησιν· Ἀπὸ παντὸς ξύλου τοῦ  ἐν  τῷ  παραδείσῳ  βρώσει φαγῇ·  οἱ  γὰρ  κατὰ  θεὸν  περιπατοῦντες  καὶ  τῶν ἐντολῶν αὐτοῦ ἀντεχόμενοι, κἂν πολλοὶ ὦσι, τῷ ὁμόφρονες εἶναι οἱ πολλοὶ ἕν εἰσι. διὰ τοῦτο ὅτε περὶ ἀγαθοῦ ἐντολὴ δίδοται, ἑνικῶς αὐτῷ λέγεται τό· Βρώσει φαγῇ· ὅτε δὲ ἤδη περὶ παραβάσεως διαστέλλεται, οὐχ ἑνικῶς ἀλλ' ἤδη πληθυντικῶς φησίν·

Οὐ φάγεσθε· ᾗ δ' ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε.


 8.3 Οὕτως οὖν καὶ ἐνθάδε, ὅτε ἔτι κλαίουσι καὶ δέονται πρὸς θεὸν, πληθυντικῶς  λέγεται  τό· Ἔκλαυσαν καὶ ἐδεήθησάν  μου· ὅτε δὲ εὑρίσκουσι τὸν  θεὸν,  οὐκέτι  πληθυντικῶς  φησὶ τό· Ἐκεῖ ἐλαλήθη  πρὸς αὐτούς· ἀλλά· πρὸς αὐτόν. ἤδη γὰρ ἓν γεγόνασιν  οἱ πολλοὶ  ἐν τῷ εὑρηκέναι  τὸν  θεὸν  καὶ  ἐν  τῷ  ἀκούειν  λόγον  αὐτοῦ.  ὁ γὰρ  εἷς  ὅτε  ἁμαρτάνει πολλοστός  ἐστιν,  ἀποσχιζόμενος  ἀπὸ  θεοῦ  καὶ  μεριζόμενος  καὶ  τῆς  ἑνότητος ἐκπεσών· οἱ δὲ πολλοὶ ταῖς ἐντολαῖς ἑπόμενοι ταῖς τοῦ θεοῦ εἷς εἰσί· καθὼς καὶ ὁ ἀπόστολος μαρτυρεῖ, εἰπών· Ὅτι εἷς ἄρτος καὶ ἓν σῶμα οἱ πολλοί ἐσμεν· καὶ πάλιν· Εἷς θεὸς καὶ εἷς χριστὸς καὶ μία πίστις καὶ ἓν βάπτισμα· καὶ ἀλλαχοῦ· Ὅτι οἱ πάντες ἕν ἐσμεν ἐν Χριστῷ Ἰησοῦ· καὶ αὖθις· Ἡρμοσάμην γὰρ ὑμᾶς τοὺς πάντας ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι, τῷ κυρίῳ. καὶ ὅτι οἱ εὐαρεστοῦντες τῷ κυρίῳ ἕν εἰσιν, ἀπὸ τῆς προσευχῆς, ἧς ὁ σωτὴρ εὔχεται πρὸς τὸν πατέρα περὶ τῶν μαθητῶν αὐτοῦ, ἔστιν ἰδεῖν· Πάτερ γάρ, φησιν, ἅγιε, δὸς ἵνα καθὼς ἐγὼ καὶ σὺ ἕν ἐσμεν οὕτω καὶ οὗτοι ἐν ἡμῖν ἓν ὦσιν. ὅταν δὲ καὶ ἀλλήλων μέλη εἶναι λέγωνται οἱ ἅγιοι, τί ἄλλο εἰ μὴ ἓν σῶμά εἰσι; καὶ ἐν τῷ Ποιμένι δὲ τὴν οἰκοδομὴν τοῦ πύργου, διὰ πολλῶν μὲν
λίθων οἰκοδομουμένην, ἐξ ἑνὸς δὲ λίθου φαινομένην εἶναι τὴν οἰκοδομὴν, τί ἄλλο ἢ τὴν ἐκ πολλῶν  συμφωνίαν  καὶ ἑνότητα σημαίνει ἡ γραφή; 9.1nΤί  ὁ λόγο  τοῦ τὴν θείαν γραφὴν κατὰ διάφορα   ημαινόμενα τῷ αὐτῷ ὀνόματι κεχρῆ θαι πολλάκι  καὶ
ἐν  τῷ  αὐτῷ  τόπῳ.  ἐκ  τῆ  πρὸ  Ῥωμαίου ·  τόμο  ἔννατο ·  εἰ  τό·  Τί  οὖν;  ὁ  νόμο
ἁμαρτία; Οὐχ ὥσπερ ὄνομα ἕν ἐστι νόμος, οὕτω καὶ εἷς ὁ περὶ νόμου πανταχοῦ τῆς γραφῆς λόγος. διὸ καθ' ἕκαστον χρὴ τόπον αὐτῆς ἐπιμελῶς ἐπιστήσαντα θεωρῆσαι, νῦν μὲν τί σημαίνεται ἐκ τῆς νόμος φωνῆς, νῦν δὲ τί χρὴ τὸ τοιοῦτον ἐννοεῖν. ἀλλὰ καὶ περὶ ἄλλων  πλειόνων·  ὁμώνυμοι  γὰρ καὶ ἐπὶ  ἄλλων  εἰσὶ κατὰ  τὴν  γραφὴν φωναὶ,  αἵτινες  συγχέουσι τοὺς  νομίζοντας  ὅτι  ὡς  ὄνομα  ἕν  ἐστιν  οὕτω  καὶ  τὸ σημαινόμενον ἓν, ὅπου ἂν τοῦτο ὀνομασθῇ. ὅτι δὲ ἡ νόμος φωνὴ οὐκ ἐπὶ τοῦ αὐτοῦ ἀλλ'  ἐπὶ  πλειόνων   τέτακται,  τὰ  πολλὰ  παραλιπόντες  καὶ  δεόμενα  κατασκευῆς, ἔχοντα ἀνθυποφορὰν λύσεως δεομένην, ἐκθησόμεθα τὰ πάνθ' ὁντινοῦν  δυσωπῆσαι δυνάμενα,  ὡς  τῆς  νόμος  φωνῆς  κει μένης  ἐπὶ  πλειόνων·  οἷον  ἐπὰν  ἐν  τῇ πρὸς Γαλάτας λέγηται· Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν ὑπὸ κατάραν εἰσί, γέγραπται γάρ· ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ  ποιῆσαι  αὐτά.  σαφὲς  ὅτι  νόμος  ὁ  κατὰ  τὸ  γράμμα  δη  λοῦται  Μωσέως, τὸ προστακτικὸν μὲν ὧν ποιητέον, ἀπα γορευτικὸν δὲ ὧν οὐ ποιητέον τοῖς αὐτῷ ὑποκειμένοις. τὸ δ' αὐτὸ δηλοῦται ἐν τῇ αὐτῇ ἐπιστολῇ καὶ ἐν τῷ· Ὁ νόμος γὰρ τῶν παραβάσεων  χάριν  ἐτέθη,  ἄχρι  οὗ  ἔλθῃ  τὸ  σπέρμα ᾧ  ἐπήγγελται,  διαταγεὶς  δι'

ἀγγέλων  ἐν χειρὶ μεσίτου· καὶ ἐν τῷ· Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστὸν, ἵνα  ἐκ  πίστεως  δικαιωθῶμεν·  ἐλθού  σης  δὲ  τῆς  πίστεως  οὐκέτι  ὑπὸ παιδαγωγόν  ἐσμεν. πάντες  γὰρ υἱοὶ θεοῦ ἐστὲ διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ. σημαίνεται καὶ ἡ παρὰ Μωσεῖ ἀναγεγραμμένη ἱστορία ἀπὸ τῆς νόμος φωνῆς, ὡς ἀπὸ τῆς αὐτῆς ἐπιστολῆς ἔστι λαβεῖν ἐκ τοῦ· Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον  οὐκ  ἀκούετε;  γέγραπται  γὰρ  ὅτι  Ἀβραὰμ δύο  υἱοὺς  ἔσχεν,  ἕνα  ἐκ  τῆς παιδίσκης  καὶ  ἕνα  ἐκ τῆς  ἐλευθέρας.  ἀλλ' ὁ μὲν  ἐκ τῆς  παιδίσκης  κατὰ  σάρκα γεγέννηται,  ὁ δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας.  9.2 Οἶδα καὶ τοὺς ψαλμοὺς ὀνομαζομένους νόμον, ὡς δῆλον ἐκ τοῦ· Ἵνα πληρωθῇ ὁ λόγος ὁ ἐν τῷ νόμῳ αὐτῶν γεγραμμένος  ὅτι ἐμίσησάν με δωρεάν. ἀλλὰ  καὶ ἡ τοῦ Ἠσαΐου προφητεία  νόμος παρὰ τῷ ἀποστόλῳ λέγεται. φάσκοντι· Ἐν τῷ νόμῳ γέγραπται· ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ' οὕτως εἰσακούσονταί μου, λέγει κύριος. εὗρον γὰρ τὰ ἰσοδυναμοῦντα  τῇ λέξει ταύτῃ ἐν τῇ τοῦ Ἀκύλου ἑρμηνείᾳ κείμενα. λέγεται νόμος καὶ ἡ μυστικωτέρα καὶ θειοτέρα τοῦ νόμου ἐκδοχὴ, ὡς ἐν τῷ· Οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός  ἐστι. παρὰ δὲ πάντα ταῦτα λέγεται νόμος ὁ κατὰ τὰς κοινὰς ἐννοίας ἐνεσπαρμένος τῇ ψυχῇ καὶ, ὡς ὀνομάζει ἡ γραφὴ, ἐγγεγραμμένος τῇ καρδίᾳ λόγος, προσ τακτικὸς μὲν ὧν ποιητέον, ἀπαγορευτικὸς δὲ ὧν οὐ ποι ητέον. καὶ τοῦτο δὲ δηλοῦται ἐν τῷ· Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν, οὗτοι νόμον μὴ ἔχοντες  ἑαυτοῖς εἰσὶ νόμος· οἵτινες ἐνδείκνυνται  τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμ μαρτυρούσης αὐτῶν τῆς συνειδήσεως. ὁ γὰρ γραπτὸς ἐν ταῖς καρδίαις νόμος καὶ ἐν ἐθνικοῖς φύσει τὰ τοῦ νόμου ποιοῦσιν οὐκ ἄλλος ἐστὶ τοῦ κατὰ τὰς κοινὰς ἐννοίας φύσει ἐγγεγραμμένου τῷ ἡγεμονικῷ ἡμῶν, καὶ τρανωτέρου μετὰ τῆς συμπληρώσεως τοῦ λόγου  ὁσημέραι γινομένου.  τοῦτο  τὸ  σημαινόμενον  ἦν  τοῦ  νόμου  καὶ  ἐν  τῷ· Ἁμαρτία οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου· καὶ ἐν τῷ· Τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμου. πρὸ γὰρ τοῦ κατὰ Μωσέα νόμου ἐλλελόγηται  ἁμαρτία καὶ τῷ Κάιν καὶ τοῖς κατὰ τὸν  κατακλυσμὸν παθοῦσιν, ἔτι δὲ καὶ Σοδομίταις καὶ ἄλλοις  μυρίοις· πολλοί τε ἔγνωσαν τὴν ἁμαρτίαν καὶ πρὸ τοῦ Μωσέως νόμου. καὶ μὴ θαυμάσῃς εἰ δύο σημαινόμενα τοῦ ἑνὸς ὀνόματος τοῦ νόμου ἐν τῷ αὐτῷ παρείληπται τόπῳ· εὑρή σομεν γὰρ ταύτην τὴν συνήθειαν καὶ ἐν ἄλλαις γραφαῖς, οἷον· Οὐχ ὑμεῖς λέγετε ὅτι τετράμηνός  ἐστι  καὶ  ὁ  θερισμὸς  ἔρχεται;  ἐπάρατε  τοὺς  ὀφθαλμοὺς  ὑμῶν  καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη. δὶς γὰρ ὁ θερισμὸς ὀνομασθεὶς  κατὰ  μὲν  τὸ  πρότερον  ἐπὶ  τὸν  σω ματικὸν  ἀναφέρεται,  κατὰ  δὲ τὸ δεύτερον  ἐπὶ τὸν  πνευματι  κόν. τὸ δὲ ὅμοιον  εὑρήσεις καὶ ἐπὶ τοῦ ἀπὸ γενετῆς τυφλοῦ θεραπευθέντος· ᾧ ἐπιφέρει σωματικῶς γενομένῳ τό· Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον  ἦλθον,  ἵνα  οἱ  μὴ  βλέποντες  βλέπωσι  καὶ  οἱ  βλέποντες  τυφλοὶ γένωνται.  9.3 Οὕτω τοίνυν  καὶ νῦν χωρὶς μὲν νόμου τοῦ τῆς φύσε ως δικαιοσύνη θεοῦ  πεφανέρωται,  μαρτυρουμένη  δὲ  ὑπὸ  νόμου  Μωσέως καὶ  τῶν  προφητῶν. εἴποιμεν δ' ἂν πρὸς τοὺς ἔτι ὀκνοῦντας παραδέξασθαι τὸ διττὸν σημαινόμενον τοῦ νόμου,  ὅτι  εἴπερ  ὁ  αὐτὸς  νόμος  παρείληπται  ἔν  τε  τῷ·  Νυνὶ  δὲ  χωρὶς  νόμου δικαιοσύνη θεοῦ πεφανέρωται·  καὶ ἐν τῷ· Μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν· εἰ μὲν χωρὶς νόμου πεφανέρωται, οὐχ ὑπὸ νόμου μαρτυρεῖται· εἰ δὲ ὑπὸ τοῦ νόμου μαρτυρεῖται, οὐ χωρὶς νόμου πεφανέρωται.  τῇ τοίνυν  δικαιοσύνῃ τοῦ θεοῦ φανερουμένῃ ὑπὸ Ἰησοῦ Χριστοῦ μαρτυρεῖ οὐδαμῶς μὲν ὁ τῆς φύσεως νόμος· μικρότερος γάρ ἐστιν αὐτῆς· ὁ δὲ Μωσέως νόμος, οὐ τὸ γράμμα ἀλλὰ τὸ πνεῦμα, καὶ οἱ ἀνάλογον τῷ πνεύματι τοῦ νόμου προφῆται, καὶ ὁ ἐν αὐτοῖς πνευματικὸς λόγος. διὸ χρὴ ἐπιμελῶς τὸν ἀναγινώσκοντα τὴν θείαν γραφὴν τηρεῖν ὅτι οὐ πάντως ταῖς αὐταῖς λέξεσιν ἐπὶ τῶν αὐτῶν πραγμάτων χρῶνται αἱ γραφαί· τοῦτο δὲ ποιοῦσιν, ὁτὲ μὲν παρὰ τὴν  ὁμωνυμίαν,  ὁτὲ δὲ παρὰ τὴν  τροπολογίαν,  καὶ ἔσθ' ὅτε παρὰ τὴν σύμφρασιν ἀπαιτοῦσαν ἄλλως  τῇ λέξει χρήσασθαι ἐν τοῖσδέ τισιν ἢ ὡς κεῖται ἐν

ἑτέροις. καὶ τοῦτο ἐὰν ἐπιμελῶς παραφυλαττώμεθα, πολλῶν σφαλ μάτων ἀπαλλαττόμεθα  καὶ παρεκδοχῶν.  χρὴ οὖν  εἰδέναι  ὅτι  τό· Ἑώρακεν οὐκ ἐπὶ  τοῦ αὐτοῦ ἀεὶ κεῖται, ἀλλ' ὁτὲ μὲν  ἐπὶ τοῦ σωματικοῦ ὁρᾷν, ὁτὲ δὲ ἀντὶ  τοῦ νοεῖν. καθόλου γὰρ τοῦτο ἰστέον, ὅτι προκειμένου κρύψαι καὶ μὴ φανερῶς  ἐκθέσθαι τὰ νοήματα  τῆς  ἀληθείας  τῷ  ἐν  τοῖς  προφήταις  πνεύματι  καὶ  ἐν  τοῖς  ἀποστόλοις Χριστοῦ λόγῳ,  πολλαχοῦ  καὶ ὑπὸ τῆς  φράσεως  συγχεῖται  καὶ οὐχ  ὡς  ὑπὸ  μίαν λέγεται  ἀκολουθίαν· ἵνα  μὴ καὶ ἀνάξιοι  εἰς κρίμα τῆς ἑαυτῶν  ψυχῆς  εὕρωσι τὰ συμφερόντως αὐτοῖς ἀποκε κρυμμένα. καὶ τοῦτο πολλαχοῦ  αἴτιόν ἐστι τοῦ δοκεῖν μὴ ἔχειν σύνταξιν μηδὲ ἀκολουθίαν τὴν ὅλην γραφήν· καὶ μάλιστα, ὡς προείπομεν, τὴν  προφητικὴν  καὶ τὴν  ἀπο στολικήν·  καὶ μάλιστα  τῆς  ἀποστολικῆς  τὴν  πρὸς Ῥωμαίους ἐπιστολὴν, ἐν ᾗ τὰ περὶ νόμου διαφόρως ὀνομάζεται, καὶ ἐπὶ διαφόρων πραγμάτων  κείμενα·  ὥστε  δοκεῖν  ὅτι  οὐκ  ἔχεται  ὁ  Παῦλος  ἐν  τῇ  γραφῇ  τῆς ἐπιστολῆς  τοῦ  προ  κειμένου  αὐτῷ  σκοποῦ. 10.1n Περὶ τῶν  ἐν  τῇ  θείᾳ  γραφῇ δοκούντων ἔχειν τι λίθου προ κόμματο , ἢ πέτρα   κανδάλου. ἐν τῇ λθʹ ὁμιλίᾳ τῶν εἰ τὸν Ἱερεμίαν, εἰ  τό· Οὐκ ἠδύνατο κύριο  φέρειν ἀπὸ προ ώπου πονηρία  ὑμῶν. Ἐάν ποτε ἀναγινώσκων  τὴν γραφὴν προσκόψῃς νοήματι ὄντι καλῷ λίθῳ προσκόμματος καὶ  πέτρᾳ  σκανδά λου,  αἰτιῶ  σαυτόν· μὴ ἀπελπίσῃς  γὰρ  τὸν  λίθον  τοῦτον  τοῦ προσκόμματος καὶ τὴν πέτραν τοῦ σκανδάλου ἔχειν νοή ματα, ὥστ' ἂν γενέσθαι τὸ εἰρημένον· Καὶ ὁ πιστεύων οὐ καταισχυνθήσεται. πίστευσον πρῶτον, καὶ εὑρήσεις ὑπὸ τὸ νομιζόμενον σκάνδαλον πολλὴν ὠφέλειαν ἁγίαν. εἰ γὰρ ἡμεῖς ἐντολὴν ἐλάβομεν μὴ λέγειν ῥῆμα ἀργὸν, ὡς δώσοντες περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως, καὶ ὅση δύναμις φιλοτιμούμεθα  πᾶν ῥῆμα τὸ ἐξιὸν ἐκ τοῦ στόματος ἡμῶν ποιεῖν ἐργάζεσθαι καὶ ἐν ἡμῖν τοῖς λέγουσι καὶ ἐν τοῖς ἀκούουσι· τί χρὴ νοεῖν  περὶ τῶν προφητῶν, ἢ ὅτι πᾶν ῥῆμα λαληθὲν διὰ τοῦ στόματος αὐτῶν ἐργατικὸν ἦν; καὶ οὐ θαυμαστὸν εἰ πᾶν τὸ ῥῆμα τὸ λαλούμενον  ὑπὸ τῶν προφητῶν  εἰργάζετο ἔργον τὸ πρέπον ῥήματι. ἀλλὰ γὰρ οἶμαι ὅτι καὶ πᾶν θαυμάσιον γράμμα τὸ γεγραμμένον  ἐν τοῖς λογίοις τοῦ θεοῦ ἐργάζεται. καὶ οὐκ ἔστιν ἰῶτα ἓν ἢ μία κεραία γεγραμμένη ἐν τῇ γραφῇ ἥτις τοῖς ἐπιστα μένοις χρῆσθαι τῇ δυνάμει τῶν γραμμάτων οὐκ ἐργάζεται τὸ ἑαυτῆς ἔργον. 10.2 Ὥσπερ δὲ ἐπὶ τῶν βοτανῶν ἑκάστη μὲν ἔχει δύναμιν εἴτε εἰς τὴν ὑγίειαν τῶν σωμάτων εἴτε εἰς ὅτι δήποτε, οὐ πάντων δέ ἐστιν ἐπίστασθαι εἰς ὃ ἑκάστη τῶν βοτανῶν  ἐστὶ χρήσιμος, ἀλλ' εἴ τινες ἐπιστήμην εἰλή φασιν, οὗτοι οἱ περὶ τὰς βοτάνας διατρίβοντες ἵνα εἴδωσι καὶ πότε παραλαμβανομένη καὶ ποῦ τῶν σωμάτων ἐπιτι θεμένη καὶ τίνα τρόπον σκευαζομένη ὀνίνησι τὸν χρώμενον· οὕτως οἱονεὶ βοτανικός τις πνευματικός ἐστιν ὁ ἅγιος, ἀναλεγόμενος ἀπὸ τῶν ἱερῶν γραμμάτων  ἕκαστον  ἰῶτα  καὶ  ἕκαστον  τὸ  τυχὸν  στοιχεῖον,  καὶ  εὑρίσκων  τὴν δύναμιν  τοῦ γράμματος, καὶ εἰς ὅτι  ἐστὶ χρήσιμον, καὶ ὅτι  οὐδὲν  παρέλκει  τῶν γεγραμμένων. εἰ δὲ βούλει καὶ δευτέρου ἀκοῦσαι εἰς τοῦτο παραδείγματος, ἕκαστον μέλος τοῦ σώματος ἡμῶν ἐπί τινι ἔργῳ ὑπὸ τοῦ τεχνίτου θεοῦ γε γένηται· ἀλλ' οὐ πάντων  ἐστὶν εἰδέναι τίς ἡ ἑκάστου τῶν μελῶν  μέχρι τῶν τυχόντων  δύναμις καὶ χρεία. οἱ γὰρ περὶ τὰς ἀνατομὰς πραγματευσάμενοι τῶν  ἰατρῶν  δύνανται  λέγειν ἕκαστον καὶ τὸ ἐλάχιστον μόριον εἰς τί χρήσιμον ὑπὸ τῆς προνοίας γεγένηται. νόει μοι τοίνυν καὶ τὰς γραφὰς τοῦτον τὸν τρόπον πάσας βοτάνας, ἢ ἓν τέλειον λόγου σῶμα· εἰ δὲ σὺ μήτε βοτανικὸς εἶ τῶν γραφῶν μήτε ἀνατομεὺς εἶ τῶν προφητικῶν λόγων, μὴ νόμιζε παρέλκειν τι τῶν γεγραμμένων, ἀλλὰ σαυτὸν μᾶλλον ἢ τὰ ἱερὰ γράμματα  αἰτιῶ,  ὅτε  μὴ εὑρίσκεις τὸν  λόγον  τῶν  γεγραμ  μένων.  τοῦτό  μοι  τὸ προοίμιον εἴρηται καθολικῶς χρή σιμον εἶναι δυνάμενον εἰς ὅλην τὴν γραφήν, ἵνα προτραπῶ  σιν  οἱ  θέλοντες   προσέχειν   τῇ  ἀναγνώσει   μηδὲν   παραπέμ  πεσθαι ἀνεξέταστον καὶ ἀνεξερεύνητον γράμμα. 11.1nὍτι χρὴ πά η τῆ  θεοπνεύ  του γραφῆ τὸ  τρό  φιμον  διώκειν,  καὶ  τὰ  ὑπὸ  τῶν  αἱρετικῶν  ταρα όμενα  ῥητὰ  δυ φήμοι ἐπαπορή ε ι μὴ ἀποτρέπε θαι μηδὲ ὑπερηφανεῖν, ἀλλὰ καὶ αὐτῶν μεταλαμβάνειν τῆ

ἐν ἀπι τίᾳ ταραχῆ  ἐκτό . ἐκ τοῦ κʹ τόμου τῶν εἰ  τὸν Ἰεζεχιήλ. "Τάδε λέγει κύριο κύριο · ἰδοὺ ἐγὼ ἀνακρινῶ ἀνὰ μέ ον προβάτου καὶ προβάτου, κριῶν καὶ τράγων. καὶ οὐχ ἱκανὸν ὑμῖν ὅτι τὴν καλὴν νομὴν ἐνέμε θε, καὶ τὰ κατάλοιπα τῆ  νομῆ  ὑμῶν κατεπατεῖτε τοῖ  πο ὶν ὑμῶν; καὶ τὸ καθε τηκὸ ὕδωρ ἐπίνετε, καὶ τὸ λοιπὸν τοῖ  πο ὶν ὑμῶν ἐταρά ετε; καὶ τὰ πρόβατά μου τὰ πατήματα τῶν ποδῶν ὑμῶν ἐνέμοντο, καὶ τὸ τεταραγ μένον  ὕδωρ ὑπὸ τῶν  ποδῶν  ὑμῶν  ἔπινον."  Μετὰ τὸ παρα τῆ αι  περὶ προβάτων κριῶν, καὶ περὶ προβάτων αἰγῶν, καὶ ὅτι   ύνηθε  τῇ γραφῇ τὸ πρόβατον καὶ ἐπὶ τοῦ γένου  τῶν αἰγῶν ἔ θ' ὅτε τά   ειν, ἐπιφέρει· Τί οὖν ἐστὶν ὃ καὶ ἐν τούτοις αἰνίσσεται, φέρε κατὰ δύναμιν ἐξετάσωμεν. πᾶσα μὲν, οἶμαι, καλὴ νομὴ καὶ πᾶν τὸ καθεστηκὸς ὕδωρ τὰ ὅλα λόγιά ἐστι τῶν ἱερῶν γραμ μάτων. εἶτ' ἐπείτινές τινα μὲν τῶν  γεγραμμένων   ἐγκρίνουσιν  ὡς  ὠφέλιμα,   τινὰ  δὲ  ἀποδοκιμάζουσιν  ὡς  οὐ σωτήρια, οὗτοι ἂν εἶεν οἱ μετὰ τὸ νενεμῆσθαι τὴν καλὴν ὧν ἐξελέξαντο νο μὴν, καὶ πεπωκέναι τὸ καθεστηκὸς οὗ ἔκριναν εἶναι βελτίονος ὕδατος, τὸ λοιπὸν τῆς νομῆς καταπατοῦντες,  καὶ τὸ λοιπὸν  ὕδωρ τοῖς ποσὶν  ἑαυτῶν  ταράσσοντες. τοιοῦτοι δή εἰσιν οἵ τε τὴν μὲν καινὴν ἐγκρίνοντες, τὴν δὲ παλαιὰν ἀποδοκιμά ζοντες διαθήκην· καὶ οἱ τῶν παλαιῶν γραμμάτων τὰ μὲν ἀπὸ θειοτέρας λέγοντες εἶναι δυνάμεως καὶ τῆς ἀνωτάτω, τὰ δὲ ἀπὸ ὑποδεεστέρας. πρόβατα δὲ ἴδια ἀναγορεύει ὁ ποιμὴν τοὺς μὴ ὑπερηφανοῦντας   τὰ  πατήματα  τῶν  ποδῶν  ἐκείνων,  καὶ  μὴ  ἐξουθενοῦντας   τὸ τεταραγμένον  ὕδωρ ὑπὸ τῶν  ποδῶν  τῶν  ψεκτῶν  προβάτων, καὶ τάχα προβάτων τράγων καὶ ἐρίφων· οὐ γὰρ ἠθέλησαν εἶναι πρόβατα κριῶν ἄξια τῶν δεξιῶν. 11.2
Ἡμεῖς  οὖν,  οἱ  εὐχόμενοι   εἶναι  πρόβατα  τοῦ  ποι  μένος,  μηδέποτε  φεύγωμεν νεμηθῆναι  καὶ τὰ αὐτόθεν ὅσον ἐπὶ τῷ ῥητῷ ἀπεμφαίνοντα  τῶν γραφῶν, καὶ διὰ
τὴν  ἀπέμ φασιν  τῆς λέξεως  πατούμενα  ὑπὸ τῶν  μὴ δυναμένων  μηδὲ θελόντων χρῆσθαι πάσῃ τῇ νομῇ. ἀλλὰ κἂν ᾖ τι ὕδωρ ὑπὸ τῶν ποδῶν ἐκείνων τεταραγμένον, ἀναμιξάντων  τῷ καθαρῷ λόγῳ τῆς γραφῆς δυσφήμους ἐπαπορήσεις, μὴ ἀποτρεπώ
μεθα, δι' ἣν πεποιήκασι τῷ λόγῳ  ταραχὴν, πίνειν  καὶ τὸ ὑπὸ τῶν  ποδῶν  αὐτῶν τεταραγμένον. καὶ τήρει γε ἐπιμελῶς, ὅτι πρὸς τοὺς ταράξαντας τὸ ὕδωρ καὶ πατήσαντας  τὴν  νομὴν  λέγεται  ὡς  περὶ  κρειττόνων·  Καὶ τὰ  πρόβατά  μου  τὰ
πατήματα τῶν ποδῶν ὑμῶν ἐνέμοντο, καὶ τὸ τεταρα γμένον ὕδωρ ὑπὸ τῶν ποδῶν ὑμῶν  ἔπινον.  ἀλλὰ  καὶ μηδεπώποτε  νομὴν  προφητικὴν  ἡμεῖς  πατήσωμεν,  μηδὲ ὕδωρ νομικὸν ταράξωμεν· ἁμαρτανόντων δέ τινων καὶ περὶ τὴν εὐαγγελικὴν νομὴν
καὶ τὸ ἀποστολικὸν ὕδωρ, ὥστε τῶν εὐαγγελικῶν  τινὰ μὲν πατεῖν τινὰ δὲ ὡς καλὴν νέμεσθαι νομὴν, καὶ τῶν ἀποστολικῶν  ἢ πάντα ἀποκρίνειν, ἤ τινα μὲν ἐγκρίνειν τινὰ  δὲ ἀποκρίνειν·  ἡμεῖς  καὶ  τὰ  ὅλα  εὐαγ  γέλια  νεμηθῶμεν  καὶ  μηδὲν  αὐτῶν
πατήσωμεν, καὶ πάντα τὰ ἀποστολικὰ πίνοντες, τὸ ὅσον ἐφ' ἡμῖν καθεστηκὸς ὕδωρ,
αὐτὰ τηρήσωμεν, καὶ μηδὲν τῶν  ἐν αὐτοῖς ἀπιστίᾳ ταρασσούσῃ τοὺς οὐκ εἰδότας συνιέναι τῶν λεγομένων ταράξωμεν. 12.1n Πρὸ τὸ μὴ ἐκκακεῖν ἐν τῇ ἀναγνώ  ει τῆ θεία  γραφῆ  τὸν μὴ  υνιέντα τὸ  κοτεινὸν τῶν ἐν αὐτῇ αἰνιγμάτων  καὶ παραβολῶν. ἀπὸ τῆ  κʹ ὁμιλία  τῆ  εἰ  τὸν  Ἰη οῦν  τὸν  Ναυῆ. Ἡ μὲν  ἄκρα ὠφέλεια  ἀπὸ τῶν τοιούτων ἀναγνωσμά των τῷ δυναμένῳ νοῆσαι τὴν ἀληθῆ κληροδοσίαν ἀπὸ Ἰησοῦ μεριζομένην τοῖς υἱοῖς Ἰσραὴλ γίνεται, καὶ τῷ οἵῳ τε γενο μένῳ ἀναβῆναι ἐπὶ τὴν γῆν τὴν ἁγίαν, τὴν ἀληθινὴν,  τὴν ὄντως ἀγαθὴν, καὶ ἐφαρμόσαι ἐκ τῆς ὀνομασίας τῶν εἰρη μένων τῇ διαφορᾷ τῶν κληρονομούντων  τὰ κατὰ τοὺς τόπους λεγόμενα. ἐπεὶ     δὲ     δύσκολόν     ἐστιν     εὑρεῖν     τὸν     οὕτως     ὠφελού     μενον,     βουλόμεθα παραμυθήσασθαι τοὺς  ἀκούοντας  μὴ  ἐκ κακεῖν  ἐπὶ  ταῖς  ἀναγνώσεσι.  τίς  οὖν  ἡ παραμυθία ὑπὲρ τοῦ μὴ ἐκκακεῖν  τὸν  ἀκούοντα  τῶν  τοιούτων  ἀναγνωσμά  των, λεκτέον.  ὥσπερ τοίνυν  αἱ ἐπῳδαὶ  δύναμίν  τινα  ἔχουσι φυσικὴν,  καὶ μὴ νοῶν  ὁ κατεπᾳδόμενος  λαμβάνει  τι  ἐκ τῆς  ἐπῳδῆς,  κατὰ  τὴν  φύσιν  τῶν  φθόγγων  τῆς ἐπῳδῆς, εἴτε εἰς βλάβην εἴτε εἰς ἴασιν σώματος ἢ ψυχῆς ἑαυτοῦ· οὕτω μοι νόει πάσης ἐπῳδῆς δυνατωτέραν  εἶναι τὴν ὀνομασίαν τῶν ἐν ταῖς θείαις γραφαῖς ὀνομάτων.

εἰσὶ γάρ τινες δυνάμεις ἐν ἡμῖν, ὧν αἱ μὲν κρείττονες διὰ τούτων τῶν οἱονεὶ ἐπῳδῶν τρέφονται  συγγενεῖς  οὖσαι αὐταῖς, καὶ ἡμῶν  μὴ νοούντων  ἐκείνας  τὰς δυνάμεις νοούσας τὰ λεγόμενα δυνατωτέρας ἐν ἡμῖν γίνεσθαι πρὸς τὸ συνεργεῖν τῷ ἡμετέρῳ βίῳ. ὅτι γὰρ ἔστι τινὰ ἐν ἡμῖν ἀόρατα, καὶ πολλά γε ταῦτα, δηλώσει ὁ εἰπὼν ψαλμός· Εὐλόγει ἡ ψυχή μου τὸν κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. ἔστιν οὖν  πλῆθός  τι ἐν ἡμῖν  δυνάμεων  κεκληρωμένων  ἡμῶν  τὰς ψυχὰς  καὶ τὰ σώματα· αἵτινες,  ἐὰν ὦσιν ἅγιαι, τῆς γραφῆς ἀναγινωσκο  μένης ὠφελοῦνται  καὶ γίνονται  ἰσχυρότεραι, κἂν ὁ νοῦς ἡμῶν ἄκαρπος ᾖ· ὡς γέγραπται περὶ τοῦ γλώσσῃ λαλοῦντος, ὅτι Τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστι. νόει οὖν μοι ὅτι ποτὲ τοῦ ἐν ἡμῖν νοῦ ἀκάρπου ὄντος αἱ δυνάμεις αἱ συνεργοῦσαι τῇ ψυχῇ καὶ τῷ νῷ  καὶ πᾶσιν ἡμῖν  τρέφονται  λογικῇ  τῇ ἀπὸ τῶν  ἱερῶν  γραμμάτων  καὶ τῶν ὀνομάτων τούτων τροφῇ, καὶ τρεφόμεναι δυνατώτεραι γίνονται πρὸς τὸ ἡμῖν συνεργεῖν· ὥσπερ δὲ αἱ κρείττους δυνάμεις οἱονεὶ κατεπᾴδονται  καὶ ὠφελοῦνται, καὶ γίνονται  δυνατώτεραι  ἀπὸ τῶν τοιούτων  γραμμάτων καὶ ὀνομάτων, οὕτως αἱ ἀντικείμεναι  δυνάμεις τῶν ἐν ἡμῖν οἱονεὶ καθέλ κονται καὶ νικῶνται  ἀπὸ τῶν τοῦ θεοῦ ἐπῳδῶν, καὶ νικώ μεναι κοιμίζονται. 12.2 Καὶ εἴ ποτέ τις ὑμῶν ἑώρακεν ἀπὸ ἐπῳδῶν ἀσπίδα κοιμιζομένην, ἢ ἄλλο τι τούτων τῶν ἰοβόλων, ἐκεῖνο τὸ παράδειγμα λαβέτω εἰς τὴν γραφήν· ἧς ἀναγινωσκομένης  καὶ μὴ νοουμένης, ἐνίοτε ἀκηδιᾷ καὶ ἐκκακεῖ ὁ ἀκροατής· καὶ πιστευέτω ὅτι αἱ ἐν αὐτῷ ἀσπίδες καὶ αἱ ἐν αὐτῷ ἔχιδναι ἀτονώτεραι  γίνονται  ἀπὸ τῶν  φαρμάκων  τῶν  φαρμακευόντων,  οἷον παρὰ σοφοῦ Μωσῆ, παρὰ σοφοῦ Ἰησοῦ, παρὰ σοφῶν τῶν ἁγίων προφητῶν. μὴ ἐκκακῶμεν οὖν ἀκούοντες γρα φῶν, ἃς οὐ νοοῦμεν· ἀλλὰ γενηθήτω ἡμῖν κατὰ τὴν πίστιν ἡμῶν, ἣν καὶ πιστεύομεν, ὅτι πᾶσα γραφὴ θεόπνευστος οὖσα ὠφέλιμός ἐστι. τὸ γὰρ ἓν τῶν δύο δεῖ σε παραδέξασθαι ἐπὶ τούτων τῶν γραφῶν, ἢ ὅτι οὔκ εἰσι θεόπνευστοι ἐπεὶ οὔκ εἰσιν ὠφέλιμοι, ὡς ὑπολαμβάνοι ἂν ὁ ἄπιστος· ἢ, ὡς πιστὸς, παραδέξασθαι ὅτι ἐπεί εἰσιν θεόπνευστοι  ὠφέλιμοί  εἰσιν. ἰστέον μέντοι  γε ὅτι καὶ ἀνεπαισθήτως  ἡμῶν πολλάκις  γίνεται  ἡ ὠφέλεια,  οἷον  πολλάκις  τροφήν  τινα  διατασ σόμεθα ἐσθίειν ὀξυδερκικὴν,  καὶ  οὐ  δήπου  ἐν  τῷ  ἐσθίειν  αἰσθανόμεθα  ὅτι  ὠφελούμεθα   τὸν ὀφθαλμὸν, ἀλλ' ἡμέρας διαγενομένης  δευτέρας καὶ τρίτης, ἡ ἀνάδοσις τῆς τροφῆς τῆς ὠφελούσης τὸν ὀφθαλμὸν  ποιεῖ ἡμᾶς τῇ πείρᾳ πι στεῦσαι, ὅτι τὸν ὀφθαλμὸν ὠφελήμεθα. ἀλλὰ καὶ ἐπ' ἄλλων τροφῶν ὠφελουσῶν τινὰ μέλη τοῦ σώματος τοῦτο ἔστιν ἰδεῖν. οὕτω τοίνυν  πίστευε καὶ περὶ τῆς θείας γραφῆς, ὅτι ὠφελεῖταί  σου ἡ ψυχὴ, κἂν μὴ ὁ νοῦς τὸν καρπὸν λαμβάνῃ τῆς ὠφελείας τῆς ἀπὸ τῶν γραμμάτων, ἐκ μόνης  ψιλῆς  τῆς  ἀναγνώσεως.  τὰ γὰρ ἐν  ἡμῖν  ἐπᾴδεται,  καὶ τὰ μὲν  κρείτ τονα τρέφεται τὰ δὲ χείρονα καταργεῖται. 13.1nΠότε καὶ τί ι τὰ ἀπὸ φιλο  οφία μαθήματα χρή  ιμα εἰ τὴν τῶν ἱερῶν γραφῶν διήγη  ιν, μετὰ γραφικῆ  μαρτυρία . Χαῖρε ἐν θεῷ, κύριέ μου σπουδαιότατε καὶ αἰδε σιμώτατε υἱὲ Γρηγόριε, παρὰ  Ὠριγένους.  ἡ εἰς σύνεσιν, ὡς οἶσθα, εὐφυΐα ἔργον φέρειν δύναται ἄσκησιν προσλα βοῦσα, ἄγον ἐπὶ τὸ κατὰ τὸ ἐνδεχόμενον, ἵν' οὕτως ὀνομά σω, τέλος ἐκείνου, ὅπερ ἀσκεῖν τις βούλεται. δύναται  οὖν ἡ εὐφυΐα σου Ῥωμαίων  σε νομικὸν  ποιῆσαι  τέλειον,  καὶ Ἑλληνικόν τινα  φιλόσοφον  τῶν  νομιζομένων  ἐλλογίμων  αἱρέσεων.  ἀλλ'  ἐγὼ  τῇ  πάσῃ τῆς εὐφυΐας δυνάμει σου ἐβουλόμην καταχρήσασθαί σε, τελικῶς μὲν εἰς χριστιανι σμὸν, ποιητικῶς  δέ. διὰ τοῦτ'  ἂν ηὐξάμην παραλαβεῖν  σε καὶ  φιλοσοφίας  Ἑλλήνων  τὰ οἱονεὶ εἰς χριστιανισμὸν δυνά μενα γενέσθαι ἐγκύκλια μαθήματα ἢ προπαιδεύματα, καὶ τὰ ἀπὸ γεωμετρίας καὶ ἀστρονομίας χρήσιμα ἐσόμενα εἰς τὴν τῶν ἱερῶν γραφῶν διήγησιν·  ἵν',   ὅπερ  φασὶ  φιλοσό  φων   παῖδες   περὶ  γεωμετρίας  καὶ  μουσικῆς, γραμματικῆς  τε καὶ ῥητορικῆς καὶ  ἀστρονομίας, ὡς συνερίθων  φιλοσοφίᾳ,  τοῦθ' ἡμεῖς εἴπωμεν καὶ περὶ αὐτῆς φιλοσοφίας πρὸς χριστιανισμόν. 13.2 Καὶ τάχα τοιοῦτό τι αἰνίσσεται τὸ ἐν Ἐξόδῳ γεγραμμένον ἐκ προσώπου τοῦ θεοῦ, ἵνα λεχθῇ τοῖς υἱοῖς Ἰσραὴλ αἰτεῖν παρὰ γειτόνων καὶ συσκήνων σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμόν·

ἵνα σκυλεύσαντες τοὺς Αἰγυπ τίους εὕρωσιν ὕλην πρὸς τὴν κατασκευὴν τῶν παραλαμβα νομένων  εἰς τὴν  πρὸς θεὸν  λατρείαν.  ἐκ γὰρ ὧν  ἐσκύλευ σαν τοὺς Αἰγυπτίους οἱ υἱοὶ Ἰσραὴλ, τὰ ἐν τοῖς ἁγίοις τῶν ἁγίων κατεσκεύασται, ἡ κιβωτὸς μετὰ τοῦ ἐπιθέματος καὶ τὰ χερουβὶμ καὶ τὸ ἱλαστήριον καὶ ἡ χρυσῆ στάμνος ἐν ᾗ ἀπέκειτο τὸ μάννα τῶν ἀγγέλων  ὁ ἄρτος. ταῦτα μὲν οὖν ἀπὸ τοῦ καλλίστου τῶν Αἰγυπτίων εἰκὸς γεγονέναι χρυσοῦ· ἀπὸ δὲ δευτέρου τινὸς παρ' ἐκεῖνον ἡ στερεὰ δι' ὅλου χρυσῆ λυχνία, πλησίον τοῦ ἐσωτέρου καταπετάσματος, καὶ οἱ ἐπ' αὐτῆς λύχνοι, καὶ ἡ χρυσῆ τράπεζα ἐφ' ἧς ἦσαν οἱ ἄρτοι τῆς προθέσεως, καὶ μεταξὺ ἀμφοτέρων τὸ χρυσοῦν θυμια τήριον. εἰ δέ τις ἦν τρίτος καὶ τέταρτος χρυσὸς, ἐξ ἐκείνου κατεσκευάζετο τὰ σκεύη τὰ ἅγια. καὶ ἀπὸ ἀργύρου δὲ Αἰγυπτίου ἄλλα ἐγίνετο· ἐν Αἰγύπτῳ   γὰρ   παροικοῦντες   οἱ   υἱοὶ   Ἰσραὴλ   τοῦτο   ἀπὸ   τῆς   ἐκεῖ   παροικίας κεκερδήκασι, τὸ εὐπορῆσαι τοσαύτης ὕλης  τιμίας  εἰς τὰ χρήσιμα τῇ λατρείᾳ τοῦ θεοῦ. ἀπὸ δὲ Αἰγυπτίων ἱματισμοῦ εἰκὸς γεγονέναι ὅσα ἐδεήθη ἔργων, ὡς ὠνόμασεν ἡ γραφὴ, ῥαφιδευτῶν,  συρραπτῶν, τῶν  ῥαφιδευτῶν  μετὰ σοφίας θεοῦ, τὰ τοιάδε ἱμάτια τοῖς τοιοισδὶ, ἵνα γένηται τὰ καταπετάσματα, καὶ αἱ αὐλαῖαι αἱ ἐξωτέρω καὶ ἐσωτέρω. 13.3 Καὶ τί με δεῖ ἀκαίρως παρεκβαίνοντα κατα σκευάζειν εἰς ὅσα χρήσιμά ἐστι τοῖς υἱοῖς Ἰσραὴλ τὰ ἀπὸ Αἰγύπτου παραλαμβανόμενα, οἷς Αἰγύπτιοι μὲν οὐκ εἰς δέον ἐχρῶντο, Ἑβραῖοι δὲ διὰ τὴν τοῦ θεοῦ σοφίαν εἰς θεο σέβειαν ἐχρήσαντο; οἶδεν μέντοι ἡ θεία γραφή τισι πρὸς κακοῦ γεγονέναι τὸ ἀπὸ τῆς γῆς τῶν υἱῶν Ἰσραὴλ εἰς Αἴ γυπτον καταβεβηκέναι· αἰνισσομένη ὅτι τισὶ πρὸς κακοῦ γίνεται  τὸ παροικῆσαι τοῖς Αἰγυπτίοις, τουτέστι τοῖς τοῦ κόσμου μαθήμασι, μετὰ τὸ ἐντραφῆναι  τῷ νόμῳ τοῦ θεοῦ καὶ τῇ Ἰσραηλιτικῇ εἰς αὐτὸν θεραπείᾳ. Ἄδερ γοῦν ὁ Ἰδουμαῖος, ὅσον μὲν ἐν τῇ γῇ τοῦ Ἰσραὴλ ἦν, μὴ γευόμενος τῶν Αἰγυπτίων ἄρτων, εἴδωλα οὐ κατεσκεύαζεν· ὅτε  δὲ  ἀποδρὰς  τὸν  σοφὸν  Σολομῶντα  κατέβη  εἰς  Αἴγυπτον,  ὡς ἀποδρὰς ἀπὸ τῆς τοῦ θεοῦ σοφίας, συγγενὴς γέγονε τῷ Φαραὼ, γήμας τὴν ἀδελφὴν τῆς  γυναικὸς  αὐτοῦ,  καὶ  τεκνο  ποιῶν  τὸν  τρεφόμενον  μεταξὺ  τῶν  παίδων  τοῦ Φαραώ. διόπερ, εἰ καὶ ἐπανελήλυθεν  εἰς τὴν γῆν Ἰσραὴλ, ἐπὶ τῷ διασχίσαι τὸν λαὸν τοῦ θεοῦ ἐπανελήλυθε, καὶ ποιῆσαι αὐτοὺς εἰπεῖν ἐπὶ τῇ χρυσῇ δαμάλει· Οὗτοί εἰσιν οἱ θεοί σου, Ἰσραὴλ, οἱ ἀναγαγόντες  σε ἐκ γῆς Αἰγύπτου. κἀγὼ δὲ τῇ πείρᾳ μαθὼν εἴποιμ' ἄν σοι, ὅτι σπάνιος μὲν  ὁ τὰ χρήσιμα τῆς Αἰγύπτου λαβὼν  καὶ ἐξελθὼν ταύτης καὶ κατασκευάσας τὰ πρὸς τὴν λατρείαν τοῦ θεοῦ· πολὺς δὲ ὁ τοῦ Ἰδουμαίου Ἄδερ  ἀδελφός.  οὗτοι  δέ  εἰσιν  οἱ  ἀπό  τινος   Ἑλληνικῆς   ἐντρεχείας   αἱρετικὰ γεννήσαντες  νοήματα, καὶ οἱονεὶ δαμάλεις χρυσᾶς κατασκευάσαντες ἐν Βαιθὴλ, ὃ ἑρμηνεύεται οἶκος θεοῦ. δοκεῖ δέ μοι καὶ διὰ τούτων ὁ λόγος αἰνίσσεσθαι, ὅτι τὰ ἴδια ἀναπλάσματα ἀνέθηκαν  ταῖς γραφαῖς, ἐν αἷς οἰκεῖ λόγος θεοῦ, τροπικῶς  Βαιθὴλ καλουμέναις. τὸ δ' ἄλλο ἀνάπλασμα ἐν ∆άν φησιν ὁ λόγος ἀνατεθεῖσθαι. τοῦ δὲ ∆ὰν τὰ ὅρια τελευταῖά ἐστι, καὶ ἐγγὺς τῶν ἐθνικῶν ὁρίων· ὡς δῆλον ἐκ τῶν ἀναγεγραμ μένων   ἐν   τῷ   τοῦ  Ναυῆ  Ἰησοῦ.  ἐγγὺς   οὖν   εἰσὶν  ἐθνικῶν   ὁρίων   τινὰ   τῶν ἀναπλασμάτων, ἅπερ ἀνέπλασαν οἱ τοῦ Ἄδερ, ὡς ἀποδεδώκαμεν, ἀδελφοί. 13.4 Σὺ οὖν,  κύριε υἱὲ, προηγουμένως  πρόσεχε τῇ  τῶν  θείων  γραφῶν  ἀναγνώσει·  ἀλλὰ πρόσεχε. πολλῆς γὰρ προσοχῆς ἀναγινώσκοντες  τὰ θεῖα δεόμεθα· ἵνα μὴ προ πετέστερον  εἴπωμέν  τινα  ἢ νοήσωμεν  περὶ αὐτῶν.  καὶ προσέχων  τῇ τῶν  θείων ἀναγνώσει  μετὰ πιστῆς  καὶ  θεῷ  ἀρεσκούσης προλήψεως,  κροῦε τὰ κεκλεισμένα αὐτῆς  καὶ ἀνοιγήσεταί  σοι ὑπὸ τοῦ θυρωροῦ, περὶ οὗ εἶπεν  ὁ Ἰησοῦς· Τούτῳ ὁ θυρωρὸς ἀνοίγει. καὶ προσέχων τῇ θείᾳ ἀναγνώ  σει ὀρθῶς ζήτει καὶ μετὰ πίστεως τῆς εἰς θεὸν ἀκλινοῦς τὸν κεκρυμμένον τοῖς πολλοῖς νοῦν τῶν θείων γραμμάτων. μὴ ἀρκοῦ δὲ τῷ κρούειν καὶ ζητεῖν· ἀναγκαιοτάτη γὰρ καὶ ἡ περὶ τοῦ νοεῖν τὰ θεῖα εὐχή· ἐφ' ἣν προτρέπων ὁ σωτὴρ οὐ μόνον εἶπε τό· Κρούετε καὶ ἀνοιγήσεται ὑμῖν· καὶ τό· Ζητεῖτε καὶ εὑρήσετε· ἀλλὰ καὶ τό· Αἰτεῖτε καὶ δοθήσεται ὑμῖν. ταῦτα ἀπὸ τῆς πρός σε ἐμοῦ πατρικῆς ἀγάπης τετόλμηται· εἰ δ' εὖ ἔχει τὰ τετολμημένα ἢ μὴ, θεὸς

ἂν εἰδείη καὶ ὁ χριστὸς αὐτοῦ καὶ ὁ μετέχων πνεύματος θεοῦ καὶ πνεύματος χριστοῦ. μετέχοις δὲ σὺ, καὶ ἀεὶ αὔξοις τὴν μετοχὴν, ἵνα λέγῃς οὐ μόνον τό· Μέτοχοι τοῦ χριστοῦ γεγό ναμεν, ἀλλὰ καί· Μέτοχοι τοῦ θεοῦ γεγόναμεν. 14.1nὍτι τοῖ  θέλου  ι μὴ  φάλλε  θαι περὶ τὴν ἀλήθειαν ἐν τῷ νοεῖν τὰ  θεία  γραφὰ  ἀναγκαιότατά ἐ τι τὰ ἁρμόζοντα  εἰ   τὴν  χρῆ ιν  εἰδέναι  λογικὰ,  ὧν  ἄνευ  ἀκριβεία    ημαινομένων  οὐ δύναται ὃν δεῖ τρόπον παρί τα θαι. γʹ τόμο  τῶν εἰ  τὴν Γένε ιν. Καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτὸς, καὶ τοὺς ἀστέρας·  καὶ ἔθετο αὐτοὺς ὁ θεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτός. ζητητέον δὲ εἰ ταὐτόν ἐστι τό· εἰς ἀρχὰς τῆς ἡμέρας τῷ· καὶ ἄρχειν τῆς ἡμέρας· καὶ τό· εἰς ἀρχὰς τῆς νυκτός τῷ ἀπὸ κοινοῦ ἂν νοηθέντι· καὶ ἄρχειν τῆς νυκτός. καὶ ὁ Ἀκύλας γὰρ τὸ ἀνάλογον ἐτήρησε, ποιήσας ἀντὶ μὲν τοῦ εἰς ἀρχάς, εἰς ἐξουσίαν· ἀντὶ δὲ τοῦ καὶ ἄρχειν, ἐξουσιάζειν. φασὶ δὲ, οἷς ἐμέλησε τῆς τῶν  σημαινομένων  ἐξετάσεως, ἐν τοῖς τόποις τοῖς ἔχουσι συζυ  γίαν προσηγοριῶν καὶ   κατηγορημάτων,   προϋφίστασθαι   τὰ   τυγχάνοντα    τῶν   προσηγοριῶν,   καὶ ἐπιγίνεσθαι κατηγορή ματα παρὰ τὰς προσηγορίας. καὶ προσηγορίαν μὲν ἔχου σαν κατηγόρημά φασιν, οἷον τὴν φρόνησιν, κατηγόρημα  δὲ εἶναι  τὸ φρονεῖν· ὁμοίως προσηγορίαν τὴν σωφροσύνην, κατηγόρημα δὲ τὸ  σωφρονεῖν.  καὶ προϋφίστασθαί φασι τὴν φρόνησιν, εἶτ' ἐπιγίνεσθαι κατηγόρημα ἀπὸ φρονήσεως τὸ φρονεῖν. ταῦτα δὲ, εἰ καὶ δόξομέν τισι παρὰ τὸ βούλημα ποιεῖν τῆς γραφῆς, τετηρήκαμεν, ἐπεὶ ὁ μὲν ποιῶν τοὺς φωστῆρας θεὸς ποιεῖ τὸν μὲν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας, τὸν δὲ ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτός· τίθεται δὲ αὐτοὺς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ οὐκέτι εἰς ἀρχὰς τῆς ἡμέρας καὶ τῆς νυκτὸς, ἀλλ' εἰς τὸ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτός. τὸ γὰρ τεταγμένως  καὶ ἀκολούθως τῷ τεχνολο γουμένῳ κατὰ τὸν τόπον προτετάχθαι τὰς  προσηγορίας, εἶτ' ἐπιφέρεσθαι  τὰ  κατηγορήματα, κεκίνηκεν  ἡμᾶς μήποτε  τὸ πρᾶγμα  καὶ  παρὰ  τῷ  θεράποντι  νενόηται  οὕτως  ἔχον,  καὶ  μάλιστα  ἐπεὶ  καὶ  ὁ κυριώτατα  ἑρμηνεύειν  φιλοτιμού  μενος  Ἀκύλας  οὐκ  ἄλλο  πεποίηκε  παρὰ  τὴν προσηγορίαν  καὶ  τὸ  κατηγόρημα.  14.2 Ἐπιστησάτω  δ'  ὁ  δυσπαραδέκτως  ἔχων τούτων, εἰ δύναται ἠθικὸν πρόβλημα ἢ φυσιολογούμενον ἢ θεολογού μενον, χωρὶς ἀκριβείας σημαινομένων  καὶ τῶν  κατὰ τὸν  λογικὸν  τόπον  τρανουμένων,  ὃν δεῖ τρόπον  παρίστασθαι. τί  γὰρ ἄτοπον  ἀκούειν  τῶν  κυριολεκτουμένων  ἐν  ταῖς  δια λέκτοις,  καὶ  ἐφιστάνειν  ἐπιμελῶς  τοῖς  σημαινομένοις;  ἔστι  δὲ  ὅπου  παρὰ  τὴν ἄγνοιαν  τῶν λογικῶν μεγάλως περιπίπτο μεν, μὴ καθαίροντες τὰς ὁμωνυμίας καὶ ἀμφιβολίας   καὶ   καταχρήσεις   καὶ   κυριολεξίας   καὶ   διαστολάς·  οἷον   παρὰ  τὸ ἀγνοεῖσθαι τὴν  ὁμώνυμον  τῆς κόσμου προσηγορίας φωνὴν,  ἐκπεπτώκασιν  ἐπὶ τὸ ἀσεβέστατα φρονεῖν περὶ τοῦ δημιουρ γοῦ οἱ μὴ καθάραντες ἐπὶ τίνων κεῖται τό· Ὁ κόσμος ἐν τῷ πονηρῷ κεῖται· ὅτι ἀντὶ τῶν περιγείων  καὶ τῶν ἀνθρωπίνων  τοῦτο οὕτως  ἐκεῖ  τῷ  Ἰωάννῃ   εἴρηται.  οἰηθέντες  γὰρ  κόσμον  κατ'  αὐτὴν  τὴν  λέξιν σημαίνεσθαι τὸ σύστημα τὸ ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς, θρασύτατα καὶ ἀνο σιώτατα  ἀποφαίνονται  περὶ θεοῦ· μηδαμῶς  ἔργῳ δεικνύναι  δυνάμενοι,  πῶς ἥλιος καὶ σελήνη καὶ ἀστέρες, τὰ οὕτω τεταγμένως κινούμενα, κεῖται ἐν τῷ πονηρῷ. εἶτα ἐὰν προσαγάγωμεν αὐτοὺς ἐκ τοῦ· Οὗτός ἐστιν ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· ὅτι κόσμος ἔνθα ἡ ἁμαρτία πλεονάζει κατὰ ταύτας τὰς λέξεις λέγεται, τουτέστιν ἐν τοῖς περιγείοις τόποις· εὐγνωμονοῦν  τες μὲν προσήσονται τὰ λεγόμενα,  φιλονεικοῦντες  δὲ,  ἠλιθίως   ἀναστρεφόμενοι,  ἐπιμενοῦσι  τοῖς  ἅπαξ κριθεῖσι μοχθηροῖς, διὰ τὴν ἄγνοιαν τῆς ὁμωνυμίας. πάλιν τε αὖ ἐὰν λέγηται· Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ· οὐκέτι δυνήσονται  ὃ ἐξειλήφασι περὶ παντὸς  τοῦ  κόσμου, τουτέστι  περὶ  τῶν  ἐν  ὅλῳ  τῷ  κόσμῳ,  μάλιστα  κατὰ  τὰς ὑποθέσεις αὐτῶν δεῖξαι· καὶ κατ' αὐτοὺς γὰρ ἀνάγκη τὴν λέξιν ὡς ὁμώνυμον ἐξετάζεσθαι. καὶ παρὰ τὴν  ἀμφιβολίαν  δὲ μοχθηρῶν  ἐκδοχῶν,  καὶ παρὰ τὴν  δια

στολὴν τῶν  στιγμῶν  καὶ ἄλλων  δὲ μυρίων, παραδείγματα ἔστι φιλοτιμησάμενον οὐκ ὀλίγα  λαβεῖν.  ταῦτα δὲ παρεξέ βημεν, ἵνα  δείξωμεν  ὅτι καὶ καθ' ἡμᾶς τοὺς θέλοντας μὴ σφάλλεσθαι περὶ τὴν ἀλήθειαν ἐν τῷ νοεῖν τὰς θείας γραφὰς ἀναγκαιότατά ἐστι τὰ πίπτοντα εἰς τὴν χρῆσιν εἰδέναι λογικά· ὧν καὶ νῦν ἐδεήθημεν εἰς τὸ εὑρεῖν τὴν διαφορὰν τῶν λεγομένων  γεγονέναι εἰς ἀρχὰς τῆς νυκτὸς, καὶ εἰς τὸ  ἄρχειν  τῆς  ἡμέρας καὶ  τῆς  νυκτός.  15.1n Πρὸ  τοὺ  Ἑλλήνων  φιλο όφου  τὸ εὐτελὲ  τῆ  τῶν  θείων  γραφῶν  φρά εω  δια ύροντα , καὶ τὰ ἐν χρι τιανι  μῷ  καλὰ βέλτιον παρ' Ἕλλη ιν εἰρῆ θαι φά  κοντα  , καὶ προ έτι δυ ειδὲ  τὸ τοῦ κυρίου  ῶμα λέ γοντα  · καὶ τί  ὁ λόγο  τῶν διαφόρων τοῦ λόγου μορφῶν. ἐκ τῶν κατὰ Κέλ ου, τοῦ κατὰ χρι τιανῶν  γράψαντο  , τόμου   ʹ καὶ ζʹ. Ἕκτον τοῦτον ἐνιστάμενοι λόγον πρὸς τὰς  Κέλσου κατὰ  χριστιανῶν   κατηγορίας  χρῄζομεν  ἐν  αὐτῷ,  ἱερὲ  Ἀμβρό σιε, ἀγωνίσασθαι οὐ πρὸς τὰ ἀπὸ φιλοσοφίας ὑπ' αὐτοῦ ἐκτιθέμενα, ὡς οἰηθείη ἄν τις. παρέθετο γὰρ πλείονα μάλιστα Πλάτωνος ὁ Κέλσος, κοινοποιῶν τὰ δυνάμενα ἑλεῖν τινὰ καὶ συνετὸν ἐκ τῶν ἱερῶν γραμμάτων· φάσκων «βέλτιον αὐτὰ παρ' Ἕλλησιν εἰρῆσθαι, καὶ χωρὶς ἀνατάσεως καὶ ἀπαγγελίας τῆς ὡς ἀπὸ θεοῦ ἢ υἱοῦ θεοῦ.» φαμὲν οὖν ὅτι, εἴπερ τὸ προκείμενόν ἐστι τοῖς πρεσβεύουσι τὰ τῆς ἀληθείας πλείους ὅση δύναμις  ὠφελεῖν,  καὶ  προσάγειν ὡς οἷόν τέ ἐστιν αὐτῇ διὰ φιλανθρωπίαν πάνθ' ὁντινοῦν, οὐ μόνον ἐντρεχῆ ἀλλὰ καὶ ἀνόητον, πάλιν δ' αὖ οὐχὶ Ἕλλη νας μὲν οὐχὶ δὲ καὶ βαρβάρους· πολὺ δὲ τὸ ἥμερον ἐὰν καὶ τοὺς ἀγροικοτάτους καὶ ἰδιώτας οἷός τέ τις γένηται ἐπιστρέφειν· δῆλόν ἐστιν ὅτι καὶ χαρακτῆρος ἐν τῷ λέγειν φροντιστέον αὐτῷ  κοινωφελοῦς  καὶ  δυναμένου  πᾶσαν  ἐπα  γαγέσθαι  ἀκοήν.  ὅσοι δὲ, πολλὰ χαίρειν φράσαντες ὡς ἀνδραπόδοις τοῖς ἰδιώταις καὶ μὴ οἵοις τε κατακούειν τῆς ἐν φράσει λόγων καὶ τάξει ἀπαγγελλομένων ἀκολουθίας, μόνον ἐφρόντισαν τῶν ἀνατραφέντων  ἐν λόγοις καὶ μαθή μασιν· οὗτοι τὸ κοινωνικὸν  εἰς κομιδῇ στενὸν καὶ βραχὺ συνήγαγον. 15.2 Ταῦτα δέ μοι λέλεκται  ἀπολογουμένῳ  περὶ τῆς κατηγορουμένης  ὑπὸ  Κέλσου καὶ  ἑτέρων  ἐν  λέξεσιν  εὐ  τελείας  τῶν  γραφῶν, ἀμαυροῦσθαι δοκούσης ὑπὸ τῆς ἐν συνθέσει λέξεως λαμπρότητος· ἐπεὶ οἱ καθ' ἡμᾶς προ φῆται,  Ἰησοῦς τε καὶ οἱ ἀπόστολοι αὐτοῦ, ἐνεῖδον  τρόπῳ ἀπαγγελίας  οὐ τὰ ἀληθῆ  μόνον  περιεχούσης, ἀλλὰ  καὶ δυναμένης  ἐπαγαγέσθαι  τοὺς πολλοὺς,  ἕως προτραπέντες καὶ εἰσαχθέντες ἕκαστος κατὰ δύναμιν ἀναβῶσιν ἐπὶ τὰ ἐν ταῖς δοκούσαις εἶναι εὐτελέσι λέξεσιν ἀπορρήτως εἰρημένα. καὶ, εἰ χρή γε τολμήσαντα εἰπεῖν,  ὀλίγους   μὲν  ὤνησεν,  εἴγε  ὤνησεν,  ἡ  περικαλλὴς   καὶ  ἐπιτετηδευμένη Πλάτωνος καὶ τῶν παραπλησίως φρασάντων λέξις· πλείονας δὲ ἡ τῶν εὐτελέστερον ἅμα καὶ πραγματικῶς καὶ ἐστοχασμένως τῶν πολλῶν  διδαξάντων  καὶ γραψάντων. ἔστι γοῦν ἰδεῖν τὸν μὲν Πλάτωνα ἐν χερσὶ τῶν δοκούντων εἶναι φιλολόγων  μόνον· τὸν δὲ Ἐπίκτητον καὶ ὑπὸ τῶν τυχόντων  καὶ ῥοπὴν πρὸς τὸ ὠφελεῖσθαι ἐχόντων θαυμαζόμενον, αἰσθομένων  τῆς ἀπὸ τῶν  λόγων  αὐτοῦ βελτιώσεως. καὶ ταῦτά γε οὐκ ἐγκα λοῦντες Πλάτωνί φαμεν· ὁ γὰρ πολὺς τῶν ἀνθρώπων κόσμος χρησίμως καὶ τοῦτον ἤνεγκεν· ἀλλὰ δεικνύντες τὸ βούλημα τῶν εἰπόντων τό· Καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς  σοφίας λόγοις, ἀλλ' ἐν ἀποδείξει πνεύματος  καὶ δυνάμεως· ἵν' ἡ πίστις ἡμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων  ἀλλ' ἐν δυνάμει θεοῦ. 15.3
Ἔστι γάρ  τις  οἰκεία  ἀπόδειξις  τοῦ  λόγου,  θειοτέρα  παρὰ  τὴν  ἀπὸ  διαλεκτικῆς
Ἑλληνικήν·   ἣν   ὁ   ἀπόστολος   ὀνομάζει   ἀπόδειξιν   πνεύματος   καὶ   δυνάμεως· πνεύματος μὲν διὰ τὰς προφητείας, ἱκανὰς πιστοποιῆσαι τὸν ἐντυγ χάνοντα μάλιστα εἰς   τὰ   περὶ   τοῦ   χριστοῦ·   δυνάμεως   δὲ   διὰ   τὰς   τεραστίους   δυνάμεις,   ἃς κατασκευαστέον γεγονέναι καὶ ἐκ πολλῶν μὲν ἄλλων, καὶ ἐκ τοῦ ἴχνη δὲ αὐτῶν ἔτι σώζεσθαι παρὰ τοῖς κατὰ τὸ βούλημα τοῦ λόγου βιοῦσιν. 15.4 Ἔτι δὲ καὶ τοῦτό φησιν ὁ θεῖος λόγος· οὐκ αὔ ταρκες εἶναι τὸ λεγόμενον, κἂν καθ' αὑτὸ ἀληθὲς καὶ πιστικώτατον  ᾖ, πρὸς τὸ καθικέσθαι ἀνθρωπίνης  ψυχῆς,  ἐὰν μὴ καὶ δύναμίς  τις θεόθεν δοθῇ τῷ λέγοντι  καὶ χάρις ἐπανθήσῃ τοῖς λεγομένοις, καὶ αὕτη οὐκ ἀθεεὶ

ἐγγινομένη τοῖς ἀνυσίμως λέγουσι. φησὶ γοῦν ὁ προφήτης ἐν ἑξη κοστῷ καὶ ἑβδόμῳ ψαλμῷ, ὅτι Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις  δυνάμει πολλῇ. ἵν' οὖν ἐπί τινων δοθῇ τὰ αὐτὰ δόγματα εἶναι Ἕλλησι καὶ τοῖς ἀπὸ τοῦ λόγου ἡμῶν, ἀλλ' οὔτι γε καὶ τὰ αὐτὰ δύναται  πρὸς τὸ ὑπαγα γέσθαι καὶ διαθεῖναι  ψυχὰς  κατὰ ταῦτα. διόπερ οἱ ἰδιῶται, ὡς πρὸς φιλοσοφίαν Ἑλληνικὴν, μαθηταὶ τοῦ Ἰησοῦ ἐκπεριῆλθον πολλὰ ἔθνη τῆς οἰκουμένης, διατιθέντες  ὡς ὁ λόγος ἐβούλετο κατ' ἀξίαν ἕκαστον τῶν ἀκουόντων· οἳ καὶ ἀνάλογον  τῇ ῥοπῇ τοῦ αὐτεξουσίου αὐτῶν πρὸς ἀποδοχὴν τοῦ  καλοῦ  πολλῷ  βελτίους  ἐγένοντο.  15.5 Παλαιοὶ  τοίνυν   ἄνδρες  καὶ  σοφοὶ δηλούσθωσαν τοῖς ἐπίστασθαι δυναμένοις. καὶ δὴ καὶ Πλάτων ὁ τοῦ Ἀρίστωνος τὰ περὶ  τοῦ  πρώτου  ἀγαθοῦ  διασημαινέτω  ἔν  τινι  τῶν  ἐπιστολῶν,  καὶ  φασκέτω μηδαμῶς εἶναι ῥητὸν τὸ πρῶτον ἀγαθὸν, ἀλλ' ἐκ πολλῆς συνουσίας ἐγγιγνόμενον, καὶ ἐξαίφνης  οἷον ἀπὸ πυρὸς πηδήσαντος ἐξαφθὲν φῶς ἐν τῇ ψυχῇ. ὧν καὶ ἡμεῖς ἀκούσαντες (οἱ μελετήσαντες μηδενὶ ἀπεχθάνεσθαι τῶν καλῶς λεγομένων,  κἂν οἱ ἔξω τῆς πίστεως λέγωσι καλῶς, μὴ προσφιλονεικεῖν αὐτοῖς, μηδὲ ζητεῖν ἀνατρέπειν τὰ ὑγιῶς ἔχοντα) συγκατατιθέμεθα ὡς καλῶς λεγομένοις· ὁ θεὸς γὰρ αὐτοῖς ταῦτα, καὶ ὅσα καλῶς  λέλεκται,  ἐφανέρωσε. διὰ τοῦτο δὲ καὶ τοὺς τὰ ἀληθῆ περὶ θεοῦ ὑπολαβόντας,  καὶ μὴ τὴν ἀξίαν τῆς περὶ αὐτοῦ ἀληθείας θεοσέβειαν ἀσκήσαντας, φαμὲν ὑποκεῖσθαι ταῖς τῶν ἁμαρτανόντων  κολάσεσιν. αὐταῖς γὰρ λέξεσί φησι περὶ τῶν  τοιούτων  ὁ Παῦλος, ὅτι  Ἀποκαλύπτεται  ὀργὴ θεοῦ ἀπ' οὐρανοῦ  ἐπὶ  πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων  τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων,  διότι τὸ γνωστὸν τοῦ θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς, ὁ θεὸς γὰρ αὐτοῖς ἐφανέρωσε· τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογή τους, διότι γνόντες  τὸν θεὸν   οὐχ   ὡς   θεὸν   ἐδόξασαν  ἢ  ηὐχαρίστησαν,  ἀλλ'  ἐματαιώθησαν   ἐν   τοῖς διαλογισμοῖς αὐτῶν καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἤλλαξαν  τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι  εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν  καὶ τετραπόδων καὶ ἑρπετῶν. καὶ ἀλήθειαν γοῦν κατέχουσιν, ὡς καὶ ὁ ἡμέτερος μαρτυρεῖ λόγος, οἱ φρονοῦντες  ὅτι Ῥητὸν οὐδαμῶς ἐστὶ τὸ πρῶτον ἀγαθὸν, καὶ λέγοντες  ὡς Ἐκ πολλῆς συνουσίας γινομένης  περὶ τὸ πρᾶγμα αὐτὸ καὶ τοῦ συζῇν, ἐξαίφνης οἷον ἀπὸ πυρὸς πηδήσαντος ἐξαφθὲν φῶς ἐν τῇ ψυχῇ γενόμενον  αὐτὸ ἑαυτὸ ἤδη τρέφει. 15.6 Ἀλλ' οἱ τοιαῦτα περὶ τοῦ πρώτου ἀγαθοῦ γράψαν τες καταβαίνουσιν εἰς Πειραιέα, προσευξόμενοι ὡς θεῷ τῇ Ἀρτέμιδι, καὶ ὀψόμενοι τὴν ὑπὸ ἰδιωτῶν ἐπιτελουμένην πανήγυριν· καὶ τηλικαῦτά γε φιλοσοφήσαντες  περὶ τῆς ψυχῆς καὶ τὴν διαγωγὴν  τῆς καλῶς βεβιωκυίας  διεξελ θόντες, καταλιπόντες  τὸ μέγεθος ὧν αὐτοῖς ὁ θεὸς ἐφανέρω σεν εὐτελῆ φρονοῦσι καὶ μικρὰ, ἀλεκτρυόνα τῷ Ἀσκληπιῷ ἀποδιδόντες· καὶ τὰ ἀόρατα τοῦ θεοῦ καὶ τὰς ἰδέας  φαντα  σθέντες  ἀπὸ  τῆς  κτίσεως  τοῦ  κόσμου καὶ  τῶν  αἰσθητῶν,  ἀφ'  ὧν ἀναβαίνουσιν  ἐπὶ  τὰ  νοούμενα,  τήν  τε  ἀΐδιον  αὐτοῦ  δύναμιν  καὶ  θειότητα  οὐκ ἀγεννῶς  ἰδόντες, οὐδὲν ἧττον ἐματαιώθησαν  ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ὡς ἀσύνετος αὐτῶν ἡ καρδία ἐν σκότῳ καὶ ἀγνοίᾳ καλινδεῖται τῇ περὶ τοῦ θεραπεύειν τὸ θεῖον. καὶ ἔστιν ἰδεῖν τοὺς ἐπὶ σοφίᾳ μέγα φρονοῦντας καὶ θεολογίᾳ, ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου προσκυνοῦντας εἰς τιμήν φησιν ἐκείνου· ἔσθ' ὅτε δὲ καὶ καταβαίνοντας  μετ' Αἰγυπτίων  ἐπὶ τὰ πετεινὰ  ἢ τετράποδα ἢ ἑρπετά. ἵνα  δὲ καὶ δοκῶσί τινες  ταῦτα  ὑπεραναβεβηκέναι,  ἀλλ' εὑρεθήσονται  ἀλλάξαντες  τὴν  ἀλή θειαν  τοῦ θεοῦ ἐν τῷ ψεύδει, καὶ σέβοντες καὶ λατρεύοντες  τῇ κτίσει παρὰ τὸν κτίσαντα. διόπερ τῶν ἐν Ἕλλησι σοφῶν καὶ πολυμαθῶν  τοῖς ἔργοις περὶ τὸ θεῖον πλανω μένων, ἐξελέξατο ὁ θεὸς τὰ μωρὰ τοῦ κόσμου, ἵνα καταισχύνῃ τοὺς σοφοὺς, καὶ τὰ ἀγενῆ  καὶ τὰ ἀσθενῆ καὶ τὰ ἐξουθενημένα  καὶ τὰ μὴ ὄντα, ἵνα  τὰ ὄντα καταργήσῃ· καὶ ἀληθῶς ἵνα μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ θεοῦ. πρῶτον δὲ ἡμῶν  σοφοὶ, Μωσῆς ὁ ἀρχαιότατος  καὶ οἱ ἑξῆς αὐτῷ  προφῆται,  οὐδαμῶς  ῥητὸν

ἐπιστάμενοι τὸ πρῶτον  ἀγαθὸν, ἔγραψαν μὲν, ὡς θεοῦ ἑαυτὸν ἐμφανίζοντος  τοῖς ἀξίοις καὶ ἐπιτηδείοις, ὅτι ὤφθη ὁ θεὸς φέρ' εἰπεῖν τῷ Ἀβραὰμ, ἢ τῷ Ἰσαὰκ, ἢ τῷ Ἰακώβ. τίς δὲ ὢν ὤφθη καὶποταπὸς καὶ τίνα τρόπον καὶ τίνι τῶν ἐν ἡμῖν, καταλελοί πασιν ἐξετάζειν  τοῖς δυναμένοις  ἑαυτοὺς ἐμπαρέχειν  παρα πλησίους ἐκείνοις  οἷς ὤφθη ὁ θεὸς, ὀφθεὶς αὐτῶν οὐ τοῖς τοῦ σώματος ὀφθαλμοῖς ἀλλὰ τῇ καθαρᾷ καρδίᾳ. καὶ γὰρ κατὰ τὸν Ἰησοῦν ἡμῶν· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται. 15.7 Τὸ δ' ἐξαίφνης  οἷον ἀπὸ πυρὸς πηδήσαντος ἐξάπτε σθαι φῶς ἐν τῇ ψυχῇ,  πρότερος  οἶδεν  ὁ  λόγος,  εἰπὼν  ἐν  τῷ  προφήτῃ·  Φωτίσατε  ἑαυτοῖς  φῶς γνώσεως. καὶ Ἰωάννης  δὲ ὕστερον ἐκείνου γενόμενος λέγει ὅτι Ὃ γέγονεν  ἐν τῷ λόγῳ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν  ἀνθρώπων·  ὅπερ φῶς ἀληθινὸν  φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν ἀληθινὸν  καὶ νοητὸν κόσμον, καὶ ποιεῖ αὐτὸν φῶς τοῦ κόσμου. ἔλαμψε γὰρ τοῦτο τὸ φῶς ἐν ταῖς καρδίαις ἡμῶν, πρὸς φωτισμὸν τοῦ εὐαγγελίου  τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ Χριστοῦ. διό φησιν ἀρχαιότατος προφήτης   πρὸ  πολλῶν   γενεῶν   τῆς  Κύρου βασιλείας  προφητεύσας,  ὑπὲρ  τὰς τεσσαρεσκαίδεκα γὰρ γενεὰς πρεσβύτερος αὐτοῦ ἦν, τό· Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; καί· Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου. καί· Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε· καί· Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. καὶ ἐπὶ τὸ φῶς τοῦτο προτρέπων ἡμᾶς ὁ ἐν τῷ Ἠσαΐᾳ λόγος φησί· Φωτίζου, φωτίζου, Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα κυρίου ἐπὶ σὲ ἀνέτειλεν. ὁ δ' αὐτὸς οὗτος προφητεύων περὶ τῆς τοῦ Ἰησοῦ ἐπιδημίας, ἀφίσταντος τῆς  ἀπὸ  τῶν   εἰδώλων   καὶ  ἀγαλμάτων   καὶ  δαι  μόνων   θεραπείας,  φησὶν  ὅτι Καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου  φῶς  ἀνέτειλεν  αὐτοῖς· καὶ πάλιν· Λαὸς ὁ καθήμε νος ἐν σκότει φῶς εἶδεν μέγα. ὅρα οὖν τὴν διαφορὰν τοῦ καλῶς λελεγμένου ὑπὸ τοῦ Πλάτωνος περὶ τοῦ πρώτου ἀγαθοῦ, καὶ τῶν εἰρημένων ἐν τοῖς προφήταις περὶ τοῦ φωτὸς τῶν μακαρίων· καὶ ὅρα ὅτι ἡ μὲν ἐν Πλάτωνι περὶ τούτου ἀλήθεια οὐδὲν ὡς πρὸς εἰλικρινῆ εὐσέβειαν ὤνησε τοὺς ἐντυγχάνοντας,  ἀλλ' οὐδ' αὐτὸν τὸν τοιαῦτα  περὶ τοῦ πρώτου  ἀγαθοῦ  φιλοσοφήσαντα·  ἡ δὲ τῶν  θείων  γραμμά των εὐτελὴς  λέξις  ἐνθουσιᾷν  πεποίηκε  τοὺς γνησίως  ἐν  τυγχάνοντας  αὐτῇ· παρ' οἷς τρέφεται τοῦτο τὸ φῶς τῷ ἔν τινι παραβολῇ εἰρημένῳ ἐλαίῳ, τηροῦντι τῶν δᾴδων τὸ φῶς ἐν ταῖς φρονίμοις  πέντε παρθένοις. 15.8 Μετὰ ταῦτα ἴδωμεν καὶ τὴν ἑξῆς αὐτοῦ  λέξιν,  τοῦ  Κέλσου δηλονότι,  οὕτως  ἔχουσαν· «Ἔστιν αὐτοῖς  καὶ  τοιόνδε παράγγελμα, τὸν ὑβρίζοντα μὴ ἀμύνεσθαι· κἂν τύπτῃ, φησὶ, τὴν ἑτέραν γνάθον, σὺ δὲ καὶ τὴν ἄλλην πάρεχε. ἀρχαῖον καὶ τοῦτο εὖ μάλα πρόσθεν εἰρημένον, ἀγροικότε ρον  δ' αὐτὸ  ἀπεμνημόνευσαν.  ἐπεὶ  καὶ  Πλάτωνι  πεποίη  ται  Σωκράτης  Κρίτωνι διαλεγόμενος  τάδε·  Οὐδαμῶς ἄρα δεῖ  ἀδικεῖν.  Οὐ δῆτα.  Οὐδ'  ἀδικούμενον  ἄρα ἀνταδικεῖν, ὡς οἱ πολλοὶ οἴονται· ἐπειδή γε οὐδαμῶς δεῖ ἀδικεῖν. Οὐ φαίνεται.» καὶ τὰ ἑξῆς. πρὸς τοῦτο δὴ, καὶ πρὸς πάντα ὅσα ἐκοινοποίησεν ὁ Κέλσος, μὴ δυνηθεὶς αὐτῶν ἀντιβλέψαι τῇ ἀληθότητι, φάσκων αὐτὰ καὶ παρ' Ἕλλησιν εἰρῆσθαι, τοιαῦτα λεκτέον· Εἰ ὠφέλιμόν ἐστι τὸ δόγμα καὶ τὸ βού λημα αὐτοῦ ὑγιὲς, εἴρηται δὲ Ἕλλησι μὲν παρὰ Πλάτωνι ἤ τινι τῶν ἑλληνικῶν  σοφῶν, Ἰουδαίοις δὲ παρὰ Μωσῇ ἤ τινι τῶν  προφητῶν,  χριστιανοῖς δὲ ἐν τοῖς ἀναγραφεῖσιν  Ἰησοῦ λόγοις ἢ λελεγμένοις παρά τινι τῶν ἀποστόλων αὐτοῦ· οὐ νομιστέον κατηγορεῖσθαι τὸ λεγόμενον  παρὰ Ἰουδαίοις ἢ παρὰ χριστιανοῖς, ἐκ τοῦ καὶ παρ' Ἕλλησιν αὐτὰ εἰρῆσθαι· καὶ μάλιστα ἐὰν ἀποδεικνύηται  τὰ Ἰουδαίων  πρεσβύτερα τῶν ἑλληνικῶν.  οὐδὲ πάλιν  ὑπὸ τοῦ κάλλους   τῆς  ἑλληνικῆς   φράσεως  λεγόμενον   τὸ  αὐτὸ  πάντως   κρεῖττον   εἶναι νομιστέον   τοῦ  εὐτελέστερον   ἀπαγγελλομένου   καὶ  ἁπλουστέραις   λέξεσι  παρὰ Ἰουδαίοις  ἢ  χριστιανοῖς·  καίτοι  γε  ἡ  πρώτη  Ἰουδαίων   λέξις,  ᾗ  οἱ  προφῆται χρησάμενοι καταλελοίπασιν ἡμῖν βιβλία, Ἑβραίων διαλέκτῳ καὶ σοφῇ συνθέσει τῶν ἐν τῇ διαλέκτῳ κατ' ἐκείνους ἀναγέγραπται. 15.9 Εἰ δὲ χρὴ καὶ τὴν τῶν δογμάτων ταυτότητα, κἂν παράδοξος ὁ λόγος εἶναι δοκῇ, δεῖξαι βέλτιον εἰρημένην παρὰ τοῖς

Ἰουδαίων  προφήταις ἢ τοῖς λογίοις χριστιανῶν· οὕτω τὸν λόγον κατασκευαστέον, ἀπό τινος τοῦ περὶ τὰς τροφὰς καὶ τὴν σκευασίαν αὐτῶν  παραδείγματος. ἔστω τι ὑγιεινὸν   βρῶμα  καὶ  ἰσχύος  τοῖς  ἐσθίουσιν  ἐμποιητικὸν,   τοῦτο  δὲ  οὕτω  μὲν σκευασθὲν καὶ τοιοῖσδε ἡδύσμασιν ἀρτυ θὲν  λαμβανέτωσαν  οὐχ οἱ μὴ μαθόντες ἄγροικοι καὶ ἐν ἐπαύλεσιν ἀνατεθραμμένοι καὶ πένητες τὰ τοιάδε ἐσθίειν, ἀλλ' οἱ πλούσιοι καὶ ἁβροδίαιτοι  μόνοι· οὐκ ἐκείνως  δὲ καὶ ὡς δοκεῖ τοῖς  νομιζομένοις καθαριωτέροις σκευασθὲν, ἀλλ' ὡς μεμαθήκασιν ἐσθίειν οἱ πένητες καὶ οἱ ἀγροικότεροι καὶ οἱ πολλοὶ τῶν ἀνθρώπων,  ἐσθιέτωσαν μυριάδες ὅλαι. εἰ οὖν καὶ διδοῖτο ἀπὸ μὲν τῆς τοιᾶσδε σκευασίας τοὺς νομιζο μένους καθαριωτέρους μόνους ὑγιάζεσθαι, οὐδενὸς τῶν πολ λῶν προσβάλλοντος τοῖς τοιοῖσδε βρώμασιν, ἀπὸ δὲ τῆς τοιᾶσδε τὰ πλήθη τῶν ἀνθρώπων ὑγιεινότερον διάγειν· τίνας μᾶλλον τοῦ κοινωνικοῦ  ἕνεκεν ἀποδεξόμεθα τῶν ὑγιεινῶν  βρωμάτων χάριν; ἆρά γε τοὺς τοῖς λογίοις χρησίμως αὐτὰ σκευάζοντας, ἢ τοὺς τοῖς πλήθεσι; τῆς ἴσης (δεδόσθω γὰρ) ὑγιείας  καὶ εὐεξίας ἐγγινομένης  ἀπὸ τῶν  οὑτωσὶ σκευασθέντων  ἢ οὑτωσὶ, ἀλλὰ φανερὸν ὅτι αὐτὸ τὸ φιλάνθρωπον καὶ τὸ κοινωνικὸν ὑποβάλλει, κοινωφελέ στερον εἶναι ἰατρὸν τὸν τῆς τῶν πολλῶν ὑγιείας προνοησά μενον, ἤπερ τὸν τῆς τῶν ὀλίγων μόνον. 15.10 Εἰ νενόηται  δὴ τὸ παράδειγμα, μεταβιβαστέον αὐτὸ ἐπὶ τὴν ποιότητα τῆς τῶν λογικῶν ζώων λογικῆς τρο φῆς. καὶ ὅρα εἰ μὴ Πλάτων μὲν καὶ οἱ Ἑλλήνων σοφοὶ, ἐν οἷς λέγουσι καλῶς, παραπλήσιοί εἰσι τοῖς προνοησαμέ νοις ἰατροῖς τῶν καθαριωτέρων εἶναι νομιζομένων μόνων, τοῦ πλήθους δὲ τῶν ἀνθρώπων καταφρονησάντων·  οἱ  δὲ  ἐν  Ἰουδαίοις  προφῆται  καὶ  οἱ  τοῦ  Ἰησοῦ μαθηταὶ,  οἱ μακρὰν χαίρειν εἰπόντες τῇ ποικίλῃ τῶν λέξεων συνθέσει καὶ τῇ, ὡς ὠνόμασεν ἡ γραφὴ, σοφίᾳ ἀνθρώπων  καὶ σοφίᾳ κατὰ σάρκα, τὴν γλῶσσαν αἰνισσομένη, ὁμοιωθεῖεν ἂν τοῖς τὴν αὐτὴν τῶν βρωμάτων ποιότητα ὑγιεινοτάτην  προνοησαμέ νοις  συνθέσει  λέξεων  σκευάσαι  καὶ  εὐτρεπίσαι  φθανούσῃ  ἐπὶ  τὰ  πλήθη  τῶν ἀνθρώπων καὶ μὴ ξενιζούσῃ τὴν διά λεκτον αὐτῶν, μηδὲ διὰ τοῦ ξενισμοῦ ἀποστρεφούσῃ  ἀκούειν  ὡς  ἀσυνήθων  τῶν  τοιῶνδε   διαλέξεων.   καὶ  γὰρ  εἴπερ πρόκειται τῷ, ἵν' οὕτως ὀνομάσω, λογικῷ βρώματι ἀνεξίκακον καὶ πρᾶον ποιῆσαι τὸν ἐμφαγόντα· πῶς οὐ βέλτιον συνεσκευασμένος εἴη ἂν λόγος ὁ πλήθη ἀνεξικάκων καὶ πράων κατασκευάζων ἢ προκοπτόντων γε ἐπὶ ταύτας τὰς ἀρετὰς, παρὰ τὸν πάνυ ὀλίγους καὶ εὐαριθμήτους, ἵνα καὶ τοῦτο δοθῇ, ἀνεξικάκους καὶ πράους ποιοῦντα; ὥσπερ δὲ εἰ ὁ [Πλάτων] τοὺς αἰγυπτιάζοντας  ἢ τοὺς συριάζοντας ὠφελεῖν  ὑγιέσι δόγμασιν     ἐβούλετο      Ἕλλην     τυγχάνων,     προενοήσατο    ἂν     μαθεῖν     τὰς     τῶν ἀκουσομένων διαλέκτους  καὶ, ὡς Ἕλληνες ὀνομάζουσι, βαρβαρίζειν μᾶλλον ὑπὲρ τῆς Αἰγυπτίων καὶ Σύρων βελτιώσεως  ἢ Ἕλλην μένων  μηδὲν δύνασθαι χρήσιμον λέγειν Αἰγυπτίοις καὶ Σύροις· οὕτως ἡ προνοουμένη θεία φύσις οὐ τῶν πεπαιδεῦσθαι νομιζομένων  μόνον τὰ Ἑλλήνων,  ἀλλὰ καὶ τῶν λοιπῶν  Ἑλλήνων,  συγκατέβη τῇ ἰδιωτείᾳ  τοῦ πλήθους  τῶν  ἀκροω μένων,  ἵνα  ταῖς  συνήθεσιν  αὐτοῖς  χρησαμένη λέξεσι προκα λέσηται ἐπὶ ἀκρόασιν τὸ τῶν ἰδιωτῶν πλῆθος, δυνάμενον ἐξ εὐχεροῦς μετὰ τὴν ἅπαξ γενομένην  εἰσαγωγὴν  φιλοτιμή  σασθαι πρὸς τὸ καὶ βαθύτερα τῶν κεκρυμμένων  νοημάτων  ἐν ταῖς γραφαῖς  καταλαβεῖν.  καὶ τῷ τυχόντι  γὰρ δῆλον ταύτας  ἀναγινώσκοντι,  ὅτι  πολλὰ  βαθύτερον  τοῦ  αὐτόθεν  ἐμφαινομένου  ἔχειν δύναται νοῦν, τοῖς ἀνατιθεῖσιν ἑαυτοὺς τῇ ἐξετάσει τοῦ λόγου φανερούμενον,  καὶ φανερούμενον  κατὰ τὴν ἀναλογίαν  τῆς εἰς τὸν λόγον σχολῆς καὶ εἰς τὴν ἄσκησιν αὐτοῦ προθυμίας. 15.11 Οὐκοῦν κατεσκεύασται ὅτι, ὥς φησι Κέλσος, ἀγροικότερον εἰπὼν  ὁ Ἰησοῦς· Τῷ τύπτοντί  σε εἰς τὴν σιαγόνα πάρεχε καὶ τὴν  ἄλλην·  καὶ τῷ θέλοντί  σοι  κριθῆ  ναι  καὶ  τὸν  χιτῶνά   σου λαβεῖν,  ἄφες  καὶ  τὸ  ἱμάτιον·  βιω φελέστερον κεκίνηκε τὸν λόγον καὶ παρέστησεν οὕτως εἰπὼν, ἢ ὡς ἐν τῷ Κρίτωνι Πλάτων, οὗ μηδ' ἀκούειν  ἰδιῶται  δύνανται,  ἀλλὰ  μόγις οἱ τὰ ἐγκύκλια  πρὸ τῆς σεμνῆς    Ἑλλήνων   φιλοσοφίας   μεμαθηκότες.  κατανοητέον   δὲ   καὶ    ὅτι        οὐ  παραφθείρεται ὁ περὶ ἀνεξικακίας νοῦς ὑπὸ τῆς τῶν λέξεων εὐτελείας, ἀλλὰ καὶ ἐν τούτῳ συκοφαντεῖ τὸν λόγον λέγων  ὁ Κέλσος· «Ἀλλὰ τῶνδε μὲν πέρι καὶ ἄλλων, ὅσα παραφθείρουσιν, ἀρκείτω τὰ εἰρημένα.» 15.12n Καὶ ἐν τῷ  ʹ πάλιν τόμῳ, πρὸ τὸν δυ ειδὲ  τὸ  ῶμα τοῦ κυρίου λέγοντα Κέλ ον οὕτω . Ἑξῆς δὲ τούτοις λέγει, ὁ Κέλσος δηλονότι· «Ἐπειδὴ θεῖον πνεῦμα ἦν ἐν σώματι, πάντως τι παραλλάτ τειν αὐτὸ τῶν λοιπῶν ἐχρῆν, ἢ κατὰ μέγεθος ἢ κάλλος ἢ ἀλκὴν ἢ φωνὴν  ἢ κατάπληξιν ἢ πειθώ. ἀμήχανον γὰρ ὅτῳ θεῖόν τι πλέον τῶν ἄλλων προσῆν μηδὲν ἄλλου διαφέρειν· τοῦτο δὲ οὐδὲν  ἄλλου  διέφερεν,  ἀλλ',  ὥς  φασι, μικρὸν  καὶ  δυσειδὲς καὶ ἀγεννὲς  ἦν.» φαίνεται  δὴ καὶ ἐν τούτοις ὅτι, ἐὰν μὲν κατηγορεῖν θέλῃ τοῦ Ἰησοῦ, ὡς πιστεύων ταῖς παρέ χειν δοκούσαις αὐτῷ γραφαῖς ἀφορμὰς κατηγορίας λέγει τὰ ἀπ' αὐτῶν· ὅπου δὲ κατὰ τὰς αὐτὰς γραφὰς δόξαι ἄν τις τὰ ἐναντία λέγεσθαι τοῖς εἰς κατηγορίαν παραλαμβανομένοις,   ταῦτα  οὐδὲ   προσποιεῖται  εἰδέναι.  ὁμολογουμένως   τοίνυν γέγραπται τὰ περὶ τοῦ δυσειδὲς γεγονέναι τὸ τοῦ Ἰησοῦ σῶμα· οὐ μὴν ὡς ἐκτέθειται καὶ ἀγεννές·  οὐδὲ σαφῶς  δηλοῦται  ὅτι μικρὸν ἦν. ἔχει δὲ ἡ λέξις οὕτω παρὰ τῷ Ἠσαΐᾳ ἀναγεγραμμένη,  προφητεύοντι  αὐτὸν  ἐπιδημήσοντα  τοῖς  πολλοῖς  οὐκ ἐν ὡραίῳ εἴδει οὐδέ τινι ὑπερέχοντι κάλ λει· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων  κυρίου τίνι  ἀπεκαλύφθη;  ἀνηγγείλαμεν  ἐναντίον  αὐτοῦ, ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ.  οὐκ ἔστιν εἶδος αὐτῷ [οὐδὲ δόξα· καὶ εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος] οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον  παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. ἄρ' οὖν τούτων μὲν ὁ Κέλσος ἤκουεν, ἐπεὶ ᾤετο αὐτῷ χρήσιμα εἶναι εἰς τὸ κατηγορεῖσθαι τὸν Ἰησοῦν· οὐκέτι δὲ προσέσχε τοῖς λεγομένοις ἐν τεσσαρακο στῷ τετάρτῳ ψαλμῷ, τῷ ὑπὲρ τοῦ ἀγαπητοῦ, τίνα τρόπον λέγεται· Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου, καὶ ἔντεινον  καὶ κατευοδοῦ καὶ βασίλευε.



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |